Τῌ ΤΡΙΤῌ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Στιχηρὰ

Ἦχος πλ. β'

Ὅλην ἀποθέμενοι  ΤΟ ΑΚΟΥΤΕ

Μέσον γῆς ὑπέμεινας, Σταυρὸν καὶ Πάθος οἰκτίρμον, πᾶσι τὴν ἀπάθειαν, καὶ τὴν ἀπολύτρωσιν παρεχόμενος, μεσασμῷ σήμερον, Νηστειῶν ἅπαντες· διὰ τοῦτο εἰς προσκύνησιν, αὐτὸν προτίθεμεν, καὶ περιχαρῶς ἀσπαζόμεθα, ἰδεῖν σου τὰ Παθήματα, καὶ τὴν ζωηφόρον Ἀνάστασιν, ἐκλελαμπρυσμένοι, ταῖς θείαις ἀρεταῖς Λόγε Θεοῦ, ἀναδειχθείημεν ἅπαντες, μόνε πολυέλεε.

 

Νεκρὸς ἐχρημάτισας, ἐπὶ σταυροῦ ἡπλωμένος, καὶ λόγχῃ νυττόμενος, καὶ χολὴν Μακρόθυμε ποτιζόμενος, ὁ Μερρᾶς ὕδατα, ἐν χειρὶ Δέσποτα, Μωϋσέως εἰς γλυκύτητα, μεταβαλόμενος· ὅθεν δυσωπῶ σε καὶ δέομαι. Τὰ πάθη τὰ πικρότατα, ἐκ τῆς διανοίας μου ἔκτιλον, καὶ τῆς μετανοίας, τῷ  μέλιτι γλυκάνας μου τὸν νοῦν, προσκυνητήν με ἀνάδειξον, τοῦ τιμίου Πάθους σου.

Ἄλλος  Ἦχος α'

Ὁ πάλαι τῷ Μωσεῖ  ΤΟ ΑΚΟΥΤΕ

Ὃν πάλαι Μωϋσῆς προτυπώσας, ἐν ταῖς παλάμαις αὐτοῦ, κατετροποῦτο τὸν Ἀμαλήκ, μέγαν Σταυρόν, σήμερον ἐπ' ὄψει ἡμῶν βλέποντες, λαοὶ προτεθέντα, φρικτῶς ψαύσωμεν ἐν ἁγνότητι νοῦ τε καὶ χειλέων· ἐν αὐτῷ γὰρ Χριστὸς ὑψώθη, ἀπονεκρώσας τὸν θάνατον, καὶ τῆς τοιαύτης χάριτος, ἅπαντες καταξιούμενοι, ἐν ᾠδαῖς θεοπνεύστοις, τοῦ παντὸς τὸν Σωτῆρα ὑμνολογοῦντες, προσευξώμεθα προφθάσαι, καὶ αὐτὴν τὴν σωτήριον Ἀνάστασιν.

Ἔτερα  Ἦχος δ'

Ἔδωκας σημείωσιν  ΤΟ ΑΚΟΥΤΕ

Δεῦτε προσκυνήσωμεν, τὸ τῆς ζωῆς ἡμῶν πρόξενον, πεφηνὸς ξύλον σήμερον, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τὸν Σταυρόν, δι' οὗ περ θάνατος ἐτρώθη, καὶ ἡ ἀνάστασις ἡμῖν, τοῖς  ἑπταικόσιν ἐκαινουργήθη σαφῶς, τῷ  ῥυσαμένῳ κράζοντες· Ὁ δι' ἡμᾶς ἑκουσίως παθών, ἵνα σώσῃς τὰ σύμπαντα, ὁ Θεὸς ἡμῶν δόξα σοι.

 

Κράτος ἀπροσμάχητον, Χριστιανοῖς ἡμῖν δέδοται, ὁ Σταυρός σου Σωτὴρ ἡμῶν, δι' οὗ τὰ ἀλλόφυλα τῶν ἐθνῶν τροποῦνται, πλήθη καὶ εἰρήνη, τῆς Ἐκκλησίας σου Χριστέ, ἐπισκιάζει ὀρθοδοξούσης καλῶς, ὅν περ νῦν  ἀσπαζόμεθα, καὶ σοὶ θερμῶς ἀνακράζομεν· Τῆς μερίδος ἀξίωσον, καὶ ἡμᾶς τῶν Ἁγίων σου.

 

Δάκρυσι καθάραντες, τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ νηστείᾳ ἁγνίσαντες, δεῦτε προσκυνήσωμεν, τοῦ Σταυροῦ τὸ ξύλον, δι' οὗ καταργοῦνται τὰ ψυχοφθόρα τῆς σαρκός, τῇ  ἐγκρατείᾳ ἀνασκιρτήματα, τῷ  σταυρωθέντι κράζοντες· Τῆς σῆς Σωτὴρ καταξίωσον, τριημέρου Ἐγέρσεως, προσκυνῆσαι τὴν ἔλλαμψιν.

Δόξα... Καὶ νῦν  ...

Ἰδιόμελον  Ἦχος πλ. δ'

Σήμερον ὁ Δεσπότης τῆς Κτίσεως, καὶ Κύριος τῆς δόξης, τῷ  Σταυρῷ προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται· χολῆς καὶ ὄξους γεύεται, ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, στέφανον ἐξ ἀκανθῶν περιβάλλεται, ὁ καλύπτων οὐρανὸν τοῖς  νέφεσι, χλαῖναν ἐνδύεται χλεύης, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ τῇ  χειρὶ πλάσας τὸν ἄνθρωπον, τὸν νῶτον φραγγελλοῦται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ἐμπτυσμοὺς καὶ μάστιγας δέχεται, ὀνειδισμοὺς καὶ κολαφισμούς, καὶ πάντα ὑπομένει, δι' ἐμὲ τόν κατάκριτον, ὁ Λυτρωτής μου καὶ Θεός, ἵνα σώσῃ Κόσμον ἐκ πλάνης, ὡς εὔσπλαγχνος.

