ΚΥΡΙΑΚΗ Δ' ΤΩΝ ΝΗΣΤΕΙΩΝ

 

ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ

ΤΟΥ ΣΥΓΓΡΑΦΕΩΣ ΤΗΣ «ΚΛΙΜΑΚΟΣ»

 

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Μετὰ τὸν Προοιμιακὸν καὶ τὴν συνήθη Στιχολογίαν εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι', καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα, τῆς Ὀκτωήχου ς', καὶ τὰ παρόντα Προσόμοια τοῦ Ὁσίου γ', δευτεροῦντες τὸ α'.

 

Ἦχος πλ. δ'

Ὢ του παραδόξου θαύματος  ΤΟ ΑΚΟΥΤΕ

Πάτερ Ἰωάννη Ὅσιε, διαπαντὸς ἀληθῶς, τοῦ Θεοῦ ἐν τῷ λάρυγγι, τὰς ὑψώσεις ἔφερες, μελετῶν πρακτικώτατα, τὰ θεόπνευστα, λόγια πάνσοφε, καὶ τὴν ἐκεῖθεν, ἀναπηγάζουσαν, χάριν ἐπλούτησας, γεγονὼς μακάριος, τῶν ἀσεβῶν, πάντων τὰ βουλεύματα, καταστρεψάμενος.

 

Πάτερ Ἰωάννη ἔνδοξε, ταῖς τῶν δακρύων πηγαῖς, τὴν ψυχὴν καθαιρόμενος, καὶ παννύχοις στάσεσι τὸν Θεὸν ἱλασκόμενος, ἀνεπτερώθης πρὸς τὴν ἀγάπησιν τὴν τούτου Μάκαρ, καὶ ὡραιότητα, ἧς ἐπαξίως νῦν ἀπολαύεις ἄληκτα, χαρμονικῶς, μετὰ τῶν συνάθλων σου, θεόφρον Ὅσιε.

 

Πάτερ Ἰωάννη Ὅσιε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως, ἐβδελύξω τὸ ἄστατον, καὶ τὸν Σταυρόν σου, ἀναλαβόμενος τῷ Παντεπόπτῃ, κατηκολούθησας, σῶμα δυσήνιον ἀγωγαῖς ἀσκήσεως τῷ λογισμῷ, σθένει δουλωσάμενος τοῦ θείου Πνεύματος.

Δόξα... Ἦχος πλ. α'

Ὅσιε Πάτερ τῆς φωνῆς τοῦ Εὐαγγελίου, τοῦ Κυρίου ἀκούσας, τὸν Κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισάμενος· ὅθεν πᾶσιν ἐβόας· Ἀγαπήσατε τὸν Θεὸν καὶ εὑρήσετε χάριν αἰώνιον, μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ εὑρήσητε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγιων, ὧν ταίς ἱκεσίαις Χριστὲ φύλαξον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον

τὸ τῆς Ὀκτωήχου

 

Ἀπόστιχα Ἀναστάσιμα τὰ κατ' Ἀλφάβητον

 

Δόξα... τοῦ Ὁσίου

Ἰδιόμελον  Ἦχος β'

Τὸν ἐπὶ γῆς Ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῶν Ἀσκητῶν τὸ καύχημα Ἰωάννην τιμήσωμεν· πεφυτευμένος γὰρ ἐν τῷ οἴκω τοῦ Θεοῦ, ἐξήνθησε δικαίως, καὶ ὡσεὶ κέδρος ἐν ἐρήμῳ ἐπλήθυνε τὰ ποίμνια Χριστοῦ, τῶν λογικῶν προβάτων, ἐν Ὁσιότητι καὶ δικαιοσύνῃ.

Καὶ νῦν ... Θεοτοκίον

Ἦχος ὁ αὐτὸς

Ὢ θαύματος καὶ νοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω μητέρα ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν Κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα, ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Ἀπολυτίκιον Ἀναστάσιμον

 

Καὶ τοῦ Ὁσίου

Ἦχος πλ. δ'

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς  ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ  Οἰκουμένῃ λάμπων τοῖς  θαύμασιν Ἰωάννη Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον

Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ  χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

 

Τῌ ΚΥΡΙΑΚῌ ΠΡΩΪ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὸν Ἑξάψαλμον, καὶ τὴν συνήθη Στιχολογίαν, ψάλλονται τὰ Ἀναστάσιμα Εὐλογητάρια.

