Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Στιχηρὰ

Ἦχος β'  Τὸν φωτισμὸν ἡμῶν ΤΟ ΑΚΟΥΤΕ

Τὸν σκοτισθέντα με, ταῖς ἀπάταις τοῦ πολεμήτορος, Χριστέ μου φώτισον, ὁ σκοτίσας Σταυρῷ κρεμάμενος, Ἥλιον ποτέ, καὶ λάμψας τοῖς πιστοῖς φῶς ἀληθινόν, ἀφέσεως σαφῶς, ὅπως πορευόμενος ἐν τῷ φωτὶ τῶν προσταγμάτων σου, φθάσω καθαρῶς, τῆς Ἀναστάσεως τῆς σῆς, τὴν αὐγὴν τὴν σωτήριον.

 

Καθάπερ ἄμπελος, ἐπὶ ξύλου Σωτὴρ κρεμάμενος, οἶνον ἐπότισας ἀφθαρσίας, Χριστὲ τὰ πέρατα, ὅθεν ἐκβοῶ· Τῇ μέθῃ με δεινῶς τῶν ἁμαρτιῶν, σκοτούμενον ἀεί, γλεῦκος κατανύξεως, ἀληθινῆς ποτίσας, νηστεύειν με ἐξ ἡδονῶν, νῦν ἐνδυνάμωσον Σωτήρ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Ἕτερον προσόμοιον Τοῦ κυρίου Θεοδώρου

Ὢ τοῦ μεγίστου μυστηρίου!  ΤΟ ΑΚΟΥΤΕ

Ὢ τοῦ Σταυροῦ σου τῇ δυνάμει! οὗτος ἐξήνθησε τῇ Ἐκκλησίᾳ τὴν ἐγκράτειαν, τὴν ἐν Ἐδὲμ ποτὲ Ἀδὰμ ἀκρασίαν, πρόρριζον ἐκτίλασαν· θάνατον μὲν ἐκείνῃ, ἐπεισήγαγε τοῖς βροτοῖς· ἀλλ' οὗτος ἀφθάρτως ἐκβλύζει, τὴν ἀθανασίαν τῷ Κόσμῳ, ὡς ἐκ πηγῆς ἄλλης τῆς τοῦ Παραδείσου, τῇ κατακενώσει, τοῦ σοῦ ζωηρρύτου Αἵματος, ὁμοῦ τε καὶ ὕδατος· ὅθεν τὰ πάντα ἐζωοποιήθη. Δι' οὗ ἡμῖν νηστείας τὴν τρυφήν, γλύκανον ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον

 

Προκείμενον  Ἦχος δ'  Ψαλμὸς ιε'

Εὐλογήσω τὸν Κύριον, τὸν συνετίσαντά με.

Στίχ. Φυλαξόν με Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. Β', 4-19)

Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο ἡμέρα, ᾗ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ, πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ, πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι αὐτήν. Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Καὶ ἐφύτευσεν ὁ Θεὸς Παράδεισον ἐν Ἐδέμ, κατὰ ἀνατολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασε. Καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς, ἐν μέσῳ τοῦ Παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Ποταμὸς δὲ ἐκεπορεύεται ἐξ Ἐδέμ, ποτίζειν τὸν Παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς, ὄνομα τῷ ἑνί, Φισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐϊλάτ, ἐκεῖ οὖν ἐστι τὸ χρυσίον. Τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης, καλόν, καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ, καὶ ὁ λίθος ὁ πράσινος. Καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ, Γεών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας. Καὶ ὁ ποταμὸς ὁ τρίτος, Τίγρις, οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων, ὁ δὲ ποταμὸς ὁ τέταρτος, Εὐφράτης. Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ Παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδάμ, λέγων· Ἀπὸ παντὸς ξύλου, τοῦ ἐν τῷ Παραδείσῳ, βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρα φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Καὶ εἶπε Κύριος ὁ Θεός· οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν. Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ, ἰδεῖν τί καλέσει αὐτά. Καὶ πᾶν, ὃ ἐὰν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῶν.

 

Προκείμενον  Ἦχος δ'  Ψαλμὸς ις'

Φύλαξόν με Κύριε, ὡς κόρην ὀφθαλμοῦ.

Στίχ. Εἰσάκουσον, Κύριε, δικαιοσύνης μου.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. Γ', 1-19)

Υἱέ, ἐμῶν νόμων μὴ ἐπιλανθάνου, τὰ δὲ ῥήματά μου τηρείτω σῇ καρδίᾳ· μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς, καὶ εἰρήνην προσθήσουσί σοι. Ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλειπέτωσάν σοι· ἄφαψαι δὲ αὐτὰς ἐπὶ τῷ σῷ τραχήλῳ, γράψον αὐτὰς ἐπὶ πλακὸς καρδίας σου, καὶ εὑρήσεις χάριν. Καὶ προνοοῦ καλὰ ἐνώπιον Θεοῦ, καὶ ἀνθρώπων. Ἴσθι πεποιθὼς ἐπὶ Κύριον ἐν ὅλῃ καρδίᾳ· ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου. Ἐν πάσαις ταῖς ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου, ὁ δὲ πούς σου μὴ προσκόψῃ. Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ δὲ τὸν Κύριον, καὶ ἔκκλινον, ἀπὸ παντὸς κακοῦ· τότε ἴασις ἔσται τῷ σώματί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου. Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης, ἵνα πιμπλῶνται τὰ ταμεῖά σου πλησμονῆς σίτου, οἴνῳ δὲ οἱ ληνοί σου ἐκβλύζωσιν. Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστός ἐστι πᾶσι τοῖς ἀγαπῶσιν αὐτήν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. Μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα, ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλαιον ἐπὶ γλώσσης φορεῖ. Αἱ ὁδοὶ αὐτῆς, ὁδοὶ καλαί, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ. Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ αὐτήν, ὡς ἐπὶ Κύριον ἀσφαλής.