 

Προκείμενον  Ἦχος πλ. β'  Ψαλμὸς ξζ'

ᾌσατε τῷ  Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ.

Στίχ. Ὁδοποιήσατε τῷ  ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. θ', 8-17)

Εἶπε Κύριος ὁ Θεὸς τῷ  Νῶε, καὶ τοῖς  υἱοῖς αὐτοῦ μέτ' αὐτοῦ, λέγων· Ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ  σπέρματι ὑμῶν μεθ' ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ' ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς  θηρίοις τῆς γῆς, ὅσα ἐστὶ μεθ' ὑμῶν, ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ, καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σάρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος, τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ  Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ὃ ἐγὼ δίδωμι ἀναμέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀναμέσον πάσης ψυχῆς ζώσης, ὅσα ἐστὶ μεθ' ὑμῶν, εἰς γενεάς αἰωνίους. Τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀναμέσον ἐμοῦ, καὶ τῆς γῆς, καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν, ὀφθήσεται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀναμέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, καὶ οὐκ ἔσται ἔτι ὕδωρ εἰς κατακλυσμόν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα. Καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκης αἰωνίου, ἀναμέσον ἐμοῦ, καὶ τῆς γῆς, καὶ ἀναμέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, ἥ ἐστιν ἐπὶ τῆς γῆς. Καὶ εἶπεν ὁ Θεὸς τῷ  Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον πάσης σαρκός, ἥ ἐστιν ἐπὶ τῆς γῆς.

 

Προκείμενον  Ἦχος πλ. β'  Ψαλμὸς ξη'

Ἡ σωτηρία μου ὁ Θεός, ἀντιλάβοιτό μου.

Στίχ. Ἰδέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΒ', 8-22)

Στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός, νωθροκάρδιος δὲ μυκτηρίζεται. Κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ, ἢ τιμὴν ἑαυτῷ περιτιθείς, καὶ προσδεόμενος ἄρτου. Δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ, τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν, ἀνελεήμονα. Ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν, ἐμπλησθήσεται ἄρτων, οἱ δὲ διώκοντες μάταια, ἐνδεεῖς φρενῶν, ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασι καταλείψει ἀτιμίαν. Ἐπιθυμίαι ἀσεβῶν, κακαί, αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν, ἐν ὀχυρώμασι. Δι' ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός, ἐξολισθαίνει δὲ ἐξ αὐτῶν δίκαιος. Ὁ βλέπων λεῖα ἐλεηθήσεται, ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς. Ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν, ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ. Ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν, εἰσακούει δὲ συμβουλίας σοφός. Ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ, ἀτιμίαν πανοῦργος. Ἐπιδεικνυμένην πίστιν ἀναγγελεῖ δίκαιος, ὁ δὲ μάρτυς τῶν ἀδίκων, δόλιος. Εἰσίν, οἳ λέγοντες, τιτρώσκουσιν  μαχαίρᾳ· γλῶσσαι δὲ σοφῶν ἰῶνται. Χείλη ἀληθινὰ κατορθοῖ μαρτυριαν, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον. Δόλος ἐν καρδίᾳ τεκταινομένου κακά, οἱ δὲ βουλόμενοι εἰρήνην, εὐφρανθήσονται, οὐκ ἀρέσει τῷ  δικαίῳ οὐδὲν ἄδικον, οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν. Βδέλυγμα Κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστει, δεκτὸς παρ' αὐτῷ.

 

Ἀπόστιχα

Ἰδιόμελον  Ἦχος γ'

Νικῶν τὸν Τελώνην τοῖς  παραπτώμασιν, οὐ ζηλῶ τῇ  μετανοίᾳ, τοῦ δὲ Φαρισαίου μὴ κεκτημένος τὰ κατορθώματα, μιμοῦμαι τὴν οἴησιν. Ἀλλ' ἡ τῆς σῆς ταπεινώσεως ὑπερβολή, Χριστὲ ὁ Θεός, τὴν δαιμονικὴν ὑψηλοφροσύνην ἐν τῷ Σταυρῷ καθελών, τοῦ μέν, τῆς προτέρας ·πονηρίας, τοῦ δέ, τῆς ἐσχάτης ἀπονοίας, ἀλλοτρίωσόν με, τὴν ἑκατέρων χρηστὴν διάθεσιν, ἐν τῇ ψυχῇ μου βεβαιώσας, καὶ σῶσόν με. (Δίς)

Μαρτυρικὸν

Προφῆται καὶ Ἀπόστολοι, Χριστοῦ καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Δόξα... Καὶ νῦν  ...

Ἰδιόμελον  Ἦχος πλ. α'

Ὁρῶσά σε ἡ Κτίσις ἅπασα ἐπὶ Σταυροῦ, γυμνὸν κρεμάμενον, τὸν Δημιουργόν, καὶ Κτίστην τῶν ἁπάντων, ἠλλοιοῦτο φόβῳ, καὶ ἐπωδύρετο, ὁ ἥλιος δὲ τὸ φῶς ἠμαύρωσε, καὶ γῆ ἐκυμαίνετο, πέτραι δὲ ἐσχίζοντο, καὶ ναοῦ φαιδρότης διερρήγνυτο, νεκροὶ ἐξανίσταντο ἐκ μνημάτων, καὶ Ἀγγέλων αἱ δυνάμεις, ἐξίσταντο λέγουσαι. Ὢ τοῦ θαύματος! ὁ Κριτὴς κρίνεται, καὶ πάσχει θέλων διὰ τὴν τοῦ Κόσμου σωτηρίαν καὶ ἀνάπλασιν.

