ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Στιχηρὰ

Ἦχος α'  Πανεύφημοι Μάρτυρες  ΤΟ ΑΚΟΥΤΕ

Νηστείαν ποθήσωμεν ψυχῆς, πάθη χαλεπώτατα τῇ συνεργείᾳ τοῦ Πνεύματος, καταμαραίνουσαν, καὶ ἐνθέους πράξεις, πράττειν ἐνισχύουσαν, καὶ νοῦν πρὸς οὐρανόν ἀναπέμπουσαν, καὶ τὴν συγχώρησιν, προξενοῦσαν ὧν ἡμάρτομεν, δωρουμένην ἐκ Θεοῦ οἰκτίρμονος.

 

Ἅπαντα τὸν βίον μου αἰσχρῶς, δαπανήσας Κύριε, μετὰ πορνῶν ὁ ταλαίπωρος, ὥσπερ ὁ Ἄσωτος, κατανύξει κράζω· Πάτερ ἐπουράνιε, ἡμάρτηκα ἱλάσθητι σῶσόν με, καὶ μὴ ἀπώσῃ με, ἐμαυτὸν ἐκ σοῦ μακρύναντα, καὶ ἐνθέοις, ἔργοις νῦν πτωχεύσαντα.

Ἕτερον Ποίημα Θεοδώρου

Ἦχος γ'  Δεῦτε Ἅπαντα τὰ πέρατα  ΤΟ ΑΚΟΥΤΕ

Δεῦτε ἅπαντες κυμβάλοις ψαλμικοῖς, τὴν σεπτὴν ἐγκράτειαν κατασπαζόμενοι διηχήσωμεν· ἐν αὐτῇ γὰρ νοητῶς, ὄφιν τὸν ἀρχέκακον καταράσσομεν· ὅθεν παρρησίᾳ βοῶμεν Χριστῷ· Παράσχου Σῶτερ ἀκατακρίτως, τὸν πανάγιόν σου Σταυρὸν κατιδέσθαι, καὶ καταπροσκυνῆσαι, ἐν ψαλμοῖς καὶ ὕμνοις, ἑορτάζειν φαιδρῶς.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ'

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Προκείμενον  Ἦχος δ'  Ψαλμὸς μγ'

Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν.

Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. ς', 9-22)

Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ Θεῷ εὐηρέστησε Νῶε. Ἐγέννησε δὲ Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σάρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ' αὐτῶν, καὶ ἰδού, ἐγὼ καταφθείρω αὐτούς, καὶ τὴν γῆν. Ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων ἀσήπτων, τετραγώνων, νοσσιὰς ποιήσεις κατὰ τὴν κιβωτόν, καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τῇ ἀσφάλτῳ. Καὶ οὕτω ποιήσεις τὴν κιβωτόν, τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ, καὶ πεντήκοντα πήχεων τὸ πλάτος, καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς. Ἐπισυνάγων ποιήσεις τὴν κιβωτόν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν, τὴν δὲ θύραν τῆς κιβωτοῦ ποιήσεις ἐκ πλαγίων, κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν. Ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμόν, ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ, καὶ ὅσα ἂν ᾖ ἐπὶ τῆς γῆς, τελευτήσει. Καὶ στήσω τὴν διαθήκην μου μετὰ σοῦ, εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτόν, σύ, καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ. Καὶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν καὶ ἀπὸ πάντων τῶν θηρίων, καὶ ἀπὸ πάσης σαρκός, δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ, ἄρσεν καὶ θῆλυ ἔσονται. Ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν κτηνῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σέ, τρέφεσθαι μετὰ σοῦ, ἄρσεν καὶ θῆλυ. Σὺ δὲ λήψῃ σεαυτῷ ἀπὸ πάντων τῶν βρωμάτων, ἃ ἔδεσθε, καὶ συνάξεις πρὸς σεαυτόν, καὶ ἔσται σοι, καὶ ἐκείνοις φαγεῖν. Καὶ ἐποίησε Νῶε πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός, οὕτως ἐποίησε.

