Τῌ ΑΥΤῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ

ΕΙΣ ΤΟ ΛΥΧΝΙΚΟΝ

 

Στιχηρὰ

Ἦχος πλ. δ'

Κύριε, εἰ καὶ κριτηρίῳ  ΤΟ ΑΚΟΥΤΕ

Κύριε, ὁ ἐπὶ Σταυροῦ ἑκουσίως, ὑφαπλώσας τὰς παλάμας σου, τοῦτον κατανύξει καρδίας, προσκυνεῖν ἡμᾶς ἀξίωσον, λελαμπρυσμένους καλῶς, νηστείαις καὶ δεήσεσι, καὶ ἐγκρατείᾳ, καὶ εὐποιΐᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Κύριε, τῶν ἁμαρτιῶν μου τὰ πλήθη, κατὰ τὸ πλῆθος ἐξάλειψον, τῶν σῶν οἰκτιρμῶν Πανοικτίρμον, καὶ τὸν Σταυρόν σου ἀξίωσον, ἐν καθαρᾷ τῇ ψυχῇ, καὶ βλέπειν καὶ προσπτύσσεσθαι, ἐν τῇ παρούσῃ τῆς ἐγκρατείας, Ἑβδομάδι ὡς φιλάνθρωπος.

Ἕτερον Προσόμοιον Ποίημα Θεοδώρου

Ἦχος γ'  Μέγιστον θαῦμα  ΤΟ ΑΚΟΥΤΕ

Μέγιστον θαῦμα! τὸ Ξύλον ὁρᾶται, ἐν ᾧ Χριστὸς σαρκὶ ἐσταυρώθη, προσκυνεῖ ὁ Κόσμος καὶ φωτιζόμενος ἀνακράζει· Ὢ τοῦ Σταυροῦ τῇ δυνάμει! καὶ θεωρούμενος δαίμονας καίει, καὶ ἐκτυπούμενος, τούτους φλέγων δείκνυται. Μακαρίζω σε τὸ ἄχραντον Ξύλον, τιμῶ καὶ προσκυνῶ ἐν φόβῳ, καὶ Θεὸν δοξάζω, τὸν διὰ σοῦ μοι χαριζόμενον, ζωὴν τὴν ἀτελεύτητον.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ',

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

 

Προκείμενον

Ἦχος πλ. δ'

Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ Ὄνομά σου, Κύριε.

Στίχ. Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.

Στίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.

 

Ἀπόστιχα

Ἰδιόμελον  Ἦχος πλ. δ'

Ἀτενίσαι τὸ ὄμμα εἰς οὐρανόν, οὐ τολμῶ ὁ τάλας ἐγώ, ἐκ τῶν πονηρῶν μου πράξεων, ἀλλ' ὡς ὁ Τελώνης στενάξας κραυγάζω σοι· Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ φαρισαϊκῆς ὑποκρίσεως ῥῦσαι με, ὡς μόνος εὔσπλαγχνος. (Δίς)

Μαρτυρικὸν

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν  πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Τὰ οὐράνια ὑμνεῖ σε κεχαριτωμένη, Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ δὲ τὴν β' Στιχολογίαν

 

Καθίσματα  Ἦχος πλ. δ'

Ἀνέστης ἐκ νεκρῶν  ΤΟ ΑΚΟΥΤΕ

Τὸ πάνσεπτον πιστοί, προσκυνήσωμεν Ξύλον, ἐν ᾧ ὁ Ποιητής, τῶν ἁπάντων ὑψώθη, πρόκειται ἁγιάζον, τοὺς προσιόντας ψυχῇ καὶ σώματι, ῥύπον ἀποκαθαῖρον, τῆς ἁμαρτίας τῶν νηστευόντων πιστῶς, καὶ ἀνυμνούντων πάντοτε Χριστόν, τὸν μόνον εὐεργέτην.

 

Δόξα... Τὸ αὐτὸ

 

Καὶ νῦν ... Θεοτοκίον

Ὁ Λόγος τοῦ Πατρός, ἐπὶ τῆς γῆς κατῆλθε, καὶ Ἄγγελος φωτός, τῇ Θεοτόκῳ ἐβόα· Χαῖρε εὐλογημένη, ἡ τὴν παστάδα μόνη φυλάξασα, σύλληψιν συλλαβοῦσα, τὸν πρὸ αἰώνων Θεὸν καὶ Κύριον, ἵνα τῆς πλάνης σώσῃ ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

 

Μετὰ τὴν γ' Στιχολογίαν

 

Καθίσματα  Ἦχος γ'

Τὴν ὡραιότητα  ΤΟ ΑΚΟΥΤΕ

Μεσοπονήσαντες, νῦν  τὴν ἐγκράτειαν, καὶ εἰς προσκύνησιν, Χριστέ μου φθάσαντες, τοῦ ζωηφόρου σου Σταυροῦ, προσπίπτοντες βοῶμέν σοι· Μέγας εἶ Φιλάνθρωπε, καὶ μεγάλα τὰ ἔργα σου, ὅτι ἐφανέρωσας τὸν Σταυρόν σου τὸν τίμιον, ὃν φόβῳ προσκυνοῦντες κραυγάζομεν· Δόξα τῇ ἄκρᾳ εὐσπλαγχνίᾳ σου.

