Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ
Ἀπόστικα
Ἦχος πλ. δ'
Διὰ νηστείας καθαρθῆναι σπεύσωμεν, τοῦ ῥύπου τῶν πταισμάτων ἡμῶν, καὶ δι' ἐλέους καὶ φιλανθρωπίας, τῆς πρὸς τοὺς πένητας, εἰσελθεῖν εἰς τὸν νυμφῶνα τοῦ νυμφίου Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος. (Δίς)
Μαρτυρικὸν
Μάρτυρες Κυρίου, ἱκετεύσατε τὸν Θεὸν ἡμῶν, καὶ αἰτήσατε ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν ἔνδοξον καὶ ἄχραντον Θεοτόκον ἀληθῆ, ὡς Μητέρα τοῦ Θεοῦ, ἀνυμνήσωμεν εὐσεβῶς, χαιρετίζοντες αὐτὴν ὡς ὁ Ἄγγελος, Χαῖρε Μήτηρ ἁγία, τοῦ σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ, χαῖρε ἐνδιαίτημα τοῦ ἁγίου Πνεύματος, ἡ πρεσβεύουσα ἀεὶ ὑπὲρ ἡμῶν, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΤΡΙΤῌ ΤΗΣ ΤΥΡΙΝΗΣ
ΠΡΩΪ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὑπεράγαθε Λόγε σὺν τῷ Πατρί, καὶ τῷ Πνεύματι κτίσας τὰ ὁρατά, ὁμοῦ καὶ ἀόρατα, ἐν ἀρρήτῳ, σοφίᾳ σου, τῆς φαιδρᾶς Νηστείας, καιρὸν διανύσασθαι, ἐν εἰρήνῃ βαθείᾳ, εὐδόκησον εὔσπλαγχνε, λύων τὴν ἀπάτην, τῆς πικρᾶς ἁμαρτίας, παρέχων κατάνυξιν, καὶ ἰάσεων δάκρυα, καὶ πταισμάτων συγχώρησιν, ἵνα ἀδιστάκτῳ ψυχῇ, ἐν προθύμῳ τῷ πνεύματι νηστεύοντες, σὺν ἀγγέλοις ὑμνοῦμεν τὸ κράτος σου. (Δίς)
Θεοτοκίον
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις, ἔσχες τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην καὶ Κύριον· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, καὶ πίστει δοξάζω σε, τοῦ ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις Πανάμωμε.
ᾨδὴ β' Ἦχος γ'
Ὡς ὄμβρος ἐπ' ἄγρωστιν ΤΟ ΑΚΟΥΤΕ
Ὡς ὄρθρος ἐξέλαμψεν, ἡμῖν τῆς μετανοίας, ἀκτῖνας τὰ προπύλαια, λαμπρῶς τῆς ἐγκρατείας.
Τοῦ σκότους με λύτρωσαι, Χριστὲ τοῦ ἐξωτέρου τῷ πλήθει τοῦ ἐλέους σου, ὡς μόνος ἐλεήμων.
Πυρός με ἐξάρπασον, καὶ σκώληκος Σωτήρ, τοῦ ἀκοιμήτου, μετανοίας ἐμμελείᾳ καθαρθέντα.
Θεοτοκίον
Παρθένε πανύμνητε, ὁδὸς ἡμῖν γενοῦ, τῆς μετανοίας, σωτηρίας, ὁδηγοῦσα πρὸς τὰς πύλας.
Εἱρμὸς ἄλλος Ἦχος β'
Προσέχετε λαός μου τῷ νόμῳ μου ΤΟ ΑΚΟΥΤΕ
Καιρὸς μετανοίας ἐφέστηκε, σπεύσωμεν φιλόχριστοι, καθαρθῆναι πάντων τῶν πταισμάτων, καὶ ὀφθῆναι τῷ Δεσπότῃ μακάριοι.
Νηστείαν καθαρὰν ἀναμάρτητον, σπεύσωμεν τελέσωμεν, νῦν ἀδιαλείπτως, ἵνα εὕρωμεν πταισμάτων ἄφεσιν.
Ὑπάρχεις γὰρ Χριστὲ πολυέλεος, πάντας ἀγαθέ, ἀεὶ προσδεχόμενος, ἐν μετανοίᾳ· διὸ πάντες σε ἀεὶ δοξάζομεν.