 

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ δὲ τὴν β' Στιχολογίαν

 

Καθίσματα  Ἦχος πλ. β'

Ἐλπὶς τοῦ Κόσμου ἀγαθὴ  ΤΟ ΑΚΟΥΤΕ

Τῆς ἐγκρατείας τὸν καιρόν, ἁγιάζων ὁ θεῖος, καὶ πανσεβάσμιος Σταυρός, εἰς προσκύνησιν κεῖται, προσέλθωμεν ἐν συνειδήσει καθαρᾷ, ἀντλήσωμεν ἁγιασμὸν καὶ φωτισμόν, καὶ φόβῳ ἐκβοήσωμεν· Σωτὴρ ἡμῶν φιλάνθρωπε, δόξα τῇ  εὐσπλαγχνίᾳ σου.

Σταυροθεοτοκίον

Παρισταμένη τῷ  Σταυρῷ, ἡ ἀπειρόγαμος Μήτηρ, τοῦ ἐξ αὐτῆς ἄνευ σπορᾶς τεχθέντος, ἀνεβόησε· Ῥομφαία τὴν καρδίαν μου, διῆλθεν ὦ Υἱέ, μὴ φέρουσα κρεμάμενον ἐν ξύλῳ σε ὁρᾶν, ὃν τρέμουσι τὰ σύμπαντα, ὡς Κτίστην καὶ Θεόν· Μακρόθυμε δόξα σοι.

 

Μετὰ τὴν γ' Στιχολογίαν

 

Καθίσματα  Ἦχος α'

Ἀπεγνωσμένην  ΤΟ ΑΚΟΥΤΕ

Λαμπροφοροῦντες ταῖς ἀρεταῖς προσέλθωμεν, τῆς ἐγκρατείας τὸ καθαρὸν κτησάμενοι, καὶ Σταυρὸν τὸν τίμιον, βοῶντες προσκυνήσωμεν. Ἁγίασον ἡμῶν σὺν ταῖς ψυχαῖς, καὶ τὰ σώματα, ἀξίωσον ἡμᾶς, καὶ τοῦ ἀχράντου Πάθους σου, ὁ μόνος Θεὸς ἁπάντων, χαριζόμενος ἡμῖν καὶ τὰ ἐλέη σου.

Σταυροθεοτοκίον

Τὸν τάφον σου  ΤΟ ΑΚΟΥΤΕ

Ὁρῶσά σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ Σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ  Πατρὶ καὶ τῷ  Πνεύματι, τίς ἡ ἄφατος οἰκονομία σου αὕτη, δι' ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, Οἰκτίρμον πλαστούργημα;

 

ᾨδὴ α'  Ἦχος δ'

Ἀνοίξω τὸ στόμα μου  ΤΟ ΑΚΟΥΤΕ

Τὸ Ξύλον τὸ ἅγιον, ἐν ᾧ Χριστὸς ἐξεπέτασε, παλάμας τροπούμενος, τὰς ἐναντίας ἀρχάς, προσκυνήσωμεν, νηστείᾳ φαιδρυνθέντες, εἰς δόξαν καὶ αἴνεσιν, τοῦ Παντοκράτορος.

 

Ὁρᾶται προκείμενος, ἁγιασμὸν παρεχόμενος, Σταυρὸς ὁ σωτήριος, τούτῳ προσέλθωμεν, καθαγνίσαντες, καὶ σῶμα καὶ καρδίαν, καὶ ἀπαρυσώμεθα, χάριν σωτήριον.

 

Πυρί με καθάρισον, τῶν ἐντολῶν σου φιλάνθρωπε, καὶ σοῦ τὰ σωτηρία, δίδου Παθήματα, νῦν  θεάσασθαι, καὶ πόθῳ προσκυνῆσαι, Σταυρῷ τειχιζόμενον, καὶ συντηρούμενον.

Σταυροθεοτοκίον

Ἀνάρτησιν βλέπουσα, τὴν ἐν Σταυρῷ σου Φιλάνθρωπε, ὠλόλυζε κράζουσα, ἡ σὲ κυήσασα. Πῶς κατάκριτος, ὁ μέλλων πάντα κρῖναι, ὁρᾶται κρεμάμενος, δόξης ὁ Κύριος;

 

ᾨδὴ γ'

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε  ΤΟ ΑΚΟΥΤΕ

Νηστείας ἐν ὕδατι καρδίας, ῥιφθέντες τὸ ξύλον τοῦ Σταυροῦ, πιστῶς περιπτυξώμεθα, ἐν ᾧ Χριστὸς σταυρούμενος, ὕδωρ ἡμῖν ἐπήγασεν, ὡς εὐεργέτης, ἀφέσεως.

 

Σταυροῦ τῷ  ἱστίῳ πτερωθέντες, τὸν πλοῦτον σωτήριον ἰδού, νηστείας ἐκμεσάσαντες, Μεσσία Ἰησοῦ ὁ Θεός, δι' οὗ ἡμᾶς τοῦ Πάθους σου πρὸς τὸν λιμένα ἐγκαθόρμισον.

 

Ἐτύπου Μωσῆς σε ἐν τῷ ὄρει, ἐθνῶν εἰς ἀναίρεσιν Σταυρέ, ἡμεῖς δὲ ἐκτυποῦμέν σε, καρδίᾳ καθορῶντές σε, καὶ προσκυνοῦντες τρέπομεν, ἐχθροὺς ἀσάρκους τῇ  δυνάμει σου.

Σταυροθεοτοκίον

Βουλήσει σου ἄνθρωπος ἐγένου, Θεὸς ὤν, καὶ πάντων Ποιητής, καὶ νῦν  Σταυρῷ κρεμάμενον, σὲ καθορῶ Υἱέ μου Χριστέ, ἡ σὲ τεκοῦσα ἔλεγε, καὶ τὴν καρδίαν τιτρώσκομαι.

 

ᾨδὴ γ'  Ἦχος πλ. β'

Κύριος ὢν πάντων  ΤΟ ΑΚΟΥΤΕ

Κύριος ὢν πάντων, καὶ κτίστης Θεός, μέσον γῆς ἐπὶ Σταυροῦ ὑψώθης, πρὸς σεαυτὸν ἀνυψῶν, τὴν πεσοῦσαν ἀνθρώπων οὐσίαν, κακίστῃ τοῦ ἐχθροῦ συμβουλίᾳ· ὅθεν σε πιστῶς δοξάζομεν, τῷ  πάθει στερεούμενοι.