 

Δόξα... Τὸ αὐτὸ

 

Καὶ νῦν ... Θεοτοκίον

Ὡς ἀγεώργητος Παρθένε ἄμπελος, τὸν ὡραιότατον, βότρυν ἐβλάστησας, ἀναπηγάζοντα ἡμῖν, τὸν οἶνον τὸν σωτήριον, πάντων τὸν εὐφραίνοντα, τὰς ψυχὰς καὶ τὰ σώματα· ὅθεν ὡς αἰτίαν σε τῶν καλῶν μακαρίζοντες, ἀεὶ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

ᾨδὴ α'  Ἦχος πλ. δ'

Ἁρματηλάτην Φαραὼ  ΤΟ ΑΚΟΥΤΕ

Ἡ φωτοφόρος τοῦ Σταυροῦ προσκύνησις, πᾶσιν ἐπέφανεν, ἡλιακὴν αἴγλην, σωτηρίας πέμπουσα, καὶ πάντας καταυγάζουσα, τοὺς παθῶν ἀμαυρώσει, κεκρατημένους, συνδράμωμεν, τοῦτον καθαρῶς κατασπάσασθαι.

 

Τῇ τῆς νηστείας καθαρθέντες χάριτι, καθαρωτάτῳ νοΐ, τῷ καθαρῷ μόνῳ, δεῦτε ἐκβοήσωμεν, φωνὴν εὐχαριστήριον· Σὺ τὸ Αἷμά σου Λόγε, ὑπὲρ ἡμῶν πάντων δέδωκας, σὺ καὶ τῷ Σταυρῷ ἁγιάζεις ἡμᾶς.

 

Συμποδισθεὶς ταῖς προσβολαῖς τοῦ ὄφεως, τραῦμα ἐξαίσιον, διαπαντὸς κεῖμαι, Σῶτερ ὁ τὴν ἔκπτωσιν, τῶν πρωτοπλάστων πάθει σου, τοῦ Σταυροῦ ἀνορθώσας, ἀνόρθωσον, καὶ ὁδήγησον, σοῦ πρὸς θελημάτων ἐκπλήρωσιν.

Σταυροθεοτοκίον

Παρισταμένη τῷ Σταυρῷ σου Κύριε, ἡ, Ἀπειρόγαμος, καὶ τὰς ἐν σοὶ τρώσεις, καθορῶσα Δέσποτα, τιτρωσκομένη ἔλεγεν· Οἴμοι τέκνον! ὠδῖνας, ἀποφυγοῦσα τῷ τόκῳ σου, νῦν  ὀδυνηρῶς κατατρύχομαι.

Ἕτερον Ποίημα τοῦ κυρίου Θεοδώρου

Ἦχος γ'

ᾌσωμεν τῷ Κυρίῳ τῷ ποιήσαντι  ΤΟ ΑΚΟΥΤΕ

Ἑβδομὰς ἁγία, καὶ φωσφόρος αὕτη, τὸν Σταυρὸν τὸν τίμιον, προτιθεμένη Κόσμῳ, δεῦτε ἀσπασώμεθα, φόβῳ τε καὶ πόθῳ, τὰς ψυχὰς φωτιζόμενοι, τὸν ἐν αὐτῷ παγέντα Χριστόν, ἐν ᾄσμασι δοξάζοντες.

 

Τὸν Σταυρόν σου πάντες, προσκυνοῦμεν Χριστέ, προπομπὴν ποιούμενοι, τῆς Ἀναστάσεώς σου, ὑμνοῦμεν τοὺς ἥλους σου, τιμῶμεν καὶ τὴν λόγχην σου, τὰ χείλη καὶ τὰ ὄμματα, ψυχῆς τε καὶ τοῦ σώματος, ἐν τούτοις ἁγνιζόμενοι.

Δόξα...

