Τῌ ΤΡΙΤῌ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Στιχηρὰ
Ἦχος γ' Ἔστησαν τὰ τριάκοντα ΤΟ ΑΚΟΥΤΕ
Κύριε ὁ Σταυρῷ κτείνας τὸν δόλιον, τῆς αὐτοῦ ῥῦσαί με ἀπάτης, τὸν ἁμαρτάνοντα καὶ ἐξαπατώμενον, καὶ Νηστείᾳ ἐκκαθάρας με, δίδου μοι τὰ σὰ θελήματα τελεῖν, ὅπως βλέψω Δέσποτα, γεγηθὼς τὰ σεπτὰ Παθήματά σου.
Τέτρωμαι, ἡδονῆς ῥομφαίᾳ Κύριε, καὶ δεινῶς ὅλως ἐνεκρώθην, ἴασαι, ζώωσον τὴν ταπεινήν μου ψυχήν, ὁ τῇ λόγχῃ τρωθεὶς Δέσποτα, καὶ τοὺς τετρωμένους βέλει τοῦ ἐχθροῦ, ὡς Σωτὴρ ἰασάμενος, καὶ σεπτῶν σου Παθῶν κοινωνὸν ἀνάδειξόν με.
Ἕτερον Ποίημα Θεοδώρου
Ἦχος β' Σταυρωθήτω ἔκραζον ΤΟ ΑΚΟΥΤΕ
Τῇ Νηστείᾳ Κύριε, τὰς ψυχὰς φωτισθέντες, καταξιωθῶμεν, τὸν Σταυρόν σου ἀκατακρίτως ἰδεῖν ἐν χαρᾷ, καὶ προσκυνῆσαι φοβερῶς· διαλάμπει γὰρ αὐτός, Πάθη τὰ σὰ τὰ ἑκούσια, ἃ εὐδόκησον φθάσαι, ἡμᾶς ὡς φιλάνθρωπος.
Καὶ τοῦ Μηναίου, Προσόμοια γ'
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Προκείμενον Ἦχος γ' Ψαλμὸς μζ'
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα.
Στίχ. Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν ἐν ὄρει ἁγίῳ αὐτοῦ.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. Ζ', 1-5)
Εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε· Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν, ὅτι σὲ εἶδον δίκαιον ἐναντίον μου, ἐν τῇ γενεᾷ ταύτῃ. Ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν, εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν, δύο δύο, ἄρσεν καὶ θῆλυ. Καὶ ἀπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν, ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν μὴ καθαρῶν, δύο δύο, ἄρσεν καὶ θῆλυ, διαθρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν. Ἔτι γὰρ ἡμερῶν ἑπτά, ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν, τεσσαράκοντα ἡμέρας. Καὶ τεσσαράκοντα νύκτας, καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστημα, ὃ ἐποίησα, ἀπὸ προσώπου πάσης τῆς γῆς. Καὶ ἐποίησε Νῶε πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός.
Προκείμενον Ἦχος β' Ψαλμὸς μὴ'
Τὸ στόμα μου λαλήσει σοφίαν.
Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. Η', 32 - Θ', 18)
Υἱέ, ἄκουέ μου, καὶ μακάριοι, οἳ ὁδούς μου φυλάξουσιν. Ἀκούσατε σοφίαν, καὶ σοφίσθητε, καὶ μὴ ἀποφραγῆτε. Μακάριος ἀνήρ, ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει, ἀγρυπνῶν ἐπ' ἐμαῖς θύραις καθ' ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων· αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Οἱ δὲ ἁμαρτάνοντες εἰς ἐμέ, ἀσεβοῦσιν εἰς τὰς ἑαυτῶν ψυχάς, καὶ οἱ μισοῦντές με, ἀγαπῶσι θάνατον. Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ἐπὶ κρατῆρα, λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με, καὶ τοῖς ἐνδεέσι φρενῶν, εἶπεν· Ἔλθετε, φάγετε τῶν ἐμῶν ἄρτων, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε, καὶ ζητήσατε φρόνησιν, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε, δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.
