ΗΧΟΣ Γ'

Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ

 

Εἰς τὸ Κύριε ἐκέκραξα

Στιχηρὰ Κατανυκτικὰ

Ἦχος γ'

Ἑσπερινὸν ὕμνον, προσφέρομέν σοι Χριστέ, μετὰ θυμιάματος, καὶ ᾠδῶν πνευματικῶν, ἐλέησον Σωτὴρ τὰς ψυχὰς ἡμῶν.

 

Σῶσόν με Κύριε ὁ Θεός μου· σὺ γὰρ πάντων ἡ σωτηρία, ὁ κλύδων με τῶν παθῶν ἐκταράττει, καὶ τὸ βάρος τῶν ἀνομιῶν με βυθίζει· δός μοι χεῖρα βοηθείας, καὶ πρός φῶς ἀνάγαγέ με κατανύξεως, ὡς μόνος εὔσπλαγχνος, καὶ φιλάνθρωπος.

 

Τὸν διεσπαρμένον μου νοῦν συνάγαγε Κύριε, καὶ τὴν χερσωθεῖσάν μου καρδίαν καθάρισον, ὡς τῷ Πέτρῳ διδούς μοι μετάνοιαν, ὡς τῷ Τελώνῃ στεναγμόν, καὶ ὡς τῇ Πόρνῃ δάκρυα, ἵνα μεγάλῃ τῇ φωνῇ κραυγάζω σοι· ὁ Θεὸς σῶσόν με, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

 

Πολλάκις τὴν ὑμνῳδίαν ἐκτελῶν, εὑρέθην τὴν ἁμαρτίαν ἐκπληρῶν, τῇ μὲν γλώττῃ ᾄσματα φθεγγόμενος, τῇ δὲ ψυχῇ ἄτοπα λογιζόμενος, ἀλλ' ἑκάτερα διόρθωσον Χριστὲ ὁ Θεός, διὰ τῆς μετανοίας, καὶ ἐλέησόν με.

 

Τῌ ΔΕΥΤΕΡᾼ ΠΡΩΪ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν Α' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ἦχος γ'

Ἐπὶ τῆς δίκης τῆς φοβερᾶς, ἄνευ κατηγόρων ἐλέγχομαι, ἄνευ μαρτύρων κατακρίνομαι· αἱ γὰρ βίβλοι τοῦ συνειδότος ἀναπτύσσονται, καὶ τὰ ἔργα τὰ κεκρυμμένα ἀνακαλύπτονται, πρὶν οὖν ἐν ἐκείνῳ τῷ πανδήμῳ θεάτρῳ, μέλλῃς ἐρευνῆσαι τὰ ἐμοὶ πεπραγμένα· ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.

 

Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

 

Ἕως πότε ψυχή μου ἐπιμένεις τοῖς  πταίσμασιν, ἕως τίνος λαμβάνεις μετανοίας ὑπέρθεσιν; λάβε κατὰ νοῦν τὴν κρίσιν τὴν μέλλουσαν, καὶ βόησον τῷ Κυρίῳ· Ἥμαρτον ἀναμάρτητε, Κύριε σῶσόν με.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἕκαστος ὅπου σῴζεται, ἐκεῖ δικαίως καὶ προστρέχει, καὶ ποία ἄλλη τοιαύτη καταφυγὴ ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὴν ζ' ᾨδὴν

Μαρτυρικὸν

Τίς μὴ θαυμάσῃ τῶν ἁγίων Μαρτύρων τοὺς ἀηττήτους ἀγῶνας; τὶς μὴ ἐκπλαγῇ τὰ τούτων ἀεὶ κατορθώματα; ὅτι ἐν πυρὶ καὶ μάστιξι, θηρσί τε καὶ σφαγαῖς, τὸν ἀντίδικον ἐχθρὸν ἐτροπώσαντο, βασιλέων κολακείας βδελυξάμενοι, καὶ τυράννων ἀπειλὰς ἀποσεισάμενοι· διὸ καὶ τοὺς στεφάνους ἐκομίσαντο, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος τῷ Κόσμῳ τὸ μέγα ἔλεος.

 

Τῌ ΤΡΙΤῌ ΠΡΩΪ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν Α' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ἦχος γ'

Παροικοῦσα ἐν τῇ γῇ, ψυχή μου μετανόησον, χοῦς ἐν τάφῳ οὐχ ὑμνεῖ, πταισμάτων οὐ λυτροῦται· βόησον Χριστῷ τῷ Θεῷ· Καρδιογνῶστα ἥμαρτον· πρὶν καταδικάσῃς με ἐλέησόν με.