 

Ἀπόστιχα

Ἦχος δ'

Οἱ ποθοῦντες τοῦ θείου Πάσχα μετασχεῖν, οὐκ ἀπ' Αἰγύπτου, ἀλλ' ἐκ Σιὼν ἀρχομένου, τὴν τῆς ἁμαρτίας ζύμην, ἐξάρωμεν τῇ μετανοίᾳ, περιζώσωμεν τὰς ὀσφύας ἡμῶν, τῇ νεκρώσει τῶν ἡδονῶν, καλλωπίσωμεν τοὺς πόδας, ὑποδήμασι κωλυτικοῖς, ἐκ πάσης ὁδοῦ πονηρᾶς, καὶ στηριχθῶμεν, τῇ βακτηρίᾳ τῆς πίστεως, μὴ ζηλώσωμεν τούς ἐχθρούς, τοῦ δεσποτικοῦ Σταυροῦ, θεοποιοῦντες τὴν γαστέρα, ἀλλ' ἀκολουθήσωμεν, τῷ διὰ νηστείας ἡμῖν, τὴν κατὰ τοῦ διαβόλου νίκην ὑποδείξαντι, Σωτῆρι τῶν ψυχῶν ἡμῶν. (Δίς)

Μαρτυρικὸν

Ὁ ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν Μαρτύρων σου, Χριστὲ ὁ Θεός, ὑπ' αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν, τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον

Ὡς γενναῖον ἐν Μάρτυσιν  ΤΟ ΑΚΟΥΤΕ

Ἐν Σταυρῷ ὡς ἑώρακε, καθηλούμενον Κύριε, ἡ Ἀμνὰς καὶ Μήτηρ σου, ἐξεπλήττετο. Καὶ τί τὸ ὅραμα ἔλεγεν, Υἱὲ ποθεινότατε; Ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ παράνομος, ὁ πολλῶν σου θαυμάτων ἀπολαύσας! Ἀλλὰ δόξα τῇ ἀρρήτῳ, συγκαταβάσει σου Δέσποτα.

 

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ

 

Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με

 

ᾨδὴ α'  Ἦχος πλ. β'

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται». (Δίς)

 

Ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων πάντων τὰς ἁμαρτίας, ᾆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

 

Σοὶ προσπίπτω Ἰησοῦ. Ἡμάρτηκά σοι ἱλάσθητί μοι, ᾆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνος Θεός, μετανοοῦντα δέξαι με.

 

Μὴ εἰσέλθῃς μετ' ἐμοῦ, ἐν κρίσει φέρων μου τὰ πρακτέα, λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρμὰς, ἀλλ΄ ἐν οἰκτιρμοῖς σου, παρορῶν μου τὰ δεινά, σῶσόν με Παντοδύναμε.

 

Μετανοίας ὁ καιρός, προσέρχομαί σοι τῷ Πλαστουργῷ μου. ᾎρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

 

Τὴν οὐσίαν τῆς ψυχῆς, καταναλώσας τῇ ἁμαρτίᾳ, ἔρημός εἰμι ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω· ὁ ἐλέους χορηγός, προφθάσας σύ με οἴκτειρον.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀποκύψασα Χριστοῦ, τοῖς θείοις νόμοις, τούτῳ προσῆλθες, τὰς τῶν ἡδονῶν ἀκαθέκτους ὁρμὰς, λιποῦσα καὶ πᾶσαν, ἀρετὴν πανευλαβῶς, ὡς μίαν ἐκατώρθωσας.

Δόξα...

Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ᾆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων, ᾆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.

 

ᾨδὴ β'

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ μάννα ἑπομβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου, τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχὺϊ τῇ ἐμῇ. (Δίς)

 

Ἄνδρα ἀπέκτεινα, φησίν, εἰς μώλωπα ἐμοί, καὶ νεανίσκον εἰς τραῦμα, Λάμεχ θρηνῶν ἐβόα· σὺ δὲ οὐ τρέμεις ὦ ψυχή μου, ῥυπωθεῖσα, τὴν σάρκα καὶ τὸν νοῦν, κατασπιλώσασα.

 

Πύργον ἐσοφίσω, οἰκοδομῆσαι, ὦ ψυχή, καὶ ὀχύρωμα πῆξαι, ταῖς σαῖς ἐπιθυμίαις· εἰμὴ συνέχεεν ὁ κτίστης τὰς βουλάς σου, καὶ κατέαξεν εἰς γῆν, τὰ μηχανήματά σου.

 

Ὢ πῶς ἐζήλωσα, Λάμεχ τὸν πρῴην φονευτήν, τὴν ψυχὴν ὥσπερ ἄνδρα, τὸν νοῦν ὡς νεανίσκον, ὡς ἀδελφὸν δέ μου τὸ σῶμα ἀποκτείνας, ὡς Κάϊν ὁ φονεύς, ταῖς φιληδόνοις ὁρμαῖς!

 

Ἕβρεξε Κύριος, παρὰ Κυρίου πῦρ ποτέ, ἀνομίαν ὀργῶσαν, πυρπολήσας Σοδόμων· σὺ δὲ τὸ πῦρ ἐξέκαυσας τὸ τῆς γεέννης, ἐν ᾧ μέλλεις ψυχή, συγκατακαίεσθαι πικρῶς.

 

Τέτρωμαι, πέπληγμαι· ἰδοὺ τὰ βέλη τοῦ ἐχθροῦ, τὰ καταστίξαντά μου, τὴν ψυχὴν καὶ τὸ σῶμα· ἰδοὺ τὰ τραύματα, τὰ ἕλκη, αἱ πηρώσεις, βοῶσι τὰς πληγάς, τῶν αὐθαιρέτων μου παθῶν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἥπλωσας χεῖράς σου, πρὸς τὸν οἰκτίρμονα Θεόν, Μαρία ἐν ἀβύσσῳ, κακῶν βυθιζομένη, καὶ ὡς τῷ Πέτρῳ φιλανθρώπως χεῖρα βοηθείας, ἐξέτεινε τὴν σήν, ἐπιστροφήν πάντως ζητῶν.

Δόξα...

Ἄναρχε ἄκτιστε, Τριὰς ἀμέριστε Μονάς, μετανοοῦντά με δέξαι, ἡμαρτηκότα σῶσον, σόν εἰμι πλάσμα, μὴ παρίδῃς, ἀλλὰ φεῖσαι καὶ ῥῦσαι, τοῦ πυρὸς τῆς καταδίκης με.