 

Προκείμενον  Ἦχος πλ. β'  Ψαλμὸς μδ'

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. Η', 1-21)

Υἱέ, σὺ τὴν σοφίαν κήρυξον, ἵνα φρόνησίς σοι ὑπακούσῃ· ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκε· παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται. Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Νοήσατε ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Φόβος Κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε, καὶ ὑπερηφανίαν, καὶ ὁδοὺς πονηρῶν, μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. δι' ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. Δι' ἐμοῦ μεγιστάνες μεγαλύνονται, καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσι γῆς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν, καὶ δικαιοσύνη. Βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γεννήματα κρεῖσσον ἀργυρίου ἐκλεκτοῦ. Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀνὰ μέσον τρίβων ἀληθείας ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν.

 

Ἀπόστιχα

Ἰδιόμελον  Ἦχος β'

Πάτερ ἀγαθέ, πάντων ὧν μοι δέδωκας, ἐγύμνωσέ με ἡ ἀφροσύνη, ἐμακρύνθην ἀπὸ σοῦ, καὶ ἐδούλευσα ξένῳ πολίτῃ, ζῷα μοχθηρὰ ἐβόσκησα, καὶ τῆς αὐτῶν τροφῆς οὐκ ἐνεπλησκόμην· διὸ ἕδραμον πρὸς σέ, γινώσκων σου τὴν εὐσπλαγχνίαν. Σκέπασόν μου τὴν γύμνωσιν, τῇ φιλανθρωπίᾳ σου καὶ σῶσόν με. (Δίς)

Μαρτυρικὸν

Τῶν ἁγίων Μαρτύρων, πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων, τὸ γένος πίστει διασῳζεται.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἐκ λαγόνων σου παρθενικῶν, φῶς τῷ Κόσμῳ ἔλαμψε, διὰ λόγου ὁ Λόγος. Αὐτὸν ἱκέτευε σεμνὴ Παναγία Παρθένε, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ.

 

Τῌ ΤΡΙΤῌ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν β' Στιχολογίαν

 

Καθίσματα  Ἦχος α'

Του λίθου σφραγισθέντος  ΤΟ ΑΚΟΥΤΕ

Νηστείᾳ καὶ δεήσει, ἑαυτοὺς καθαρίσωμεν, καὶ πενήτων προμηθείᾳ τὸν Θεὸν θεραπεύσωμεν, στενάξωμεν, πενθήσωμεν θερμῶς, ὡς ἔχωμεν καιρὸν ἐπιστροφῆς, ἵνα πένθους αἰωνίου, τοῦ ἐν φλογὶ γεέννης λυτρωθείημεν, δόξαν ἀναπέμποντες Χριστῷ, μετάνοιαν ὁρίσαντι βροτοῖς, πᾶσι τοῖς ἐπιστρέφουσι, γνώμης εὐθύτητι.

Θεοτοκίον

Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία, σαρκωθέντα χρηστότητι, προτείνασα δυσώπησον αὐτόν, λυτρώσασθαι ἡμᾶς ἐκ πειρασμῶν, καὶ παθῶν καὶ κινδύνων τοὺς πόθῳ, ἀνευφημοὺντάς σε καὶ βοῶντάς σοι· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Μετὰ τὴν γ' Στιχολογίαν

 

Καθίσματα  Ἦχος γ'

Εὐφραινέσθω τὰ οὐράνια  ΤΟ ΑΚΟΥΤΕ

Τῇ νηστείᾳ εὐφραινόμενοι, ταῖς ὑμνῳδίαις ἀγαλλόμενοι, καὶ ταῖς ἐντεύξεσι κράτος, κατὰ πάντων τῶν παθῶν, φερόμενοι πατήσωμεν, τοῦ Βελίαρ τὰ ἔνεδρα, βοήσωμεν τῷ Χριστῷ συνεπόμενοι. Τὸν Σταυρόν σου βλέψαι ἀξίωσον ἡμᾶς, ὡς οἰκτίρμων παρέχων τὸ μέγα ἔλεος.