Ἀπόστιχα
Ἰδιόμελον Ἦχος β'
Πατέρα σε τὸν Κτίστην, ἐπιγράφεσθαι τολμῶ Κύριε, ζῷον ὑπάρχων γηγενές, τῆς σῆς μετέχων εἰκόνος, κἂν τῆς υἱοθεσίας διήμαρτον, ἀσώτως βιώσας, καὶ τῇ λήθῃ τῶν σῶν δωρεῶν, ἐκδαπανήσας τὴν περιουσίαν. Μὴ οὖν ἀποκηρύξῃς με, ὁ τὸν σὸν εὐδοκήσας Υἱὸν μονογενῆ, Σταυρὸν ὑπὲρ ἐμοῦ σαρκί, καὶ θάνατον ὑπομεῖναι, ἀλλὰ βελτιώσας, οἰκείωσον σαυτῷ Φιλάνθρωπε. (Δίς)
Μαρτυρικὸν
Χοροὶ Μαρτύρων ἀντέστησαν, τοῖς Τυράννοις λέγοντες· Ἡμεῖς στρατευόμεθα τῷ Βασιλεῖ τῶν Δυνάμεων, εἰ καὶ πυρί, καὶ βασάνοις παραδώσετε ἡμᾶς, οὐκ ἀρνούμεθα τῆς Τριάδος τὴν δύναμιν.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Ὅτε ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Ὅτε σε ὁ ἄνομος λαός, Σῶτερ τὴν ζωὴν τῶν ἁπάντων, ξύλῳ ἀνήρτησε, τότε καὶ ἡ πάναγνος, ἁγνὴ καὶ Μήτηρ σου, παρεστῶσα ὠδύρετο, ὁλοφυρομένη· Τέκνον μου γλυκύτατον, φῶς τῶν ἐμῶν ὀφθαλμῶν, οἴμοι! πῶς κακούργων ἐν μέσῳ ξύλῳ προσπαγῆναι ἠνέσχου, ὁ τὴν γῆν κρεμάσας ἐν τοῖς ὕδασι;
Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ξύλῳ ἐμάρανας, τὴν φλόγα Δέσποτα, τῆς παραβάσεως, Σταυρῷ ὑψούμενος καὶ ἀπενέκρωσας ἐχθρόν, νεκρούμενος θελήματι· ὅθεν ἱκετεύω σε, τῆς σαρκός μου θελήματα, νέκρωσον καὶ ζώωσον, τὴν ἀθλίαν καρδίαν μου, νηστείᾳ παθοκτόνῳ καθάρας με πάσης κηλῖδος ὡς εὔσπλαγχνος.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Τὸν ἐπονείδιστον, οἰκτίρμον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας, ὃν ἡ τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο· σπλάγχνα κοπτομένη γάρ, μητρικῶς ἐπωδύρετο, ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, οἰκτείρησον καὶ σῶσον τὸν Κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν.
Μετὰ τὴν γ' Στιχολογίαν
Κάθισμα Ἦχος β'
Ἀναστὰς ἐκ τοῦ μνήματος ΤΟ ΑΚΟΥΤΕ
Τὴν φαιδρὰν διανύοντες, τῶν Νηστειῶν εὐωχίαν βοῶμεν· Ἅπαντας διατήρησον ἐν εἰρήνῃ Κύριε, πάσης τῆς μηχανίας τοῦ ἐχθροῦ ῥυσάμενος, καὶ ἀξίωσον ἡμᾶς ὡς ὑπεράγαθος, τὸν Σταυρόν σου τὸν σεπτόν, φόβῳ ἀσπάσασθαι, ὁ δι' αὐτοῦ τὰ ἐλέη σου, παρέχων τῇ οἰκουμένῃ, μόνε Πολυέλεε.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Εὐσπλαγχνίας ΤΟ ΑΚΟΥΤΕ
Ἡ Παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε νεκρόν, ἡπλωμένον, κλαίουσα πικρῶς, βοῶσα ἔλεγε· τί τὸ φοβερὸν τοῦτο μυστήριον; ὁ πᾶσι δωρούμενος ζωήν τὴν αἰώνιον, ἑκουσίως ἐν σταυρῷ πῶς θνῄσκεις, θάνατον ἐπονείδιστον.
ᾨδὴ γ' Ἦχος γ'
Τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Συσταυρούμενοι, τῷ δι' ἡμᾶς σταυρωθέντι, νεκρώσωμεν ἅπαντα, σαρκὸς τὰ μέλη ἐν νηστείαις καὶ εὐχαῖς καὶ δεήσεσιν.
Ὁ τὴν ἄκανθαν, τῆς ἁμαρτίας ἐκτείλας, σταυρώσει σου Κύριε, τοὺς ἀκανθώδεις, λογισμοὺς τῆς διανοίας μου ἔκτιλον.