Καὶ νῦν... Θεοτοκίον

Ἄχραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων, καὶ λιμὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήμονα καὶ Κτίστην καὶ Υἱόν σου, ἱλέωσαι κᾀμοί, ταῖς ἱκεσίαις ταῖς σαῖς.

 

ᾨδὴ γ'

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου ὅτι μόνος Ἅγιος, ὑπάρχεις καὶ Κύριος». (Δίς)

 

Τῇ Ἄγαρ πάλαι ψυχὴ, τῇ Αἰγυπτίᾳ παρωμοιώθης, δουλωθεῖσα τὴν προαίρεσιν, καὶ τεκοῦσα, νέον Ἰσμαήλ, τὴν αὐθάδειαν.

 

Τὴν Ἰακὼβ κλίμακα, ἔγνως ψυχή μου δεικνυομένην, ἀπὸ γῆς πρὸς τὰ οὐράνια, τί μὴ ἔσχες, βάσιν ἀσφαλῆ, τὴν εὐσέβειαν;

 

Τὸν Ἱερέα Θεοῦ, καὶ βασιλέα μεμονωμένον, τοῦ Χριστοῦ τὸ ἀφομοίωμα, τοῦ ἐν κόσμῳ, βίου ἐν ἀνθρώποις μιμήθητι.

 

Ἐπίστρεψον στέναξον, ψυχὴ ἀθλία πρὶν ἢ τοῦ βίου, πέρας λάβῃ ἡ πανήγυρις, πρὶν τὴν θύραν κλείσῃ, τοῦ νυμφῶνος ὁ Κύριος.

 

Μὴ γένῃ στήλη ἁλός, ψυχὴ στραφεῖσα εἰς τὰ ὀπίσω, τὸ ὑπόδειγμα φοβείτω σε, τῶν Σοδόμων, ἄνω εἰς Σηγὼρ διασώθητι.

 

Τὴν δέησιν Δέσποτα, τῶν σὲ ὑμνούντων μὴ ἀπορρίψῃς, ἀλλ' οἰκτείρησον φιλάνθρωπε, καὶ παράσχου, πίστει αἰτουμένοις τὴν ἄφεσιν.

Δόξα...

Μονὰς ἁπλῆ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.

Καὶ νῦν... Θεοτοκίον

Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεογεννῆτορ, ἀπειράνδρως ἀπεκύησας, ξένον θαῦμα! μείνασα Παρθένος θηλάζουσα.

 

ᾨδὴ δ'

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε». (Δίς)

 

Ὁ χρόνος ὁ τῆς ζωῆς μου, ὀλίγος καὶ πλήρης πόνων καὶ πονηρίας, ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι μὴ γένωμαι κτῆμα, μὴ βρῶμα του ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.

 

Βασίλειον τὴν ἀξίαν, διάδημα καὶ πορφύραν ἠμφιεσμένος, πολυκτήμων ἄνθρωπος καὶ δίκαιος, πλούτῳ ἐπιβρίθων καὶ βοσκήμασιν, ἐξαίφνης τὸν πλοῦτον, τὴν δόξαν, τὴν βασιλείαν, πτωχεύσας ἀπεκείρατο.

 

Εἰ δίκαιος ἦν ἐκεῖνος, καὶ ἄμεμπτος παρὰ πάντας, καὶ οὐκ ἀπέδρα, τὰ τοῦ πλάνου ἔνεδρα καὶ σκάμματα, σὺ φιλαμαρτήμων οὖσα τάλαινα, ψυχὴ τί ποιήσεις, ἐάν τί τῶν ἀδοκήτων, συμβῇ ἐπενεχθῆναί σοι;

 

Ὑψήγορος νῦν ὑπάρχω, θρασὺς δὲ καὶ τὴν καρδίαν, εἰκῇ καὶ μάτην· μὴ τῷ Φαρισαίῳ συγκαταδικάσῃς με, μᾶλλον τοῦ Τελώνου τὴν ταπείνωσιν, παράσχου μοι μόνε οἰκτίρμον, δικαιοκρίτα, καὶ τούτῳ συναρίθμησον.

 

Ἐξήμαρτον ἐνυβρίσας, τὸ σκεῦος τὸ τῆς σαρκός μου, οἶδα οἰκτίρμον, ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.

 

Αὐτείδωλον ἐγενόμην, τοῖς πάθεσι τὴν ψυχήν μου καταμολύνας, ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.

 

Οὐκ ἤκουσα τῆς φωνῆς σου, παρήκουσα τῆς γραφῆς σου τοῦ Νομοθέτου, ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου, Σωτὴρ αὐτός με οἴκτειρον.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Μεγάλων ἀτοπημάτων, εἰς βάθος κατενεχθεῖσα, οὐ κατεσχέθης, ἀλλ' ἀνέδραμες λογισμῷ κρείττονι, πρὸς τὴν ἀκροτάτην διαπράξεως, σαφῶς ἀρετὴν παραδόξως, Ἀγγέλων φύσιν, Μαρία καταπλήξασα.

Δόξα...

Ἀμέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν Τριαδικὴν μίαν Θεότητα, ὡς Ὁμοβασίλειον καὶ σύνθρονον, βοῶ σοι τὸ ᾎσμα, τὸ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς ὑμνολογούμενον.

Καὶ νῦν... Θεοτοκίον

Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μένεις δι' ἀμφοτέρων, φύσει Παρθένος, ὁ τεχθεὶς καινίζει νόμους φύσεως, ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα, Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις· ποιεῖ γὰρ ὅσα βούλεται.

 

ᾨδὴ ε'

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου». (Δίς)

 

Τὴν χαμαὶ συγκύπτουσαν μιμοῦ ὦ ψυχή, πρόσελθε, πρόσπεσον, τοῖς ποσὶ τοῦ Ἰησοῦ, ἵνα σε ἀνορθώσῃ· καὶ βηματίσεις ὀρθῶς, τὰς τρίβους τοῦ Κυρίου.

 

Εἰ καὶ φρέαρ Δέσποτα ὑπάρχεις βαθύ, βλῦσόν μοι νάματα, ἐξ ἀχράντων σου φλεβῶν, ἵν' ὡς ἡ Σαμαρεῖτις, μηκέτι πίνων διψῶ· ζωῆς γὰρ ῥεῖθρα βρύεις.