Θεοτοκίον

Τὴν ὡραιότητα  ΤΟ ΑΚΟΥΤΕ

Θεομακάριστε, Μῆτερ ἀνύμφευτε, τὴν ἀσθενοῦσάν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι δεινῶς, τοῖς πταίσμασι Θεοτόκε· ὅθεν καὶ κραυγάζω σοι, στεναγμῷ τῆς καρδίας μου. Δέξαι με πανάμωμε, τὸν πολλὰ πλημμελήσαντα, ἵνα ἐν παρρησίᾳ βοῶ σοι· Χαῖρε Θεοῦ οἰκητήριον.

 

ᾨδὴ β'  Ἦχος α'

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἴδετε ἴδετε, ὅτι Θεὸς ἐγώ εἰμι, ὁ δουλωθέντα τὸν λαὸν τοῦ Ἰσραήλ, τῷ Μωϋσῇ δημαγωγεῖν, ἐν ἐρήμῳ προστάξας, καὶ σώσας ὡς δυνατὸς τῇ ἐξουσίᾳ μου».

 

Υἱοθετήσας με, διὰ λουτροῦ βαπτίσματος, ὁ ὑπεράγαθος Πατήρ, πλούτῳ παντοίων ἐκόσμησας καλῶν, ἀλλ' ἐδούλευσα θέλων, τοῖς ἀκάρποις λογισμοῖς· ὅθεν ἑπτώχευσα.

 

Ἵλεως ἵλεως, ἵλεως ἔσο Κύριε· κρῖνον τὴν κρίσιν μου ἐμοί, Δικαιοκρῖτα τὸν μικρόν μου στεναγμόν, διὰ ἔλεος μέγα, προσδεχόμενος Χριστέ, καὶ μὴ παρίδῃς με.

 

Ἀποδυσάμενοι τὸ δυσαχθὲς χιτώνιον, τῆς ἀκρασίας, τὴν φαιδρὰν τῆς ἐγκρατείας, ἐνδυσώμεθα στολήν, καὶ λαμπροὶ γεγονότες τὴν λαμπρὰν τοῦ Λυτρωτοῦ, φθάσωμεν Ἔγερσιν.

Θεοτοκίον

Σῶσόν με σῶσόν με, ἡ τὸν Σωτῆρα τέξασα, ἴδε τὴν θλίψίν μου Ἁγνή, ἣν ἡ πληθὺς τῶν ἀμετρήτων μου κακῶν, ἐμποιεῖ καθ' ἡμέραν, τῇ ἀθλίᾳ μου ψυχῇ, ἐξ ἀπογνώσεως.

Ἕτερον Ποίημα Θεοδώρου

Ἦχος γ'

Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι  ΤΟ ΑΚΟΥΤΕ

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι, ὁ τὴν σωτηρίαν ὑμῖν πηγάσας ὡς Θεός, ἣν διὰ τῆς ἐγκρατείας, πάντες βροτοὶ ἀρύσασθε.

 

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι· Ὁ καιρὸν ὁρίσας, ἱερὸν ἅγιον ὑμῖν, εἰς εὐωχίαν ψυχικήν, τὸ τῆς Νηστείας στάδιον.

Δόξα...

Τριάδα δοξάσωμεν, Μονάδα προσκυνήσωμεν, ἄναρχον ἀνάρχου, Πατρὸς Υἱὸν μονογενῆ, Πνεῦμα τὸ σύνθρονον Υἱῷ, καὶ Πατρὶ συναΐδιον.

Καὶ νῦν... Θεοτοκίον

Δυσώπησον ἀπαύστως, τὸν Σωτῆρα Πανάμωμε, τους σὲ Θεοτόκον, σώματί τε καὶ ψυχῇ, ὁμολογοῦντας ἐκ πάσης, ῥυσθῆναι περιστάσεως.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Μέγας εἶ Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, ὅτι ἐν τῷ λάκκῳ ἄβρωτον ἔδειξας ποτέ, τὸν Δανιὴλ ἐκ λεόντων, νηστείᾳ συμφραξάμενον.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι, Ὁ Σωτὴρ τοῦ Κόσμου, τὸ φῶς τὸ ἀληθινόν, ἡ πηγὴ τῆς ζωῆς, ὁ Υἱὸς τοῦ Θεοῦ».

 

ᾨδὴ η'

Ὃν φρίττουσιν Ἄγγελοι  ΤΟ ΑΚΟΥΤΕ

Θρηνῶ καὶ ὀδύρομαι, τὴν ὥραν ἐννοῶν, καθ' ἣν παραστήσομαι, τῷ θρόνῳ τῷ φρικτῷ, εὐθύνας ὑφέξων, τῶν πολλῶν μου κακῶν, ὧν περ ἐν ἀγνοίᾳ, ἐτέλεσα καὶ γνώσει.

 

Μωσῆς καθαρτήριον, νηστείαν εὑρηκώς, Θεὸν κατενόησε, τὸν μόνον καθαρόν. Ψυχή μου νηστείᾳ καθαρίσθητι, ἵνα πλησιάσῃς, Θεῷ τῷ φιλανθρώπῳ.

 

Νηστείαν ποθήσωμεν, μητέρα ἀρετῶν, τρυφὴν βδελυξώμεθα, γεννήτριαν παθῶν, καὶ κράξωμεν· Πάτερ ὁ ἐν τοῖς οὐρανοῖς, σῶσον ἡμᾶς σῶσον, εὐχαῖς τῶν σῶν Ἁγίων.

Θεοτοκίον

Κριτὴν ὃν ἐγέννησας, Παρθένε Μαριὰμ δυσώπει ἐν ὥρᾳ με, τῆς κρίσεως Ἁγνή, οἰκτεῖραι καὶ σῶσαι, τὸν κατάκριτον, μόνη προστασία τοῦ γένους τῶν ἀνθρώπων.

Εἱρμὸς ἄλλος

Τὸν ἐν φλογὶ τοῖς Παισὶ  ΤΟ ΑΚΟΥΤΕ

Τῶν νηστειῶν τὴν ὑπέρλαμπρον, χάριν μεμυημένοι, ἀρεταῖς ἀστραφθῶμεν, γαληνὰ τὰ πρόσωπα, γαληνὰ καὶ τὰ ἤθη ἐναποδεικνύντες, τῆς ψυχῆς καταστάσει.

 

Νενηστευκὼς Ἐλισσαῖος τὸν παῖδα, τῇ Σωμανίτιδι, ἀποδίδωσι ζῶντα. Ἐν τούτῳ γνωρίσωμεν, ἀδελφοὶ τὴν νηστείαν, ὡς καλὸν μέγα, ὡς θεοδώρητον χάριν.

Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα

Σὺν τῷ Πατρὶ τὸν Υἱὸν προσκυνοῦμεν, καὶ Πνεῦμα ἅγιον, ἐν Τριάδι Μονάδα, σὺν Ἀγγέλοις κράζοντες, τοῖς πηλίνοις στόμασι. Δόξα ἐν ὑψίστοις, Θεῷ τῷ ἐν Τριάδι.

Καὶ νῦν... Θεοτοκίον

Παιδοτοκεῖς παρθενεύουσα μόνη, θεοχαρίτωτε, τὸ μυστήριον μέγα, φρικτὸν τὸ τεράστιον! Θεὸν γὰρ ἐγέννησας σεσωματωμένον, τὸν Σωτῆρα τοῦ Κόσμου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Μηδεὶς ἡμῶν ῥαθυμίᾳ καὶ ὄκνῳ, βαλλέσθω ὦ ἀδελφοί. Ὁ καιρὸς ἐργασίας, ὥρα πανηγύρεως, τίς ὁ φρόνιμος ἄρα, ἐν μιᾷ ἡμέρᾳ, κερδῆσαι ὅλους αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ἐν φλογὶ τοῖς Παισὶ τῶν Ἑβραίων, συγκαταβάντα θεϊκῇ τῇ δυνάμει, καὶ ὀφθέντα Κύριον· Ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Τὴν φωτοφόρον νεφέλην  ΤΟ ΑΚΟΥΤΕ

Εἰς ἁμαρτίας πελάγη, εἰς ἀπογνώσεως βάθη, εἰς τρικυμίας λογισμῶν καὶ παθῶν καταιγίδας, περιπεσὼν ἀναβοῶ· Ἐλέους ἡ ἄβυσσος, βοήθει μοι, καὶ τῇ σῇ εὐσπλαγχνίᾳ, ὄμβρησόν μοι ἱλασμὸν ἁμαρτιῶν.