Δόξα...
Τριάδα ἐν μονάδι δοξάσωμεν, ἄτμητον ἀσύγχυτον, ἀδιαίρετον, τῇ ὑποστάσει, διαιρετὴν δὲ τοῖς προσώποις Θεόν.
Καὶ νῦν... Θεοτοκίον
Ἁγνὴ Παρθενομῆτορ δυσώπησον, ὅν περ ἐσωμάτωσας, ὡς βροτὸν Παρθένε καὶ Λόγον, ἵνα σώσῃ κινδύνων τοὺς δούλους σου.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Προσέχετε λαός μου τῷ νόμῳ μου, κλίνατε τὸ οὖς ὑμῶν, εἰς τὰ ῥήματα τοῦ στόματός μου, ὅτι τὸ ὄνομά σου Κύριε ἐκάλεσα».
ᾨδὴ η'
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς ΤΟ ΑΚΟΥΤΕ
Μεταμελείας ὁ καιρός, μετανοίας ἐπιδείξασθαι, καρποὺς ἀξίους, τῷ Θεῷ ψυχῇ μου, σπεῦσον διανάστηθι, καὶ βόησον ἐκτενῶς, ἐν νηστείαις καὶ εὐχαῖς. Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Προκαθαρθῶμεν ἀδελφοί, τῆς ψυχῆς τὰ αἰσθητήρια, καὶ τῷ Κυρίῳ νῦν προσκολληθῶμεν, τρόποις κατανύξεως, βοῶντες εἰλικρινῶς, μετανοίᾳ καθαρᾷ· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὸν ἐνεδρεύοντα ἐχθρόν, λιχνοτέραις ἐνθυμήσεσι, καὶ ἀκρασίᾳ ἡδονῆς βραχείας, θέλγοντα τὴν αἴσθησιν, νεκρῶσαι σπουδάσωμεν ἐπιμόνῳ προσευχῇ, ὑμνοῦντες εὐλογοῦντες, καὶ ὑπερυψοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἡ οὐρανώσασα ἡμῶν, τὸ γεῶδες Κόρη φύραμα, τὴν γεωθεῖσαν καὶ καταφθαρεῖσαν, τῆς ψυχῆς μου αὔλακα, τῷ ὄμβρῳ σῶν οἰκτιρμῶν, καρποφόρον ἀρεταῖς, ἀνάδειξον βοῶσαν, καὶ ὑπερυψοῦσαν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Εἱρμὸς ἄλλος
Τὸν ἐν τῇ βάτῳ Μωσεῖ ΤΟ ΑΚΟΥΤΕ
Προκαθαρθῶμεν νυνί, μὴ τοῖς βρώμασι μόνον, ἀλλὰ καὶ ταῖς πράξεσι, καὶ ἀρξώμεθα πιστοὶ θερμῇ τῇ διανοίᾳ, ἵνα τῷ κτίστῃ φαιδροί, ὀφθῶμεν εἰς αἰῶνας.
Οὕτως ἡμᾶς νηστεύειν δεῖ, μὴ ἐν ἔχθρᾳ καὶ μάχῃ, μὴ ἐν φθόνῳ καὶ ἔριδι, μὴ ἐν κενοδοξίᾳ, καὶ δόλῳ κεκρυμμένῳ, ἀλλὰ καθὼς ὁ Χριστός, ἐν ταπεινοφροσύνῃ.
Οἱ ἐλεοῦντες φησί, τοὺς πτωχοὺς τῷ Σωτῆρι, δανειοῦσιν ἐμφρόνως, ὢ χαρᾶς ἀνεικάστου! παρέχει γὰρ πλουσίως, τὰς ἀμοιβὰς τῶν καλῶν, εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι· εἷς Θεὸς γὰρ τὰ τρία, σὺν Ἀγγέλοις ἀπαύστως, βροτοὶ ἀνευφημοῦμεν, σὲ παναγία Τριάς, εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε Παρθένε ἁγνή, Θεοτόκε Μαρία, ἱλαστήριον κόσμου, ὀρθοδόξων τὸ κέρας, ἱκέτευε ῥυσθῆναι, ἐκ τοῦ ἀσβέστου πυρός, τοὺς σὲ δοξολογοῦντας, εἰς πάντας τούς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει, προτυπώσαντα ποτέ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
ᾨδὴ θ'
Σὲ τὴν ἀκατάφλεκτον βάτον ΤΟ ΑΚΟΥΤΕ
Ἄνοιξον ἡμῖν τοῦ ἐλέους σου, τὰ ἄχραντα σπλάγχνα, ὁ μετάνοιαν βροτοῖς εἰς σωτηρίαν, δωρησάμενος, μόνε Σωτὴρ πολυέλεε.