 

Σιλωὰμ γενέσθω μοι τὰ δάκρυά μου, Δέσποτα Κύριε, ἵνα νίψωμαι κᾀγώ, τὰς κόρας τῆς καρδίας, καὶ ἴδω σε νοερῶς, τὸ φῶς τὸ πρὸ αἰώνων.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀσυγκρίτῳ ἔρωτι πανόλβιε, ξύλον ποθήσασα, προσκυνῆσαι τοῦ Σταυροῦ, ἠξίωσαι τοῦ πόθου, ἀξίωσον οὖν κᾀμέ, τυχεῖν τῆς ἄνω δόξης.

Δόξα...

Σὲ Τριὰς δοξάζομεν τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ Πνεῦμα, ἁπλῆ οὐσία Μονάς, ἀεὶ προσκυνουμένη.

Καὶ νῦν... Θεοτοκίον

Ἐκ σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας, καὶ ἥνωσεν ἑαυτῷ, τὴν τῶν ἀνθρώπων φύσιν.

 

ᾨδὴ ς'

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἐβόησα, ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου». (Δίς)

 

Ἐγώ εἰμι, Σωτὴρ ἣν ἀπώλεσας, πάλαι βασίλειον δραχμήν, ἀλλ' ἀνάψας λύχνον, τὸν Πρόδρομόν σου Λόγε, ἀναζήτησον, καὶ εὑρὲ τὴν σὴν εἰκόνα.

 

Ἀντίστηθι, καὶ καταπολέμησον, ὡς Ἰησοῦς τὸν Ἀμαλήκ, τῆς σαρκὸς τὰ πάθη, καὶ τοὺς Γαβαωνίτας, τοὺς ἀπατηλοὺς λογισμοὺς ἀεὶ νικῶσα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἵνα παθῶν, φλογμὸν κατασβέσῃς, δακρύων ἔβλυζες ἀεί, ὀχετοὺς Μαρία, ψυχὴν πυρπολουμένην, ὧν τὴν χάριν νέμοις, κᾀμοὶ τῷ σῷ οἰκέτῃ.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀπάθειαν, ἐκτήσω οὐράνιον, δι' ἀκροτάτης ἐπὶ γῆς, πολιτείας, Μῆτερ· διὸ τοὺς σὲ ὑμνοῦντας, ἐκ παθῶν ῥυσθῆναι, πρεσβείαις σου δυσώπει.

Δόξα...

Τριάς εἰμι, ἁπλὴ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς, καὶ Μονὰς ὑπάρχω, τῇ φύσει ἡνωμένη. Ὁ Πατήρ φησι, καὶ Υἱὸς καὶ θεῖον Πνεῦμα.

Καὶ νῦν... Θεοτοκίον

Ἡ μήτρα σου, Θεὸν ἡμῖν ἔτεκε, μεμορφωμένον καθ' ἡμᾶς, ἀλλ' ὡς Κτίστην πάντων, δυσώπει Θεοτόκε, ἵνα ταῖς πρεσβείαις, ταῖς σαῖς δικαιωθῶμεν.

 

Κοντάκιον  Αὐτόμελον

Ἦχος πλ. β'  ΤΟ ΑΚΟΥΤΕ

Ψυχή μου ψυχή μου, ἀνάστα, τί καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι· ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

 

ᾨδὴ ζ'

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν. Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός». (Δίς)

 

Ἐξέλιπον, αἱ ἡμέραι μου, ὡς ἐνύπνιον ἐγειρομένου· ὅθεν ὡς Ἐζεκίας δακρύω, ἐπὶ κλίνης μου προσθῆναί μοι χρόνους ζωῆς. Ἀλλὰ τίς Ἡσαΐας, παραστήσεταί μοι ψυχή, εἰ μὴ ὁ πάντων Θεός;

 

Προσπίπτω σοι, καὶ προσάγω σοι, ὥσπερ δάκρυα τὰ ῥήματά μου, ἥμαρτον, ὡς οὐχ ἥμαρτε Πόρνη, καὶ ἠνόμησα, ὡς ἄλλος οὐδεὶς ἐπὶ γῆς. Ἀλλ' οἰκτείρησον Δέσποτα τὸ ποίημά σου, καὶ ἀνακάλεσαί με.

 

Κατέχρωσα, τὴν εἰκόνα σου, καὶ παρέφθειρα τὴν ἐντολήν σου, ὅλον ἀπημαυρώθη τὸ κάλλος, καὶ τοῖς πάθεσιν ἐσβέσθη Σωτὴρ ἡ λαμπάς· ἀλλ' οἰκτείρας ἀπόδος μοι, ὡς ψάλλει Δαυῒδ τὴν ἀγαλλίασιν.

 

Ἐπίστρεψον, μετανόησον, ἀνακάλυψον τὰ κεκρυμμένα, λέγε Θεῷ τῷ τὰ πάντα εἰδότι. Σὺ γινώσκεις μου τὰ κρύφια μόνε Σωτήρ, καὶ αὐτός με ἐλέησον, ὡς ψάλλει Δαυΐδ, κατὰ τὸ ἔλεός σου.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Βοήσασα, πρὸς τὴν ἄχραντον, Θεομήτορα πρὶν ἀπεκρούσω, λύσσαν παθῶν βιαίων ὀχλούντων, καὶ κατῄσχυνας, ἐχθρὸν τὸν πτερνίσαντα. Ἀλλὰ δὸς νῦν βοήθειαν ἐκ θλίψεως, κᾀμοὶ τῷ δούλῳ σου.

Ὁσία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὃν ἔστερξας, ὃν ἐπόθησας, δι' ὃν ἔτηξας σάρκας Ὁσία, αἴτησαι νῦν Χριστὸν ὑπὲρ δούλων, ὅπως ἵλεως γενόμενος πᾶσιν ἡμῖν, εἰρηναίαν κατάστασιν βραβεύσειε, τοῖς σεβομένοις αὐτόν.

Δόξα...

Τριὰς ἁπλή, ἀδιαίρετε, Ὁμοούσιε Μονὰς ἁγία, φῶτα καὶ φῶς καὶ ἅγια τρία, καὶ ἕν ἅγιον ὑμνεῖται Θεὸς ἡ Τριάς, ἀλλ' ἀνύμνησον, δόξασον ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.

