Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Στιχηρὸν Ἰδιόμελον
Ἦχος δ'
Ἡ τῶν ἀγαθῶν πρόξενος Νηστεία, τὴν ἑαυτῆς μεσότητα νῦν ἐπήγαγε, ταῖς προλαβούσαις ἡμέραις εὐαρεστήσασα, καὶ ταῖς ἐφεξῆς τὴν ὠφέλειαν προτιθεῖσα· καὶ γάρ τῶν χρηστῶν ἡ ἐπίτασις, πλείω τὴν εὐεργεσίαν ποιεῖται. Διὸ τῷ πάντων καλῶν δοτῆρι Χριστῷ, εὐαρεστοῦντες βοῶμεν, ὁ νηστεύσας ὑπὲρ ἡμῶν, καὶ Σταυρὸν ὑπομείνας, ἀκατακρίτους ἡμᾶς ἀξίωσον, μετασχεῖν καὶ τοῦ θείου Πάσχα σου, ἐν εἰρήνῃ βιοτεύοντας, καὶ ἀξίως σὺν Πατρί σε, καὶ Πνεύματι δοξάζοντας.
Ἕτερον Ἦχος πλ. α'
Οἱ ἐν κρυπτῷ ἀρετὰς ἐργαζόμενοι, πνευματικὰς ἀμοιβὰς ἐκδεχόμενοι, οὐ μέσον τῶν πλατειῶν θριαμβεύουσι ταύτας, ἀλλ' ἔνδον τῶν καρδιῶν ἀποφέρουσι μᾶλλον, καὶ ἁπάντων ὁ βλέπων τὰ ἐν κρυπτῷ γινόμενα, τὸν μισθὸν τῆς ἐγκρατείας παρέχει ἡμῖν. Νηστείαν τελέσωμεν, μὴ σκυθρωπάζοντες τὰ πρόσωπα, ἀλλ' ἐν τοῖς ταμείοις τῶν ψυχῶν προσευχόμενοι, ἀπαύστως βοήσωμεν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς Οὐρανοῖς, μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν δεόμεθα, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Μαρτυρικὸν
Ἀκορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι ἅγιοι μάρτυρες, οἵ τινες διαφόρους αἰκισμοὺς παθημάτων ὑπομείναντες, τῶν Τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινῆ καὶ ἄτρωτον τὴν Πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε· ὅθεν καὶ παρρησίας τυχόντες πρὸς αὐτόν, αἰτήσατε δωρηθῆναι εἰρήνην τῷ Κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Στιχηρὰ Προσόμοια τοῦ Σταυροῦ
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Νηστείας ἐν ὕδατι ψυχάς, πάντες ἀπονίψωμεν, καὶ προσελθόντες τὸν τίμιον, καὶ πανσεβάσμιον, Σταυρὸν τοῦ Κυρίου, πιστῶς προσκυνήσωμεν, τὸν θεῖον φωτισμόν ἀρυόμενοι, καὶ τὴν αἰώνιον, σωτηρίαν νῦν καρπούμενοι, καὶ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἀποστόλων καύχημα Σταυρέ, ὅν περ περιέπουσιν, Ἀρχαί, Δυνάμεις, Ἀρχάγγελοι, τοὺς προσκυνοῦντάς σε, πάσης βλάβης σῷζε, καὶ τὸ θεῖον στάδιον, ἡμᾶς τῆς ἐγκρατείας ἀξίωσον, καλῶς ἀνύσαντας, τὴν ἡμέραν τὴν σωτήριον, ἐπιφθάσαι, δι' ἧς καὶ σῳζόμεθα.
