Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΣΕΠΤΕΜΒΡΙΟΥ

 

     Ἡ ἀνάμνησις τοῦ γεγονότος θαύματος ἐν Κολασσαῖς, ἤτοι ἐν Χώναις, παρὰ τοῦ Ἀρχαγγέλου Μιχαήλ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

     Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά.

 

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ

Τρισηλίου θεότητος, παραστάτης φαιδρότατος, Μιχαὴλ δεικνύμενος, ἀρχιστράτηγε, μετὰ τῶν ἄνω Δυνάμεων, κραυγάζεις γηθόμενος, Ἅγιος εἶ ὁ Πατήρ, Ἅγιος ὁ συνάναρχος, Λόγος Ἅγιος, καὶ τὸ Ἅγιον Πνεῦμα· μία δόξα, βασιλεία, μία φύσις, μία Θεότης καὶ δύναμις.

 

Καὶ τὸ εἶδός σου πύρινον, καὶ τὸ κάλλος θαυμάσιον, Μιχαὴλ πρωτάγγελε· τῇ ἀΰλῳ γάρ, φύσει διέρχῃ τὰ πέρατα, πληρῶν τὰ προστάγματα, τοῦ τῶν ὅλων ποιητοῦ, δυνατὸς ἐν ἰσχύϊ σου γνωριζόμενος, καὶ πηγὴν ἰαμάτων τὸν ναόν σου, ἐργαζόμενος τῇ κλήσει, τῇ σῇ ἁγίᾳ τιμώμενον.

 

O ποιῶν τούς, Ἀγγέλους σου, ὥσπερ γέγραπται πνεύματα, καὶ τοὺς λειτουργοῦντάς σοι, φλόγα πύρινον, μέσον ταγμάτων πρωτεύοντα, ἀνέδειξας Κύριε, σοῦ τῶν ἀρχαγγελικῶν, Μιχαὴλ ἀρχιστράτηγον, σοῦ ταῖς νεύσεσι, καθυπείκοντα Λόγε, καὶ τὸν ὕμνον, τὸν Τρισάγιον ἐν φόβῳ, ἀναφωνοῦντα τῇ δόξῃ σου.

Δόξα... Ἦχος πλ. β'

Βυζαντίου

Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Ἀγγέλων ταξιαρχίαι· ὁ πρωτοστάτης γὰρ ὑμῶν, καὶ ἡμέτερος προστάτης, ὁ μέγας Ἀρχιστράτηγος, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, παραδόξως ἐποπτανόμενος ἁγιάζει· ὅθεν κατὰ χρέος, ἀνυμνοῦντες αὐτόν, βοήσωμεν· Σκέπασον ἡμᾶς, ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, μέγιστε Μιχαήλ Ἀρχάγγελε.

Καὶ νῦν... Θεοτοκίον

Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Παρθένων χοροστασίαι· ἡ προστασία γὰρ ἡμῶν, καὶ μεσίτρια καὶ σκέπη, καὶ μέγα καταφύγιον, τὴν σήμερον ἡμέραν, ἐν τῇ σεπτῇ αὐτῆς καὶ θείᾳ προμηθείᾳ, τοὺς θλιβομένους παραμυθεῖται· ὅθεν κατὰ χρέος, ἀνυμνοῦντες αὐτήν, βοήσωμεν· Σκέπασον ἡμᾶς, ἐν τῇ θείᾳ προστασίᾳ σου, ἄχραντε Θεοτόκε Δέσποινα.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

 

Ἦχος α'

Tῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Tῶν οὐρανίων ταγμάτων ὡς προεξάρχοντα, καὶ τῶν ἐν γῇ ἀνθρώπων, ἰσχυρὸν σε προστάτην, φύλακα καὶ ῥύστην, ὑμνοῦμεν πιστῶς, Μιχαὴλ ἀρχιστράτηγε, καθικετεύοντες πάσης φθοροποιοῦ, ἀλγηδόνος ἡμᾶς ῥύσασθαι.

 

Στίχ. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα

 

O ταξιάρχης τῶν ἄνω θείων Δυνάμεων, σήμερον συγκαλεῖται, τῶν βροτῶν τὰς χορείας, μίαν σὺν Ἀγγέλοις φαιδρὰν ἑορτήν, συγκροτῆσαι συνάξεως, αὐτῶν τῆς θείας, καὶ ἅμα ὕμνον Θεῷ, ἀναμέλψαι τὸν Τρισάγιον.