Καὶ νῦν... Θεοτοκίον

Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν, καὶ αὐτὴ προηνέῳξας ἡμῖν, τοῖς ἐν γῇ τὰ ἐπουράνια.

 

ᾨδὴ η'

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτισις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». (Δίς)

 

Τὸ τῶν δακρύων, Σωτὴρ ἀλάβαστρον, ὡς μύρον κατακενῶν, ἐπὶ κεφαλῆς, κράζω σοι ὡς ἡ Πόρνη, τὸν ἔλεον ζητοῦσα, δέησιν προσάγω, καὶ ἄφεσιν αἰτῶ λαβεῖν με.

 

Εἰ καὶ μηδείς, ὡς ἐγώ σοι ἥμαρτεν, ἀλλ, ὅμως δέξαι κᾀμέ, εὔσπλαγχνε Σωτήρ, φόβῳ μετανοοῦντα, καὶ πόθῳ κεκραγότα. Ἥμαρτόν σοι μόνῳ, ἠνόμησα, ἐλέησόν με.

 

Φεῖσαι Σωτήρ, τοῦ ἰδίου πλάσματος, καὶ ζήτησον ὡς ποιμήν, τὸ ἀπολωλός, πρόβατον πλανηθέντα, ἐξάρπασον τοῦ λύκου, ποίησόν με θρέμμα, ἐν τῇ νομῇ τῶν σῶν προβάτων.

 

Ὅταν Κριτής, καθίσῃς ὡς εὔσπλαγχνος, καὶ δείξῃς τὴν φοβεράν, δόξαν σου Χριστέ, ὦ ποῖος φόβος τότε! καμίνου καιομένης, πάντων δειλιώντων, τὸ ἄστεκτον τοῦ βήματός σου.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἡ τοῦ Φωτός, τοῦ ἀδύτου Μῆτέρ σε, φωτίσασα σκοτασμοῦ, ἔλυσε παθῶν· ὅθεν εἰσδεδεγμένη, τοῦ Πνεύματος τὴν χάριν, φώτισον Μαρία, τοὺς σὲ πιστῶς ἀνευφημοῦντας.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Θαῦμα καινόν, κατιδὼν ἐξίστατο, ὁ θεῖος ὄντως ἐν σοί, Μῆτερ Ζωσιμᾶς· Ἄγγελον γὰρ ἑώρα, ἐν σώματι καὶ θάμβους, ὅλος ἐπληροῦτο, Χριστὸν ὑμνῶν εἰς τοὺς αἰῶνας.

Δόξα...

Ἄναρχε Πάτερ, Υἱὲ συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμα τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦμα ζῶν καὶ κτίζον, Τριὰς Μονὰς ἐλέησόν με.

Καὶ νῦν... Θεοτοκίον

Ὡς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε, ἡ νοητὴ πορφυρίς, τοῦ Ἐμμανουήλ, ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη· ὅθεν Θεοτόκον, ἐν ἀληθείᾳ σε τιμῶμεν.

 

ᾨδὴ θ'

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν». (Δίς)

 

Σπλαγχνίσθητι σῶσόν με, Υἱὲ Δαυΐδ ἐλεησον, ὁ δαιμονῶντας, λόγῳ ἰασάμενος, φωνὴν δὲ τὴν εὔσπλαγχνον, ὡς τῷ Λῃστῇ μοι φράσον. Ἀμήν σοι λέγω μετ' ἐμοῦ, ἔσῃ ἐν τῷ Παραδείσῳ, ὅταν ἔλθω ἐν τῇ δόξη μου.

 

Λῃστὴς κατηγόρει σοι, Λῃστὴς ἐθεολόγει σοι· ἀμφότεροι γάρ, σταυρῷ συνεκρέμαντο, ἀλλ' ὦ Πολυεύσπλαγχνε, ὡς τῷ πιστῷ Λῃστῇ σου, τῷ ἐπιγνόντι σε Θεόν, κᾀμοὶ ἄνοιξον τὴν θύραν, τῆς ἐνδόξου βασιλείας σου.

 

Ἡ κτίσις συνείχετο, σταυρούμενόν σε βλέπουσα, ὄρη καὶ πέτραι, φόβῳ διερρήγνυντο, καὶ γῆ συνεσείετο, καὶ ᾍδης ἐγυμνοῦτο, καὶ συνεσκότασε τὸ φῶς, ἐν ἡμέρᾳ καθορῶν σε, Ἰησοῦ, προσηλωμένον σαρκί.

 

Ἀξίους μετανοίας, καρποὺς μὴ ἀπαιτήσῃς με· ἡ γὰρ ἰσχύς μου, ἐν ἐμοὶ ἐξέλιπε, καρδίαν μοι δώρησαι, ἀεὶ συντετριμμένην, πτωχείαν δὲ πνευματικήν, ἵνα ταῦτά σοι προσοίσω, ὡς δεκτὴν θυσίαν μόνε Σωτήρ.

 

Κριτά μου καὶ γνῶστά μου, ὁ μέλλων πάλιν ἔρχεσθαι, σὺν τοῖς Ἀγγέλοις, κρῖναι Κόσμον ἅπαντα, ἱλέῳ σου ὄμματι, τότε ἰδών με φεῖσαι, καὶ οἴκτειρόν με Ἰησοῦ, τὸν ὑπὲρ τὴν πᾶσαν φύσιν, τῶν ἀνθρώπων ἁμαρτήσαντα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀπάσας ἐξέστησας, τῇ ξένῃ πολιτείᾳ σου, Ἀγγέλων τάξεις, βροτῶν τὰ συστήματα, ἀΰλως βιώσασα· καὶ φύσιν ὑπερβᾶσα, ἀνθ' ὧν ὡς ἄϋλος τοῖς ποσίν, ἐπιβαίνουσα Μαρία, Ἰορδάνην διεπέρασας.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Τὸν Κτίστην ἱλέωσαι, ὑπὲρ τῶν εὐφημούντων σε, ὁσία Μῆτερ, ῥυσθῆναι κακώσεων, καὶ θλίψεων τῶν κύκλῳ, συνεπιτιθεμένων, ἵνα ῥυσθέντες τῶν πειρασμῶν, μεγαλύνωμεν ἀπαύστως, τὸν δοξάσαντά σε Κύριον.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπερ ἡμῶν

Ἀνδρέα σεβάσμιε, καὶ Πάτερ τρισμακάριστε, Ποιμὴν τῆς Κρήτης, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν σὲ ὑμνούντων, ἵνα ῥυσθῶμεν πάσης, ὀργῆς καὶ θλίψεως καὶ φθορᾶς, καὶ πταισμάτων λυτρωθῶμεν, οἱ τιμῶντές σου τὴν μνήμην ἀεί.