Καθοπλίσαντες, τὰς διανοίας νηστείᾳ τρεψώμεθα ἔκφυλα Δαιμόνων στίφη, τῇ δυνάμει τοῦ Σταυροῦ τειχιζόμενοι.
Θεοτοκίον
Σωματούμενος ἐκ σοῦ προῆλθεν ὁ Λόγος, τὴν ἔκπτωσιν Ἄχραντε, τῶν Προπατόρων, διὰ σπλάγχνα οἰκτιρμῶν διορθούμενος.
Ἕτερον Ποίημα τοῦ κυρίου Θεοδώρου
Ἦχος β'
Στερέωσον ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ὁ σὸς ζωοποιὸς Σταυρὸς Κύριε, σφραγίς μοι ὑπάρχεις εἰς σωτηρίαν· ἐν αὐτῷ γὰρ τὸν ἀντίπαλον καταργῶν ἀνυμνῶ σε ὡς Θεὸν δυνατόν.
Τὸ ξύλον τοῦ Σταυροῦ καρπὸν ἤνεγκε, τῷ Κόσμῷ ζωώσεως ἀϊδίου, οὗ ἡμεῖς ἀπογευόμενοι, ἐκ θανάτου Χριστὲ ἀπολυτρούμεθα.
Δόξα...
Τὰ τρία τῆς μιᾶς μορφῆς πρόσωπα δοξάζω Πατέρα, Υἱόν, καὶ Πνεῦμα, Ἓν τὸ κράτος τῆς Θεότητος· βασιλεύει γάρ, καὶ μοναρχεῖ ὡς Θεός.
Καὶ νῦν ... Θεοτοκίον
Ὁ τόκος σου σεμνὴ φρικτὸς πέφυκε· Θεὸς γὰρ ὑπάρχει ἐνανθρωπήσας, ὁ ἀνάρχως ἐκ Πατρὸς γεννηθείς, καὶ ἐκ σοῦ ἐπ' ἐσχάτων πλὴν ἀνδρὸς κυηθείς.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἡ χάρις τοῦ Σταυροῦ προεκλάμπουσα, τῷ Κόσμῳ πρὸς τὰ θεῖά σου Οἰκτίρμον, συγκαλεῖται Πάθη πάντας ἡμᾶς, ἃ πιστῶς προσκυνῆσαι καταξίωσον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».
ᾨδὴ η'
Ἀστέκτῳ πυρὶ ἑνωθέντες ΤΟ ΑΚΟΥΤΕ
Σταυρῷ τὰς ἀρχὰς θριαμβεύσας, καὶ τὰς ἐξουσίας τοῦ σκότους Φωτοδότα, ὅταν ἔλθῃς μετ' ἐξουσίας, κρῖναι Κόσμον ἅπαντα, μὴ τὰ ἐμά, Λόγε θριαμβεύσῃς κρύφια, ἵνα τὴν πολλήν σου, δοξάζω εὐσπλαγχνίαν.
Κριτὸς ὁ κριτὴς πρὸ βημάτων, ἔστης κατακρίνων τὴν ἔχθραν τῷ Σταυρῷ σου, μακρόθυμε Δικαιοκρίτα· διὸ κατακρίσεως αἰωνίου ῥῦσαι, τοὺς φόβῳ κραυγάζοντας, καὶ ὑπερυψοῦντας τὴν σὴν φιλανθρωπίαν.
Νηστείας πυρὶ στομωθέντες, Παῖδες εὐσεβεῖς, τὴν ἐπηρμένην πάλαι φλόγα, θείᾳ δρόσῳ ἔσβεσαν ὄντως, καὶ ἡμεῖς νηστεύοντες τὰς καμίνους πάντων, παθῶν κατασβέσωμεν, ὅπως τῆς γεέννης ἐκφύγωμεν τὴν φλόγα.
Θεοτοκίον
Ἐκ σοῦ τοῦ Θεοῦ ἡ σοφία, οἶκον ἑαυτῇ δομησαμένη ἐσαρκώθη ἀπορρήτῳ συγκαταβάσει, Κόρη ἀπειρόγαμε· σὺ γὰρ μόνη, πασῶν γενεῶν ἐκλέλεξαι, ἄφθορος ἀφθάρτου εἰς κατοικίαν Λόγου.
Εἱρμὸς ἄλλος
Τὸν ἐν τῇ βάτῳ Μωσεῖ ΤΟ ΑΚΟΥΤΕ
Ὁ φέρων λόγῳ τὸ πᾶν, δι' ἐμὲ πάντα φέρεις, ῥαπισμοὺς ἐμπτυσμούς τε, καὶ τὴν σταύρωσιν Χριστέ, αἰνῶ τὰ μεγαλεῖα, τῆς σῆς φιλανθρωπίας, εἰς πάντας τοὺς αἰῶνας.