 

Εἶτα οἱ Ἀναβαθμοὶ τοῦ Ἤχου. Πᾶσα πνοὴ καὶ τὸ Ἑωθινὸν ἐνδιάτακτον Εὐαγγέλιον.

 

Μετὰ δὲ τό, Ἀνάστασιν Χριστοῦ καὶ τὸν Ν', ψάλλομεν τὰ Ἰδιόμελα ταῦτα.

 

Δόξα...

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου πρὸς Ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον· Ἀλλ' ὡς Οἰκίρμων κάθαρον εὐσπλάγχνῳ σου ἐλέει.

Καὶ νῦν ... Ὅμοιον

Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους Θεοτόκε· αἰσχραῖς γὰρ κατερρύπωσα τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με πάσης ἀκαθαρσίας.

 

Στίχ. Ἐλέησόν με ὁ Θεός...

 

Ἦχος πλ. β'

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς Κρίσεως, ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

 

Εἶτα οἱ Κανόνες. Ὁ Ἀναστάσιμος μετὰ τοῦ τῆς Θεοτόκου εἰς ς', τοῦ Τριῳδίου εἰς δ' καὶ τοῦ Ὁσίου εἰς δ'.

 

Ὁ Κανὼν τοῦ Τριῳδίου

 

ᾨδὴ  α'  Ἦχος πλ. α'

Τῷ σωτῆρι Θεῷ  ΤΟ ΑΚΟΥΤΕ

Ὡμοιώθην Χριστέ, τῷ ἐν χερσὶ τῶν λῃστῶν περιπεσόντι, καὶ τυπτήμασιν ἡμιθανεῖ ὑπὸ τούτων, καταλειφθέντι Σωτήρ, κἀγὼ οὕτω πέπληγμαι, ταῖς ἁμαρτίαις μου.

 

Μὴ παρίδῃς ἐμέ, τὸν ἀσθενοῦντα δεινῶς, ἐβόα Σῶτερ ὀδυρόμενος, εἰς τοὺς λῃστὰς ὁ τὸν πλοῦτον ἀποσυλήσας σου, κᾀγὼ οὕτω δέομαι· οἴκτειρον σῶσόν με.

 

Ἰατρεύσας ἐμέ, τὸν μαστιχθέντα τὸν νοῦν, ταῖς ἁμαρτίαις ἐν ταῖς μάστιξιν, ὑπὸ λῃστῶν τῶν ἀδίκων καὶ πονηρῶν λογισμῶν, Χριστὲ Σωτὴρ σῶσόν με, ὡς πολυέλεος.

Θεοτοκίον

Ἄχραντε Μήτηρ Χριστοῦ, τὸν σαρκωθέντα ἐκ σοῦ καὶ ἐκ τῶν κόλπων τοῦ Γεννήτορος, μὴ ἐκφοιτήσαντα Θεόν, ἀπαύστως πρέσβευε, ἐκ πάσης περιστάσεως σῶσαι οὕς ἔπλασεν.

 

Κανὼν τοῦ Ὁσίου. Ποίημα Ἰγνατίου.

 

Ἦχος πλ. δ'

Ὑγρὰν διοδεύσας  ΤΟ ΑΚΟΥΤΕ

Ἐν φωτὶ ἀΰλῳ καὶ νοητῷ, ἐκ τῆς κατηφείας, τῶν ἐνύλων ἀναδραμών, Ἰωάννη Ὅσιε λιταῖς σου, ταῖς πρὸς τὸν Κύριόν με φώτισον.

 

Ὡς τῆς ἐγκρατείας τὸν γλυκασμόν, θηλάσας ἀπώσω, τὴν πικρίαν τῶν ἡδονῶν· ὅθεν ὑπὲρ μέλι καὶ κηρίον, ἡδύνεις Πάτερ τὰς αἰσθήσεις ἡμῶν.

 

Ἐπιβὰς τῷ ὕψει τῶν ἀρετῶν, καὶ τὰς χαμαιζήλους, διαπτύσας τῶν ἡδονῶν, γλυκασμὸς ἐδείχθης σωτηρίας, Ὅσιε Πάτερ τῷ ποιμνίῳ σου.

Θεοτοκίον

Σοφίαν καὶ Λόγον ἡ τοῦ Πατρός, ἀφράστως τεκοῦσα, τῆς ψυχῆς μου τὸ χαλεπόν, θεράπευσον τραῦμα καὶ καρδίας, τὴν ἀλγηδόνα καταπράϋνον.

Καταβασία  ΤΟ ΑΚΟΥΤΕ

«Ἀνοίξω τὸ στομα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ  Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».