Δόξα...

Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν, Τριάδα ἀχώριστον, Μονάδα κατ' οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.

Καὶ νῦν... Θεοτοκίον

Τὴν Πόλιν σου φύλαττε, Θεογεννῆτορ πάναγνε· ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν σοὶ καὶ κρατύνεται, καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασμόν, καὶ σκυλεύει πολεμίους καὶ διέπει τὸ ὑπήκοον.

 

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν β' Στιχολογίαν

 

Κάθισμα  Ἦχος β'

Ὁ εὐσχήμων Ἰωσὴφ  ΤΟ ΑΚΟΥΤΕ

Ὁ τοῖς Πάθεσι τοῖς σοῖς, πᾶσιν ἀπάθειαν διδούς, τὰ πάθη τῆς σαρκός μου, νεκρώσας τῷ Σταυρῷ, τῷ θείῳ, καταξίωσον, ἰδεῖν καὶ τὴν σεπτήν, Ἀνάστασίν σου Κύριε, ἵνα λάβωμεν πλουσίως τὸ μέγα ἔλεος.

 

Δόξα... τὸ αὐτὸ

 

Καὶ νῦν... Σταυροθεοτοκίον

Τῷ τιμίῳ Σταυρῷ τοῦ Υἱοῦ σου, φυλαττόμενοι Δέσποινα, ἁγνὴ Θεοτόκε, πᾶσαν προσβολὴν τοῦ πολεμήτορος, ἅπαντες ῥαδίως ἐκτρεπόμεθα· διὸ κατὰ χρέος σὲ ἀεὶ μακαρίζομεν, ὡς Μητέρα τοῦ Θεοῦ, καὶ μόνην ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Μετὰ τὴν γ' Στιχολογίαν

 

Κάθισμα  Ἦχος β'

Εὐσπλαγχνίας ὑπάρχουσα  ΤΟ ΑΚΟΥΤΕ

Τῆς ἁγνείας ὑπάρχων ἡ πηγή, τῇ νηστείᾳ συντήρησον ἡμᾶς Ἐλεῆμον, βλέψον εἰς ἡμᾶς τοὺς σοὶ προσπίπτοντας, πρόσχες τῇ ἐπάρσει τῶν χειρῶν ἡμῶν, ὁ τείνας τάς παλάμας σου, ἐν ξύλῳ σταυρούμενος, ὑπὲρ πάντων γηγενῶν ὁ τῶν Ἀσωμάτων μόνος Κύριος.

 

Δόξα... τὸ αὐτὸ

 

Καὶ νῦν... Σταυροθεοτοκίον

Ἡ Παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε νεκρὸν ἡπλωμένον, κλαίουσα πικρῶς, Υἱέ μου ἔλεγε, τί τὸ φοβερὸν τοῦτο μυστήριον, ὁ πᾶσι δωρούμενος, ζωὴν τὴν αἰώνιον, ἑκουσίως ἐν Σταυρῷ, πῶς θνῄσκεις θάνατον, ἐπονείδιστον;

 

ᾨδὴ ε'  Ἦχος β'

Ὁ φωτισμὸς τῶν ἐν σκότει  ΤΟ ΑΚΟΥΤΕ

Τὴν ἐν ἐμοί, καθορῶν ἁμαρτίαν, ὁ δολιόφρων, σπεύδει καὶ συμπράττει τῇ ἁμαρτίᾳ· χαίρει γὰρ ὄντως τῇ ἐμῇ ἀπωλείᾳ. Ἀλλὰ σύ μοι δίδου διόρθωσιν, Σῶτερ εἰς ἐκείνου ἀναίρεσιν δέομαι.

 

Ὁ τὰς ἀρχάς, θριαμβεύσας τοῦ σκότους ἐν τῷ Σταυρῷ σου, τούτων ἐξελοῦ με τῆς κακουργίας, τὸν ἐμπεσόντα εἰς βυθὸν ἁμαρτίας, καὶ εἰς βόθρον ἀτόπων πράξεων, σοῦ δὲ τῷ ἐλέει, σωθῆναι ἐλπίζοντα.

 

Ὁ νεκρωθείς, ἐν Σταυρῷ ἡπλωμένος, τὴν νεκρωθεῖσαν, ζώωσον ψυχήν μου τῇ ἁμαρτίᾳ· καὶ τὴν σεπτήν σου Ἐξανάστασιν φθάσαι, ἐν εἰρήνῃ Χριστὲ ἀξίωσον, πράττοντα τὰ σά, ἐμμελῶς δικαιώματα.

Θεοτοκίον

Ὁ φωτισμός, τῆς ἐμῆς ἀσθενείας, ἡ σωτηρία, τῆς ἀμαυρωθείσης, Ἁγνὴ ψυχῆς μου, σῶσόν με σῶσον, ἀπολλύμενον Κόρη, καὶ χιτῶνα τῆς ἀφθαρσίας με, ἔνδυσον φθαρέντα, δεινοῖς πλημμελήμασι.

Εἱρμὸς ἄλλος

Τῆς νυκτὸς διελθούσης  ΤΟ ΑΚΟΥΤΕ

Σὺ ἐν τόπῳ Κρανίου, σαρκὶ σταυρωθῆναι, κατεδέξω μόνε Ἀθάνατε, τὸ ἀνθρώπινον γένος, ἀπαθανατίζων, καὶ ἀναμορφούμενος Κύριε.