 

Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

 

Ἐν τῇ ὥρᾳ τῆς προσευχῆς, μετανοεῖν ἐπαγγέλλομαι, καὶ ὁ ἐχθρὸς ἐπιμελῶς ἁμαρτάνειν, ἐμβάλλει μοι ἄτοπα, ἀλλ' ἐξ αὐτοῦ με ῥῦσαι ὁ Θεός, καὶ ἐλέησόν με.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ Κόσμου, ταῖς πρεσβείαις σου σῷζε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη.

 

Εἰς τὴν ζ' ᾨδὴν

Μαρτυρικὸν

Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διά τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος, ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ, σῶσαι τὸ ποίμνιον, μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.

 

Τῌ ΤΕΤΑΡΤῌ ΠΡΩΪ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν Α' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ἦχος γ'

Τὴν ὡραιότητα  ΤΟ ΑΚΟΥΤΕ

Τὸ ἀναρίθμητον τῆς ἐξουσίας σου, καὶ τὸ ἑκούσιον τὸ τῆς σταυρώσεως, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι, πῶς ὁ ἀθεώρητος, ἐν σαρκὶ ἐμαστίζετο, θέλων ἐκλυτρώσασθαι ἐκ φθορᾶς τὸ ἀνθρώπινον; διὸ ὡς Ζωοδότῃ βοῶμέν σοι· Δόξα Χριστὲ τῇ Βασιλείᾳ σου.

 

Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

 

Σταυρὸς ἐπάγη ἐπὶ γῆς, καὶ ἥψατο τῶν οὐρανῶν, οὐχ ὡς τοῦ ξύλου φθάσαντος τὸ ὕψος, ἀλλὰ σοῦ τοῦ ἐν αὐτῷ πληροῦντος τὰ σύμπαντα, δόξα σοι.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον

Ῥάβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθῳ σε ἀπαύστως μεγαλύνοντες.

 

Εἰς τὴν ζ' ᾨδὴν

Μαρτυρικὸν

Τῶν Ἀθλοφόρων σου τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας ὡς Παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτοὺς τὰ πάθη σου μιμήσασθαι· ἐνίκησαν ἀνδρείως γὰρ τοῦ Βελίαρ τὴν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα, αὐτῶν ταῖς ἱκεσίαις φιλάνθρωπε, εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.

 

Τῌ ΠΕΜΠΤῌ ΠΡΩΪ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν Α' Στιχολογίαν

Καθίσματα Ἀποστολικὰ

Ἦχος γ'

Θείας πίστεως  ΤΟ ΑΚΟΥΤΕ

Θεῖοι κήρυκες τῆς ἀληθείας, καὶ διδάσκαλοι τῆς Ἐκκλησίας, ἀνεδείχθητε αὐτόπται Ἀπόστολοι· καὶ γὰρ εἰδώλων τὴν πλάνην πατήσαντες, καὶ τὴν Τριάδα τρανῶς ἐκηρύξατε, ἣν πρεσβεύσατε μακάριοι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

 

Δεῦτε ἅπαντες τοὺς Ἀποστόλους ἀνυμνήσωμεν ὡς κυβερνήτας· τῶν εἰδώλων γὰρ τὴν πλάνην ἐδίωξαν, καὶ πρὸς τὸ φῶς τῆς ζωῆς ἐπανήγαγον, καὶ τὴν Τριάδα δοξάζειν ἐδίδαξαν· ὅθεν ἅπαντες αὐτῶν, τὴν σεβάσμιον μνήμην τελοῦντες οἱ πιστοί, τὸν Σωτῆρα δοξάζομεν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ὡς ἀγεώργητος Παρθένε ἄμπελος, τὸν ὡραιότατον βότρυν ἐβλάστησας, ἀναπηγάζοντα ἡμῖν τὸν οἶνον τὸν σωτήριον, τὸν πάντων εὐφραίνοντα τὰς ψυχὰς καὶ τὰ σώματα· ὅθεν ὡς αἰτίαν σε, τῶν καλῶν μακαρίζοντες, ἀεὶ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ κεχαριτωμένη.