 

Καθάραντες αἰσθήσεις νηστείας φωτί, τοῦ Σταυροῦ ταῖς νοηταῖς ἀκτῖσι, πλουσιωτάτως πιστοὶ αὐγασθῶμεν, καὶ τοῦτον εὐλαβῶς, προκείμενον σήμερον ὁρῶντες, χείλεσιν ἁγνοῖς καὶ στόμασι, καὶ καρδίᾳ προσκυνήσωμεν.

 

Τόπον οὗ ἔστησαν οἱ πόδες Χριστοῦ, προσκυνήσωμεν Σταυρὸν τὸν θεῖον, πέτρᾳ Θεοῦ ἐντολῶν, στηριχθῆναι τοὺς πόδας αἰτοῦντες, ψυχῆς ἡμῶν καὶ κατευθυνθῆναι, ταύτης διαβήματα ὁδόν, εἰς εἰρήνης θείᾳ χάριτι.

Θεοτοκίον

Κόρης ἐξ ἀνάνδρου Χριστὲ προῆλθες, προσλαβόμενος ἐκ ταύτης σάρκα, ἔννουν καὶ ἔμψυχον, καὶ Σταυρῷ σου ἐχθρὸν ἀφανίσας, φθαρεῖσαν τῶν βροτῶν τὴν οὐσίαν, πάλιν ἀνεκαίνισας· διὸ δοξάζει τὴν εὐσπλαγχνίαν σου.

 

Ἕτερον Τριῴδιον Ποίημα Θεοδώρου

Ἦχος α'  Στερέωσον Κύριε  ΤΟ ΑΚΟΥΤΕ

Κροτήσατε ἅπαντα ὕμνοις τὰ πέρατα, καθορῶντα προσκυνούμενον τὸ Ξύλον ἐν ᾧ Χριστὸς ἀπεκρεμάσθη, καὶ διάβολος ἐτραυματίσθη.

 

Προτίθεται σήμερον ὁ ζωηφόρος· χαρᾷ, δεῦτε προσκυνήσωμεν σὺν φόβῳ, τὸν τοῦ Κυρίου τίμιον Σταυρόν, ἵνα λάβωμεν ἅγιον Πνεῦμα.

Δόξα...

Τρισάκτινε Ἥλιε τρισσοκλεέστατον φῶς, Θεὲ Πάτερ Υἱέ, καὶ ἅγιον Πνεῦμα, ἡ ἄναρχος φύσις καὶ δόξα, τοὺς ὑμνοῦντάς σε ῥῦσαι κινδύνων.

Καὶ νῦν  ... Θεοτοκίον

Ὑμνοῦσί σε τάξεις Ἀγγέλων εὐλογημένη, Θεοτόκε, πανύμνητε καὶ Παρθένε, μεθ' ὧν σε νῦν  γένος ἀνθρώπων, ὡς ἀνύμφευτον δοξολογοῦμεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἐρχόμενος ἅψασθαι σοῦ ζωηφόρε Σταυρέ, φρίττω γλῶσσαν καὶ διάνοιαν, προβλέπων, ὅτι ἐν σοὶ κατεκενώθη, τοῦ Κυρίου μου τὸ θεῖον Αἷμα.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Στερέωσον Κύριε τὴν Ἐκκλησίαν σου, ἣν ἐκτήσω τῇ  δυνάμει τοῦ Σταυροῦ σου· ἐν αὐτῷ γὰρ τὸν ἐχθρὸν ἐθριάμβευσας, καὶ ἐφώτισας τὴν οἰκουμένην».

 

Κάθισμα  Αὐτόμελον

Ἦχος πλ. β'  ΤΟ ΑΚΟΥΤΕ

Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν, εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν, ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Δόξα...

Ὁ Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς  ἀσθενοῦσιν ἐν ἁμαρτίαις, δι' αὐτοῦ σοι προσπίπτομεν· Ἐλέησον ἡμᾶς.

Καὶ νῦν  ...

Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾍδης, ἀπέλυσε τρόμῳ, ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε, Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς.

 

ᾨδὴ δ'

Ὁ καθήμενος ἐν δόξῃ  ΤΟ ΑΚΟΥΤΕ

Αἰνιττόμενος τὸν τύπον, τοῦ Σταυροῦ χεῖρας ἔτεινεν, ἐναλλὰξ ἐγγόνοις, πάλαι Ἰακὼβ ὁ ἀοίδιμος, ἐπευλογῶν καὶ σημαίνων τὴν σωτήριον, εὐλογίαν πάντας, ἐφ' ἡμᾶς διαβαίνουσαν.

 

Συντηρούμενοι σφραγῖδι, τοῦ Σταυροῦ καὶ προκείμενον, ἐν ἀγαλλιάσει, πνεύματος αὐτὸν ἀσπαζόμενοι, πρὸς τὰ σωτήρια Πάθη ἐπειχθείημεν, τὰ ὀλέθρια, πάθη σαρκός θανατώσαντες.

 

Τὸ σωτήριόν σε ὅπλον, τὸ ἀήττητον τρόπαιον, τὸ χαρᾶς σημεῖον, θάνατος δι' οὗ τεθανάτωται, περιπτυσσόμεθα δόξῃ κλεϊζόμενοι, τοῦ ἐν σοὶ προσπαγέντος, Σταυρὲ πανσεβάσμιε.

Σταυροθεοτοκίον

Ὁρατός μοι καθωράθης, ὁ Ἀγγέλοις ἀπρόσιτος, Ἰησοῦ Υἱέ μου, σάρκα ἐξ ἐμοῦ δανεισάμενος, καὶ νῦν  ὁρῶσά σε ξύλῳ καθηλούμενον, ἐποδύρομαι, ἡ τοῦ Χριστοῦ Μήτηρ ἔλεγε.