 

ᾨδὴ  γ'

Στερέωσον ἡμᾶς  ΤΟ ΑΚΟΥΤΕ

Ὁδῷ ἐν τῇ τοῦ βίου Χριστὲ δεινῶς ὁδεύων τετραυμάτισμαι, ὑπὸ λῃστῶν ἐν τοῖς πάθεσιν, ἀλλ' ἀνάστησόν με δέομαι.

 

Ἐσύλησαν τὸν νοῦν μου λῃσταί, καὶ ἔλιπόν με ἐν τοῖς μώλωψιν, ἡμιθανῆ τῶν πταισμάτων μου ἀλλὰ ἴασαί με Κύριε.

 

Ἐγύμνωσάν με Σῶτερ Χριστέ, τῶν ἐντολῶν σου τὰ παθήματα, καὶ ἡδοναῖς μεμαστίγωμαι, ἀλλ' ἐπίχεέ μοι ἔλεος.

Θεοτοκίον

Ἱκέτευε ἀπαύστως Ἁγνή, τον προελθόντα ἐκ λαγόνων σου ῥυσθῆναι πλάνης διαβόλου τοὺς ὑμνοῦντάς σε Θεόνυμφε.

 

Ἄλλος

Σὺ εἶ τὸ στερέωμα  ΤΟ ΑΚΟΥΤΕ

Ἔφλεξας τῷ ἄνθρακι, τῷ τῆς ἀσκήσεως Ὅσιε, τὴν τῶν παθῶν, ἄκανθαν καὶ θάλπεις, Μοναστῶν τὰ συστήματα.

 

Μύρον ἁγιάσματος ἐκ τῶν ἀσκητικῶν Ὅσιε ἀρωμάτων, ὅλος συνετέθης, εἰς ὀσμὴν εὐωδίας Θεοῦ.

 

Νόμοις τοῖς  ἀσκήσεως ἐμμελετῶν τὰ πάθη ἐβύθισας, ὥσπερ ἄλλους, πρὶν Φαραωνίτας, τῇ  ῥοῇ τῶν δακρύων σου.

Θεοτοκίον

Στῆσόν μου τὸν ἄστατον, τῶν λογισμῶν ἁγνὴ τάραχον Μῆτερ Θεοῦ, τὴν πρὸς τὸν Υἱόν σου, κατευθύνουσα κίνησιν.

Καταβασία  ΤΟ ΑΚΟΥΤΕ

«Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον».

 

Κάθισμα Τοῦ Τριῳδίου

Ἦχος πλ. α'  Τὸ ξένον τῆς Παρθένου  ΤΟ ΑΚΟΥΤΕ

Τὸν ἄχραντον Σταυρόν, σου Σωτὴρ ἡμῶν ὡς ὅπλον σωτηρίας κατέχοντες, ἐν αὐτῷ σοι βοῶμεν· Σῶσον ἡμᾶς, ὁ παθὼν ἑκουσίως ὑπὲρ ἡμῶν, ὁ πάντων Θεὸς ὡς πολυέλεος.

Δόξα... Κάθισμα τοῦ Ὁσίου

Ἦχος δ'  Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ  ΤΟ ΑΚΟΥΤΕ

Ταῖς ἀρεταῖς πρὸς οὐρανὸν ἀναλάμψας, καταπηξάμενος σαφῶς ἐπανῆλθες, πρὸς θεωρίας ἄπλετον βυθὸν εὐσεβῶς, πάσας στηλιτεύσας μέν, τῶν Δαιμόνων ἐνέδρας, σκέπεις ἐκ τῆς λώβης δέ, τοὺς ἀνθρώπους τῆς τούτων, ὦ Ἰωάννη, κλῖμαξ ἀρετῶν· καὶ νῦν πρεσβεύεις σωθῆναι τοὺς δούλους σου.

Καὶ νῦν ... Θεοτοκίον Ὅμοιον

Ὁ ἐπὶ θρόνου Χερουβὶμ καθεζόμενος, καὶ ἐν τοῖς κόλποις τοῦ πατρὸς αὐλιζόμενος, ὡς ἐπὶ θρόνου κάθηται ἁγίου αὐτοῦ· Δέσποινα ἐν κόλποις σου σαρκικῶς ὁ Θεός γάρ, οὕτω βασιλεύσας τε, ἐπὶ πάντα τὰ ἔθνη, καὶ συνετῶς νῦν ψάλλομεν αὐτῷ, ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.