 

Διὰ νηστείας τὸ σῶμα, δι' ἐγκρατείας τὸ πνεῦμα, διὰ δακρύων τὴν ψυχήν, ἐκκαθάρωμεν πιστοί, καὶ καθαροὶ τῷ καθαρῷ, λαμπρῶς ὑπαντήσωμεν, ὀψόμενοι τὰ σωτήρια Πάθη, ἃ ὑπέστη δι' ἡμᾶς ὁ Λυτρωτής.

 

Ὡς ὁ Τελώνης στενάζω, ὥσπερ ἡ Πόρνη δακρύω, ὡς ὁ Λῃστὴς ἀναβοῶ· Μνήσθητί μου Οἰκτίρμον, ὡς ὁ Τυφλός, Υἱὲ Θεοῦ, κραυγάζω σοι· Ἄνοιξον, τῆς ψυχῆς μου ὀφθαλμούς, πυρωθέντας τῇ κακίᾳ, τοῦ δολίου πτερνιστοῦ.

Θεοτοκίον

Τὸ ἀλατόμητον ὄρος, τὴν ἀδιόδευτον πύλην, τὴν ἀνωτέραν οὐρανοῦ, καὶ τῆς Κτίσεως πάσης, τὴν καλλονὴν τοῦ Ἰακώβ, τὴν στάμνον τὴν πάγχρυσον, καὶ γέφυραν, καὶ Μητέρα τοῦ Κτίστου, τὴν Παρθένον, μακαρίσωμεν πιστοί.

Ἄλλος

Ἐν Σιναίῳ τῷ ὄρει  ΤΟ ΑΚΟΥΤΕ

Τὰς παρούσας ἡμέρας γνωρίσαντες, ὑπὲρ πάσας Ἱεράς, προσευχὰς τῷ Θεῷ ἀναπέμψωμεν, συνειδήσει καθαρᾷ, συχνοτέρως τὸ γόνυ κλίνοντες, καὶ λέγοντες· Κύριε πρόσδεξαι, τὰς δεήσεις καὶ προσευχάς, τῶν σῶν δούλων ἀεί.

 

Ὁ λαὸς ὁ καθίσας ὡς γέγραπται, τοῦ φαγεῖν τε καὶ πιεῖν, ἐξανέστησαν παίζειν λατρεύοντες, τῷ γλυπτῷ Βεελφεγώρ. Βλέπε γαστριμαργίας τὰ δεινὰ κυήματα, ἡμεῖς δὲ νηστεύσωμεν, καὶ δοξασθησόμεθα, ὡς ὁ μέγας Μωσῆς.

Δόξα...

Τῇ οὐσίᾳ Μονάς ἐστιν ἄτμητος, ἡ ὑπέρθεος Τριάς, ἑνουμένη τῇ φύσει μερίζεται, τοῖς προσώποις ἰδικῶς· μὴ τμωμένη γὰρ τμᾶται, ἓν οὖσα τρισσεύεται, αὕτη Πατήρ ἐστιν, ὁ Υἱός, καὶ Πνεῦμα τὸ ζῶν, ἡ φρουροῦσα τὸ πᾶν.

Καὶ νῦν... Θεοτοκίον

Παιδοτόκον παρθένον τίς ἤκουσε, καὶ μητέρα πλὴν ἀνδρός; Μαριὰμ ἐκτελεῖς τὸ τεράστιον, ἀλλὰ φράζε μοι τὸ Πῶς; Μὴ ἐρεύνα τὰ βάθη τῆς Θεοτοκίας μου, τοῦτο πανάληθες, ὑπὲρ δὲ ἀνθρώπινον νοῦν ἡ κατάληψις.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὅτι σου ἡ ὀργὴ ἀνυπόστατος ἐπὶ τοὺς ἁμαρτωλούς, τίς λοιπὸν ὑποστήσεται Κύριε, τὴν ἐκ ταύτης ἀπειλήν; Ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος σῶσόν με, τῇ εὐσπλαγχνίᾳ σου, οὐ κατὰ τὰ ἔργα μου, τὰ πολλὰ καὶ δεινά.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσα ἐν γαστρί. Δανιὴλ δέ σε εἶδεν, ὄρος ἁλατόμητον, ῥάβδον τήν βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ».