Ἕτερον Προσόμοιον
Ἦχος βαρὺς
Σήμερον γρηγορεῖ ὁ Ἰούδας ΤΟ ΑΚΟΥΤΕ
Σήμερον τὸν Σταυρὸν τοῦ Κυρίου προσκυνοῦντες, βοήσωμεν· Χαῖρε ζωῆς ξύλον, ᾍδου καθαιρέτα, χαῖρε χαρὰ Κόσμου, φθορᾶς ἀναιρέτα, χαῖρε ὁ τοὺς δαίμονας σκορπίζων τῇ δυνάμει σου· τῶν πιστῶν τὸ στήριγμα, τὸ ὅπλον, τὸ ἄρρηκτον, τοὺς ἀσπαζομένους σε, φρούρησον, ἁγίασον δεόμεθα.
Καὶ τοῦ Μηναίου Προσόμοια δ'
Δόξα... Καὶ νῦν... Ἰδιόμελον
Ἦχος πλ. δ'
Σήμερον ὁ ἀπρόσιτος τῇ οὐσίᾳ, προσιτός μοι γίνεται, καὶ πάσχει πάθη, ἐλευθερῶν με τῶν παθῶν, ὁ φῶς παρέχων τυφλοῖς, ὑπὸ ἀνόμων χειλέων ἐμπτύεται, καὶ δίδωσι τὸν νῶτον, ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας. Τοῦτον ἡ ἁγνὴ Παρθένος καὶ Μήτηρ, ἐπὶ Σταυροῦ θεωροῦσα ἐφθέγγετο. Οἴμοι Τέκνον ἐμόν! τί τοῦτο πεποίηκας; Ὁ ὡραῖος κάλλει παρὰ πάντας βροτούς, ἄπνους ἄμορφος φαίνῃ, οὐκ ἔχων εἶδος οὐδὲ κάλλος;οἴμοι τὸ ἐμὸν φῶς! οὐ δύναμαι ὑπνοῦντα καθορᾶν σε, τὰ σπλάγχνα τιτρώσκομαι, καὶ δεινή μοι ῥομφαία τὴν καρδίαν διέρχεται. Ἀνυμνῶ σου τὰ Πάθη, προσκυνῶ σου τὸ εὔσπλαγχνον, μακρόθυμε Κύριε δόξα σοι.
Προκείμενον Ἦχος δ' Ψαλμὸς οα'
Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος.
Στίχ. Ὁ Θεός, τὸ κρῖμα σου τῷ Βασιλεῖ δός.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. Θ', 18 - Ι', 1)
Ἦσαν οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σήμ, Χάμ, Ἰάφεθ, Χὰμ δὲ ἦν πατὴρ Χαναάν. Τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. Καὶ εἶδε Χάμ, ὁ πατήρ Χαναάν, τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐξελθών, ἀπήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. Καὶ λαβόντες Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανῶς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, καὶ εἶπεν· Ἐπικατάρατος Χὰμ παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ, καὶ ἔσται Χαναὰν παῖς οἰκέτης αὐτοῦ, πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ, καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. Ἔζησε δὲ Νῶε μετὰ τὸν κατακλυσμὸν τριακόσια πεντήκοντα ἔτη. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε, ἐννακόσια πεντήκοντα ἔτη, καὶ ἀπέθανεν. Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.
Προκείμενον Ἦχος δ' Ψαλμὸς οβ'
Ἐμοὶ δέ τὸ προσκολλᾶσθαι τῷ Θεῷ, ἀγαθόν ἐστι.
Στίχ. Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ!
Παροιμιῶν τὸ Ἀνάγνωσμα
( Κεφ ΙΒ' 23 - ΙΓ', 9)
Ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως, καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς. Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται εἰς προνομήν. Φοβερὸς λόγος καρδίαν ἀνδρὸς δικαίου ταράσσει, ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν. Ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται, αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς, ἁμαρτάνοντας καταδιώξεται κακά, ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς. Οὐκ ἐπιτεύξεται δόλιος θήρας· κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός. Ἐν ὁδοῖς δικαιοσύνης ζωή, ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον. Υἱός, πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ. Ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός, ψυχαὶ δὲ παρανόμων, ὀλοῦνται ἄωροι. 'Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὁ δὲ προπετὴς χείλεσι πτοήσει ἑαυτόν. Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἄεργος, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ. Λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται, καὶ οὐχ ἕξει παρρησίαν. Δικαιοσύνη φυλάσσει ἀκάκους, τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία. Εἰσὶν οἱ πλουτίζοντες ἑαυτούς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. Φῶς δικαίοις διαπαντός, φῶς δὲ ἀσεβῶν σβέννυται. Ψυχαὶ δόλιοι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσι.
Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα Ἦχος α'
Χορὸς ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ
Δυνάμει τοῦ Σταυροῦ, κρατυνόμενοι πᾶσαν τὴν πλάνην τοῦ ἐχθροῦ, κατελύσατε ὄντως, Ἀπόστολοι ἔνδοξοι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν· ὅθεν σήμερον, ἐν τῇ αὐτοῦ προσκυνήσει, ἐπαγάλλεσθε, ὑπὲρ ἡμῶν δυσωποῦντες, τὸν μόνον φιλάνθρωπον.
Θεοτοκίον
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια καὶ κραταιὰ προστασία καὶ σῴζεις τοὺς δούλους σου.
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα Ἦχος βαρὺς
Κύριε ἡμεῖς ἐσμὲν ΤΟ ΑΚΟΥΤΕ
Κύριε τὸν σόν Σταυρόν ὁρῶντες, προκείμενον σήμερον, προσερχόμεθα πιστῶς, καὶ ὕμνοις καὶ ᾠδαῖς, ἀσπαζόμενοι αὐτόν, ἐν φόβῳ καὶ χαρᾷ. Ἁγίασον τοὺς δούλους σου, εἰρήνευσον τὸν Κόσμον σου, τῇ τούτου ἐπιφανείᾳ, μόνε Πολυέλεε.
Θεοτοκίον Αὐτόμελον
Κύριε ἡμεῖς ἐσμὲν λαός σου, καὶ πρόβατα νομῆς σου, πλανηθέντας τῇ φθορᾷ, ἐπίστρεψον ἡμᾶς, σκορπισθέντας ὡς ποιμήν, συνάγαγε ἡμᾶς, ἐλέησον τὴν ποίμνην σου, Φιλάνθρωπε σπλαγχνίσθητι, πρεσβείαις τῆς Θεοτόκου μόνε ἀναμάρτητε.
ᾨδὴ δ' Ἦχος α'
Ἐπὶ τῆς θείας ΤΟ ΑΚΟΥΤΕ
Ἁγιασμοῦ παρεκτικήν, χάριν δωρούμενος ἡμῖν, ἅγιε Σταυρέ, Ἀποστόλων, στήριγμα καὶ καύχημα, πρόκεισαι εἰς προσκύνησιν, σήμερον πάσῃ τῇ Οἰκουμένῃ, τὸν τῆς νηστείας καιρόν, ἐξευμαρίζων ἡμῖν.
Σκιαγραφούσας τὸν Σταυρόν, χεῖρας ἐκτείνας Ἀμαλήκ, ἔτρεψε Μωσῆς, ὃν τυποῦντες, χεῖρας ἐκπετάσωμεν, νηστείαις καὶ δεήσεσι, στῖφος ὅπως τρέψωμεν δαιμόνων, ἐκπολεμούντων ἡμᾶς, διαπαντὸς φθονερῶς.
Θείῳ ἀρότρῳ τοῦ Σταυροῦ, κατενεώσατε τὴν γῆν, θεῖοι Μαθηταί, καρποφόρον, ταύτην ἀναδείξαντες, βλαστάνουσαν εὐσέβειαν· ὅθεν ὑμᾶς φωναῖς ἐτησίοις, ἀνευφημοῦντες, Χριστὸν ἀεὶ δοξάζομεν.
Θεοτοκίον
Μήτηρ Θεοῦ τοῦ ἀγαθοῦ, ἀγάθυνόν μου τὴν ψυχήν, ἣν ὁ πονηρός, συνηθείᾳ, πονηρᾷ ἐκάκωσεν, ἀθλίως δελεάσας με, ὅπως ὡς αἰτίαν σωτηρίας, ὑμνολογῶ σε ἀεί, τήν πολυΰμνητον.