 

ᾨδὴ  δ'

Εἰσακήκοα Κύριε  ΤΟ ΑΚΟΥΤΕ

Λῃσταί μου ἐσύλησαν, τὴν ἐργασίαν τὴν ἔνθεον, καὶ κατέλιπόν με, ταῖς πληγαῖς τιμωρούμενον.

 

Ἐξέδυσάν Σῶτέρ με, τῶν ἐντολῶν σου, οἱ ἄστατοι λογισμοί μου· ὅθεν μεμαστίγωμαι πταίσμασι.

 

Λευΐτης τοῖς  μώλωψι τραυματισθέντα ὡς εἶδέ με παρῆλθε Σωτήρ μου, ἀλλὰ σύ με διάσωσον.

Θεοτοκίον

Κυρίως δοξάζομεν σὲ Θεοτόκε ἀνύμφευτε, καὶ τῷ σῷ λιμένι, οἱ πιστοὶ καταφεύγομεν.

 

Ἄλλος

Εἰσακήκοα Κύριε  ΤΟ ΑΚΟΥΤΕ

Ὡς λειμὼν εὐωδέστατος, καὶ τῶν ἀρετῶν Παράδεισος ἔμψυχος, τὴν ἐγκράτειαν ἐξήνθησας, δι΄ ἧς πάντας ἔθρεψας τοὺς τιμῶντάς σε.

 

Νομοθέτην ἀσκήσεως, καὶ τῶν μοναστῶν κανόνα πραότατον, ὡς Μωσῆν σε καὶ Δαυῒδ ἀληθῶς, κεκτημένοι Πάτερ μακαρίζομεν.

 

Φυτευθεὶς ἐν τοῖς ὕδασι, τοῖς  τῆς ἐγκρατείας, ὤφθης μακάριε, κλῆμα Πάτερ εὐθαλέστατον εὐσεβείας βότρυας προβαλλόμενον.

Θεοτοκίον

Ὑπὸ χρόνον γενόμενον, τὸν ἐκ τοῦ Πατρὸς ἀχρόνως ἐκλάψαντα Θεομῆτορ ἡμῖν τέτοκας, ὃν δυσώπει σῶσαι τοὺς ὑμνοῦντάς σε.

Καταβασία  ΤΟ ΑΚΟΥΤΕ

«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ  δυνάμει σου Κύριε».

 

ᾨδὴ ε'

Ἐκ νυκτὸς ὀρθρίζοντες  ΤΟ ΑΚΟΥΤΕ

Ἰησοῦ ἐπίσκεψαι, τοὺς μώλωπας ψυχῆς τῆς ἐμῆς, καθάπερ πάλαι, τὸν ἐν χερσὶ πεσόντα λῃστῶν, καὶ ἰάτρευσόν μου, Χριστέ, τὸ ἄλγος δέομαι.

 

Ἀλγεινῶς ταῖς μάστιξιν, ἠσθένησε ψυχή μου Χριστὲ ταῖς τῶν πταισμάτων, καὶ ἔνθεν γυμνὸς περίκειμαι, ἀρετῶν ἐνθέων, καθικετεύω, Σῶσόν με.

 

Ἱερεὺς ὡς εἶδέ με, καὶ Λευΐτης οὐκ ἴσχυσε σαφῶς· παρῆλθον γάρ με, ἀλλ' αὐτὸς ὡς εὔσπλαγχνος, νῦν τὴν σωτηρίαν, παρέσχες καὶ διέσωσας.

Θεοτοκίον

Μὴ παρίδῃς Δέσποτα, τὸν δείλαιον ἐμὲ δυσωπῶ τὸν μαστιχθέντα τὸν νοῦν ἀλγεινῶς ὑπὸ λῃστῶν, ἀλλ' οἰκτείρησον πρεσβείαις Σωτὴρ τῆς κυησάσης σε.

 

Ἄλλος

Ἵνα τί με ἀπώσω  ΤΟ ΑΚΟΥΤΕ

Σβέσας πάντα τὰ πάθη δρόσῳ τῶν ἀγώνων σου, Πάτερ μακάριε, δαψιλῶς ἀνῆψας, τῷ πυρὶ τῆς ἀγάπης καὶ πίστεως, ἐγκρατείας λύχνον, καὶ φωτισμὸς τῆς ἀπαθείας, καὶ ἡμέρας υἱὸς ἐχρημάτισας.