Θύῃ Χριστὲ ὡς ἀμνός, λογχευθεὶς τὴν πλευράν σου, ἵνα με τὸ πρόβατον σώσῃς, τὸ ἀπολωλός, ἐκ θήρας διαβόλου, καὶ τῇ καλῇ σου μάνδρᾳ, συντάξῃς εἰς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Θεότης μία Τριάς, ἡ ἀμέριστος φύσις μεριστὴ δὲ προσώποις, τὸ ἀΐδιον κράτος, Πάτερ, Υἱέ, καὶ Πνεῦμα, σὲ ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν ... Θεοτοκίον
Θεοκυῆτορ Ἁγνή, ἡ οὐράνιος πύλη, ἡ σωτήριος θύρα, πάντων τῶν Χριστιανῶν, τὴν δέησιν προσδέχου, τῶν σὲ μακαριζόντων, εἰς πάντας τοὺς αἰῶνας.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἐν τῷ Σταυρῷ σου Χριστέ, Ἱερεῖς ἐγκαυχῶνται, Βασιλεῖς κραταιοῦνται, πᾶς φωτίζεται πιστός, ἀξίωσόν με τοῦτον, ἰδεῖν καὶ προσκυνῆσαι καὶ ἆσαι εἰς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει, προτυπώσαντά ποτε, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
ᾨδὴ θ'
Ἐν νόμῳ σκιᾷ καὶ γράμματι ΤΟ ΑΚΟΥΤΕ
Τὸν ὄφιν Μωσῆς ἐν ξύλῳ ἀνυψῶν, σὲ προετύπου Χριστέ, Σταυρῷ ἐθελουσίως ὑψωθέντα,, καὶ τοῦ πονηροῦ τὴν ἰοβόλον κακίαν, ἀπορραπίσαντα, πρὸς σεαυτὸν δὲ τούς βροτούς, ἀνελκύσαντα φιλάνθρωπε.
Πυρί με τοῦ σοῦ καθάρισον φόβου, ἀνάπτων μου τῇ ψυχῇ, τὴν θείαν σου ἀγάπην, καὶ Σταυρῷ τειχίζων με τῷ σῷ, ἣν ἐξηπάτησε δόλῳ, ὁ παλαιὸς πτερνιστής, ταῖς ἡδοναῖς ἀμαυρώσας, τὴν ἐμὴν Χριστὲ διάνοιαν.
Αἰσχρῶν λογισμῶν, καὶ πράξεων φαύλων, νηστεύσωμεν ἀδελφοί, ἁγνίσωμεν καρδίας, πτερωθῶμεν θείαις ἀρεταῖς, καὶ χαμαιζήλου κακίας, ὁρμὰς ἐκκλίνωμεν, ἵνα τὸ Πάσχα τὸ μέγα, λαμπροφόροι θεασώμεθα.
Θεοτοκίον
Ἐκ σοῦ τὴν ἡμῶν, πτωχείαν Παρθένε, θέλων ἐφόρεσεν ὁ πλούσιος τῇ φύσει, ὁρατὸς δὲ γέγονεν ἡμῖν, ὁ ἀοράτως τοῖς ἄνω χοροῖς ὑμνούμενος, τὴν συντριβεῖσαν εἰκόνα, ἀναπλάττων ἀγαθότητι.
Εἱρμὸς ἄλλος
Σὲ τὴν νοητὴν ΤΟ ΑΚΟΥΤΕ
Σὲ τὸν ἐν Σταυρῷ, τὰς χεῖρας τανύσαντα, καὶ τὰ τετραπέρατα οἰκειούμενον, δι' οὗ τὴν πρὸς τὸν Πατέρα, εὕρομεν εἴσοδον, Υἱὲ Θεοῦ πάντες μεγαλύνομεν.
Σὲ ἐξ ἀκανθῶν, Χριστὲ στεφανώσαντες, οἱ ἄνομοι ἔτυπτον, καὶ ἐσταύρωσαν, ἐν οἷς ἡ ὑπ' οὐρανὸν ἐκλονεῖτο ἅπασα, ἡμεῖς δὲ σωθέντες, σὲ μεγαλύνομεν.
Δόξα...