Ἕτερον
Ἦχος βαρὺς Τὴν ἔνσαρκον ΤΟ ΑΚΟΥΤΕ
Προτίθεται, ὁ πανάγιος Σταυρός, προσέλθωμεν, ἀσπασώμεθα αὐτόν· καὶ γάρ ἐστι κέρας σωτηρίας ἡμῖν.
Ἡ χάρις σου, καὶ τῷ τύπῳ σου φοιτᾷ ἐλαύνουσα, τῶν δαιμόνων τὴν ἀχλύν, Σταυρὲ Χριστοῦ, ὅπλον ἀπροσμάχητον.
Δόξα...
Μονάδα σε, κατὰ φύσιν ἀνυμνῶ, Τριάδα δέ, ὑποστάσεως τιμῶ, Πάτερ, Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον.
Καὶ νῦν... Θεοτοκίον
Ἐκύησας, Κόρη ἄνανδρε Θεόν, πανάμωμε, τὸν κατέχοντα δρακί, τὰ πέρατα καὶ πάντων ἀρχαιότερον.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἀπόστολοι, οἱ τοῦ Κόσμου πρεσβευταί, αἰτήσατε, τοῦ σωθῆναι καὶ ἡμᾶς, κατέχοντας, ὅπλον τὸν Σταυρὸν τοῦ Χριστοῦ.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἔνσαρκον, παρουσίαν σου Χριστέ, πιστούμενος, ὁ Προφήτης Ἀββακούμ, ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου».
ᾨδὴ η'
Αὕτη ἡ κλητὴ ΤΟ ΑΚΟΥΤΕ
Χαίροις ὁ Σταυρὸς ὁ τριμερὴς καὶ θεῖος, ἐν ᾧ ὁ εἷς τῆς Τριάδος, σάρκα φορέσας ἐπάγη, ἐμπαγέντας ἡμᾶς, ἀσεβείας εἰς βυθὸν λυτρωσάμενος, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας.
Σθένος τὸν Σταυρὸν κραταιὸν κεκτημένοι τοὺς δεινῇ δυναστείᾳ, τοῦ πονηροῦ δουλωθέντας, ἠλευθέρωσαν, οἱ τοῦ Λόγου Μαθηταὶ ἀναμέλποντες· Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Οἴμοι! τί φρικῶδες τὸ Βῆμα ἐκεῖνο, ἐν ᾧ Λόγε καθίσας, τὰ πεπραγμένα κρυφῇ μοι, φανερώσεις Χριστέ, στηλιτεύων τὴν ἀναισθησίαν μου! ἀλλὰ φύσει ὢν συμπαθής, φεῖσαί μου τότε.
Θεοτοκίον
Κόλπων οὐκ ἐκστὰς τῶν πατρῴων ἐν κόλποις, ἀνεκλίθης Παρθένου, ἐπ' ἀνακλήσει τοῦ γένους, οὗ ἐφόρεσας, διὰ σπλάγχνα Ἰησοῦ τὸ ὁμοίωμα· ὅθεν σε ὑμνοῦμεν, βροτοὶ εἰς τοὺς αἰῶνας.