 

Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

 

Ὑπὸ τὴν σκέπην τῶν θείων ἡμᾶς πτερύγων σου, προσπεφευγότας πίστει, Μιχαὴλ θεῖε νόε, φύλαττε καὶ σκέπε ἐν βίῳ παντί, καὶ ἐν ὥρᾳ Ἀρχάγγελε, τῇ τοῦ θανάτου σὺ πάρεσο βοηθός, ἡμῖν πᾶσιν εὐμενέστατος.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

Ἰωάννου Μοναχοῦ

Ὡς ταξιάρχης καὶ πρόμαχος, καὶ τῶν Ἀγγέλων ἀρχηγὸς Ἀρχιστράτηγε, πάσης ἀνάγκης καὶ θλίψεως, νόσων καὶ δεινῶν ἁμαρτημάτων, ἐλευθέρωσον τοὺς εἰλικρινῶς ἀνυμνοῦντας, καὶ αἰτουμένους σε ἔνδοξε, ἐναργῶς ὡς ἄϋλος τὸν ἄϋλον καθορῶν, καὶ τῷ ἀπροσίτῷ φωτί, τῆς τοῦ Δεσπότου δόξης καταλαμπόμενος· αὐτὸς γὰρ φιλανθρώπως σάρκα δι᾿ ἡμᾶς, ἐκ Παρθένου προσείληφε, σῶσαι βουληθεὶς τὸ ἀνθρώπινον.

 

Ἀπολυτίκιον  Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπη τῶν πτερύγων, τῆς ἀΰλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταξιάρχης τῶν ἄνω Δυνάμεων.

 

ΕIΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

     Μετὰ τὴν α' Στιχολογίαν

 

Κάθισμα  Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ

Οἱ τῷ ναῶ σου τῷ σεπτῷ παρεδρεύοντες, καὶ ἐν αὐτῷ σε εὐσεβῶς μεγαλύνοντες, ὡς τῶν ἀΰλων τάξεων πρωτεύοντα, πίστει δυσωποῦμέν σε, Ἀρχιστράτηγε θεῖε· Πάσης ἐξελοῦ ἡμᾶς, τῆς ἐχθρῶν τυραννίδος, καὶ τῆς μελλούσης ῥῦσαι ἀπειλῆς, καὶ τῆς γεέννης ταῖς σαῖς παρακλήσεσι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

     Μετὰ τὴν β' Στιχολογίαν

 

Κάθισμα  Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ

Τῶν ἀσωμάτων λειτουργῶν Ἀρχιστράτηγε, ὁ κατ᾿ ἐνώπιον Θεοῦ παριστάμενος, καὶ ταῖς ἐκεῖθεν λάμψεσι λαμπόμενος, φαίδρυνον ἁγίασον, τοὺς πιστῶς σε ὑμνοῦντας, πάσης ἀπολύτρωσαι, τοῦ ἐχθροῦ τυρρανίδος, καὶ εἰρηναίαν αἴτησαι ζωήν, τοῖς Βασιλεῦσι καὶ πᾶσι τοῖς πέρασι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ᾿ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

 

     Οἱ κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἀρχιστρατήγου.

 

     Ὁ Κανὼν τοῦ Ἀρχιστρατήγου, οὗ ἡ Ἀκροστιχίς.

 

Τὸν πρῶτον ὑμνῶ τῶν ἀσωμάτων Νόων. Ἰωσήφ.

 

ᾨδὴ α'  Ἦχος δ'

Ἀνοίξω τὸ στόμα μου ΤΟ ΑΚΟΥΤΕ

Ταῖς θείαις λαμπρότησι, καταστραπτόμενος πάντοτε, τὸν νοῦν μου καταύγασον, τοῦ ἀνυμνῆσαί σε, Ἀρχιστράτηγε, τῶν ἄνω στρατευμάτων, ἁπάντων κραταίωμα, τῶν προστρεχόντων σοι.

 

Ὁ Νοῦς ὁ προάναρχος, ὑπερκοσμίου ταξίαρχον, ἀνέδειξε τάξεως, σὲ παναοίδιμε, Ἀρχιστράτηγε, καὶ φῶς τῶν ἐν τῷ σκότει, καὶ θεῖον ἀγλάϊσμα, τῆς Ἐκκλησίας αὐτοῦ.