Τριὰς ἡ ἐν Μονάδι, οὐσίας ὑμνουμένη, Πάτερ Υἱὲ σὺν Πνεύματι, τῷ ὑπερπαναγίῳ, ἄναρχε ἀΐδιε, ἄκτιστε Θεότης, ἡ τοῦ φωτὸς πηγὴ καὶ ζωή. Σὲ προσκυνοῦμεν πάντες βροτοί, τὴν τὸ πᾶν οὐσιώσασαν.

Καὶ νῦν ... Θεοτοκίον

Ὑμνοῦμέν σε Παρθένε, Θεοτόκε ἁγνή, Χερουβικὸν ὄχημα, ἐξ ἧς Θεὸς ἐτέχθη· σὺ γὰρ μόνη γέγονας, πηγὴ ἀφθαρσίας, πηγάζουσα πᾶσι ζωήν, ἀφ' ἧς ἀρυόμενοι, ἰάματα λαμβάνομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τεσσαράκοντα νηστειῶν σταδίου, μέσον διϊππεύοντες, δεῦτε τῇ διαθέσει, Χριστῷ συναπίωμεν, πρὸς τὸ θεῖον Πάθος, ἵνα συσταυρωθέντες αὐτῷ, κοινωνοὶ γενώμεθα, τῆς αὐτοῦ Ἀναστάσεως.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«ᾌσωμεν τῷ Κυρίῳ, τῷ ποιήσαντι θαυμαστὰ τέρατα ἐν Ἐρυθρᾷ θαλάσσῃ· πόντῳ γὰρ ἐκάλυψε τοὺς ὑπεναντίους, καὶ ἔσωσε τὸν Ἰσραὴλ· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».

 

ᾨδὴ η'

Ἑπταπλασίως κάμινον  ΤΟ ΑΚΟΥΤΕ

Τὸν ἰοβόλοις πάθεσι, καὶ ψυχήν, καὶ διάνοιαν, τετραυματισμένην κεκτημένον Κύριε, ἐλέησον οἴκτειρον, τῷ σῷ Σταυρῷ θωράκισον, καὶ ταῖς ἐκ πλευρᾶς σου κενωθείσαις ῥανίσι, προθύμως ἵνα μέλπω· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἐπὶ τοῦ ὄρους πάλαι σε, Μωϋσῆς προετύπωσε, χεῖρας ἀνυψῶν, καὶ Ἀμαλὴκ τροπούμενος, Σταυρὲ πανσεβάσμιε, ὃν προσκυνοῦντες σήμερον, τρέπομεν δαιμόνων τὰ ἀλλόφυλα στίφη, καὶ πίστει μελῳδοῦμεν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ὑπὸ παθῶν κλονούμενον, ὑπ' ἐχθρῶν σκελιζόμενον, ὑπὸ συνηθείας πονηρᾶς ἑλκόμενον, οἰκτείρησον Εὔσπλαγχνε, τῷ σῷ Σταυρῷ θωράκισον, ὅπως μελῳδῶ ἐν ἀκλονήτῳ καρδίᾳ· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Σταυροθεοτοκίον

Ὀδυνηρῶς στενάζουσα, μητρικῶς ὁλολύζουσα, καὶ τὴν ἐκ σῶν σπλάγχνων, συνοχὴν μὴ φέρουσα, Σταυρῷ, ἐνητένιζες, τῷ ἐκ τῆς σῆς τεχθέντι γαστρός, Τέκνον, ἐκβοῶσα· τί τὸ ὅραμα τοῦτο, πῶς πάσχεις ὁ τῇ φύσει, ἀπαθής; πάντων, θέλων, τὸ γένος τῶν ἀνθρώπων, φθορᾶς ἐλευθερῶσαι.

Εἱρμὸς ἄλλος

Τὸν ὑπ' Ἀγγέλων  ΤΟ ΑΚΟΥΤΕ

Τῇ Ἐκκλησίᾳ προτεθέντα, τὸν Σταυρὸν Χριστοῦ θεώμενοι, φόβῳ καὶ πίστει ἀδελφοί, προσελθόντες προσκυνήσωμεν, αὐτῷ ἀναβοῶντες· Σὺ τὴν ζωὴν ἐξήνθησας, τοῖς  βροτοῖς φωτοφόρε.

 

Τροπαιοφόρον ἐν πολέμοις, Οὐρανός σε καθυπέδειξε, ζωοποιὲ ἡμῶν Σταυρέ, Βασιλέων ὅπλον ἄμαχον, ἐχθρῶν ὁ καθαιρέτης, Ἐκκλησιῶν τὸ κέρας, καὶ τῶν πιστῶν σωτηρία.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Πατέρα ἅγιον δοξάζω, καὶ Υἱὸν ἅγιον σέβω, καὶ Πνεῦμα ἅγιον ὑμνῶ, Ὁμοούσιον. Τριάδα ἁπλήν, Θεὸν ἕκαστον τούτων, φῶτα καὶ φῶς, ὡς ἐξ Ἡλίου ἑνὸς προϊόντα.

Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη ἀδιόδευτε, χαῖρε βάτε ἀκατάφλεκτε, χαῖρε ἡ στάμνος ἡ χρυσῆ, χαῖρε ὄρος ἀλατόμητον, χαῖρε Θεοτόκε ἐλπὶς ἀρραγής, καὶ τεῖχος τῶν ἐπὶ σοὶ πεποιθότων.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὴν Νηστείαν ἐκμεσάσαντες, εὐθαρσήσωμεν τῷ πνεύματι, πρὸς τὸ ἑξῆς νεανικῶς, εὐδρομοῦντες σὺν Θεῷ ἀδελφοί, ὅπως καὶ τὸ Πάσχα περιχαρῶς ὀψώμεθα, τοῦ Χριστοῦ ἀναστάντος.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως, ἐν Ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ, καὶ ὄρη, καὶ βουνοί, καὶ βυθός, καὶ πᾶν γένος ἀνθρώπων ὕμνοις αὐτόν ὡς Κτίστην καὶ Ποιητήν, εὐλογεῖτε ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Ἔφριξε πᾶσα ἀκοὴ  ΤΟ ΑΚΟΥΤΕ

Ἐγγόνους πάλαι Ἰακώβ, εὐλογῶν προδιετύπου τρανώτατα, Σταυρὸν τὸν τίμιον, δι' οὗ Οἰκτίρμον, ἡμᾶς εὐλόγησον, ἁγιασμοῦ παρεκτικήν, χάριν παρεχόμενος, τοῖς  προσκυνοῦσιν αὐτόν, καὶ τῶν πάντων Λυτρωτήν σε δοξάζουσι.

 

Νηστείας ὕδατι πιστοί, καθαρθέντες καὶ ψυχὴν καὶ διάνοιαν, τὸ ζωοδώρητον, καὶ θεῖον Ξύλον, περιπτυξώμεθα, πρόκειται πᾶσιν ἐμφανῶς, βρύον θείαν ἄφεσιν, καὶ φῶς οὐράνιον, καὶ ζωὴν καὶ ἀληθῆ ἀγαλλίασιν.

 

Κριτήν σε οἶδα φοβερόν, ἐλευσόμενον ἐν δόξῃ Θεότητος, πάντων τὰ κρύφια, ἐλέγχειν τότε, μέλλοντα Κύριε· διό σοι κράζω Ἀγαθέ· Ἥμαρτον συγχώρησον, μὴ θριαμβεύσῃς μου, τὰ πολλὰ καὶ χαλεπὰ πλημμελήματα.

Σταυροθεοτοκίον

Τὸν Ἄρνα πάλαι ἡ Ἀμνάς, θεωροῦσα πρὸς σφαγὴν καθελκόμενον, καὶ σκοτιζόμενον, ἡλίου φέγγος, κλαίουσα ἔλεγεν· Ἥλιε, δόξης Ἰησοῦ, ἔδυς θανατούμενος, ἀλλὰ ἀνάτειλον, τῆς ἐγέρσεως τὸ φῶς τοῖς ποθοῦσί σε.

Εἱρμὸς ἄλλος

Ἐν Σιναίῳ τῷ ὄρει  ΤΟ ΑΚΟΥΤΕ

Εἰς τὸν τόπον οἱ πόδες οὗ ἔστησαν, τοῦ Δεσπότου καὶ Θεοῦ, προσκυνήσωμεν ἅπαντες σήμερον, τὸν σεπτότατον Σταυρόν, ὡς Δαυῒδ ἀνακράζει, ὁ θεοφωνότατος· καὶ γὰρ ὁ ἅπαντα περιέχων δρακί, ἐν τούτῳ βέβηκεν.

 

Οἱ τὴν γῆν κατοικοῦντες προσέλθετε, τῇ νηστείᾳ καθαροί, καὶ προκείμενον βλέποντες σήμερον, τὸν πανσέβαστον Σταυρόν, προσκυνήσατε φόβῳ, καὶ πίστει εὐφραίνεσθε, καὶ συναγάλλεσθε, τὸν ἁγιασμὸν ταῖς ψυχαῖς ἀρυόμενοι.

Δόξα...