 

Τὸν τῆς πίστεως βότρυν, θείᾳ γεωργίᾳ σου, Πάτερ ἐξέθρεψας, καὶ ληνοῖς ἀπέθου, καὶ ἐξέθλιψας πόνοις ἀσκήσεως, καὶ κρατῆρα πλήσας, πνευματικὸν τῆς ἐγκρατείας, κατευφραίνεις καρδίας τῆς ποίμνης σου.

 

Ὑπομείνας γενναίως, προσβολὰς καὶ στίγματα, τῶν ἐναντίων ἐχθρῶν, ἀνεδείχθης στῦλος, καρτερίας στηρίζων τὴν ποίμνην σου, βακτηρίᾳ θείᾳ , ἐπὶ νομὰς τῆς ἐγκρατείας, καὶ ἐφ΄ ὕδωρ ἐκτρέφων Μακάριε.

Θεοτοκίον

Ῥήσεσι σῶν χειλέων, Πάναγνε ἑπόμενοι, σὲ μακαρίζομεν· μετὰ σοῦ γὰρ ὄντως, μεγαλεῖα ποιήσας ὁ Κύριος, ἐμεγάλυνέ σε, καὶ ἀληθῆ Θεοῦ Μητέρα, γεννηθεὶς ἐκ γαστρός σου ἀνέδειξεν.

Καταβασία  ΤΟ ΑΚΟΥΤΕ

«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ  θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς  ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα».

 

ᾨδὴ ς'

Ἐκύκλωσέ με ἄβυσσος  ΤΟ ΑΚΟΥΤΕ

Τοῖς πάθεσιν ἠνάλωσα, τὸν βίον τὸν ἔνθεον Δέσποτα, καὶ ὅλως τοῖς  πταίσμασι, δεινῶς μαστιζόμενος, κατέφυγόν σοι, οἰκτείρησόν με δέομαι.

 

Ἀφήρπασαν τὸν πλοῦτόν μου, καὶ ὥσπερ νεκρόν με κατέλιπον, λῃσταὶ τοῖς  παθήμασι, τὸν νοῦν μου μαστίξαντες, ἀλλ' οἰκτειρήσας, διάσωσόν με Κύριε.

 

Ὡς εἶδεν ὁ Λευΐτης μου, μαστίγων τὸ ἄλγος, τοὺς μώλωπας μὴ φέρων παρῆλθέ με, αὐτὸς δὲ Φιλάνθρωπε, κατέχεάς μοι, το πλούσιόν σου ἔλεος.

Θεοτοκίον

Βάτον σε ἀκατάφλεκτον, καὶ ὄρος καὶ κλίμακα ἔμψυχον, καὶ πύλην οὐράνιον, ἀξίως δοξάζομεν, Μαρία ἔνδοξε, Ὀρθοδόξων καύχημα.

 

Ἄλλος

Ἱλάσθητί μοι Σωτὴρ  ΤΟ ΑΚΟΥΤΕ

Ἐδέξω ἐν τῇ ψυχῇ, τὸν θεῖον πλοῦτον τοῦ Πνεύματος, τὴν ἄμεμπτον προσευχήν, ἁγνείαν σεμνότητα, ἀγρυπνίαν σύντονον, ἐγκρατείας πόνους, δι ὧν οἶκος ἐγνωρίσθης Θεοῦ.

 

Ὕλης τῆς κάτω Σοφὲ παρέδραμες τὴν εὐτέλειαν, ἀΰλῳ δὲ προσευχῇ τὸν νοῦν ἀνεπτέρωσας, καὶ τῆς ἄνω λήξεως, ὤφθης κληρονόμος, διὰ βίου τελειότητα.

 

Ἱδρῶσιν ἀσκητικοῖς, τοὺς ἄνθρακας τῶν βελῶν τοῦ ἐχθροῦ, κατέσβεσας ἀληθῶς, καὶ τὸ πῦρ τῆς πίστεως, ἐκλάμψας κατέφλεξας, τὰ τῆς ἀπιστίας, τῶν αἱρέσεων φρυάγματα.

Θεοτοκίον

Ἐξέλαμψεν ἐκ Σιών, ἡ τοῦ Ὑψίστου εὐπρέπεια, τὸ πρόβλημα τῆς σαρκός, καθ΄ ἕνωσιν ἄρρητον, ἐκ σοῦ Ἀπειρόγαμε, περιβεβλημένη, καὶ τὸν Κόσμον κατεφώτισε.

Καταβασία  ΤΟ ΑΚΟΥΤΕ

«Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».