 

Νόων προηγούμενος, τῶν οὐρανίων ἐν πνεύματι, τοῖς κάτω πανάριστε, Μιχαὴλ δέδοσαι, περιτείχισμα, καὶ κράτος καὶ ῥομφαία, ἐχθροὺς κατασφάττουσα, καὶ ἀφανίζουσα.

Θεοτοκίον

Παρθένε πανάμωμε, ἡ τῶν Ἀγγέλων εὐπρέπεια, ἀνθρώπων βοήθεια, σὺ μοι βοήθησον, θαλαττεύοντι, καὶ ζάλῃ ἁμαρτίας, ἀεὶ περιπίπτοντι, καὶ κινδυνεύοντι.

 

Ἕτερος Κανὼν

 

Ἦχος ὁ αὐτὸς

 

Ποίημα καὶ οὗτος Ἰωσὴφ

 

Τῷ ὁδηγήσαντι πάλαι ΤΟ ΑΚΟΥΤΕ

Τὸν ἀρχηγὸν τῶν Ἀγγέλων, τὸν φωταυγῆ ἥλιον, καταυγάζοντα τὴν γῆν, ταῖς τῶν θαυμάτων λαμπρότησι, καὶ τὴν ἀχλὺν ἀπελαύοντα, πάντοτε τῶν πειρασμῶν, χαρμονικῶς ὑμνολογήσωμεν.

 

Ὁ τοὺς Ἀγγέλους ποιήσας, φλόγα πυρὸς Κύριε, ἀποπληροῦντας δυνατῶς, τὸ σὸν πανάγιον θέλημα, μέσον αὐτῶν διαλάμποντα, ἔδειξας ὥσπερ ἀστέρα, Μιχαὴλ τὸν ἀρχιστράτηγον.

 

Ὑμνολογήσωμεν πάντες, τὸν ἀγαθὸν Κύριον, τὸν δωρησάμενον ἡμῖν, τεῖχος ἐχθροῖς ἀπροσμάχητον, καὶ ἀπερίτρεπτον ἔρεισμα πάντοτε, κινδύνων σῴζοντα ἡμᾶς, τόν ἱερὸν Μιχαήλ.

 

Ἐπιστασίαις σου θείαις, ἀποτελεῖς πάντοτε, τὸν θεῖον οἶκόν σου σαφῶς, ἁμαρτωλῶν ἱλαστήριον, ἀδικουμένων προσφύγιον, νόσων τε φυγαδευτήριον πασῶν, Θεοῦ πρωτάγγελε.

 

Θραῦσον υἱοὺς τοὺς τῆς Ἄγαρ, διηνεκῶς ἔνδοξε, ἐγειρομένους καθ᾿ ἡμῶν, καὶ τῆς αὐτῶν ἡμᾶς λύτρωσαι, καὶ προσδοκίας καὶ θλίψεως, ὅπως σε ὡς ἀγαθὸν ἡμῶν ἀεί, προστάτην σέβωμεν.

Θεοτοκίον

Ἀκατανόητον θαῦμα, πῶς τοῖς βροτοῖς ἥνωται, ὁ ἀκατάληπτος Θεός, ἐκ σοῦ σαρκὶ καθ᾿ὑπόστασιν, ἀποτεχθεὶς Ἀπειρόγαμε, σῴζων με τὸν ὑπαχθέντα τῇ φθορᾷ, κλοπῇ τοῦ ὄφεως.

Καταβασία

Ἀνοίξω τὸ στομα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

 

ᾨδὴ γ'

Οὐκ ἐν σοφίᾳ ΤΟ ΑΚΟΥΤΕ

Ῥώμη τῇ θείᾳ, Στρατηγὲ τῶν Ἀγγέλων πανεύφημε, περιέρχῃ πᾶσαν γῆν, δεινῶν ἡμᾶς ἐξαιρούμενος, τοὺς προσκαλουμένους σου, τὸ θεῖον ὄνομα.

 

Ὡς θεῖος κήρυξ, ὡς προστάτης πιστῶν ἀκαταίσχυντος, πλανωμένων ὁδηγός, καὶ παιδευτὴς ἐχρημάτισας, Θεοῦ Ἀρχιστράτηγε, θεοειδέστατε.