 

Εἰς τὴν ζ' ᾨδὴν

Μαρτυρικὸν

Ἦχος γ'

Τὴν ὡραιότητα  ΤΟ ΑΚΟΥΤΕ

Θωρακισάμενοι τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι ὅπλα τῆς πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ ἀθλητικῶς κατεβάλετε· προθύμως τῇ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, καὶ πάσας τὰς τῶν Τυράννων, ἀπειλάς τε καὶ μάστιγας· διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ καρτερόψυχοι.

 

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΩΪ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν Α' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ἦχος γ'

Τὴν ὡραιότητα  ΤΟ ΑΚΟΥΤΕ

Σταυρὸν καὶ θάνατον, παθεῖν ἑλόμενος, μέσον τῆς Κτίσεως τοῦτον κατέπηξας, ὅτε εὐδόκησας Σωτήρ, τὸ σῶμά σου προσηλωθῆναι, τότε καὶ ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε, ταῦτα καὶ Λῃστὴς ὁρῶν, Θεόν σε ὡμολόγησε, βοῶν σοι· Μνήσθητί μου Κύριε, καὶ ἔλαβε πιστεύσας τὸν Παράδεισον.

 

Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

 

Ἐν κυπαρίσσῳ, καὶ πεύκῃ, καὶ κέδρῳ, ὑψώθης ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἵνα σώσῃς τοὺς ἐν πίστει προσκυνοῦντας, τὴν ἑκούσιόν σου Σταύρωσιν· Χριστὲ ὁ Θεὸς δόξα σοι.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον

Τὴν ὡραιότητα  ΤΟ ΑΚΟΥΤΕ

Τὸν ἐπονείδιστον Οἰκτίρμον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας· ὃν ἡ τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο· ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, μόνε ὑπεράγαθε, καὶ φιλάνθρωπε Κύριε, οἰκτείρησον καὶ σῶσον τὸν Κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν.

 

Εἰς τὴν ζ' ᾨδὴν

Μαρτυρικὸν

Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, θεοσεβείας ἰατροί, ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τοὺς αἰκισμοὺς μὴ δειλανδρίσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.

 

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ

 

Εἰς τὸ Κύριε ἐκέκραξα

Στιχηρὰ Μαρτυρικὰ

Ἦχος γ'

Μεγάλη τῶν Μαρτύρων σου Χριστὲ ἡ δύναμις· ἐν μνήμασι γὰρ κεῖνται, καὶ πνεύματα διώκουσι, καὶ κατήργησαν ἐχθροῦ τὴν ἐξουσίαν, τῇ πίστει τῆς Τριάδος, ἀγωνισάμενοι ὑπὲρ τῆς εὐσεβείας.

 

Προφῆται καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα Ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων.

 

Οἱ Μάρτυρές σου Κύριε, πίστει στηριχθέντες, ἐλπίδι βεβαιωθέντες, τοῦ ἐχθροῦ τὴν τυραννίδα ἔλυσαν, καὶ τυχόντες τῶν στεφάνων, μετὰ τῶν Ἀσωμάτων πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Μεγάλη τοῦ Σταυροῦ σου Κύριε ἡ δύναμις· ἐπάγη γὰρ ἐν τόπῳ, καὶ ἐνεργεῖ ἐν Κόσμῳ, καὶ ἀνέδειξεν ἐξ ἁλιέων Ἀποστόλους, καὶ ἐξ ἐθνῶν Μάρτυρας, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Νεκρώσιμον

τοῦ Δαμασκηνοῦ

Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον, οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα· ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται. Διὸ Χριστῷ τῷ ἀθανάτῳ βοήσωμεν· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.

Καὶ νῦν... Θεοτοκίον

Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου τόκον πανσεβάσμιε; Πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

 

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΩΪ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν Α' Στιχολογίαν

Καθίσματα Μαρτυρικὰ

Ἦχος γ

Ὅσοι φιλομάρτυρες, εὐφράνθητε καὶ νῦν, συμφώνως ἀναμέλποντες τὴν ὑμνῳδίαν τῷ Χριστῷ· ὡς γὰρ φωστῆρες ἐν Κόσμῳ, ἀνέτειλεν ἡμῖν τὴν ἐτήσιον μνήμην τῶν Ἀθλοφόρων αὐτοῦ, θαυμάτων χάριν ἐκπέμπουσαν, καὶ φωτίζουσαν τὸν νοῦν, καὶ τὰς ψυχὰς ἡμῶν.

 

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· εὐλογητὸς ὁ Θεός.

 

Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος. Ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ, σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.

 

Στίχ. τοῖς  Ἁγίοις τοῖς  ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

 

Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, θεοσεβείας ἰατροί, ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τοὺς αἰκισμοὺς μὴ δειλανδρίσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.

Δόξα... Νεκρώσιμον

Τὴν ὡραιότητα  ΤΟ ΑΚΟΥΤΕ

Ὅτε τῷ λόγῳ σου παραστησόμεθα, τῷ ἀδεκάστῳ σου Βήματι Κύριε, μὴ κατακρίνῃς τοὺς εἰς σέ, Σωτὴρ ἡμῶν πεπιστευκότας· πάντες γὰρ ἡμάρτομεν, ἀλλὰ σοῦ οὐκ ἀπέστημεν· ὅθεν δυσωποῦμέν σε, ἐν σκηναῖς τῶν Δικαίων σου, Χριστέ, οὓς προσελάβου κατάταξον, ὡς μόνος ὑπάρχων πολυέλεος.

Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Εἰς τοὺς Αἴνους

Στιχηρὰ Μαρτυρικὰ

Ἦχος γ'

Τῶν ἁγίων Ἀθλοφόρων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὅτι θέατρον γενόμενοι Ἀγγέλοις, καὶ ἀνθρώποις, τὸν τῆς νίκης στέφανον, παρὰ Χριστοῦ ἐκομίσαντο, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Βασιλέων καὶ τυράννων, τὸν φόβον ἀπώσαντο, οἱ Χριστοῦ στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως, αὐτὸν ὡμολόγησαν τῶν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα ἡμῶν, καὶ πρεσβεύουσιν ὑπερ τῶν ψυχῶν ἡμῶν.

 

Αἱ δυνάμεις τῶν ἁγίων Ἀγγέλων, ἐθαύμασαν τῶν Μαρτύρων τοὺς ἄθλους, ὅτι σῶμα περικείμενοι, βασάνων κατεφρόνησαν, μιμηταὶ γενόμενοι, τοῦ πάθους τοῦ Σωτῆρος Χριστοῦ, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ὡς φωστῆρες ἐν Κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι· διὸ ἔχοντες παρρησίαν, Χριστὸν τὸν Θεὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Νεκρώσιμον

Ἀνθρωποι τί μάτην ταραττόμεθα; ὁ δρόμος βραχύς ἐστιν, ὃν τρέχομεν, καπνὸς ὑπάρχει ὁ βίος, καὶ ἀτμὶς καὶ τέφρα καὶ κόνις, πρὸς ὀλίγον φαινόμενος, καὶ ταχέως ἀχρειούμενος. Διὸ Χριστῷ τῷ ἀθανάτῳ βοήσωμεν· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι, πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι ὑπὲρ ἀχρείων δούλων σου.

 

Ἀπόστιχα

Νεκρώσιμα Προσόμοια

τοῦ Θεοφάνους

Ἦχος γ'

Τῷ τύπῳ τοῦ Σταυροῦ  ΤΟ ΑΚΟΥΤΕ

Δοξάζω τὸν Σταυρόν σου τὸν τίμιον, δι' οὗ ζωὴ δεδώρηται, καὶ τρυφῆς ἡ ἀπόλαυσις, τοῖς  ἐν πίστει καὶ πόθῳ σε ὑμνοῦσι, μόνε Πολυέλεε. Διὸ βοῶμέν σοι Χριστὲ ὁ Θεός· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.

 

Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

 

Ὁ μόνος ἐλεήμων, καὶ εὔσπλαγχνος, ὁ ἔχων ἀκατάληπτον ἀγαθότητος πέλαγος, ὁ γινώσκων τὴν φύσιν τῶν ἀνθρώπων, ἣν ἐδημιούργησας, σὲ ἱκετεύομεν Χριστὲ ὁ Θεός. Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.

 

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

 

Ὑπνώσας ἐν τῷ τάφῳ ὡς ἄνθρωπος, δυνάμει ἀηττήτῳ σου, ὡς Θεὸς ἐξανέστησας, τοὺς ἐν τάφῳ ὑμνοῦντας, ἀσιγήτως ὕμνον σοι προσφέροντας. Διὸ βοῶμέν σοι Χριστὲ ὁ Θεός· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Λαμπάδα νοητὴν σε βαστάζουσαν, τὸ φέγγος τῆς Θεότητος, ὁμιλῆσαν παχύτητι τῆς ἀνθρώπων οὐσίας, Θεοτόκε πάντες ἐπιστάμεθα, τὸν σὸν δυσώπησον Υἱὸν καὶ Θεόν. Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.