Σὲ τὴν τριφεγγῆ, ἁγίαν Θεότητα, τὴν τὸ πᾶν συνέχουσαν, καὶ φυλάττουσαν ἀεί, τὸν Πατέρα, Υἱόν τε, καὶ Πνεῦμα τὸ ζῶν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.
Καὶ νῦν ... Θεοτοκίον
Σὲ τὴν φωτεινήν, νεφέλην τοῦ Πνεύματος, ἐξ ἧς ἡμῖν ἔλαμψε φῶς τὸ ἀπρόσιτον, Χριστὸς τῆς δικαιοσύνης ὁ μέγας Ἥλιος, ὕμνοις Θεοτόκε μεγαλύνομεν.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Σὺ ἡμῶν τὸ φῶς, τὸ ἅγιον σύνθημα, τὸ τῆς νίκης τρόπαιον, ὁ Σταυρὸς τοῦ Χριστοῦ, αὐτὸς τὴν ἐγκράτειαν ἡμῖν καταγλύκανον, καὶ σὲ προσκυνῆσαι καταξίωσον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὴν νοητήν, καὶ ἔμψυχον κλίμακα, ἐν ᾗ ὁ Θεὸς ἡμῶν ἐπεστήρικτο, δι' οὗ τὴν πρὸς οὐρανὸν εὕρομεν ἄνοδον, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν».
Ἀπόστιχα τῶν Αἴνων
Ἰδιόμελον Ἦχος β'
Ἐν τιμῇ ὢν υἱότητος, Πατρὸς ἀγαθοῦ, ὁ ἄνους ἐγὼ οὐ συνῆκα, ἀλλ' ἐμαυτὸν τῆς δόξης ἐστέρησα, τὸν πλοῦτον κακῶς δαπανήσας τῆς χάριτος, λειπόμενος δὲ θείας τροφῆς, παράσιτος γέγονα μιαρῷ πολίτῃ, ὑπ' αὐτοῦ δὲ πεμφθεὶς εἰς τὸν αὐτοῦ ψυχοφθόρον ἀγρόν, ζῶν ἀσώτως συνεβοσκόμην τοῖς κτήνεσι, καὶ ταῖς ἡδοναῖς δουλεύων, οὐκ ἐνεπλησκόμην. Ἀλλ' ὑποστρέψας, βοήσω τῷ εὐσπλάγχνῳ, καὶ οἰκτίρμονι Πατρί. Εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, ἥμαρτον, ἐλέησόν με. (Δίς)
Μαρτυρικὸν
Τῶν Μαρτύρων σου τὰ πλήθη, δυσωποῦσί σε Χριστέ. Ἐλέησον ἡμᾶς ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Ὅτε ἐκ τοῦ ξύλου
Πόνους ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρώσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ἀνεβόας πικρῶς· Οἴμοι Τέκνον γλυκύτατον! ἀδίκως πῶς πάσχεις, θέλων ἐκλυτρώσασθαι, τοὺς ἐξ Ἀδὰμ γηγενεῖς; Ὅθεν Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.
ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ
Τροπάριον τῆς Προφητείας
Ἦχος πλ. δ'
Ὑπόστασις ἔργων, ἐν ἡμῖν οὐκ ἔστι Κύριε, ἐλεήμων ὑπάρχεις φιλάνθρωπε, τὰ ἔργα τῶν χειρῶν σου, μὴ παρίδῃς ἀναμάρτητε.
Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ
Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς μθ'
Θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως.
Στίχ. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν.
Προφητείας Ἡσαϊου τὸ Ἀνάγνωσμα
(Κεφ. Ι', 12-20)
Ἔσται, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιών, καὶ ἐν Ἱερουσαλήμ, ἐπισκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶπε γάρ· Ἐν τῇ ἰσχύϊ ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν Οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ᾠὰ ἀρῶ, καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν, ὡς ἄν τις ἄρῃ ῥάβδον ἢ ξύλον, καὶ οὐχ οὕτως, ἀλλὰ ἀποστελεῖ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμήν, ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν, πῦρ καιόμενον καυθήσεται. Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ, καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην. τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσονται τὰ ὄρη, καὶ οἱ βουνοί, καὶ οἱ δρυμοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν, καὶ ἔσται ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης, καὶ οἱ καταλειφθέντες ἀπ' αὐτῶν, ἀριθμὸς ἔσονται, καὶ παιδίον γράψει αὐτούς. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραήλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὧσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλ' ἔσονται πεποιθότες ἐπὶ τὸν Θεόν, τὸν Ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ.
Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς ν'
Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου.
Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός.