Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Στιχηρὰ
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Πλευρὰν ἐκκεντούμενος, καὶ ἐπὶ ξύλου κρεμάμενος, τὴν ζωήν μοι ἐπήγασας, κακίᾳ τοῦ ὄφεως, τῇ τοῦ ξύλου βρώσει, τεθανατωμένῳ· ὅθεν δοξάζω σε Χριστέ, καὶ ἱκετεύω τὴν εὐσπλαγχνίαν σου. Παθῶν καὶ τῆς Ἐγέρσεως, προσκυνητήν με ἀνάδειξον, κατανύξει τελέσαντα, τῆς Νηστείας τὸ στάδιον.
Ὀδύνην τρυγήσαντα, ἐκ τοῦ φυτοῦ τὸν Πρωτόπλαστον, Παραδείσου ἐξώρισας, παγεὶς δὲ ὡς ἄνθρωπος, ἐν τῷ ξύλῳ Σῶτερ, τοῦτον εἰσοικίζεις· διό σοι κράζω, Λυτρωτά. Τῶν ὀδυνῶν μου νῦν με ἐξάρπασον, νηστείᾳ καθαρίσας με, καὶ μετανοίᾳ καὶ δάκρυσιν, Ἰησοῦ ὑπεράγαθε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἕτερον Ποίημα Θεοδώρου
Ἦχος πλ. α' Κύριε ἐπὶ Μωϋσέως ΤΟ ΑΚΟΥΤΕ
Κύριε, τὸν ζωοποιόν σου Σταυρὸν ἀνυμνοῦμεν· οὗτος ζωὴν γὰρ ἐν τῷ Κόσμῳ ἐξήνθησε, τὸν θάνατον νεκρώσας, ὅν σοι καὶ νῦν εἰς πρεσβείαν προσάγομεν, ἐν ἡμέραις ἁγίαις, κράτυνον ἡμᾶς νηστεύοντας, καὶ δώρησαι κατὰ παθῶν τὴν ἰσχύν, καὶ τῆς εἰρήνης τὸ τρόπαιον, διὰ πλῆθος ἐλέους φιλάνθρωπε.
Καὶ τοῦ Μηναίου, Προσόμοια γ'
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Προκείμενον Ἦχος δ' Ψαλμὸς λὲ'
Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου.
Στίχ. Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. Ε' 1-24)
Αὕτὴ ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Ἀδὰμ ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς, Ἔζησε δὲ Ἀδὰμ διακόσια τριάκοντα ἔτη, καὶ ἐγέννησεν υἱὸν κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τήν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Σήθ. Ἐγένοντο δὲ αἱ ἡμέραι Ἀδάμ, ἃς ἔζησε μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σήθ, ἔτη, ἑπτακόσια, καὶ ἐγέννησεν υἱούς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδάμ, ἃς ἔζησεν, ἐννακόσια τριάκοντα ἔτη, καὶ ἀπέθανεν. Ἔζησε δὲ Σήθ, πέντε καὶ διακόσια ἔτη, καὶ ἐγέννησε τὸν Ἐνώς. Καὶ ἔζησε Σήθ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνώς, ἑπτὰ ἔτη καὶ ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σήθ, δώδεκα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. Καὶ ἔζησεν Ἐνὼς ἔτη ἑκατὸν ἐνενήκοντα, καὶ ἐγέννησε τὸν Καϊνᾶν. Καὶ ἔζησεν Ἐνώς, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν, πεντεκαίδεκα ἔτη καὶ ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνώς, πέντε ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε. Καὶ ἔζησε Καϊνᾶν ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Μαλελεήλ. Καὶ ἔζησε Καϊνᾶν, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεήλ, τεσσαράκοντα καὶ ἑπτακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καϊνᾶν, δέκα ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε. Καὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Ἰάρεδ. Καὶ ἔζησε Μαλελεήλ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ, ἔτη ἑπτακόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεήλ, ἔτη πέντε καὶ ἐνενήκοντα, καὶ ὀκτακόσια, καὶ ἀπέθανε. Καὶ ἔζησεν Ἰάρεδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατόν, καὶ ἐγέννησε τὸν Ἐνώχ. Καὶ ἔζησεν Ἰάρεδ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνώχ, ὀκτακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἰάρεδ, δύο καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. Καὶ ἔζησεν Ἐνὼχ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Μαθουσάλα. Εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα, διακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνώχ, πέντε καὶ ἑξήκοντα, καὶ τριακόσια ἔτη. Καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός.
Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς λς'
Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ.
Στίχ. Μὴ παραζήλου ἐν πονηρευομένοις.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ς', 3-20)
Ποίει, υἱέ, ἃ ἐγώ σοι ἐντέλλομαι, καὶ σῴζου· ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον, ἴσθι μὴ ἐκλυόμενος, παρόξυνε δὲ καὶ τὸν φίλον σου, ὃν ἐγγυήσω. Μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον, ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος, Ἐκείνῳ γάρ, γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὤν, ἑτοιμάζεται θέρους τὴν τροφήν, πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστί, τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται, ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται, ποθεινή δέ ἐστι πᾶσι, καὶ περίδοξος, καί περ οὖσα τῇ ῥώμῃ ἀσθενής, τὴν σοφίαν τιμήσασα προήχθη. Ἕως τίνος, ὦ ὀκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ὀλίγον μὲν ὑπνοῖς ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη, εἴτ' ἐμπαραγίνεταί σοι, ὥσπερ κακὸς ὁδοιπόρος, ἡ πενία, καὶ ἡ ἔνδεια, ὥσπερ ἀγαθὸς δρομεύς. Ἐὰν δὲ ἄοκνος ἦς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου, ἡ δὲ ἔνδεια, ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει. Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς, ὁ δ' αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί, διδάσκει δὲ νεύμασι δακτύλων. Διεστραμμένη καρδία τεκταίνεται κακά, ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει. Διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, διακοπὴ καὶ συντριβὴ ἀνίατος, ὅτι χαίρει ἐπὶ πᾶσιν, οἷς μισεῖ ὁ Κύριος, συντρίβεται δὲ δι' ἀκαθαρσίαν ψυχῆς. Ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἷμα δικαίου, καὶ καρδία τεκταινομένη λογισμοὺς κακούς, καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν, ἐξολοθρευθήσονται. Ἐκκαίει ψευδῆ μάρτυς ἄδικος, καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν. Υἱέ, φύλασσε νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου.
Ἀπόστιχα
Ἰδιόμελον Ἦχος πλ. α'
Μὴ νηστεύσαντες κατ' ἐντολὴν τοῦ Κτίσαντος, ἀπὸ τοῦ φυτοῦ τῆς γνώσεως οἱ Πρωτόπλαστοι, τὸν ἐκ τῆς παρακοῆς θάνατον ἐκαρπώσαντο, τοῦ δὲ ξύλου τῆς ζωῆς, καὶ τοῦ Παραδείσου τῆς τρυφῆς ἀπεξενώθησαν. Διὸ νηστεύσωμεν πιστοί, ἀπὸ τροφῶν φθειρομένων, καὶ παθῶν ὀλεθρίων, ἵνα τὴν ἐκ τοῦ θείου Σταυροῦ ζωὴν τρυγήσωμεν, καὶ σὺν τῷ εὐγνώμονι Λῃστῇ, πρὸς τὴν ἀρχαίαν ἐπανέλθωμεν πατρίδα, κομιζόμενοι παρὰ Χριστοῦ τοῦ Θεοῦ τὸ μέγα ἔλεος. (Δίς)
Μαρτυρικὸν
Τῶν ἐπιγείων ἁπάντων καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρείως κατατολμήσαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλ' οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι Μάρτυρες, ἔχοντες παρρησίαν, πρὸς τὸν φιλάνθρωπον Θεόν, τῷ Κόσμῳ τὴν εἰρήνην αἰτήσατε, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Ἄρνα τὸν ἑαυτῆς ἡ Ἀμνάς, ποτὲ ὁρῶσα, πρὸς σφαγὴν ἐπισπεύδοντα, προθύμως κατηκολούθει, ταῦτα βοῶσα αὐτῷ· Ποῦ πορεύῃ Τέκνον μου γλυκύτατον, Χριστέ, τίνος χάριν, τὸν ταχὺν δρόμον τοῦτον μακρόθυμε, τρέχεις ἀόκνως, Ἰησοῦ ποθεινότατε, ἀναμάρτητε, πολυέλεε Κύριε, δός μοι λόγον τῇ δούλῃ σου, Υἱέ μου παμφίλτατε, μή με παρίδῃς, Οἰκτίρμον, σιγῶν ἐμὲ τὴν τεκοῦσάν σε, Θεὲ πανοικτίρμον, ὁ δωρούμενος τῷ Κόσμῳ τὸ μέγα ἔλεος.
Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εἰς τὴν β' Στιχολογίαν
Καθίσματα Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Νηστείᾳ ὑψούμενοι, τῶν χαμαιζήλων παθῶν, ὑψώσωμεν Κύριον, τὸν ὑψωθέντα σταυρῷ, καὶ Κόσμον ὑψώσαντα, πίωμεν ἐν αἰσθήσει, κατανύξεως πόμα, λάβωμεν τὴν ἡμέραν, κατὰ νοῦν καὶ τὴν ὥραν, ἐν ᾗ τῷ αἰωνίῳ Κριτῇ παραστησόμεθα.
Σταυροθεοτοκίον
Ἡ ἄνυμφος Μήτηρ σου, ὡς ἐθεάσατο, σταυρῷ σε ὑψούμενον, ὀδυρομένη θρηνοῦσα, τοιαῦτα ἐφθέγγετο. Τί τὸ καινὸν καὶ ξένον τοῦτο Υἱέ μου θαῦμα; πῶς σε ἄνομος δῆμος, τῷ σταυρῷ προσπηγνύει, τὴν τῶν ἁπάντων ζωήν, φῶς μου γλυκύτατον;
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα Ἦχος πλ. α'
Λάμπει σήμερον ΤΟ ΑΚΟΥΤΕ
Λάμπει Κύριε, ἡ χάρις ἡ τοῦ Σταυροῦ σου, ἅπασαν τὴν οἰκουμένην ἀστράπτουσα, τὴν ἰσχὺν τῶν δαιμόνων ἐξαφανίζει, καὶ νηστείας δρόμον νῦν εὐμαρίζει, ἐν αὐτῇ δυναμῶν, Ἐλέησον ἡμᾶς.
Σταυροθεοτοκίον
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὑψωθέντα ἐν ξύλῳ ὡς ἐθεάσατο, ἡ τεκοῦσά σε Μήτηρ ὠδίνων ἄνευθεν, ὠλοφύρετο κλαυθμῷ, καὶ ἀνεκραύγαζεν· Οἴμοι γλυκύτατε Υἱέ! τιτρώσκομαι νῦν την ψυχήν, ἐν τῷ σταυρῷ καθορῶσά σε, ἐν μέσῳ δύο κακούργων, δίκην κακούργου προσηλούμενον.
Ὁ Κανὼν
ᾨδὴ ε' Ἦχος δ'
Ἀσεβεῖς οὐκ ὄψονται ΤΟ ΑΚΟΥΤΕ
Ἑκουσίως Δέσποτα, ὑψώθης ἐν σταυρῷ, καὶ κατέρραξας τὸν ἐχθρόν, ἑκουσίως· ὅθεν κατερραγμένον με, ἡδονῶν εἰς βάραθρα, εὐσπλαγχνίᾳ σου ἀνόρθωσον.
Σκοτισθέντα πάθεσιν, ἀτόποις τὴν ψυχήν, φωταγώγησον Ἰησοῦ, ὁ σκοτίσας ἥλιον, σταυρῷ τεινόμενος, καὶ φωτίσας ἅπαντα, Οἰκουμένης τὰ πληρώματα.
Τὸ Νηστείας πέλαγος, ἐκπλεῦσαι γαληνῶς, καταξίωσόν με Χριστέ, κατευνάζων κύματα τῆς διανοίας μου, καὶ τῆς Ἀναστάσεως, εἰς λιμένας ἐγκαθόρμισον.
Θεοτοκίον
Τὴν Ἁγνὴν ἁγνεύοντι, τιμήσωμεν νοΐ, καλλονὴν τὴν τοῦ Ἰακώβ, ταῖς ἐνθέοις πράξεσι καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Ἕτερον Τριῴδιον Ποίημα Θεοδώρου
Ἦχος πλ. α'
Τοὺς ἐκ νυκτός, προσκυνοῦντάς σε ΤΟ ΑΚΟΥΤΕ
Σὺ σταυρωθείς, φθορᾶς ἀπαλλάττεις με, καὶ λογχευθείς, ἀπαθανατίζεις με, δοξάζω σου τὸ ἄφραστον ἔλεος, ὅτι ἦλθες Χριστὲ; ἵνα σώσῃς με.
Ἐν τῷ σταυρῷ, τείνας τὰς παλάμας σου, τὸν νοητὸν Ἀμαλὴκ ἀπέκτεινας, τὸν λαόν σου ἀνασῴζων Κύριε, διὰ τοῦτο ὑμνοῦμεν τὸ κράτος σου.
Δόξα...
Τὴν ἐν τρισί, προσώποις Θεότητα, μίαν ἀρχήν, τὴν πανυπερούσιον ὑμνήσωμεν, τὸν Πατέρα ἄναρχον, καὶ τὸν Υἱόν, καὶ Πνεῦμα ἅγιον.
Καὶ νῦν... Θεοτοκίον
Ὃν οὐρανός, χωρεῖν οὐκ ἠδύνατο, σὺ ἐν γαστρὶ συλλαβοῦσα τέτοκας, ὢ τοῦ φρικτοῦ καὶ ἀρρήτου θαύματος! Διὸ πάντες, ὑμνοῦμέν σε Ἄχραντε.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ὁ δι' ἐμέ, ὑπομείνας σταύρωσιν, ὄξος πιών, καὶ εἰπών· Τετέλεσται, τέλεσόν μου τὸ Νηστείας στάδιον, ἀξιῶν με ἰδεῖν σου τὴν Ἔγερσιν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς ἐκ νυκτός, προσκυνοῦντάς σε Χριστὲ ἐλέησον, καὶ εἰρήνην δώρησαι, διότι φῶς καὶ τὰ σὰ προστάγματα, ἐγένοντο ἰάματα τοῖς δούλοις σου φιλάνθρωπε».
ᾨδὴ η'
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Σταυρῷ προσπαγεὶς δι' εὐσπλαγχνίαν, Λῃστῇ τὸν Παράδεισον ἠνέῳξας, νῦν δὲ λῃστευθέντα με, δαίμονος δεινότητι, καὶ τῇ ψυχῇ ὁλόσωμον, πληγὴν δεξάμενον, ἰάτρευσον ἀνοίξας μοι πύλας, τὰς τῆς μετανοίας, τῇ σῇ φιλανθρωπίᾳ.
Νηστείᾳ λαμπρύναντες τὴν σάρκα, ψυχὴν ἀρεταῖς καταπιάνωμεν, πένητας ἐκθρέψωμεν, πλοῦτον μὴ κενούμενον, ἐν οὐρανοῖς ὠνούμενοι, καὶ ἀνακράξωμεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τῷ Πάθει σου Κτίσις ἐκλονήθη, σταυρῷ σε θεασαμένη καθηλούμενον, Σῶτερ ὑπεράγαθε· ὅθεν ἱκετεύω σε, ταῖς προσβολαῖς κλονούμενον, ἀεὶ τοῦ ὄφεως, στερέωσον τὸν νοῦν μου, Οἰκτίρμον, σοῦ τῶν θελημάτων, ἐν ἀρραγεῖ τῇ πέτρᾳ.
Θεοτοκίον
Ἡ πύλη Θεοῦ ἡ κεκλεισμένη, ἣν μόνος διώδευσεν ὁ Κύριος, ἴθυνον πρὸς τρίβους με, θείας καὶ διάνοιξον, τῆς σωτηρίας πύλας μοι θεοχαρίτωτε! πρὸς σὲ γὰρ καταφεύγω Παρθένε, μόνη προστασία, τοῦ γένους τῶν ἀνθρώπων.
Εἱρμὸς ἄλλος
Τὸν Ποιητὴν τῆς Κτίσεως ΤΟ ΑΚΟΥΤΕ
Τὸ Ξύλον τὸ πανάγιον, ἐν ᾧ σὺ Χριστέ μου ἐσταυρώθης ὑμνῶν, ὑπερευλογῶ σε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐν Γολγοθᾷ οἱ ἄνομοι, σὲ Χριστὲ σταυρώσαντες ἀπέκτειναν, ἀλλὰ ζῇς καὶ σῴζεις, ἡμᾶς εἰς τοὺς αἰῶνας. Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.
Ξενοπρεπῶς μερίζεται, ἡ Τριάς, καὶ μένει ἀμερὴς ὡς Θεός, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Ἱκετηρίαν ποίησον, ὑπὲρ τῶν ὑμνούντων σε Πανάχραντε, ῥυσθῆναι παντοίων, πειρασμῶν καὶ κινδύνων.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τῇ τοῦ Σταυροῦ σου Κύριε, δυνάμει νευρώσας με ἀξίωσον, εὐψύχως ἀνύσαι, τὸν τῆς Νηστείας δρόμον.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν Ποιητὴν τῆς Κτίσεως, ὃν φρίττουσιν Ἄγγελοι, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
ᾨδὴ θ'
Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ
Λίθον σε τμηθέντα προεῖδεν, ὄρους Προφήτης τῆς Παρθένου, Σῶτερ διαρρήξαντα πέτρας, τῇ σῇ σταυρώσει· διὸ βαρούμενον, ἀναισθησίας λίθῳ με, ὡς πανοικτίρμων ἐλευθέρωσον.
Νήστευσον κακίας ψυχή μου, θείαν ἀγάπην ἐντρυφῶσα, θύραν ἀναπέτασον πάσαις, καλῶν ἰδέαις, ἐναποφράττουσα, τῆς πονηρίας εἴσοδον, δι' ἐγκρατείας καὶ δεήσεως.
Ἐμὲ τὸν κατάκριτον σῶσον, ὁ κατακρίνας τῷ Σταυρῷ σου, Δέσποτα Σωτήρ μου τὴν ἔχθραν, καὶ μὴ γεέννης δείξῃ ὑπεύθυνον, τὸν σπιλωθέντα πάθεσι, καὶ ἁμαρτίαις ἀμαυρούμενον.
Θεοτοκίον
Φεῖσαί μου Χριστὲ ὅταν ἔλθῃς, κρῖναι τὸν Κόσμον μετὰ δόξης, λῦσον τὴν ἀχλὺν τῶν κακῶν μου, ταῖς ἱκεσίαις τῆς Κυησάσης σε, καὶ κληρονόμον ποίησον, τῆς οὐρανίου Βασιλείας σου.
Εἱρμὸς ἄλλος
Ἡσαΐα χόρευε ΤΟ ΑΚΟΥΤΕ
Πάλιν τὸν Παράδεισον, ὑπανοίγεις ἅπαξ σταυρωθείς, ἐν ᾧ μεταλαβών, χαίρω τῆς ζωῆς, θανάτου λυτρούμενος αἰωνίου, τῆς παρακοῆς· ὅθεν Φιλάνθρωπε, ὡς Θεόν μου μεγαλύνω σε.
Τὸ κατάρας ὄργανον, εὐλογίας δέδεικται σφραγίς, ὁ σὸς ζωοποιός, Κύριε Σταυρός, ἐν ᾧ καθορῶντές σε, ζωούμεθα θνήξαντες τὸ πρίν, καὶ ἀνυμνοῦντές σε, ὡς Δεσπότην μεγαλύνομεν.
Δόξα...
Ὁμοουσιότητι, ἀνυμνῶ σε ἄναρχε Τριάς, σεπτὴ ζωαρχική, ἄτμητε Μονάς, Πατὴρ ὁ ἀγέννητος, καὶ γεννητέ, Λόγε καὶ Υἱέ, Πνεῦμα τὸ ἅγιον, σῶσον πάντας τοὺς ὑμνοῦντάς σε.
Καὶ νῦν... Θεοτοκίον
Ὑπὲρ νοῦν ὁ τόκος σου, Θεομῆτορ· ἄνευ γὰρ ἀνδρός, ἡ σύλληψις ἐν σοί, καὶ παρθενικῶς, ἡ κύησις γέγονε· καὶ γὰρ Θεὸς, ἐστὶν ὁ τεχθείς. Ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ὁ Σταυρὸς ὁ τίμιος, ἡ ἰσχύς μου καὶ καταφυγή, γενοῦ μοι φωτισμός, νῦν ἐγκρατευτῶς, εὐφραίνων καθαίρων με, ῥυόμενος ἀπὸ πειρασμῶν, ἵνα δοξάζων σε, τὸν Δεσπότην μεγαλύνω Χριστόν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολή, ὄνομα αὐτῷ. Ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν».