 

Τὴν τοῦ Πάθους σου ὕβριν, ἡ Κτίσις ὁρῶσα, ὅλη μετεβάλλετο, Κύριε, Ἰουδαίων θρηνοῦσα, τὴν μιαιφονίαν, ἀλλ' ἠνέσχου σῶσαι τὰ σύμπαντα.

Δόξα...

Ὦ Τριὰς παναγία, σὺ ἡμῶν λατρεία, σὺ καὶ προσφυγὴ καὶ κραταίωμα, τοῖς ἐν φύσει μιᾷ σε, ἀνυμνολογοῦσιν, ἱλασμὸν πταισμάτων κατάπεμψον.

Καὶ νῦν... Θεοτοκίον

Πολυώνυμε Κόρη, χαίροις Θεοτόκε, κιβωτὲ καὶ στάμνε καὶ τράπεζα, φωτοφόρε λυχνία, πυρίμορφε βάτε, ὄρος τοῦ Θεοῦ τὸ κατάσκιον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Κόσμῳ καὶ τοῖς ἐν κόσμῳ, χαίρειν προσειπόντες, νῦν ὡς τῷ Χριστῷ, συσταυρούμενοι, ὑπομείνωμεν ὕβριν, χλεύην καὶ τὰ ἄλλα, ἵνα σὺν αὐτῷ δοξασθῶμεν.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τῆς νυκτὸς διελθούσης, ἤγγικεν ἡ ἡμέρα, καὶ τὸ φῶς τῷ κόσμῳ ἐπέλαμψε· διὰ τοῦτο ὑμνεῖ σε, τάγματα Ἀγγέλων, καὶ δοξολογοῦσί σε, Κύριε».

 

ᾨδὴ η'

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς  ΤΟ ΑΚΟΥΤΕ

Ὁ ταπεινώσας σεαυτόν, ἀνυψώθης ἐν Σταυρῷ δι' εὐσπλαγχνίαν, ἀνυψῶν τὸν πεσόντα, βρώσει τοῦ ξύλου ποτέ· διό σε μόνε ὑπεράγαθε, τὸν δεδοξασμένον, ὑμνοῦμεν εἰς αἰῶνας.

 

Ἀπροσεξίας νυσταγμῷ, ἁμαρτίας τὸν βαρὺν ὑπέστην ὕπνον, ἀλλὰ σὺ ὁ ὑπνώσας, ἐπὶ Σταυροῦ δι' ἐμέ, Χριστέ μου, ἔγειρον πτωθέντα με, μή με καταλάβῃ, ἡ νὺξ ἡ τοῦ θανάτου.

 

Ἐκτυφλωθεὶς ταῖς ἡδοναῖς, περιφέρω τὴν ψυχὴν ἐσκοτισμένην, καὶ γελᾷ καθορῶν με, ὁ δολιόφρων ἐχθρός· διό με φώτισον καὶ λύτρωσαι, τούτου τῆς κακίας, Χριστὲ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ἐν ἀμελείᾳ τὴν ζωήν, δαπανήσας νυσταγμῷ τῆς ἁμαρτίας, τὴν ψυχὴν ἐβαρύνθην, τῇ ἀκοιμήτῳ δέ σου πρεσβείᾳ, προστρέχω. Μὴ δώσῃς με, εἰς θάνατον Κόρη, πανάχραντε ὑπνῶσαι.

Ἄλλος

Τὸν ἐν τῇ βάτῳ Μωσεῖ  ΤΟ ΑΚΟΥΤΕ

Ἀκάνθαις στεφανωθείς, καὶ στολὴν ἐκ πορφύρας, ἐνδυσάμενος ὤφθης, ὡραιότατατος Χριστέ, τῷ κάλλει ὑπὲρ πάντας, τοὺς υἱοὺς τῶν ἀνθρώπων, τῇ δόξῃ ἀπαστράπτων.

 

Χολὴν καὶ ὄξος πιών, δύο ῥεῖθρα προχέεις, ζωῆς καὶ ἀφθαρσίας, ἐκ τῆς θείας Πλευρᾶς σου, τοῖς πίστει σε ὑμνοῦσι, καὶ δοξολογοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Θεότης μία Τριάς, ἡ ἀμέριστος φύσις, μεριστὴ δὲ προσώποις, τὸ ἀνώλεθρον κράτος, Πάτερ Υἱὲ καὶ Πνεῦμα, σὲ ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον

Θεογεννῆτορ Ἁγνή, ἡ οὐράνιος πύλη, ἡ σωτήριος θύρα, πάντων τῶν Χριστιανῶν, τὴν δέησιν προσδέχου, τῶν σὲ μακαριζόντων, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σταυρὲ τὸ σκῆπτρον Χριστοῦ, Ἐκκλησίας τὸ κέρας, Βασιλέων τὸ νῖκος, φύλαξ τῶν Χριστιανῶν, αὐτὸς εἶ φωτισμός μου, αὐτὸς καὶ καύχημά μου, εἰς πάντας τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ Προσκυνοῦμεν...

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει, προτυπώσαντα ποτέ, ὑμνεῖτε εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Ἡ τὸν πρὸ ἡλίου  ΤΟ ΑΚΟΥΤΕ

Τὴν λελεπρωμένην, ψυχήν μου ταῖς ἀτόποις ἐνθυμήσεσι, τῷ ῥαντισμῷ τοῦ Αἵματός σου κάθαρον, θεῖε Λόγε, καὶ κοινωνόν, τῆς δόξης σου μὲ ποίησον, ὁ δι' ἐμὲ τήν ἄδοξον, καθυπομείνας Χριστὲ Σταύρωσιν.

 

Ὅλος κατεκάμφθην, τῷ βάρει τῶν ἀτόπων Χριστὲ πράξεων, καὶ σκυθρωπάζων κράζω σοι Φιλάνθρωπε. Τῆς ψυχῆς μου τοὺς ἀνιάτους, μώλωπας θεράπευσον, τῷ σῷ τιμίῳ Αἵματι, ἵνα ὑμνῶ σου τὴν Θεότητα.

 

Βρῶμα τὴν κακίαν, καὶ πόμα τὴν ἀμέλειαν ποιούμενος, ὁ κατὰ πάντα μένων ἀδιόρθωτος, τῶν βρωμάτων τῇ ἀποχῇ, ἀκαίρως ἐπαγάλλομαι· οὐ γὰρ τοιαύτην ἔφησε, νηστείαν ἔσεσθαι ὁ Κύριος.