 

Τοῦ θείου φέγγους, καθαρώτερον ἔσοπτρον πέφηνας, τὰς ἐμφάσεις τοῦ σεπτοῦ, λαμπρῶς δεχόμενος Πνεύματος, Μιχαὴλ πρωτάγγελε, ἀξιοθαύμαστε.

Θεοτοκίον

Ὁ τοὺς ἀΰλους, συστησάμενος Νόας βουλήματι, τῇ ἐνύλῳ σου γαστρί, οἰκεῖ βουλήσει Πανάμωμε, σαρκὶ καθορώμενος, ὁ ἀθεώρητος.

 

Ἄλλος

Ὁ στερεῶν βροντὴν ΤΟ ΑΚΟΥΤΕ

Παρεστηκὼς τῷ θρόνῳ τῆς Τριάδος, μεθέξει τε θεούμενος, καὶ φωτιζόμενος ἀστραπαῖς, ταῖς ἐκεῖθεν πεμπομέναις, τοὺς ὑμνητάς σου φώτισον, Θεοῦ Ἀρχιστράτηγε.

 

Ὁ Ἰησοῦς ὡς εἶδὲ σε ῥομφαίαν, ἐν τῇ χειρὶ κατέχοντα, τῇ φοβερᾷ σου καταπλαγείς, θεωρίᾳ ἀνεβόα· Τὶ νῦν προστάσσεις Κύριε, ποιεῖν τῷ οἰκέτῃ σου;

 

Τοῦ Ἰουδαίων ἔθνους ἄρχων πάλαι, ὑπὸ Θεοῦ καθέστηκας, Χριστιανῶν δὲ νῦν βοηθός, Ἀρχιστράτηγε καὶ ῥύστης, τῶν ἀναγκῶν ῥυόμενος, αὐτοὺς καὶ τῶν θλίψεων.

 

Μεγαλωσύνην δῶμεν τῷ Κυρίῳ, τῷ δόντι ἡμῖν πρόμαχον, καὶ ἐν ταῖς θλίψεσι βοηθόν, Ἀρχιστράτηγον τὸν μέγαν, δι᾿οὗ βαρβάρων πάντοτε, ἀθέων λυτρούμεθα.

 

Ἀπαγωγῇ βιαίᾳ, τοὺς εἰς ἔθνη ἀλλόφυλα τυγχάνοντας, καὶ δουλωθέντας ἐλεεινῶς, ἐπανάγαγε ἐν τάχει, ἐκδυσωπῶν τὸν Ὕψιστον, Θεὸν Ἀρχιστράτηγε.

Θεοτοκίον

Ὁ Δανιὴλ σε ὄρος γράφει μέγα, ὁ Ἀββακοὺμ δὲ Ἄχραντε, ὄρος κατάσκιον ἀρεταῖς, καὶ Δαυῒδ τετυρωμένον, ἐξ οὗ ὁ Θεὸς σεσάρκωται, τὸν κόσμον λυτρούμενος.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

 

Κάθισμα  Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ

Οὐρανίων ταγμάτων δημαγωγός, λειτουργός τε τῆς δόξης τῆς θεϊκῆς, ἀξίως γενόμενος, τῇ προστάξει τοῦ Κτίστου σου, Χριστιανῶν ὑπάρχεις μεσίτης σωτήριος, τῇ ἀΰλῳ σου δόξῃ, δεινῶν ἐξαιρούμενος· ὅθεν κατὰ χρέος, εὐφημοῦμέν σε πάντες, τὴν θείαν σου σήμερον, ἀνυμνοῦντες πανήγυριν, Μιχαὴλ Ἀρχιστράτηγε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὰ θεῖά σου θαύματα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις φέρεις, τὸν φέροντα ἅπαντα, τὸν τροφοδότην πάντων, καὶ Κτίστην τῆς κτίσεως· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι, πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ πλάστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι ὅσα θέλεις πανύμνητε.

 

ᾨδὴ δ'

Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ

Νοῦς ὁ πρῶτος ὑποστήσας, θείους Νόας βουλήματι, ἀρχηγὸν ἐν μέσῳ, τούτων Μιχαὴλ ἀπειργάσατο, ἐν πανολβίῳ μεθέξει φωτιζόμενον, καὶ νοήσεσι, θεαρχικαῖς ἀστραπτόμενον.