Οἴμοι! τί φρικῶδες ἐκεῖνο, τὸ ἀδέκαστον Βῆμα, ἐν ᾧ μέλλομεν γυμνοί, ποιεῖσθαι λόγον, ὧν ἐν τῷ βίῳ κακῶν διεπράξαμεν!
Ὄμβρησον ἡμῖν εὐσπλαγχνίας, Εὐεργέτα ῥανίδα, κατακλύζουσαν ἡμῶν, τὸν ῥύπον πάντα, ἀφορμὰς μετανοίας ἡμῖν παρεχόμενος.
Πάντες ἐν προθύμῳ καρδίᾳ, τῆς ἁγίας Νηστείας, τὰ προπύλαια λαμπρῶς συνεισελθόντες, εὐχαρίστους δὲ ᾠδάς, τῷ Χριστῷ προσενέγκωμεν.
Θεοτοκίον
Σὲ τὴν κραταιάν προστασίαν, καὶ βεβαίαν ἐλπίδα, ἀνυμνοῦντες εὐσεβῶς, ἐκδυσωποῦμεν· Τὸν Υἱόν σου δυσώπει, Παρθένε τοῦ σωθῆναι ἡμᾶς.
Εἱρμὸς ἄλλος
Τὴν παρθενίαν σου Θεοτόκε ΤΟ ΑΚΟΥΤΕ
Νῦν προκαθαιρώμεθα, ἐν νηστείᾳ, καὶ δάκρυσι, καὶ μεγίστοις κατορθώμασιν, ἵνα εὕρωμεν μέγα ἔλεος.
Νῦν μιμησώμεθα, τὰς φρονίμους Παρθένους φιλόχριστοι, καὶ σπεύσωμεν Χριστῷ ὑπαντῆσαι, μετὰ λαμπάδων φαιδρῶν.
Νῦν μιμησώμεθα, τὸν Ἠλίαν νηστεύοντα, καὶ φεύγοντα τὴν Ἰεζάβελ, τὴν πονηράν, ἵνα οὕτως ἀναληφθῶμεν ἐκ γῆς.
Δόξα...
Ἅγιος, Ἅγιος, Ἅγιος, τρισάγιε, Πάτερ παντοκράτορ, καὶ Υἱὲ ὁμοούσιε, σὺν τῷ Πνεύματι, μία Θεότης.
Καὶ νῦν... Θεοτοκίον
Εἰς σὲ καυχώμεθα, καὶ εἰς σὲ καταφεύγομεν, ἁγνὴ Ἀειπάρθενε, σεμνή, τῆς κολάσεως, ῥῦσαι πάντας ἡμᾶς.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν παρθενίαν σου, Θεοτόκε ἀμίαντε, ἣν οὐ κατέφλεξε, τὸ πῦρ τῆς Θεότητος, ταύτην ἀεὶ μεγαλύνομεν».
Ἀπόστιχα τῶν Αἴνων
Ἰδιομελον Ἦχος γ'
Ἀσμένως λαοί, τὴν Νηστείαν ἀσπασώμεθα· ἔφθασε γὰρ τῶν πνευματικῶν ἀγώνων ἡ ἀρχή, ἀφήσωμεν τῆς σαρκὸς τὴν εὐπάθειαν, αὐξήσωμεν τῆς ψυχῆς τὰ χαρίσματα, συγκακοπαθήσωμεν ὡς δοῦλοι Χριστοῦ, ἵνα καὶ συνδοξασθῶμεν ὡς τέκνα Θεοῦ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν οἰκῆσαν, φωτίσῃ τὰς ψυχὰς ἡμῶν. (Δίς)
Μαρτυρικὸν
Βασιλέων καὶ τυράννων, τὸν φόβον ἀπώσαντο οἱ Χριστοῦ Στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως αὐτὸν ὁμολόγησαν, τὸν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα ἡμῶν, καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε, προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι, πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.