Θεοτοκίον

Τὴν τῆς ἀποτόμου, ἀρχαίας ἀναιρέτιν ἀποφάσεως, καὶ τῆς Προμήτορος τὴν ἐπανόρθωσιν, τὴν τοῦ γένους τῆς πρὸς Θεόν, αἰτίαν οἰκειώσεως, τὴν πρὸς τὸν Κτίστην γέφυραν, σὲ Θεοτόκε μεγαλύνομεν.

Εἱρμὸς ἄλλος

Τὴν ἁγνὴν καὶ ἄχραντον  ΤΟ ΑΚΟΥΤΕ

Ξυλῳ σταυρωθέντος σου, ἡ Κτίσις ἐδονεῖτο, Θεὸς ὑπάρχων, πέπονθας σαρκικῶς, διὰ σπλάγχνα οἰκτιρμῶν, ἵνα σώσῃς ἡμᾶς.

 

Τοῦ Σταυροῦ σου Κύριε, ἡ δύναμις μεγάλη· καὶ γὰρ τυποῦντες τοῦτον ἐν αὐτοῖς εὐθὺς δαιμόνων τὴν ἰσχύν, ἀποκρουόμεθα.

Δόξα...

Μονὰς τρισυπόστατε, τριὰς ἑνικωτάτη, κυριαρχία, φύσις ἰσοκλεής, Πάτερ Υἱὲ καὶ θεῖον Πνεῦμα, σῶσον πάντας ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον

Χαίροις ἱλαστήριον, τοῦ κόσμου Θεοτόκε, ἐν ᾧ προστρέχοντες, πάντες ἁμαρτωλοί, πρὸς Θεὸν καταλλαγάς, ἀεὶ εὑρίσκομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τοῦ Σταυροῦ σου Κύριε, τῇ θείᾳ δυναστείᾳ ἐνίσχυσόν με, ἄμωμον καὶ ἁγνόν, τὸν καιρόν σοι τῆς νηστείας, προσενέγκασθαι.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

Τὴν ἁγνὴν καὶ ἄχραντον, Μητέρα καὶ Παρθένον, ᾠδαῖς ᾀσμάτων, ἅπαντες οἱ πιστοί, ὡς Θεοτόκον μεγαλύνομεν.

 

Ἀπόστιχα τῶν Αἴνων

Ἦχος πλ. δ'

Τὸ τῆς Νηστείας διάγγελμα, περιχαρῶς ὑποδεξώμεθα· εἰ γὰρ ταύτην ὁ Προπάτωρ διεφυλάξατο, τὴν τῆς Ἐδὲμ ἔκπτωσιν οὐκ ἂν ὑπέστημεν, ὡραῖος ἦν εἰς ὅρασιν, καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός, μὴ συναρπασθῶμεν τοῖς βλεφάροις, μηδὲ γλυκανθήτω ἡμῶν ὁ φάρυγξ, τοῖς τιμωμένοις βρώμασι, μετὰ δὲ τὴν μετάληψιν ἀτιμαζομένοις, φύγωμεν τὴν ἀκρασίαν, καὶ τοῖς μετὰ κόρον πάθεσιν, μὴ ὑποβληθῶμεν· ἐνσημανθῶμεν τῷ αἵματι, τοῦ ὑπὲρ ἡμῶν ἀχθέντος εἰς θάνατον ἑκουσίως, καὶ οὐ μὴ θίγῃ ἡμῶν ὁ ὀλοθρευτής, καὶ φάγοιμεν Πάσχα, Χριστοῦ τὸ ἱερώτατον, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. (Δίς)

Μαρτυρικὸν

Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός. Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν. Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε. Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι. Πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον

Ὢ τοῦ παραδόξου θαύματος!  ΤΟ ΑΚΟΥΤΕ

Ὡς ἔβλεψέ σε σταυρούμενον, ἐν τῷ Κρανίῳ Σωτήρ, ἠλλοιοῦτο ἡ σύμπασα, Κτίσις καὶ συνείχετο, δονουμένη μὴ φέρουσα· ἡ δὲ Παρθένος, ἁγνὴ καὶ Μήτηρ σου, ὀδυρομένη, σοὶ ἀνεβόησεν· Οἴμοι ὦ τέκνον μου, Σῶτέρ μου γλυκύτατε! τί τὸ καινόν, τοῦτο καὶ παράδοξον, καὶ ξένον θέαμα;

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

 

Τὸ τροπάριον τῆς Προφητείας

Ἦχος πλ. δ'

Τὸν πολυαμάρτητον ἡμῶν βίον, καὶ τὸν ἀμετανόητον τρόπον, οἰκτιρμοῖς προκατάλαβε Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, ζωῆς καὶ θανάτου δεσπόζοντα, σῶσον ὡς φιλάνθρωπος.

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

Προκείμενον  Ἦχος δ'  Ψαλμὸς ιζ'

Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου.

Στίχ. Ὁ Θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ΄ αυτόν.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. Γ', 1-14)

Ἰδού, ὁ Δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα, καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστήν, καὶ δικαστήν, καὶ προφήτην, καὶ στοχαστήν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Καὶ συμπεσεῖται ὁ λαός, ἄνθρωπος πρὸς ἄνθρωπον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ, προσκόψει τὸ παιδάριον πρὸς τὸν πρεσβύτην, καὶ ὁ ἄτιμος πρὸς τὸν ἔντιμον. Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ, λέγων· Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐρεῖ· οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἐστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδε ἱμάτιον, οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἱερουσαλήμ, καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν, μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦσι, διότι ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς, τὴν δὲ ἁμαρτίαν αὐτῶν, ὡς Σοδόμων ἀνήγγειλαν, καὶ ἐνεφάνισαν. Οὐαὶ τῇ ψυχῇ αὐτῶν! διότι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, τοίνυν, τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγωνται, οὐαὶ τῷ ἀνόμῳ! πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ· αὐτὸς γὰρ Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ.

 

Προκείμενον  Ἦχος πλ. β'  Ψαλμὸς ιη'

Κύριε, βοηθέ μου καὶ λυτρωτά μου.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.