 

Ὕμνον ἅγιον σὺν θρόνοις, καὶ Ἀρχαῖς καὶ Δυνάμεσι, καὶ ταῖς Ἐξουσίαις, καὶ ταῖς Ἱεραῖς Κυριότησιν, ἀναφωνεῖς τῇ Τριάδι, παναοίδιμε, Μιχαὴλ διασῴζων, ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

 

Μεγαλύνωμεν τὸν πάντων, Ποιητήν τε καὶ Κύριον, τὸν δι᾿ εὐσπλαγχνίαν, δόντα περιφύλαγμα μέγιστον, καὶ ἀδιάπτωτον τεῖχος καὶ χαράκωμα, Μιχαὴλ ἡμῖν, τὸν φωταυγῆ ἀρχιστράτηγον.

Θεοτοκίον

Νοερῶς τοῦ σοῦ Παρθένε, τοκετοῦ τὸ παράδοξον, ἐμυεῖτο πάλαι, ὁ ἱεροφάντωρ ἐν πνεύματι, ὄρος κατάσκιον βλέπων, σὲ τρανότατα, ἐξ οὗ Ἅγιος ἦλθε, Θεὸς σωματούμενος.

 

Ἄλλος

Ἀκήκοεν ὁ Προφήτης ΤΟ ΑΚΟΥΤΕ

Σεναχηρεὶμ ὥσπερ πάλαι, λαὸν πολὺν κατέστρωσας, θείᾳ προστάξει, τοὺς τῆς Ἄγαρ οὕτω σύντριψον πολεμοῦντας, καὶ κατεπεμβαίνοντας, λαῷ τῷ πιστῷ, Μιχαὴλ Ἀρχιστράτηγε.

 

Ὡς φοβερόν σου τὸ εἶδος, ὡς θαυμαστὸν καὶ τὸ κάλλος, Μιχαὴλ ὄντως, ὡς ὑπέρλαμπρος ἡ δόξα σου ἣν δεικνύεις, πᾶσι τοῖς ποθοῦσί σε, τελῶν ἐναργῶς ἄπειρα θαύματα.

 

Περιπολεύων τὰ ἄνω, ἐπιφοιτᾷς ἑκάστοτε, φρικτῶς τοῖς κάτω, συμφορῶν πολλῶν καὶ θλίψεων, καὶ κινδύνων πάντας ἐξαιρούμενος, Θεοῦ Λειτουργέ, τοὺς προσκαλουμένους σε.

 

Ἴδε ὁ τόπος ὁ θεῖος· ἴδε τὸ καταφύγιον τῶν θλιβομένων· ἴδε οἶκος ὁ πανάγιος, ὃν ὁ μέγας ὄντως Ἀρχιστράτηγος, λιμένα πολλῶν, σῳζομένων δείκνυσι.

 

Στῦλος πυρὸς καθωράθης, Ἀρχίππῳ τῷ θεόφρονι, ὅτε ἀπείροις, δῆμος ἄνομος κατέσπευδε, κατακλύσαι ὕδασι τὸ τέμενος τὸ σόν, ἀρχηγὲ τῶν ἄνω Δυνάμεων.

Θεοτοκίον

Ὁ Γαβριὴλ σοι τὸ Χαῖρε, ἐκ τῶν ὑψίστων Πάναγνε κομίζων ἦλθε, σὺν αὐτῷ οὖν ἐκβοῶμεν· Χαῖρε πύλη, μόνος ἣν διώδευσε, Χριστὸς ὁ Θεός, σῴζων τὸ ἀνθρώπινον.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

 

ᾨδὴ ε'

Ἀσεβεῖς οὐκ ὄψονται ΤΟ ΑΚΟΥΤΕ

Ὤφθης προηγούμενος, τοῦ πάλαι Ἰσραήλ, προσταγαῖς τοῦ ἐξ, Ἰακώβ, τοῖς βροτοῖς παχύτητι, ὀφθέντος σώματος, Μιχαὴλ ἀσώματε, τῶν Ἀγγέλων ἀρχιστράτηγε.

 

Ταῖς ἀΰλοις λάμψεσι, θεούμενος ἀεί, ἐν μεθέξει θεαρχικῇ, καὶ ἡμῖν τὴν ἔλλαμψιν, τὴν φωτοδότιδα, χορηγεῖς Πρωτάγγελε, παραδόξως θαυμαζόμενος.