 

Ἀπόστιχα τῶν Αἴνων

Ἰδιόμελον  Ἦχος βαρὺς

Ἥμαρτον ὁμολογῶ σοι Κύριε, ὁ ἄσωτος ἐγώ, οὐ τολμῶ ἀτενίσαι εἰς οὐρανὸν τὸ ὄμμα· ἐκεῖθεν γὰρ ἐκπεσών, ἐγενόμην ἄθλιος. Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου, ἐμαυτὸν ἀποκηρύττω, οὐ χρήζῳ κατηγόρων, οὐδὲ πάλιν μαρτύρων, ἔχω θριαμβεύουσάν μου τὴν ἀσωτίαν, ἔχω στηλιτεύουσαν τὴν φαύλην πολιτείαν, ἔχω καταισχύνουσαν τὴν παροῦσάν μου γύμνωσιν, πρὸς ἐντροπὴν δὲ τὰ ῥάκη, ἃ περιβέβλημαι. Εὔσπλαγχνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον, μετανοοῦντά με δέξαι, καὶ ἐλέησόν με. (Δίς)

Μαρτυρικὸν

Ἐν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι, ἀνεβόων οἱ Ἀθλοφόροι· Κύριε δόξα σοι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἐτέχθης ἐκ Παρθένου ἀνερμηνεύτως, καὶ ἐφώτισας τοὺς ἐν σκότει, Χριστέ, βοῶντας· Κύριε δόξα σοι.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος βαρὺς

Σωτηρία ἡμῶν ὑπάρχεις Κύριε, καὶ ὑπερασπιστὴς ἐν ἡμέρᾳ θλίψεως, ἐλέησον ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος, φιλάνθρωπε.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

Προκείμενον  Ἦχος δ'  Ψαλμὸς μὲ'

Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν.

Στίχ. Ὁ Θεὸς ἡμῶν καταφυγή, καὶ δύναμις.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. Θ', 9 - Ι', 4)

Τάδε λέγει Κύριος· Γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραΐμ, καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ, ἐφ΄ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ, λέγοντες· Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους, καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτόῖς πύργον, καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπ' ὅρους Σιὼν ἐπ' αὐτόν, καὶ τοὺς ἐχθρούς αὐτοῦ διασκεδάσει. Συρίαν ἀφ' ἡλίου ἀνατολῶν, καὶ τοὺς Ἕλληνας ἀφ' ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ ὁ λαὸς οὐκ ἀπεστράφη, ἕως ἐπλήγη, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. Καὶ ἀφεῖλε Κύριος ἀπὸ Ἰσραήλ, κεφαλὴν καὶ οὐράν, μέγαν καὶ μικρόν, ἐν μιᾷ ἡμέρᾳ, πρεσβύτην, καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας, αὕτη ἡ ἀρχή, καὶ προφήτην διδάσκοντα ἄνομα οὗτος ἡ οὐρά. Καὶ ἔσονται, οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον, πλανῶντες, καὶ πλανῶσιν, ὅπως καταπίωσιν αὐτούς. Διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται ὁ Κύριος, καὶ τοὺς ὀρφανοὺς αὐτῶν, καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει, ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός, καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. Διὰ θυμὸν ὀργῆς Κυρίου συγκέκαυται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς κατακεκαυμένος ὑπὸ πυρός, ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει, ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά, ὅτι πεινάσει, καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος, ἐσθίων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραΐμ, καὶ Ἐφραΐμ τοῦ Μανασσῆ, ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν. Ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός· ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή, οὐαὶ τοῖς γράφουσι πονηρίαν! γράφοντες γάρ, πονηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρῖμα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς διαρπαγήν, καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; ἡ γὰρ θλίψις ὑμῖν πόρρωθεν ἥξει, καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς ἀπαγωγήν; Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη, ἡ ὀργὴ αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή.

 

Προκείμενον  Ἦχος γ'  Ψαλμὸς μς'

Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε.

Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας.