Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΣΕΠΤΕΜΒΡΙΟΥ

 

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐμενίου, Ἐπισκόπου Γορτύνης, τοῦ θαυματουργοῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῷμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'.

 

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Τὸ ἀνυψούμενον ξύλον τῆς σωτηρίας ἡμῶν, ἐν ᾧ Χριστὸς τὰς χεῖρας, ἡ ζωὴ τῶν ἁπάντων, προσήλωσε βουλήσει, πάντας πιστούς, προσκαλεῖται ἐν ᾄσμασιν, ἑορταζόντων μετ᾽ ἤχου τοῦ προσκυνεῖν, ὑποπόδιον τὸ θεῖον αὐτοῦ.

 

Τῶν ἐγκαινίων τὴν μνήμην τῆς ἀναστάσεως, δι᾽ ἧς τοῖς ἐν τῷ σκότει, φῶς ἐπέλαμψε μέγα, ζωῆς καὶ ἀφθαρσίας, δεῦτε πιστοί, ἐκτελοῦντες ὑψώσωμεν, τὸ ζωοπάροχον ξύλον τὸ τοῦ Σταυροῦ, προσκυνοῦντες τὸν Σωτῆρα Χριστόν.

 

Μωσῆς ὁ μέγας, τὸ πάλαι ἐπὶ τοῦ ὄρους Σινᾶ, σταυροειδῶς τὰς χεῖρας, ἐκπετάσας εἰς ὕψος, ἐτύπου τὸν Σταυρόν σου, Χριστὲ ὁ Θεός, τὸν ὑψούμενον σήμερον, καὶ ἁγιάζοντα πάντας τοὺς ἐπὶ γῆς, ἐν αὐτῷ σε προσκυνοῦντας πιστῶς.

 

Καὶ τοῦ Ἁγίου γ'

 

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ

Τὴν ψυχὴν καὶ τὸ σῶμά σου, τῶν παθῶν καθηράμενος, τοῦ Ἁγίου Πνεύματος οἶκος γέγονας, καὶ ἱερέων ἐν χρίσματι, σαυτὸν κατεκόσμησας, παραστάτης δεξιός, χρηματίσας Εὐμένιε, καὶ συνόμιλος, τῶν Ἁγίων Ἀγγέλων, καὶ τῆς δόξης, τοῦ Κυρίου κληρονόμος, καὶ πρεσβευτὴς τῶν ὑμνούντων σε.

 

Ὁ περίδοξος βίος σου, ἀρεταῖς φαιδρυνόμενος, τῶν θαυμάτων ἔλαμψε ταῖς φαιδρότησι, καὶ εὐκλεῆ σε τοῖς πέρασι, παμμάκαρ εἰργάσατο, καὶ φωστῆρα ἀπλανῆ, καὶ Ἁγίων ὁμόσκηνον, καὶ τῆς πόλεως, τῆς ἁγίας πολίτην Ἱεράρχα, τῶν Ἀγγέλων συμπολῖτα, θαυματουργὲ ἀξιάγαστε.

 

Τῶν Κρητῶν ἐγκαλλώπισμα, τῆς Γορτύνης τὸν πρόεδρον, Ἐκκλησίας ἄσειστον τὸ θεμέλιον, τὸν ἱεράρχην Εὐμένιον, ἐν θαύμασι μέγιστον, καὶ δυνάμεσι πολλαῖς, γεγονότα περίδοξον, καὶ φωτίσαντα, τὰς ἐν ζόφῳ καρδίας, ὡς φωστῆρα, τῶν πιστῶν μεγαλοφώνως, οἱ συνελθόντες τιμήσωμεν.

Δόξα... Καὶ νῦν... Ἦχος δ'

Τοῦ τιμίου Σταυροῦ σου Χριστὲ τὴν ἐνέργειαν, προδιατυπώσας Μωϋσῆς, ἐτροποῦτο τὸν ἐναντίον Ἀμαλήκ, ἐν τῇ ἐρήμῳ Σινᾶ· ὅτε γὰρ ἐφήπλου τὰς χεῖρας, Σταυροῦ τὸν τύπον ποιῶν, ἐνίσχυεν ὁ λαός, νυνὶ δὲ τῶν πραγμάτων ἡ ἔκβασις, εἰς ἡμᾶς πεπλήρωται. Σήμερον ὁ Σταυρὸς ὑψοῦται, καὶ δαίμονες φυγαδεύονται· Σήμερον ἡ κτίσις πᾶσα ἐκ τῆς φθορᾶς ἠλευθέρωται· πάντα γὰρ διὰ Σταυροῦ, ἐπέλαμψεν ἡμῖν τὰ χαρίσματα· διὸ γηθόμενοι πάντες προσπίπτομέν σοι λέγοντες· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε, δόξα σοι.

 

Ἀπόστιχα Στιχηρὰ

 

Ἦχος πλ. β'

Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ

Ῥαπίσματα ὑπήνεγκας, καὶ σταύρωσιν Μακρόθυμε, καὶ ὀνείδη, θέλων πάντας ἐκ χειρός, λυτρώσασθαι τοῦ πλάνου, ὁ μόνος ζωοδότης, καὶ πανοικτίρμων καὶ φιλάνθρωπος.

 

Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

 

Τιμῶ σου τὸν Σταυρὸν ἀγαθέ, τοὺς ἥλους καὶ τὴν λόγχην Σωτήρ, δι᾿ ὧν πάντας, ἐλυτρώσω τῆς φθορᾶς, ὡς μόνος ζωοδότης, καὶ πάντων εὐεργέτης, μόνε φιλάνθρωπε Σωτὴρ ἡμῶν.

 

Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

 

Σταυρῷ προσηλωθεὶς δι᾽ ἐμέ, Σωτήρ μου ὑπεράγαθε, ἐρραπίσθης καὶ ὑβρίσθης λυτρωτά, καὶ ὄξος ἐποτίσθης, καὶ λόγχῃ ἐκεντήθης, καὶ πάντα φέρεις ἀναμάρτητε.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'

Σήμερον ξύλον ἐφανερώθη. Σήμερον γένος Ἑβραίων ἀπώλετο. Σήμερον διὰ πιστῶν βασιλέων, ἡ πίστις φανεροῦται, καὶ ὁ Ἀδὰμ διὰ τοῦ ξύλου ἐξέπεσε, καὶ πάλιν διὰ ξύλου δαίμονες ἔφριξαν· Παντοδύναμε Κύριε δόξα σοι.

 

Ἀπολυτίκιον  Ἦχος α'

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν

 

Κάθισμα  Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ

Ὁ ἄνω ὡς Θεός, οὐρανὸν θρόνον ἔχων, καὶ γῆν Χριστὲ Σωτήρ, ὑποπόδιον φέρων, Σταυρὸν ἡμῖν ὑπέδειξας, σῶν ποδῶν ὑποπόδιον. Τοῦτον ἅπαντες, δαυϊτικῶς προσκυνοῦμεν. Τοῦτον φύλακα, καὶ βοηθὸν ἐξαιτοῦμεν καὶ πίστει δοξάζομεν.

 

Μετὰ τὴν β' Στιχολογίαν

 

Κάθισμα  Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ

Ἐν Παραδείσῳ με δεινῶς πεπτωκότα, τοῦ βροτοκτόνου τῇ πικρᾷ συμβουλίᾳ, ἐν τῷ Κρανίῳ πάλιν ἐξανέστησας Χριστέ, ξύλῳ ἰασάμενος, τὴν τοῦ ξύλου κατάραν, κτείνας τὸν ἀπάτῃ με, θανατώσαντα ὄφιν, καὶ ἐδωρήσω θείαν μοι ζωήν. Δόξα τῇ θείᾳ Σταυρώσει σου Κύριε.

 

Ὁ Κανὼν τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς.

 

Εὐχαῖς δίδου μοι Χριστὸν εὐμενῆ Μάκαρ. Ἰωσήφ.

 

ᾨδὴ α'  Ἦχος β'

Δεῦτε λαοὶ ᾄσωμεν ΤΟ ΑΚΟΥΤΕ

Ἔχων Χριστόν, Πάτερ θεόφρον Εὐμένιε, τῶν σῶν καθυπακούοντα, θείων ἐντεύξεων, εὐμενῆ τοῦτον Μάκαρ, ἀπέργασαι τοῖς πόθῳ ἀνευφημοῦσί σε.

 

Ὑψοποιόν, ἀπὸ νεότητος Ὅσιε, ἠγαπηκὼς ταπείνωσιν, τὸν ὑπερήφανον, ἐταπείνωσας ὄφιν, καὶ χάριν ἰαμάτων, σαφῶς ἐπλούτησας.

 

Χωρητικόν, Πνεύματος ὄργανον γέγονας, τὰ τῆς σαρκὸς φρονήματα, πολλαῖς ἀσκήσεσι, τῇ ψυχῇ ὑποτάξας, τῷ κρείττονι τὸ χεῖρον, σὺ δουλωσάμενος.

Θεοτοκίον

Αἱ περὶ σοῦ, νῦν προφητεῖαι πεπλήρωνται, Θεοκυῆτορ Δέσποινα· ὃν γὰρ προήγγειλαν, ὑψηγόρως ἐν μήτρᾳ, ἐχώρησας ἐν δύω, τελείαις φύσεσι.

 

ᾨδὴ γ'

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε ΤΟ ΑΚΟΥΤΕ

Διέτρεχες σπουδῇ καθὼς ἡ μέλιττα, λειμῶνας τοὺς λογικοὺς Ἱεράρχα, τὸ γλυκὺ μέλι θηρώμενος, καὶ καρδίας τοῖς σίμβλοις ἐντιθέμενος.

 

Ὁ βίος καθαρὸς ὁ λόγος ἅλατι, τῷ θείῳ Εὐμένιε ἠρτυμένος, διεδείκνυ σοῦ τὴν ἔνδοθεν, κεκρυμμένην καὶ χάριν καὶ λαμπρότητα.

 

Ὑψώθης ἀρεταῖς καλλωπιζόμενος, καὶ θρόνον ἐπέβης ὑψηλοτάτων, μύρῳ θείῳ χρισθεὶς Πνεύματος, καὶ Χριστοῦ εὐωδίᾳ γνωριζόμενος.

Θεοτοκίον

Μαρία τὸ χρυσοῦν θυμιατήριον, παθῶν μου, ἀπέλασον τὸ δυσῶδες, καὶ στερέωσον κλονούμενον, προσβολαῖς του δολίου πολεμήτορος.

Ὁ Εἱρμὸς

«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

 

Κάθισμα τοῦ Ἁγίου

Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ

Ὀρθοδόξοις ἐμπρέπων Πάτερ διδάγμασι, τὰς ζοφώδεις αἱρέσεις πάσας ἐμείωσας, καὶ θαυμάτων αὐτουργὸς δειχθεὶς Εὐμένιε, περιβόητος παντί, προμηθείᾳ θεϊκῇ, ἐγένου· ὅθεν σε πίστει, τιμῶμεν ὡς Ἱεράρχην, καὶ τῶν Ἀγγέλων ὁμότιμον.

Δόξα... Καὶ νῦν...

Τῆς Ἑορτῆς, ὅμοιον

Τὸ πανάγιον ξύλον τοῦ Βασιλέως Χριστοῦ, ἀναλάβωμεν πίστει ἐπὶ τῶν ὤμων ἡμῶν, καὶ τοῦ βίου τὰ τερπνὰ ἀπορρίψωμεν, ὃ οἱ πάλαι βασιλεῖς, ἀναλαμβάνοντες πιστῶς, ἐνίκησαν πολεμίους, καὶ φῦλα τὰ τῶν βαρβάρων, τῇ δυνάμει τούτου ἀνέτρεψαν.

 

ᾨδὴ δ'

Εἰσακήκοα Κύριε τὴν ἀκοὴν ΤΟ ΑΚΟΥΤΕ

Οἶκος γέγονας Πνεύματος, θείοις ναοῖς σχολάζων Ἱεράρχα, καὶ σεπταῖς μελέταις ὡραϊζόμενος.

 

Ἱεράρχης θεόληπτος, Πάτερ σοφὲ καὶ πρόεδρος Γορτύνης, γεγονὼς θαυμάτων, αἴγλην ἀπήστραψας.

 

Χάσμα μέγα τοῦ δράκοντος, τῶν προσευχῶν ἐνέπρησας λαμπάσι, κατὰ τοῦ ὁρμήσαντος Ἱερώτατε.

 

Ῥωμαλέῳ φρονήματι, τὸν δυσμενῆ κατέβαλες ἀνδρείως, καὶ ὁρμὰς λεόντων σὺ ἐχαλίνωσας.

Θεοτοκίον

Ἱεραὶ προκατήγγειλαν, πάλαι φωναὶ τοῦ τόκου σου τὸ βάθος, ὧν νῦν τὰς ἐκβάσεις εἴδομεν Ἄχραντε.

 

ᾨδὴ ε'

Ὁ τοῦ φωτὸς χορηγὸς ΤΟ ΑΚΟΥΤΕ

Σύνεσιν ἔσχηκας, ὡς εἰρηνεύσας ἐκ παθῶν Ὅσιε, νοῦν καὶ ψυχήν· ὅθεν διαλύεις τὰς ἔριδας πιστῶς, τῶν βασιλευόντων, καλῶς πειθομένων σοι.

 

Τὰς ἀκοὰς ὑποθείς, σοὶ Βασιλέων ὁ πιστὸς ἔλυσεν, ἔχθραν μακράν, ὄλεθρον γεννῶσαν, καὶ τὴν ἀδελφικήν, ὁμόνοιαν στέργει, θεόφρον Εὐμένιε.

 

Οἷα πυρσὸς ἐπιστάς, Ῥώμην φωτίζεις ἐκτελῶν θαύματα, καὶ τοὺς παθῶν, βυθῷ νηχομένους, πρὸς ὅρμον γαληνόν, ἰάσεως Μάκαρ, σοφῶς ἐκκαλούμενος.

Θεοτοκίον

Νέον ὡς βρέφος ἡμῖν, τὸν προαιώνιον Υἱὸν τέτοκας, θελητικαῖς, δυσὶν ἐνεργείαις, ὑπάρχοντα διπλοῦν, ὡς ἄνθρωπον ἅμα, Θεόν τε Πανάμωμε.

 

ᾨδὴ ς'

Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ

Ἐνεργῆ θησαυρὸν ἀδαπάνητον, ἔχων ἐν καρδίᾳ σου, Xριστὸν Εὐμένιε, ὥσπερ πηλὸν λελόγισαι, τὸν χρυσὸν Βασιλεύς, ὃν παρέσχε σοι.

 

Ὑψηλὴν εἰς καθέδραν ἐκάθισας, Πάτερ τῆς εἰρήνης, φθεγξάμενος πρόσρημα, τῇ Ἐκκλησίᾳ ἄνωθεν, οὗπερ τῇ προσκλήσει σεμνύνεται.

 

Μὴ βραχεὶς ἁμαρτίαις διέπλευσας, βίου τὸ κλυδώνιον τὸ πολυώδυνον, καὶ τοὺς λιμένας ἔφθασας, ἔνθα δῆμος ὁσίων εὐφραίνεται.

Θεοτοκίον

Ἐπὶ σὲ καταβὰς ὁ οὐράνιος, ὄμβρος χερσωθεῖσαν τὴν γῆν Ἀειπάρθενε, θεογνωσίας νάμασι, καταρδεύσας πολύφορον ἔδειξε.

Ὁ Εἱρμὸς

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

 

Κοντάκιον  Ἦχος β'

Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ

Φωτὶ θεϊκῷ, ἐλλαμφθεὶς παμμακάριστε, φωτίζεις ἡμᾶς, τοὺς πόθῳ ἀνυμνοῦντάς σου, τὴν σεπτὴν καὶ ἔνδοξον, καὶ ἁγίαν Πάτερ μετάστασιν, Ἱεράρχα Εὐμένιε· πρεσβεύεις γὰρ ἀπαύστως ὑπὲρ ἡμῶν.

Ὁ Οἶκος

Οἴκτειρον Κύριε τὸν σὸν δοῦλον, καὶ συγχώρησον πάντα τὰ ὀφειλήματα νῦν, καὶ δώρησαί μοι τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ἵνα ὕμνοις σε δοξάζω ἀπαύστως, καὶ τὸν πιστόν σου θεράποντα στέψω ᾠδαῖς, τὸν πρόεδρον Γορτύνης σήμερον, Εὐμένιον τὸν φωστῆρα, γῆς πάσης τὸ μέγα κειμήλιον, τῆς Ἐκκλησίας τὸ στήριγμα, καὶ τῆς Κρήτης τὸ θεῖον ἀγλάϊσμα· πρεσβεύει γὰρ ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐμενίου, Ἐπισκόπου Γορτύνης.

Στίχοι

·       ·        Τὸ λεῖον Εὐμένιος ὄμμα Γορτύνης,

·       ·        Πανευμενὲς κατεῖδεν ὄμμα Κυρίου.

·       ·        Ὀγδοάτῃ δεκάτῃ θάνεν Εὐμένιος μεγαλήτωρ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Σοφίας καὶ Εἰρήνης.

Στίχοι

·       ·        Εἰρήνη καὶ Σοφία τμηθεῖσαι κάρας,

·       ·        Σὲ τὴν ὑπὲρ νοῦν εἶδον εἰρήνην Λόγε.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀριάδνης.

Στίχοι

·       ·        Σῴζει ῥαγεῖσα τὴν Ἀριάδνην πέτρα.

·       ·        Χριστὸς γὰρ αὐτήν ἔσκεπε ζωῆς πέτρα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κάστορος.

Στίχοι

·       ·        Οὐ θὴρ ὁ Κάστωρ, ἀλλ᾽ ἀνὴρ τις γεννάδας,

·       ·        Ἤ μᾶλλον εἰπεῖν, ἀνδριὰς πρὸς αἰκίας.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Εἰκόνος χρυσῆς ΤΟ ΑΚΟΥΤΕ

Νεκρῶν λογισμῶν, προθυμίᾳ τῆς ψυχῆς κατακαυχώμενος, ἐν βαθυτάτῳ γήρᾳ Ὅσιε, ἀποδημίαις ἐκέχρησο, ἐπ᾽ εὐεργεσίᾳ τῶν πίστει, δεχομένων Εὐμένιε, σὲ τὸν σπορέα τῶν σεπτῶν, καὶ ἱερῶν διδαχῶν.

 

Ἡ Ῥώμη τῶν σῶν, ἀπολαύσασα καλῶν, δῶρον ποθούμενον, τῇ Θηβαΐδι μὴ βουλόμενον, Πάτερ ἐκπέμπει Εὐμένιε· ἔνθα γεγονὼς ἀναστέλλεις, τοῦ αὐχμοῦ τὴν κατήφειαν, τῇ ἐπομβρίᾳ τῶν σεπτῶν εὐχῶν σου Ὅσιε.

 

Μαζοῖς ἐκτραφείς, ἐγκρατείας τὸ σεπτὸν γάλα ἐθήλασας, καὶ ἡλικίας μέτρον ἔφθασας, ἀνενεχθεὶς εἰς ἀκρώρειαν, Πάτερ ἀρετῶν καὶ ἡλίου, ἀπαστράψας φαιδρότερον, θεοσημείαις τοῖς νυκτὶ κατασχεθεῖσι παθῶν.

Θεοτοκίον

Ἀΰλου φωτός, οἰκητήριον ἡ σὴ μήτρα γεγένηται, τοῦ φρυκτωρίαις θείας γνώσεως, τὴν ἀθεΐαν μειώσαντος, ἄχραντε Θεόνυμφε Κόρη, ὃν ὑμνοῦντες κραυγάζομεν· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η'

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ

Καταπαλαίσας τὸν ἐχθρόν, καὶ τὸν δρόμον τὸν καλὸν διατελέσας, βαθυτάτῳ ἐν γήρᾳ, πρὸς τοὺς πατέρας τοὺς σούς, μετέβης σῖτος ὥσπερ ὥριμος, ξένης ἐπὶ χώρας, λαβὼν τοῦ βίου πέρας.

 

Ἀμνημονήσαντες τῶν σῶν, οὐδαμῶς Πάτερ καλῶν παῖδες Θηβαίων, τῇ πατρίδι καὶ ποίμνῃ τὴν ἱεράν σου σορόν, αἰσίως κρίναντες ἐκπέμπουσιν· ἧς τῇ ἐπανόδῳ, θαυμάτων ἔρρει χάρις.

 

Ῥάξος Κυρίλλου τὸ σεπτόν, καὶ πολύαθλον τὸ πρὶν κατέχων σῶμα, καὶ τὸ σὸν νῦν συγκρύπτει, παραπλησίως Σοφέ, συνάψας τοὺς βίῳ ὁμόφρονας, οὓς ἡ ἄνω φέρει, πατρὶς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ἱερωτάτη Προφητῶν, σὲ προγράφει ἀληθῶς σεμνὴ χορεία, ἀλατόμητον ὄρος, ῥάβδον καὶ πύλην, δι᾽ ἧς διῆλθεν ὡς οἶδεν ὁ Ὕψιστος, πάλιν κεκλεισμένην, ἐάσας σε Παρθένε.

Ὁ Εἱρμὸς

«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ΤΟ ΑΚΟΥΤΕ

Ὡς τοῦ Χριστοῦ Ἱεράρχης, ἐκ δυνάμεως Πάτερ, εἰς δύναμιν μετέβης θαυμαστῶς, ἔνθα χοροὶ ἱερώτατοι, λειτουργοῦσιν ἐν φόβῳ Τριάδι, τῇ σεπτῇ μετὰ πασῶν, οὐρανίων παμμάκαρ, Εὐμένιε Δυνάμεων.

 

Στῆσον τὴν νῦν καταιγίδα, τῆς πατρίδος τὸ θεῖον, ταῖς σαῖς ἐξευμενίζων προσευχαῖς, βαρβαρικὴν μάκαρ ἔφοδον, τὴν ἡμᾶς τυραννοῦσαν, καὶ πεῖρα συνωθοῦσαν τῶν κακῶν, εἰς βυθὸν ἀπωλείας, ἀοίδιμε Εὐμένιε.

 

Ἡ σὴ πανίερος μνήμη, συγκαλεῖται ποιμένας, ὁσίους καὶ λαὸν τὸν εὐσεβῆ, ἁγιασμὸν πᾶσι φέρουσα· ἣν τελοῦντας πλουσίως, καταύγασον ἡμᾶς μαρμαρυγαῖς, τῶν ἐν σοὶ χαρισμάτων, πανεύφημε Εὐμένιε.

Θεοτοκίον

Φέρεις τὸν φέροντα πάντα, θεϊκῇ δυναστείᾳ, καὶ τρέφεις ἐκ μαζῶν πᾶσαν πνοήν, τὸν διατρέφοντα Πάναγνε, ὑπὲρ νοῦν σοῦ τὸ θαῦμα, Ἀγγέλους καταπλῆττον καὶ βροτούς, τοὺς ἀεὶ σε ὑμνοῦντας, καὶ πόθῳ μακαρίζοντας.

Ὁ Εἱρμὸς

«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι᾽ ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».

 

Ἐξαποστειλάριον τοῦ Ἁγίου

Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ

Εὐμένιε θεόληπτε, τῶν Ἀρχαγγέλων σύσκηνε, ὡς παρρησίαν πλουτήσας, πρὸς τὸν Χριστὸν Ἱεράρχα, οὗ καὶ τῷ θρόνῳ Ἅγιε, ἐνδόξως νῦν παρίστασαι, τῶν ἐκτελούντων μέμνησο, τὴν φωτοφόρον σου μνήμην, καὶ σὲ τιμώντων ἐκ πόθου.

                                                     Καὶ τῆς Ἑορτῆς

Ἦχος β'

Τῶν μαθητῶν ὁρώντων σε ΤΟ ΑΚΟΥΤΕ

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα, Σταυρός, Πιστῶν τὸ στήριγμα Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

 

                             Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

 

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ

Ξύλον τὸ τοῦ Σταυροῦ, ὑψούμενον ὁρῶντες, μεγαλωσύνην δῶμεν, Θεῷ τῷ σταυρωθέντι, σαρκὶ δι᾽ ἀγαθότητα.

 

Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

 

Ὕδατι θεουργῷ, καὶ αἵματί σου Λόγε, λαμπρῶς ἡ Ἐκκλησία, στολίζεται ὡς νύμφη, Σταυροῦ τὴν δόξαν μέλπουσα.

 

Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

 

Λόγχην σὺν τῷ Σταυρῷ, τοὺς ἥλους καὶ τὰ ἄλλα, ἐν οἷς τὸ ζωηφόρον, Χριστοῦ ἐπάγη σῶμα, ἐν ὕμνοις προσκυνήσωμεν.

Δόξα... Καὶ νῦν... Ὅμοιον

Δεῦτε χαρμονικῶς, ἀσπασώμεθα πάντες, τὸ σωτήριον ξύλον, ἐν ᾧ ἐξετανύθη, Χριστὸς ἡ ἀπολύτρωσις.

 

Καὶ τὰ λοιπὰ ὡς σύνηθες, καὶ Ἀπολυσις.