 

Ὡραιώθη χάριτι, ὁ θεῖός σου ναός· ἐν αὐτῷ γὰρ ἐπιφοιτῶν, ἰαμάτων πέλαγος, τοῦτον ἀνέδειξας, Μιχαὴλ πρωτάγγελε, καὶ παθῶν ἀλεξητήριον.

Θεοτοκίον

Νοερῶν Ἀγγέλων σε, ἀνέδειξε Θεός, ἀνωτέραν καθυποδύς, τὴν σὴν μήτραν Ἄχραντε, τὴν παναμώμητον· ὃν δυσώπει πάντοτε, οἰκτειρῆσαι τοὺς ὑμνοῦντάς σε.

 

Ἄλλος

Ἀνάτειλόν μοὶ Κύριε ΤΟ ΑΚΟΥΤΕ

Προγνόντες τὰ θαυμάσια, ἃ ἔμελλες Πρωτάγγελε, ἐπιτελεῖν ἐν τῷ τεμένει σου, οἱ κήρυκες τοῦ Λόγου, πᾶσι προκατήγγειλαν, ὧν ἡμεῖς τὴν ἔκβασιν, καθορῶμεν ἐναργῆ.

 

Τῇ θείᾳ εἰσηγήσει σου, Ἀρχάγγελε ἀνίστησιν, οἶκον εὐκτήριον τῷ ὕδατι, τῷ βρύοντι τὴν χάριν, εἰσβλέψας τὴν ἴασιν, τῆς παιδὸς ὁ πάλαι σου, βλασφημῶν τὰς δωρεάς.

 

Προσέλθετε ἀρύσασθε, χάριν ὁμοῦ καὶ ἔλεος· τῶν ἰαμάτων ἡ ἀέναος, πηγὴ πρόκειται πᾶσιν, ἣν ὁ  Ἀρχιστράτηγος, θείαις ἐπινεύσεσιν, ἐφανέρωσεν ἡμῖν.

 

Τυφλοῖς τὸ βλέπειν δίδοται, καὶ τοῖς κωφοῖς εὐήκοον, χωλοῖς δὲ πᾶσιν εὐδρομία, ἀλάλοις εὐφωνία, ἐν θείῳ οἴκῳ σου, Μιχαὴλ πρωτάγγελε, παροχεῦ τῶν ἀγαθῶν.

 

Βαρβάρων θραῦσον φρύαγμα, ζητούντων σου τὸ ποίμνιον, ἐξαφανίσαι Ἀρχιστράτηγε· τοὺς δέ γε συλληφθέντας, ὑπ᾿ αὐτῶν ἀνάρρυσαι, αἰχμαλώτους πάντοτε, εὐφημεῖν σε σὺν ἡμῖν.

Θεοτοκίον

Ἀγγελικῶν Δυνάμεων, Παρθένε ὑπερέχουσα, καὶ τετοκυῖα τὸν ἁπάντων, Θεὸν καὶ βασιλέα, σὺν αὐτοῖς ἱκέτευε, Παναγία Δέσποινα, διασῴζεσθαι ἡμᾶς.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

 

ᾨδὴ ς'

Ἐβόησε, Προτυπῶν ΤΟ ΑΚΟΥΤΕ

Ἀγάλλεται, τῶν Πιστῶν ἡ πληθὺς εὐφημοῦσά σε, καὶ δοξάζει, τὸν πανάγιον Λόγον συνάψαντα, τοὺς βροτοὺς Ἀγγέλοις, Μιχαὴλ τῇ αὐτοῦ ἀγαθότητι.

 

Στρατόπεδα, Ἰσραὴλ διεσώσω φαινόμενος, καὶ τὰς θείας προσταγάς, ἐκτελῶν Ἀρχιστράτηγε, καὶ τοὺς ἐχθροὺς καθεῖλες, καὶ εἰς τέλος αὐτοὺς ἐξηφάνισας.

 

Ὡς εῖδὲ σε, Ἰησοῦς τοῦ Ναυῆ προσεκύνησεν, ἐρωτήσας, τὸ σεπτόν σου καὶ ἅγιον ὄνομα, Ἀρχηγὲ Ἀγγέλων, εὐλαβείᾳ καὶ φόβῳ κρατούμενος.