 

ᾨδὴ ε'

Ἐξέστη τὰ σύμπαντα  ΤΟ ΑΚΟΥΤΕ

Νεκρὸς ἐχρημάτισας, ἐπὶ Σταυροῦ ἡλούμενος, πάντων ἡ ζωὴ καὶ σωτηρία. Τοῦτον οὖν δίδου, κεκαθαρμένῃ ψυχῇ, Σῶτερ περιπτύξασθαι, καὶ σοῦ, Πάθη τὰ σωτήρια, κατιδεῖν ἀγαλλόμενοι.

 

Παρίστανται τάξεις σοι, τῶν Ἀσωμάτων τρέμουσαι, Ξύλον ζωοδώρητον· ἐν σοὶ γάρ, τίμιον Αἷμα Χριστὸς ἐξέχεε, λύθρον ἀναστέλλων ἐναγές, δαίμοσι φερόμενον, ἐπ' ὀλέθρῳ τοῦ πλάσματος.

 

Ῥομφαίᾳ πληγέντα με, τοῦ δυσμενοῦς ἰάτρευσον, Αἵματί σου Λόγε καὶ τῇ  λόγχῃ, ἁμαρτιῶν μου τάχος διάρρηξον, Σῶτερ τὸ χειρόγραφον βοῶ, βίβλῳ καταγράφων με, σῳζομένων ὡς εὔσπλαγχνος.

Σταυροθεοτοκίον

Ὁ βότρυς ὁ πέπειρος, πῶς ἐπὶ ξύλου κρέμασαι; Ἥλιε τῆς δόξης πῶς ἐπήρθης, φέγγος ἡλίου, σκοτίζων πάθει σου. Σῶτερ ἡ τεκοῦσά σε, Ἀμνάς, πάλαι ἀνεβόα σοι, μητρικῶς ἀλαλάζουσα.

 

ᾨδὴ ς'

Ἐβόησε, προτυπῶν  ΤΟ ΑΚΟΥΤΕ

Συνέσεισας, τὸ τοῦ ᾍδου πηγνύμενος οἴκημα, τοῖς  πιστοῖς δέ, ἀδειάσειστον ἔρεισμα γέγονας, καὶ βεβαία σκέπη, τοῦ Κυρίου Σταυρὲ πανσεβάσμιε.

 

Κατάκαρποι, ἀρεταῖς γεγονότες τρυγήσωμεν, θείου Ξύλου, ζωηφόρους καρπούς, οὓς ἐβλάστησεν, ἁπλωθεὶς ἐν τούτῳ, Ἰησοῦς ἡ κατάκαρπος ἄμπελος.

 

Ὑμνοῦμέν σου, Ἰησοῦ τὴν πολλὴν ἀγαθότητα, προσκυνοῦντες, τὸν Σταυρόν σου τὴν λόγχην, τὸν κάλαμον· δι' αὐτῶν γὰρ εἷλες, τὸ τῆς ἔχθρας Οἰκτίρμον μεσότοιχον.

Σταυροθεοτοκίον

Ναμάτων σε, ποταμὸν ζωηρρήτων ἐκύησεν, ἡ Παρθένος, ὡς πηγὴ τῆς ἡμῶν ἀναπλάσεως, τὸν Σταυρῷ ταθέντα, καὶ κρουνοὺς σωτηρίας πηγάσαντα.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος. Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων».

 

Κοντάκιον

Αὐτόμελον  Ἦχος βαρὺς  ΤΟ ΑΚΟΥΤΕ

Οὐκ έτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ· αὐτῇ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾍδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς  ἐν ᾍδῃ. Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.

Ὁ Οἶκος

Τρεῖς σταυροὺς ἐπήξατο ἐν Γολγοθᾷ ὁ Πιλᾶτος, δύο τοῖς  λῃστεύσασι, καὶ ἕνα τοῦ Ζωοδότου, ὃν εἶδεν ὁ ᾍδης, καὶ εἶπε τοῖς  κάτω· Ὦ λειτουργοί μου καὶ δυνάμεις μου τίς ὁ ἐμπήξας ἧλον τῇ  καρδίᾳ μου, ξυλίνῃ με λόγχῃ ἐκέντησεν ἄφνω καὶ διαρρήσομαι, τὰ ἔνδον μου πονῶ, τὴν κοιλίαν μου ἀλγῶ, τὰ αἰσθητήριά μου, μαιμάσσει τὸ πνεῦμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ξύλῳ δοθέντας μοι· ξύλον γὰρ τούτους εἰσάγει πάλιν εἰς τὸν Παράδεισον.

 

ᾨδὴ ζ'

Οὐκ ἐλάτρευσαν  ΤΟ ΑΚΟΥΤΕ

Ἡ ἀξίνη, Ἐλισσαῖος ἣν ἀνείλετο, ἐξ Ἰορδάνου Χριστέ, Σταυρὸν ἐδήλου, δι' οὗ, βυθοῦ ματαιότητος, ἔθνη ἀνείλκυσας, ἀναμέλποντα· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

 

Συναγάλλονται, τῇ  γῇ τὰ ἐπουράνια, τῇ  προσκυνήσει σου Σταυρέ· καὶ γὰρ διὰ σοῦ, Ἀγγέλων ἀνθρώπων τε, ἕνωσις γέγονε, Παντοδύναμε, ἀναβοώντων· Κύριε, ὁ Θεός εὐλογητὸς εἶ.

 

Ὡς κυπάρισσον, συμπάθειαν ὡς κέδρον τε, πίστιν ἡδύπνοον, ὡς πεύκην ἀληθινήν, ἀγάπην προσφέροντες, τὸν τοῦ Κυρίου Σταυρόν, προσκυνήσωμεν, τὸν ἐν αὐτῷ δοξάζοντες Λυτρωτὴν προσηλωθέντα.

Σταυροθεοτοκίον

Μὴ σαλεύσας, τὰ οὐράνια ἐν μήτρᾳ σου, Θεὸς ἐσκήνωσε, πόλις Θεοῦ ἐκλεκτή. Σταυρῷ δὲ κρεμάμενος, Κτίσιν ἐσάλευσεν, ὃν ἱκέτευε, ἐν ἀσαλεύτῳ πέτρᾳ με, τῇ  αὐτοῦ συντηρηθῆναι.

 

ᾨδὴ η'

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ  ΤΟ ΑΚΟΥΤΕ

Ἐξέτεινας χεῖρας ἐπὶ ξύλου, χειρὸς ἀκρατοῦς λύων ἁμάρτημα, λόγχῃ ἐκεντήθης δέ, ταύτῃ τὸν πολέμιον, κατατιτρώσκων Κύριε, χολῆς ἐγεύσω τε, ἐνήδονον κακίαν ἐξαίρων, ὄξος ἐποτίσθης, ἡ πάντων εὐφροσύνη.

 

Νοῒ καθαρῷ καὶ συνειδότι, λαμπρῶς προσελθόντες προσκυνήσωμεν, πρόκειται τὸ τίμιον, Ξύλον καὶ σεβάσμιον, δι' οὗ Χριστὸς τὸν ἄτιμον, ὑπέστη θάνατον, τιμήν ὑπερτιθεὶς ἀνωτάτην, τοῖς  τῇ  παραβάσει, δεινῶς ἀτιμασθεῖσι.

 

Ξύλῳ ἁμαρτίας ἐνεκρώθην, καὶ γεύσει τῇ  ἐνηδόνῳ τεθανάτωμαι, ζώωσόν με Κύριε, ἔγειρόν με κείμενον, προσκυνητὴν ἀνάδειξον, τῶν Παθημάτων σου, καὶ μέτοχον Ἐγέρσεως θείας, καὶ συγκληρονόμον, τῶν σὲ ἠγαπηκότων.

Σταυροθεοτοκίον

Ὑψούμενον βλέπω σε καὶ κάλλος, τῷ  πάσχειν οὐκ εἶδος περικείμενον, ὅν περ σωματούμενον, ἔγνων ὡραιότατον, ὑπὲρ υἱοὺς ἀνθρώπων σε, μονογενὲς Υἱέ, ἡ Πάναγνος ἐβόα Παρθένος, δεῖξόν σου τὴν δόξαν, ἡ πάντων σωτηρία.

Τὰ Τριῴδια

Εἱρμὸς ἄλλος Νόμων πατρῴων  ΤΟ ΑΚΟΥΤΕ

Μέσης ἡμέρας σταυρουμένου σου, μέσον τῆς γῆς βουλήσει Κόσμου τὰ πέρατα, μέσον φάρυγγος τοῦ δράκοντος, ἐξέσπασας Οἰκτίρμον· διὸ ἐν μέσῃ, θείων ἑβδομάδι Νηστειῶν, προσκυνοῦντες δοξάζομεν τὸν τίμιον Σταυρόν σου, τὸν Κύριον ὑμνεῖτε, βοῶντες, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Χαρᾶς σημεῖον ὅπλον ἄρρηκτον, τῆς Ἐκκλησίας τεῖχος, Μαρτύρων καύχημα, Ἀποστόλων ἐγκαλλώπισμα, Ἀρχιερέων σθένος, ἐνδυναμώσας τὴν ἐξασθενοῦσάν μου ψυχήν, προσκυνεῖν σε ἀξίωσον, καὶ μέλπειν σοι βοῶντα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Θρηνῶ καὶ κλαίω καὶ ὀδύρομαι, ὅταν, εἰς νοῦν μου λάβω τὸ δικαστήριον, τὸ ἀδέκαστον Μακρόθυμε, κατάκριτος ὑπάρχων· διό μου φεῖσαι, καὶ τὸν ἐπικείμενον κλοιόν, τῆς ψυχῆς μου ἐλάφρυνον, ἵνα χαίρων κραυγάζω· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Σταυροθεοτοκίον

Ἐτύπου βάτος τὸ μυστήριον, τοῦ ὑπὲρ νοῦν σου τόκου, Κόρη πανάμωμε· ὡς ἐκείνου γὰρ διέμεινας, ἀφλέκτως πῦρ τεκοῦσα, Χριστὸν Σωτῆρα, τὸν ἀνυψωθέντα ἐν Σταυρῷ, ὃν δυσώπει ῥυσθῆναί με, πυρὸς τοῦ αἰωνίου· Τὸν Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εἱρμὸς ἄλλος

Αὕτη ἡ κλητὴ  ΤΟ ΑΚΟΥΤΕ

Δεῦτε τὸν Σταυρὸν προτεθέντα Κυρίου, νηστείᾳ καθαρθέντες, περιπτυξώμεθα πόθῳ· θησαυρὸς γὰρ ἡμῖν ἁγιάσματος ἐστί, καὶ δυνάμεως, δι' οὗ ἀνυμνοῦμεν, Χριστόν εἰς τοὺς αἰῶνας.

 

Οὗτος ὁ Σταυρὸς τριμερὴς καὶ μέγας, μικροφανὴς τυγχάνων, οὐρανομήκης ὑπάρχει, τῇ  δυνάμει αὐτοῦ, τοὺς ἀνθρώπους πρὸς Θεόν, ἀναφέρει ἀεί, δι' οὗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Μίαν ἐν τρισὶ χαρακτῆρσιν οὐσίαν, δοξάζων οὐ συγχέω, μονοπροσώπως τὰ τρία, οὐδὲ τέμνω μορφήν, τὸν Πατέρα, καὶ Υἱὸν σὺν τῷ  Πνεύματι· εἷς γὰρ ἐπὶ πάντων, Θεὸς ὁ ἐν Τριάδι.

