stavros

Ιερά Μητρόπολις Θεσσαλονίκης

Ιερός Ναός Αγίας Τριάδος

Νέα - Ανακοινώσεις

Άρθρα

Ἂν οἱ Χριστιανοὶ δὲν ὁμολογήσουν, δὲν ἀντιδράσουν, αὐτοὶ (οἱ ἐχθροί τοῦ Χριστοῦ) θὰ κάνουν χειρότερα!

Σ’ αυτά τά δύσκολα χρόνια ό καθένας μας πρέπει να κάνη ότι γίνεται ανθρωπίνως καί ότι δεν γίνεται ανθρωπίνως να το αφήνει στον Θεό. Έτσι

Διαβάστε Περισσότερα »

Το νόημα της Χριστιανικής Πίστεως

[13.1] ἐάν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ και τῶν ἀγγέλων, ἀγάπην δε μη ἔχω, γέγονα χαλκός ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. [13.2] και ἐάν ἔχω προφητείαν και εἰδῶ τα μυστήρια πάντα και πᾶσαν την γνῶσιν και ἐάν ἔχω πᾶσαν την πίστιν ὥστε ὄρη μεθιστάναι, ἀγάπην δε μη ἔχω, οὐθέν εἰμι. [13.3] κἂν ψωμίσω πάντα τα ὑπάρχοντά μου, και ἐάν παραδῶ το σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δε μη ἔχω, οὐδέν ὠφελοῦμαι.

[13.4] ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, [13.5] οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τα ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται το κακόν, [13.6] οὐ χαίρει ἐπι τῇ ἀδικίᾳ, συγχαίρει δε τῇ ἀληθείᾳ· [13.7] πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.

[13.8] ἡ ἀγάπη οὐδέποτε πίπτει· εἴτε δε προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. [13.9] ἐκ μέρους γαρ γινώσκομεν και ἐκ μέρους προφητεύομεν· [13.10] ὅταν δε ἔλθῃ το τέλειον, το ἐκ μέρους καταργηθήσεται. [13.11] ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα τα τοῦ νηπίου.[13.12] βλέπομεν γαρ ἄρτι δι᾽ ἐσόπτρου ἐν αἰνίγματι, τότε δε πρόσωπον προς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθώς και ἐπεγνώσθην.[13.13] νυνι δε μένει πίστις, ἐλπίς, ἀγάπη, τα τρία ταῦτα· μείζων δε τούτων ἡ ἀγάπη.

ΑΠΟΣΤΟΛΟΣ ΠΑΥΛΟΣ
Προς Κορινθίους Α’ 13