Θεοτοκίον

Μακάριος, ὁ λαὸς ὁ ἀεὶ μακαρίζων σε, μακαρία, ἡ τεκοῦσα Θεὸν τὸν μακάριον, τοὺς βροτοὺς δι᾿ οἶκτον, ἀπορρήτῳ ἑνώσει θεώσαντα.

 

Ἄλλος

Ζάλη με λογισμῶν ΤΟ ΑΚΟΥΤΕ

Τοὺς πάλαι βουληθέντας ἀφανίσαι, ποταμίοις ῥεύμασι τὸ ὕδωρ τῆς εὐλογίας, ὃ παρέσχες Ἀρχάγγελε πιστοῖς, ἀπέδειξας ἀπράκτους, ἐπιστασίᾳ φρικώδει σου.

 

Πάλαι μὲν Μωϋσῆς ἔπληξε πέτραν, καὶ ἐρρύη ὕδατα, νῦν δέ σου ῥήξαντος πέτραν, κατεπόθησαν ῥεῖθρα ποταμῶν, εἰσέτι μαρτυροῦντα, τὸ θαῦμα θεῖε Ἀρχάγγελε.

 

Οἱ πάλαι τῇ μανίᾳ τῶν εἰδώλων, ζόφον περικείμενοι κακοπιστίας, τῷ θείῳ προσερχόμενοι οἴκῳ σου,τὸ φῶς τῆς γνώσεως, εὐχαῖς σου περιφανῶς ἐκομίζοντο.

 

Τὸ εἶδος καὶ ἡ φύσις σου πυρίνη, πιστοὺς μὲν φωτίζουσα, φλογίζουσα δὲ ἀπίστους, Ἀρχιστράτηγε θείων λειτουργῶν, προστάτα τῶν ἐν πίστει, εἰλικρινεῖ εὐφημούντων σε.

 

Τὴν θείαν τοῦ Δεσπότου εὐσπλαγχνίαν, ἐν πᾶσι μιμούμενος, ὀρέγεις ταπεινοῖς χεῖρα, καὶ ἰᾶσαι συντρίμματα ψυχῶν, καὶ παύεις τὰς ὀδύνας, τῶν προστρεχόντων σοι Ἅγιε.

Θεοτοκίον

Τόμον σε προεώρα ὁ Προφήτης, ἐν ᾧ Λόγος γέγραπται, δακτύλῳ Πατρὸς Παρθένε· ὃν ἱκέτευε βίβλῳ τῆς ζωῆς, ἡμᾶς καταγραφῆναι, τοὺς εὐσεβῶς σε δοξάζοντας.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δoξάζοντες.

 

Κοντάκιον  Ἦχος β'

Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ

Ἀρχιστράτηγε Θεοῦ, λειτουργὲ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγέ, καὶ ἀρχηγὲ τῶν Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἴτησαι, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων ἀρχιστράτηγος.

Ὁ Οἶκος

Ἔφης φιλάνθρωπε ἐν Γραφαῖς σου, πλήθη χαίρειν Ἀγγέλων ἐν οὐρανῷ, ἐπ᾿ ἀνθρώπῳ ἑνὶ μετανοοῦντι ἀθάνατε· ὅθεν ἡμεῖς οἱ ἐν ἀνομίαις, ἀναμάρτητε μόνε καρδιογνῶστα, σὲ δυσωπεῖν καθ᾿ ἑκάστην τολμῶμεν ὡς εὔσπλαγχνον, οἰκτεῖραι, καὶ καταπέμψαι ἀναξίοις κατάνυξιν Δέσποτα, παρέχων ἡμῖν συγχώρησιν· ὑπὲρ πάντων ἡμῶν γὰρ πρεσβεύει σοι, ὁ τῶν Ἀσωμάτων ἀρχιστράτηγος.

 

Σ υ ν α ξ ά ρ ι ο ν

     Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ Ἀνάμνησις τοῦ γενομένου παραδόξου θαύματος ἐν Κολασσαῖς τῆς Φρυγίας παρὰ τοῦ ἀρχιστρατήγου Μιχαήλ.

Στίχοι

·       Ὤφθης Μιχαὴλ Νῶε σῷ ναῷ νέος,

·       Χώνῃ ποταμῶν τὸν κατακλυσμὸν λύων.