Εἱρμὸς ἄλλος
Τὸν μόνον ἄναρχον ΤΟ ΑΚΟΥΤΕ
Τὴν σταυροφόρον σε, Ἑβδομάδα τιμῶμεν, ὡς προσκυνήσιμον· ἐν σοὶ γὰρ τὸ Ξύλον τὸ ἄχραντον, προσκυνοῦντες βοῶμεν· Ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Βαβαὶ τοῦ θαύματος, Βασιλεῦ τῶν αἰώνων! ὅτι τὸ Ξύλον ἐν ᾧ περ ἐσταυρώθης, ἠξίωσας ἡμᾶς τοὺς σοὺς οἰκέτας, ἰδεῖν καὶ προσκυνεῖν· διό σε μετὰ φόβου, ὑμνοῦμεν εἰς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Ὦ ὁμοούσιε, ὦ Τριὰς παναγία, Πάτερ, Υἱέ, καὶ τὸ πανάγιον Πνεῦμα, Θεότης, ἀμερές σου τὸ κράτος, δοξάζω καὶ ὑμνῶ, τὴν μίαν βασιλείαν, εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Τὸν πλαστουργήσαντα, τὸν Ἀδὰμ κατ' εἰκόνα καὶ ἐκ φυράματος αὐτοῦ προελθόντα, καὶ λύσαντα τὴν ἀρχαίαν κατάραν, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἡ δωδεκάχορδος, λύρα τῆς Ἐκκλησίας, ὡς μελουργοῦσα τῆς σοφίας τὸν Λόγον, Ἀπόστολοι, τοὺς ὑμᾶς ἀνυμνοῦντας, αἰτήσατε ἰδεῖν, τὸ Πάθος τοῦ Κυρίου, καὶ ᾆσαι εἰς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν φρίττουσιν Οὐρανῶν αἱ Δυνάμεις, καὶ τρέμουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'
Φωτίζου φωτίζου ΤΟ ΑΚΟΥΤΕ
Φαιδρύνου φωτίζου, ἡ Ἐκκλησία τοῦ Θεοῦ, τοῦ Σταυροῦ ταῖς ἀκτῖσιν, ὃν φέρεις προκείμενον, πάντων πιστῶν εἰς προσκύνησιν, σὺ δὲ πληθύς, πᾶσα τῶν δαιμόνων, σκότους πλησθεῖσα ἀπόδραθι.
Κράτος ἐγκρατείας, ὁ θεῖος πέφυκε Σταυρός, συνεργὸς ἀγρυπνούντων, νηστευτῶν ἐνίσχυσις, πολεμουμένων ὑπέρμαχος. Τοῦτον πιστοί, πόθῳ συνελθόντες, περιχαρῶς προσκυνήσωμεν.
Θεμέλιοι θεῖοι, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἑδρασμῷ εὐσεβείας, πάντας συντηρήσατε, καὶ ἐπὶ πέτραν στηρίξατε, τὴν ἀρραγῆ, τοῦ ἐκλεξαμένου, ὑμᾶς Ἀπόστολοι ἔνδοξοι.
Θεοτοκίον
Χαρὰν συλλαβοῦσα, τοῦ Ἀρχαγγέλου τῇ φωνῇ, τῆς ἐμῆς νῦν καρδίας τὴν λύπην ἀφάνισον, τὴν ψυχοφθόρον, καὶ δίδου Ἁγνή, χαροποιόν, πένθος ὅπως εὕρω, ἐκεῖ τήν θείαν παράκλησιν.
Ἄλλος
Σὲ τὴν ἄχραντον ΤΟ ΑΚΟΥΤΕ
Σὺ τυπούμενος, Μερρᾶς τὰ ῥεῖθρα πάλαι, γλυκαίνεις πάνσεπτον Ξύλον, σύ μου γλύκανον καὶ τὴν ἐγκράτειαν, ὁ Σταυρὸς τοῦ Χριστοῦ, σήμερον καταπροσκυνούμενος.
Σὲ τὸ ἄμαχον, τῆς Βασιλείας ὅπλον, τοῦ Στρατοπέδου τὸ σθένος, τῆς Συγκλήτου τὸ κραταίωμα, τὸν Σταυρὸν τοῦ Χριστοῦ, ὕμνοις μεγαλύνομεν.
Δόξα...