 

Κοντάκιον  Ἦχος δ'

Ἐπεφάνης σήμερον  ΤΟ ΑΚΟΥΤΕ

Ἐν τῷ ὕψει Κύριος, τῆς ἐγκρατείας, ἀληθῆ σε ἔθετο, ὥσπερ ἀστέρα ἀπλανῆ, φωταγωγοῦντα τὰ πέρατα, καθηγητὰ Ἰωάννη Πατὴρ ἡμῶν.

Ὁ Οἶκος

Οἶκον Θεοῦ ὡς ἀληθῶς, σαυτὸν εἰργάσω Πάτερ, ταῖς θείαις ἀρεταῖς σου, σαφῶς κατακοσμήσας, ὥσπερ χρυσίον τηλαυγές, πίστιν ἐλπίδα καὶ ἀγάπην ἀληθῆ, θείους θεσμοὺς ἐκθέμενος, ἐγκρατείᾳ ἀσκήσας ὡς ἄσαρκος, φρόνησιν, ἀνδρείαν, σωφροσύνην κτησάμενος ταπείνωσιν, δι' ἧς ἀνυψώθης· διὸ καὶ ἐφωτίσθης εὐχαῖς ἀεννάοις, καὶ τοῦ οὐρανοῦ κατέλαβες τὰς σκηνώσεις, καθηγητὰ Ἰωάννη Πατὴρ ἡμῶν.

 

Συναξάριον

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τετάρτῃ τῶν Νηστειῶν, μνήμην ποιοῦμεν τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, τοῦ Συγγραφέως τῆς Κλίμακος.

Στίχοι

·        Ὁ σάρκα καὶ ζῶν νεκρὸς ὢν Ἰωάννης,

·        Αἰωνίως ζῇ, καὶ νεκρὸς φανεὶς ἄπνους.

·        Σύγγραμμα λιπὼν Κλίμακα τῇ  ἀνόδῳ,

·        Δείκνυσιν αὐτοῦ πορείαν τῆς ἀνόδου.

 

Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ  ζ'

Ὁ ὑπερυψούμενος  ΤΟ ΑΚΟΥΤΕ

Λῃσταὶ περιέπεσαν ἐπ' ἐμὲ τὸν δείλαιον, καὶ μάστιξιν ἔλιπον νεκρὸν ὥσπερ ἄπνουν με· διό σε ἱκετεύω, ὁ Θεὸς ἐπίσκεψαί με.

 

Τὸν νοῦν μου ἐσύλησαν λογισμοὶ οἱ ἄστατοι καὶ πλήξαντες πάθεσι, νεκρόν με ἔλιπον, τῷ πλήθει τῶν πταισμάτων, ἀλλὰ Σῶτερ ἴασαί με.

 

Ὡς εἶδε Λευΐτης με, ταῖς πληγαῖς ὀδυνώμενον, μὴ φέρων τοὺς μώλωπας, διὰ τὸ ἀνίατον παρῆλθέ με Σωτήρ μου, ἀλλ' αὐτὸς ἰάτρευσόν με.

Θεοτοκίον

Σὺ ὁ ἐκ Παρθένου με σαρκωθεὶς διέσωσας, τοῖς  μώλωψι χέας μου, τὸ πλούσιον ἔλεος Χριστὲ τῶν οἰκτιρμῶν σου, διὰ τοῦτό σε δοξάζω.

 

Ἄλλος

Οἱ ἐκ τῆς Ἰουδαίας  ΤΟ ΑΚΟΥΤΕ

Ἐν τῇ χλόῃ τῆς ἄνω, βασιλείας, τὴν ποίμνην Πάτερ ἐξέθρεψας καὶ ῥάβδῳ τῶν δογμάτων, τοὺς θῆρας ἀπελάσας, τῶν αἱρέσεων ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

 

Ἐν τῇ ἄνω εἰσῆλθες, νυμφικῇ εὐωχίᾳ, τοῦ Βασιλέως Χριστοῦ, στολὴν ἐνδεδυμένος ἀξίαν τοῦ καλοῦντος, ἐν ᾧ καὶ ἀνεκλίθης βοῶν· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ.

 

Μὴ βραχεὶς ἁμαρτίαις, ποταμὸς ἀνεδείχθης, τῆς ἐγκρατείας Πάτερ λογισμοὺς κατακλύζων, καὶ ῥύπον ἐκκαθαίρων, τῶν βοώντων ἐκ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Ἐκ γαστρός σου προῆλθε, σαρκωθεὶς ἐκ Παρθένου τῶν ὅλων Κύριος· διό σε Θεοτόκον, φρονοῦντες ὀρθοδόξως, τῷ Υἱῷ σου κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Καταβασία  ΤΟ ΑΚΟΥΤΕ

«Οὐκ ἐλάτρευσαν τῇ  κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».

