Αἰνοῦμεν, εὐλογοῦμεν καὶ
προσκυνοῦμεν τὸν Κύριον.
Ὁ Ἱερεύς: Τὴν
Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν
ὕμνοις τιμῶντες μεγαλύνωμεν.
·
Μεγάλυνον ψυχή μου, τὴν
τιμιωτέραν, τῶν ἄνω στρατευμάτων. Δὶς
·
Μεγάλυνον ψυχή μου, τὸν κατὰ
τὸν Νόμον, σαρκὶ περιτμηθέντα.
·
Μεγάλυνον ψυχή μου, τὸν ἐν
τῇ ὀγδόη, περιτομὴν λαβόντα.
·Σήμερον ὁ Δεσπότης,
τέμνεται τὴν σάρκα, ὡς βρέφος πληρῶν
τὸν Νόμον.
·
Σήμερον ὃ Δεσπότης, σαρκὶ
περιετμήθη, καὶ Ἰησοῦς ἐκλήθη.
Ἔτερα
εἰς τὸν Κανόνα τοῦ Ἁγίου.
·
Μεγάλυνον ψυχή μου, τὸν ἐν
Ἱεράρχαις, Βασίλειον τὸν Μέγαν.
·
Μεγάλυνον ψυχή μου, τὸν ἐκ
Καισαρείας, Βασίλειον τὸν Μέγαν.
·
Μεγάλυνον ψυχή μου, τὸν τῆς
οἰκουμένης, ὑπέρλαμπρον φωστήρα.
·
Μεγάλυνον ψυχή μου, τὸν κεκοσμηκότα,
Χριστοῦ τὴν Ἐκκλησίαν.
Δόξα...
Μεγάλυνον ψυχή μου, τῆς
τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ
κράτος.
Καὶ
νύν...
Μεγάλυνον ψυχή μου, τὴν
λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Μεγαλύνει ἡ ψυχή μου τὸν
Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου
ἐπὶ τῶ Θεῷ τῶ σωτήρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ,
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ
μεγαλύνομεν.
Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν
ταπείνωσιν τῆς δούλης αὐτοῦ, ἰδοὺ
γὰρ ἀπὸ τοῦ νὺν μακαριούσί με
πᾶσαι γενεαί,
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...
Ὅτι ἐποίησέ μοὶ
μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ
ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ
εἰς γενεάν, καὶ γενεὰν τοὶς φοβουμένοις
αὐτόν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...
Ἐποίησε κράτος ἐν βραχίονι
αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοία
καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...
Καθεῖλε δυνάστας ἀπὸ
θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας
ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας
ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...
Ἀντελάβετο Ἰσραὴλ παιδὸς
αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς
ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν,
τῶ Ἀβραάμ, καὶ τῶ σπέρματι
αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...
Μεγάλυνον ψυχή μου, τὸν
ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ
ἐξαναστάντα τριήμερον ἐκ τάφου.
Μεγάλυνον ψυχή μου τὸν
ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστὸν
τὸν ζωοδότην.
Χριστὸς τὸ καινὸν πάσχα, τὸ
ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ αἴρων
τὴν ἁμαρτίαν κόσμου.
Σήμερον πᾶσα κτίσις
ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς
ἀνέστη, καὶ ἅδης ἐσκυλεύθη.
Μεγάλυνον, ψυχή μου, τῆς
τρισυποστάτου καὶ ἀδιαιρέτου θεότητος τὸ
κράτος.
Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε
εὐλογημένη, χαῖρε δεδοξασμένη, σὸς γὰρ
Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Ὁ Ἄγγελος ἐβόα τὴ
κεχαριτωμένη, Ἁγνὴ Παρθένε, χαῖρε, καὶ
πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς Υἱὸς
ἀνέστη τριήμερος ἐκ τάφου.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν
σε, τὴν μόνην Θεοτόκον.
Ἄγγελοι τὴν Κοίμησιν τῆς
Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ
Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς
εἰς τὰ ἄνω.