Σὲ τὸν ἄναρχον, Πατέρα καὶ Δεσπότην, καὶ τὸν συνάναρχον Λόγον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εὐσεβῶς οἱ πιστοί, πάντες μεγαλύνομεν.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν ἔνδοξον, καὶ μόνην Θεοτόκον, τὴν τὸν ἀχώρητον Λόγον, ἐν γαστρὶ χωρήσασαν, καὶ τεκοῦσαν σαρκί, ὕμνοις μεγαλύνομεν.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Σὲ τὴν πύρινον, φθογγὴν τοὺς Ἀποστόλους, ὡς καταφλέξαντας, πᾶσαν ὕλην πλάνης, καὶ εὐσέβειαν ἐμφυτεύσαντας κόσμῳ, ὕμνοις μεγαλύνομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὴν ἄχραντον, Μητέρα καὶ Παρθένον, τὴν τὸν ἀχώρητον Λόγον, ἐν γαστρὶ χωρήσασαν, καὶ τεκοῦσαν σαρκί, ὕμνοις μεγαλύνομεν».
Ἀπόστιχα τῶν Αἴνων
Ἰδιόμελον Ἦχος βαρὺς
Ζηλώσωμεν οἱ πιστοί, τοῦ Τελώνου τὴν μετάνοιαν, καὶ μὴ Φαρισαϊκῶς ἐγκαυχησώμεθα, ἀλλ' ἐκ βάθους καρδίας, στεναγμὸν προσοίσωμεν, τῷ εὐεργέτῃ τῶν ὅλων Θεῷ· αὐτὸς γὰρ ἐνετείλατο, λέγων, ὅτι, πᾶς ὁ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται. Ὁ δὲ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται. Διὸ ὁμοφρόνως βοήσωμεν αὐτῷ· ὁ Θεός, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ σῶσον ἡμᾶς. (Δίς)
Μαρτυρικὸν
Ἓν πνέοντες, πρὸς ἓν βλέποντες οἱ ἀθλοφόροι Μάρτυρες, μίαν ὁδὸν ζωῆς εὑράμενοι, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ζηλοτυποῦντες ἀλλήλων τὴν τελευτήν, ὢ τοῦ θαύματος! ὥσπερ θησαυροὺς τὰς βασάνους προαρπάζοντες, πρὸς ἀλλήλους ἔλεγον· Ὅτι, κᾂν μὴ νῦν ἀποθάνωμεν, τεθνηξόμεθα πάντως, καὶ τῇ γενέσει τὰ ὀφειλόμενα λειτουργήσωμεν, ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, τὸ κοινὸν ἴδιον ἡγησάμενοι, θανάτῳ ζωὴν ὠνησώμεθα. Ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Εἰρήνευσον πρεσβείαις τῆς Θεοτόκου, τὴν ζωὴν ἡμῶν, τῶν βοώντων σοι· Ἐλεῆμον, Κύριε δόξα σοι.
ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ
Τροπάριον τῆς Προφητείας
Ἦχος πλ. β'
Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Προκείμενον Ἦχος δ' Ψαλμὸς ογ'
Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Στίχ. Ἵνα τί, ὁ Θεός, ἀπώσω εἰς τέλος;
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. ΚΗ', 14-22)
Τάδε λέγει Κύριος· Ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ οἱ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ἱερουσαλήμ, ὅτι εἴπατε· Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾍδου, καὶ μετὰ τοῦ θανάτου συνθήκην, καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς, ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Διὰ τοῦτο, τάδε λέγει Κύριος ὁ Θεός· Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ, οὐ μὴ καταισχυνθῇ, καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς, καὶ οἱ πεποιθότες μάτην ψεύδει, ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς. Μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾍδην οὐ μὴ ἐμμείνῃ; Καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτὴ εἰς καταπάτημα, ὀταν παρέλθῃ, λήψεται ὑμᾶς, ὅτι πρωῒ πρωῒ, παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά. Μάθετε ἀκούειν, στενοχωρούμενοι, οὐ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ἡμᾶς συναχθῆναι. Ὥσπερ ὄρος ἀσεβῶν, ἀναστήσεται Κύριος, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών, μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον, ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. Καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί, διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου Σαβαώθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν.
Προκείμενον Ἦχος δ' Ψαλμὸς οδ'
Ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα.
Στίχ. Ἐξομολογησόμεθά σοι, ὁ Θεός.