 

ᾨδὴ  η'

Σοὶ τῷ παντουργῷ  ΤΟ ΑΚΟΥΤΕ

Ὑπὸ τῶν λῃστῶν τῶν λογισμῶν μου Σῶτερ διέφθειρα βίον μου πταισμάτων μάστιξιν· ὅθεν τῆς θείας γεγύμνωμαι εἰκόνος σοῦ τοῦ φιλανθρώπου Θεοῦ ἀλλ' οἴκτειρόν με.

 

Ἦλθες ἐπὶ γῆς, ἐκ τῶν ὑψίστων Σῶτερ, οἰκτείρας τὸν μάστιξι, τραυματισθέντα με, ὅλον πταισμάτων τοῖς  μώλωψιν οἰκτίρμον, καὶ ἐξέχεάς μοι, Χριστὲ τὸ ἔλεός σου.

 

Σῶμα καὶ ψυχήν, σὺ ὁ Δεσπότης Σῶτερ, ἀντίλυτρον δέδωκας ἐμοῦ καὶ ἔσωσας, ὅλου πταισμάτων, ἑσμῷ τραυματισθέντος, ἐν ταῖς ἀνιάτοις, πληγαῖς ὡς ἐλεήμων.

Θεοτοκίον

Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῷ τῷ λόγῳ, τεκοῦσαν τὸν Κύριον, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα, Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

Εἱρμὸς ἄλλος.

Τὸν Βασιλέα τῶν οὐρανῶν  ΤΟ ΑΚΟΥΤΕ

Στήλην σε ἔμπνουν ὡς ἀληθῶς καὶ εἰκόνα ἐγκρατείας Πάτερ κεκτημένοι πάντες σου τὴν μνήμην τιμῶμεν Ἰωάννη.

 

Θίασος χαίρει τῶν Μοναστῶν, καὶ χορεύει, τῶν Ὁσίων δῆμος καὶ Δικαίων· στέφος γὰρ ἀξίως, σὺν τούτοις ἐκομίσω.

 

Ὡραϊσμένος ταῖς ἀρεταῖς εἰς νυμφῶνα τῆς ἀρρήτου δόξης συνεισῆλθες, ὕμνον ἀναμέλπων, Χριστῷ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους μὴ παρίδῃς Παρθένε ὑμνοῦντας καὶ ὑπερυψοῦντάς σε Κόρη εἰς αἰῶνας.

Καταβασία  ΤΟ ΑΚΟΥΤΕ

«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Ἡσαΐα χόρευε  ΤΟ ΑΚΟΥΤΕ

Ἐντολάς σου Δέσποτα μὴ φυλάξας, γνώμῃ ἐμαυτοῦ, τοῖς  πάθεσιν ὑπελθών, τοῖς  τῶν ἡδονῶν, γεγύμνωμαι χάριτος, καὶ ταῖς πληγαῖς ἔρριμμαι γυμνός· ὅθεν αἰτοῦμαί σε, τὸν Σωτῆρα διασῶσαί με.

 

Οὐ Λευΐτης ἴσχυσεν, ἀποσμῆξαι, μώλωπας ἐμούς, ἀλλ' ἦλθες ὁ ἀγαθός, πρός με συμπαθῶς καὶ ἔχεας ἔλεος σῶν οἰκτιρμῶν, Σῶτερ ἐπ΄ ἐμὲ ὥσπερ πανάριστος, ἰατρός με ἰασάμενος.

 

Ὡς ὑπάρχων εὔσπλαγχνος, κατοικτείρας ἔσωσας Χριστὲ τὸν μάστιξιν ἀλγεινῶς, ὑπὸ τῶν λῃστῶν, Σωτὴρ μαστιχθέντα με καὶ τὴν ψυχὴν σῶμά τε σαυτοῦ ὥσπερ δηνάρια δύο δέδωκας ἀντίλυτρον.

Θεοτοκίον

Ὑπὲρ νοῦν ὁ τόκος σου, Θεομῆτορ· ἄνευ γὰρ ἀνδρός, ἡ σύλληψις ἐν σοὶ καὶ παρθενικῶς, ἡ κύησις γέγονεν· καὶ γὰρ Θεός, ἐστιν ὁ τεχθείς· Ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.

 

Ἄλλος

Τὴν Ἁγνὴν ἐνδόξως  ΤΟ ΑΚΟΥΤΕ

Ἰατὴρ νοσούντων ἐν πταίσμασι θεόθεν Μακάριε, ἐλατὴρ δὲ ἐδείχθης καὶ διώκτης τῶν πονηρῶν πνευμάτων· διό σε μακαρίζομεν.

 

Τὴν γῆν ὡς φθορᾶς οἰκητήριον, κατέλιπες Πάτερ, καὶ εἰς γῆν κατεσκήνωσας, τῶν πραέων, καὶ σὺν αὐτοῖς ἀγάλλῃ, τῆς θείας ἀπολαύων τρυφῆς.

 

Σήμερον ἡμέρα ἑόρτιος· πάντα συγκαλεῖ γὰρ τῶν μοναζόντων τὰ ποίμνια, εἰς χορείαν πνευματικήν, τράπεζαν, καὶ βρῶσιν ἀκηράτου ζωῆς.

Θεοτοκίον

Ὁ ἐν σοὶ σκηνωσας Πανάμωμε, τὸν πρὶν τοὺς γενάρχας κακοτρόπως πτερνίσαντα, βροτοκτόνον καταβαλών, ἐτέχθη, καὶ πάντας ἡμᾶς ἔσωσε.

Καταβασία  ΤΟ ΑΚΟΥΤΕ

«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε».

 

Ἐξαποστειλάριον

Τὸ Ἑωθινὸν Ἀναστάσιμον

 

Καὶ τοῦ Ὁσίου

Γυναῖκες ἀκουτίσθητε  ΤΟ ΑΚΟΥΤΕ

Τοῦ κόσμου τὴν εὐπάθειαν, ὡς μοχθηρὰν ἐξέκλινας, καὶ ἀτροφίᾳ τὴν σάρκα, μαράνας ἀνεκαίνισας, ψυχῆς τὸν τόνον Ὅσιε, καὶ δόξαν κατεπλούτησας, οὐράνιον ἀοίδιμε· διὸ μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν Ἰωάννη.

Θεοτοκίον  Ὅμοιον

Κυρίως Θεοτόκον σε, ὁμολογοῦμεν Δέσποινα, οἱ διὰ σοῦ σεσωσμένοι· καὶ γὰρ Θεὸν ἐκύησας, ἀπορρήτως τὸν λύσαντα, διὰ Σταυροῦ τὸν θάνατον, πρὸς ἑαυτὸν δ' ἑλκύσαντα, Ὁσίων δήμους, μεθ' ὧν σε, ἀνευφημοῦμεν Παρθένε.

 

Εἰς τοὺς Α ἲ ν ο υ ς

 

Ψάλλομεν τὰ Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου.

 

Δόξα... Τὸ παρὸν Ἰδιόμελον

Ἦχος α'

Δεῦτε ἐργασώμεθα ἐν τῷ μυστικῷ ἀμπελῶνι καρποὺς μετανοίας, ἐν τούτῳ ποιούμενοι οὐκ ἐν βρώμασι καὶ πόμασι κοπιῶντες, ἀλλ' ἐν προσευχαῖς καὶ νηστείαις τάς ἀρετὰς κατορθοῦντες, τούτοις ἀρεσκόμενος, ὁ Κύριος τοῦ ἔργου δηνάριον παρέχει δι οὗ ψυχὰς λυτροῦται, χρέους ἁμαρτίας, ὁ μόνος πολυέλεος.

Καὶ νῦν ...

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου καὶ ἐκ τοῦ Κανόνος τοῦ Τριῳδίου ἡ ς' ᾨδή,

 

Ὁ Ἀπόστολος

 

Προκείμενον  Ἦχος βαρὺς

Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει.

Στίχ. Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ.

 

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου, τὸ Ἀνάγνωσμα

(Κεφ ς', 13-20)

Ἀδελφοί, τῷ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς ἐπεὶ κατ΄ οὐδενὸς εἶχε μείζονος ὁμόσαι, ὤμοσε καθ' ἑαυτοῦ, λέγων· Ἦ μὴν εὐλογῶν εὐλογήσω σὲ καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτω μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγελίας. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας, εἰς βεβαίωσιν, ὁ ὅρκος. Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς  κληρονόμοις τῆς ἐπαγγελίας, τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες, κρατῆσαι τῆς προκειμένης ἐλπίδος. Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδέκ, Ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.

 

Ἀλληλούϊα  Ἦχος βαρὺς

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ.

 

Εὐαγγέλιον, Κατὰ Μᾶρκον

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε...

 

Κοινωνικὸν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.