Καὶ νῦν  ... Θεοτοκίον

Μόνη ἐν μητράσιν ἐδείχθης παρθένος, Θεόνυμφε Μαρία, ἄνευ ἀνδρὸς τετοκυῖα, τὸν Σωτῆρα Χριστόν, τῆς ἁγνείας τὴν σφραγῖδα φυλάξασα. Σὲ μακαριοῦμεν, πιστοὶ εἰς τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τοῦτο τὸ πανάγιον Ξύλον τιμάσθω, ὁ Προφήτης πάλαι, βληθῆναι ἀνακραυγάζει, εἰς τὸν ἄρτον Χριστοῦ, ὑπὸ Ἰσραηλιτῶν, τῶν σταυρούντων αὐτόν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Χεῖρας ἐν λάκκῳ βληθεὶς τῶν λεόντων, ποτὲ ὁ μέγας ἐν Προφήταις, σταυροειδῶς ἐκπετάσας, Δανιὴλ ἀβλαβής, ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, εὐλογῶν τόν πάντων, Θεὸν εἰς τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Ἅπας γηγενὴς  ΤΟ ΑΚΟΥΤΕ

Λόγχῃ σου Πλευράν, ἐνύγης ἀφέσεως, ἀναστομῶν μοι πηγάς, ξύλῳ προσηλώθης δέ, τὴν διὰ ξύλου ἱστῶν κατάκρισιν, μέσον τῆς γῆς Φιλάνθρωπε, ὅπερ ἡμεῖς μεσασμῷ, τῆς Νηστείας, νῦν  περιπτυσσόμεθα, ἀνυμνοῦντες τὴν σὴν ἀγαθότητα.

 

Ὄρη γλυκασμόν, βουνοὶ ἀγαλλίασιν, πόθῳ σταλάξατε, ξύλα τοῦ πεδίου δέ, Λιβάνου κέδροι περιχορεύσατε, τῇ  προσκυνήσει σήμερον, τοῦ ζωηφόρου Σταυροῦ, οἱ Προφῆται, Μάρτυρες, Ἀπόστολοι, καὶ Δικαίων σκιρτήσατε πνεύματα.

 

Νεῦσον εἰς λαόν, καὶ κλῆρόν σου Κύριε, φόβῳ ὑμνοῦντάς σε, θάνατον ἑκούσιον, δι' οὗ ὑπέστης, μὴ νικησάτω σου, τὴν εὐσπλαγχνίαν ἄμετρος, πληθὺς κακῶν ἡμῶν, ἀλλὰ σῶσον, πάντας ὑπεράγαθε, τῷ  Σταυρῷ σου ἡμᾶς ὡς φιλάνθρωπος.

Σταυροθεοτοκίον

Νεύματι τῷ  σῷ, κλονεῖς τὸν ὁρώμενον, Κόσμον σταυρούμενος, μένεις δὲ κρεμάμενος, ἡ Θεοτόκος κλαίουσα ἔλεγε· τὰ ἐμπαθῆ νοήματα, τοῦ Πρωτοπλάστου Χριστέ, ἐξηλῶσαι, θέλων καὶ ἰάσασθαι, τὴν αὐτοῦ συντριβὴν ἀγαθότητα.

Τὰ Τριῴδια

Εἱρμὸς ἄλλος

Ἀπορεῖ πᾶσα γλῶσσα  ΤΟ ΑΚΟΥΤΕ

Ὁ Ἐλισσαῖος, πάλαι ποταμοῦ τὴν ἀξίνην, ἀνέλκων ξύλῳ, σὲ τὸ ζωοδώρητον, ἐτύπου Σταυρὲ ξύλον, δι' οὗ ἐκ βυθοῦ ἀνείλκυσε Χριστὸς τὰ ἔθνη, εἰδωλικῆς μανίας, ἐν σοὶ προσηλωθείς· ὅθεν σε προσκυνοῦντες, τὸ κράτος αὐτοῦ δοξάζομεν.

 

Ἡλίου σέλας, Σῶτερ μετεβλήθη εἰς σκότος, τῇ  σῇ σταυρώσει, φέγγος τε σελήνης ἀπεσβέσθη, καὶ στοιχεῖα τρόμῳ ἠλλοιώθη ἅπαντα· διὸ βοῶ σοι· Ἀλλοιωθέντα σκότει παθῶν μου λογισμούς, Λόγε σῇ δεξιᾷ ἀλλοιώσας, φώτισον σῶσόν με.

 

Τῷ μώλωπί σου, ἴασαι ψυχῆς μου τὰ πάθη, Πλευρᾶς σου τρώσει παῦσον, ἐπωδύνους τε, τὰς τρώσεις τῶν δαιμόνων, ἥλοις σου Χριστὲ ἐξήλωσας, τὰς ἐνηδόνους, καὶ ἐμπαθεῖς ὀρέξεις, διδούς μοι ἀπαθῶς Πάθη σου, τὰ σεπτὰ προσκυνῆσαι, καὶ τὴν Ἀνάστασιν.

Σταυροθεοτοκίον

Ὡραῖον κάλλει, τέτοκεν ὡραῖα σε Κόρη, ὃν καθορῶσα, κάλλος ἐν τῷ πάσχειν, οὐδὲ εἶδος κεκτημένον Σῶτερ, θρηνῳδοῦσα ἔλεγεν· Ἐκπλήττομαί σου, τὴν ὑπὲρ νοῦν Υἱέ μου ταπείνωσιν, δι' ἧς σῴζεις, ταπεινωθεῖσαν τὴν φύσιν, τῆς ἀνθρωπότητος.

Ἄλλος  Φωτίζου φωτίζου  ΤΟ ΑΚΟΥΤΕ

Προέρχου φαιδρύνου, πᾶς ὁ λαὸς ὁ τοῦ Θεοῦ, καὶ τὸ ξύλον προβλέπων, τοῦ Σταυροῦ λάβε χαράν, προκείμενον, ἄσπασαι φόβῳ, καὶ τὸν ἐν αὐτῷ, Κύριον τῆς δόξης, ἀναρτηθέντα δοξάζων ἀεί.

 

Τὸ ὅπλον τὸ θεῖον, σὺ τῆς ζωῆς μου ὁ Σταυρός, ἐπὶ σὲ ὁ Δεσπότης, ἀνελθών με ἔσωσεν, ἔβλυσεν αἷμα, καὶ ὕδωρ νυγείς, ἐκ τῆς Πλευρᾶς, οὗ μεταλαμβάνων, ἀγαλλιῶμαι δοξάζων αὐτόν.