Ἀπόστιχα τῶν Αἴνων
Ἰδιόμελον Ἦχος πλ. δ'
Ἡ παθοκτόνος Νηστεία παροῦσα, τοὺς κακωθέντας ὑπὸ τῆς ἁμαρτίας, ἰατρεύειν ἐπαγγέλλεται, ἣν ὡς θεόσδοτον βοηθὸν τιμήσωμεν, τὰς θεογράφους πλάκας, διὰ Μωσέως δεξάμενοι, μὴ προκρίνωμεν τὴν συντρίψασαν αὐτὰς ἀκρασίαν, μὴ γενώμεθα μέτοχοι, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ, μὴ σκυθρωπάσωμεν Ἰουδαϊκῶς, ἀλλὰ Ἐκκλησιαστικῶς φαιδρυνθῶμεν, μὴ φαρισαϊκῶς ὑποκριθῶμεν, ἀλλ' Εὐαγγελικῶς καλλωπισθῶμεν, ἐγκαυχώμενοι τῷ Σταυρῷ Χριστοῦ, τοῦ λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν. (Δίς)
Μαρτυρικὸν
Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός, Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν, Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε, Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι, πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Τὶ τὸ θαυμαστόν, καὶ ἐξαίσιον; ἡ Παρθένος τῷ Κυρίῳ, ἀνεβόα μητρικῶς. Αἱ ὠδῖνες, ἃς οὐκ ἔγνων ἐν τῷ τίκτειν σε, Υἱέ, δριμεῖαι, καθικνοῦνται τῆς καρδίας μου, οὐ φέρω, ἐν σταυρῷ προσηλωμένον σε, ὁρᾶν τό φῶς τῶν ὀμμάτων μου· σπεῦσον οὖν ἀνάστηθι, ὅπως δοξάσω σὺν τῷ Κόσμῳ, τὴν φρικτὴν Οἰκονομίαν σου.
ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ
Τροπάριον τῆς Προφητείας
Ἦχος α'
Ἐν νυκτὶ καὶ ἡμέρᾳ, προσπίπτομέν σοι Κύριε, τοῦ δοῦναι ἄφεσιν ἁμαρτιῶν ταῖς ψυχαῖς ἡμῶν, ἵνα ἐν εἰρήνῃ σε προσκυνῶμεν, καὶ δοξολογῶμεν φιλάνθρωπε.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Προκείμενον Ἦχος δ' Ψαλμὸς λς'
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Στίχ. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου.
Προφητείας Ἡσαϊου τὸ Ἀνάγνωσμα
(Κεφ. Ζ', 1-14)
Ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ, τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥασείμ, βασιλεὺς Ἀράμ, καὶ Φακκεέ, υἱὸς Ῥωμελίου, βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλήμ, πολεμῆσαι αὐτήν, καὶ οὐκ ἡδυνήθησαν πολιορκῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυΐδ, λέγων· Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ, καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Καὶ εἶπε Κύριος πρὸς Ἡσαΐαν· Ἔξελθε εἰς συνάντησιν τῷ Ἄχαζ σύ, καὶ ὁ καταλειφθείς Ἰασοὺβ ὁ υἱός σου, πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως, καὶ ἐρεῖς αὐτῷ· Φύλαξαι τοῦ ἡσυχάσαι, καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων, τῶν δαυλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. Καὶ ὁ υἱὸς τοῦ Ἀράμ, καὶ ὁ υἱὸς τοῦ Ῥωμελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηράν, Ἐφραΐμ περὶ σοῦ, λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ, τάδε λέγει κύριος Σαβαώθ. Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται, ἀλλ' ἡ κεφαλὴ Ἀράμ, Δαμασκός, καὶ ἡ κεφαλὴ Δαμασκοῦ, Ῥαασείμ, ἀλλ ἐφ' ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ, καὶ ἡ κεφαλὴ Ἐφραῒμ Σομόρων, καὶ ἡ κεφαλὴ Σομόρων, υἱὸς τοῦ Ῥωμελίου, καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων· Αἴτησον σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν· Ἀκούσατε δὴ οἶκος Δαυΐδ, μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον.
Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς λη'
Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε.
Στίχ. Εἶπα, φυλάξω τὰς ὁδούς μου.