Τῇ οὐσίᾳ Μονάς ἐστιν ἄτμητος, ἡ ὑπέρθεος Τριάς, ἑνουμένη τῇ φύσει μερίζεται, τοῖς προσώποις ἰδικῶς· μὴ τμωμένη γὰρ τμᾶται, ἓν οὖσα τρισσεύεται, αὕτη Πατήρ ἐστιν, ὁ Υἱός, καὶ Πνεῦμα τὸ ζῶν, ἡ φρουροῦσα τὸ πᾶν.

Καὶ νῦν ... Θεοτοκίον

Παιδοτόκον παρθένον τίς ἤκουσε; καὶ μητέρα πλὴν ἀνδρός; Μαριὰμ ἐκτελεῖς τὸ τεράστιον, ἀλλὰ φράζε μοι τό, Πῶς; Μὴ ἐρεύνα τὰ βάθη, τῆς Θεοτοκίας μου, τοῦτο πανάληθες, ὑπὲρ δὲ ἀνθρώπινον νοῦν ἡ κατάληψις.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Χαριστήριον αἶνον προσάξωμεν, τῷ Θεῷ πᾶς ὁ λαός, ὅτι βλέποντες νῦν  ἀσπαζόμεθα, τὸν πανάγιον Σταυρόν· γνῶτε οὖν καὶ ἡττᾶσθε, ἐν τούτῳ οἱ δαίμονες, ἔθνη τὰ βάρβαρα γνῶτε, καὶ ἡττᾶσθε, δι' οὗ μεθ' ἡμῶν ὁ Θεός.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί, Δανιὴλ δέ σε εἶδεν, ὄρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν Ἡσαΐας, κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ».

 

Ἀπόστιχα τῶν Αἴνων

Ἦχος πλ. β'

Ἀρίστην ὁδὸν ὑψώσεως Χριστέ, τὴν ταπείνωσιν ἔδειξας, σεαυτὸν κενώσας, καὶ μορφὴν δούλου λαβών, τοῦ Φαρισαίου τὴν μεγάλαυχον εὐχὴν μὴ προσιέμενος, τοῦ δὲ Τελώνου τὸν συντετριμμένον στεναγμόν, ὡς ἱερεῖον ἄμωμον, ἐν τοῖς ὑψίστοις προσδεχόμενος· διὸ κᾀγὼ βοῶ σοι· Ἱλάσθητι ὁ Θεός, Ἱλάσθητι, Σωτήρ μου καὶ σῶσόν με. (Δίς)

Μαρτυρικὸν

Κύριε, ἐν τῇ μνήμῃ τῶν Μαρτύρων σου, πᾶσα ἡ Κτίσις ἑορτάζει, οἱ οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις· Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Ἀρχαγγελικὸν λόγον ὑπεδέξω, καὶ Χερουβικὸς θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις σου ἐβάστασας Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

 

Τροπάριον τῆς Προφητείας

Ἦχος βαρὺς

Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς, λαὸν ἡμαρτηκότα, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀγαθὸς ὑπάρχων· Σὲ γὰρ δοξάζει πᾶσα ἡ γῆ, καὶ δεόμεθα· Φεῖσαι ἡμῶν Ἅγιε.

 

Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ

 

Προκείμενον  Ἦχος πλ. β'  Ψαλμὸς ξα'

Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου.

Στίχ. Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;

 

Προφητείας Ἡσαϊου τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΔ' 24-32)

Τάδε λέγει Κύριος Σαβαώθ· Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτω μενεῖ, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων μου, καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπ' αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται. Αὕτη ἡ βουλή, ἣν βεβούλευται Κύριος ἐφ ὅλην τὴν Οἰκουμένην, καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλή, ἐπὶ πάντα τὰ ἔθνη· ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλήν τίς ἀποστρέψει; Τοῦ ἔτους, οὗ ἀπέθανεν Ἄχαζ ὁ βασιλεύς, ἐγενήθη τὸ ῥῆμα τοῦτο. Μὴ εὐφρανθείητε πάντες οἱ ἀλλόφυλοι· συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεως ἐξελεύσεται ἔγγονα ἀσπίδων, καὶ τὰ ἔγγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετώμενοι. Καὶ βοσκηθήσονται πτωχοὶ δι' αὐτοῦ, πένητες δὲ ἄνθρωποι ἐπὶ εἰρήνης ἀναπαύσονται, ἀνελεῖ δὲ τὸ σπέρμα σου ἐν λιμῷ, καὶ τὸ κατάλειμμά σου ἀνελεῖ. Ὀλολύξατε πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι ἀπὸ Βορρᾶ καπνὸς ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; ὅτι Κύριος ἐθεμελίωσε τὴν Σιών, καὶ δι' αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.

 

Προκείμενον  Ἦχος δ'  Ψαλμὸς ξβ'

Στίχ. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου.

Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.