Δόξα...

Τριάδα προσώποις, Μονάδα φύσει προσκυνῶ, σὲ Θεότης ἁγία, τὸν Πατέρα καὶ τὸν Υἱόν, σὺν τῷ  ἁγίῳ τε Πνεύματι, μίαν ἀρχήν, μίαν βασιλείαν, τὴν τῶν ἁπάντων δεσπόζουσαν.

Καὶ νῦν  ... Θεοτοκίον

Τὸ ὄρος τὸ μέγα, ἐν ᾧ κατῴκησε Χριστός, σὺ ὑπάρχεις Παρθένε, ὡς Δαυῒδ ὁ θεῖος βοᾷ, δι ἧς ἡμεῖς ἀνυψώθημεν, πρὸς οὐρανόν, υἱοθετηθέντες, τῷ  Πνεύματι παμμακάριστε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὸ σκῆπτρον τὸ θεῖον, τοῦ Βασιλέως ὁ Σταυρός, τοῦ στρατοῦ ἡ ἀνδρεία, ἐν τῇ πεποιθήσει σου, τοὺς πολεμίους ἐκτρέπομεν, νίκας ἀεὶ τοῖς  σὲ προσκυνοῦσι, κατὰ βαρβάρων παράσχου ἡμῖν.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκί, σὲ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν  μεγαλύνομεν».

 

Ἐξαποστειλάριον

Ἐν πνεύματι τῷ  ἱερῷ  ΤΟ ΑΚΟΥΤΕ

Μεσότητι τῶν Νηστειῶν, τὸ πανσέβαστον Ξύλον, τοὺς πάντας εἰς προσκύνησιν, προσκαλεῖται τοὺς ὅσοι, τὰ ἑαυτῶν παθήματα, τοῖς  τοῦ Χριστοῦ παθήμασιν, ἀξίως συναφικνοῦσι. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὸ Ξύλον, τοῦ φρικτοῦ μυστηρίου.

Σταυροθεοτοκίον

Ἡ ἄνυμφος καὶ πάναγνος, τοῦ Θεοῦ Λόγου Μήτηρ, ἐβόα ὀλολύζουσα, ἐν κλαυθμῷ θρηνῳδοῦσα· Τοιαῦτά μοι ὁ Γαβριήλ, τῆς χαρᾶς ἐκόμιζε, τὰ εὐαγγέλια Τέκνον, ἄπιθι τοῦ πληρῶσαι, τὴν ἀπόρρητον βουλήν, καὶ θείαν οἰκονομίαν.

 

Ἀπόστιχα τῶν Αἴνων

Ἰδιόμελον  Ἦχος πλ. δ'

Τῆς Νηστείας τὴν ὁδὸν μεσάσαντες, τὴν ἄγουσαν ἐπὶ τὸν Σταυρόν σου τὸν τίμιον, τὴν σὴν ἡμέραν ἰδεῖν, ἣν εἶδεν Ἀβραὰμ καὶ ἐχάρη, ὡς ἐκ τάφου τοῦ βουνοῦ, ζῶντα λαβὼν τὸν Ἰσαάκ, εὐδόκησον καὶ ἡμᾶς, πίστει ῥυσθέντας τοῦ ἐχθροῦ, καὶ Δείπνου μετασχεῖν τοῦ μυστικοῦ, ἐν εἰρήνῃ κράζοντας· ὁ φωτισμὸς καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

Μαρτυρικὸν

Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ  δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε τὴν χάριν τῆς αἰωνίου ζωῆς. Τυράννων ἀπειλὰς οὐκ ἑπτοήθητε, βασάνοις αἰκιζόμενοι εὐφραίνεσθε, καὶ νῦν  τὰ αἵματα ὑμῶν, γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν, πρεσβεύσατε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν  ...

Ἰδιόμελον  Ἦχος πλ. δ'

Μεσάσαντες τὸ πέλαγος τῆς ἐγκρατείας, λιμένα ἐκδεχόμεθα τῆς σωτηρίας, τὸν καιρὸν τοῦ Πάθους σου, τοῦ ἑκουσίου Κύριε, ἀλλ' ὡς εὔσπλαγχνος καὶ οἰκτίρμων, καὶ τὴν ἡμέραν τῆς ἐνδόξου Ἀναστάσεώς σου, ἐν εἰρήνῃ ἀξίωσον ἡμᾶς, θεάσασθαι φιλάνθρωπε.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

 

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. β'

Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.

 

Δόξα... Καὶ νῦν  ... Τὸ αὐτὸ

 

Προκείμενον  Ἦχος πλ. β'  Ψαλμὸς ξθ'

Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός.

Στίχ. Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. ΚΣΤ', 21 καὶ ΚΖ', 1-9)

Ἰδοὺ Κύριος ἀπὸ τοῦ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς, καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν αὐτοῦ τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν καὶ ἀναλεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ. Τῇ  ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός, ἐπιθύμημα ἐξάρχει κατ' αὐτῆς. Ἐγὼ πόλις ὀχυρά, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται τεῖχος αὐτῆς, οὐκ ἔστιν, ἣ οὐκ ἐπελάβετο αὐτῆς. Τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. Τοίνυν διὰ τοῦτο ἐποίησε Κύριος πάντα ὅσα συνέταξε, κατακέκαυμαι, βοήσονται οἱ κατοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ ἐμπλησθήσεται ἡ Οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτω πληγήσεται; καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται; Μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς, οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ  πνεύματι τῷ  σκληρῷ, ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ. Διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν θῶσι πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους, ὡς κονίαν λεπτήν, καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα, ὥσπερ δρυμὸς μακράν.

 

Προκείμενον  Ἦχος πλ. β'  Ψαλμὸς ο'

Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.

Στίχ. Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με.