·       Ῥοῦν Μιχαὴλ ποταμῶν χώνευσε, Νόων ἀγός, ἕκτῃ.

 

     Τῇ αὐτῇ ἡμέρᾳ, Ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐδοξίου, Ζήνωνος, Ῥωμύλου καὶ Μακαρίου.

Στίχοι

·       Τμήθησαν Εὐδόξιος, Ῥωμύλος, Ζήνων,

·       Καὶ Μακάριος, μακαριστοί, τοῦ τέλους!

 

     Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν τέσσαρες καὶ χίλιοι στρατιῶτοι, καὶ ἡ ἁγία Καλοδότη, ξίφει τελειοῦνται.

Στίχοι

·       Δεκὰς δεκαπλῆ καὶ χιλιὰς Μαρτύρων,

·       Καὶ τετρὰς ἁπλῆ συντελευτῶσι ξίφει.

·       Καλοδότη, τμηθεῖσα τὴν κάραν ξίφει,

·       Καλῶν δοτῆρι σοὶ παρίσταται Λόγε.

 

     Τῇ αὐτῇ ἡμέρᾳ, οἱ  Ἅγιοι Φαῦστος ὁ πρεσβύτερος, Μακάριος, Ἀνδρέας, καὶ ὁ μοναχὸς Βίβος, Κυριακός, Διονύσιος, Ἀνδρόνικος, καὶ αἱ ἅγιαι Ἀνδροπελαγία, καὶ Θέκλα, καὶ Θεόκτιστος ὁ ναύκληρος, καὶ ἕτερος Κυριακὸς ὁ Δημότης, ξίφει τελειοῦνται.

Στίχοι

·       Τὴν γῆν ὁ Φαῦστος ἐκλιπὼν διὰ ξίφους,

·       Πρὸς φαῦσιν ἤρθη τῆς ἄνω κατοικίας.

·       Ξίφει θανόντες Μακάριος, Ἀνδρέας,

·       Ὥδευσαν ἄμφω τὴν μακαρίαν τρίβον.

·       Τὸν ἀρετῆς στέφανον ἀρνεῖται Βίβος,

·       Εἰ μὴ στέφανον καὶ τὸν ἐκ ξίφους λάβῃ.

·       Διονυσίῳ σuμφρονήσαντας δύω,

·       Διονυσίῳ συγκατέκτεινε ξίφος.

·       Ὡς ἀνδρικὴ τις ἦν Ἀνδροπελαγία,

·       Πρὸς τὴν κεφαλῆς ἐκτομήν, ὡς ἡ Θέκλα.

·       Θεόκτιστος ναύκληρος ἐκτμηθεὶς κάραν,

·       Ψυχῆς ἰθύνει τὸ σκάφος πρὸς τὸν πόλον.

·       Ὁ Κυριάκος Δημότης, ἀλλ᾿ ἐκ ξίφους,

·       Συνθιασώτης τοῦ χοροῦ τῶν Μαρτύρων.

 

     Τῇ αὐτῇ ἡμέρᾳ, Συνέδραμε καὶ τὰ ἐγκαίνια τῆς Ὑπεραγίας Θεοτόκου εἰς τὸ Δεύτερον ἐν τῷ οἴκῳ τῆς Ἁγίας Εἰρήνης.

 

     Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Ὁ διασώσας ἐν πυρὶ ΤΟ ΑΚΟΥΤΕ

Ἀποσκοπήσας Δανιήλ, εἶδε συνεστῶτά σε μάκαρ, καὶ συνετίζοντα αὐτόν, ἐν Οὐβὰλ ἣν ἑώρακεν ὅρασιν, Γαβριηλ ἀστραπόμορφε, Μιχαήλ τε μετὰ ταῦτα αὐτῷ δηλοῦντα.

 

Τοὺς τῶν Ἀγγέλων ὁδηγούς, τοὺς θεοειδεῖς καὶ φωσφόρους, τὸν Μιχαὴλ καὶ Γαβριήλ, τοὺς ἡμῶν ἀγαθοὺς παρακλήτορας, καὶ προστάτας καὶ φύλακας εὐφημήσωμεν, ἐν πίστει μεγαλοφώνως.

 

Ὡραῖος καὶ πανευπρεπής, καὶ θεοειδὴς χρηματίσας, δημαγωγὸς τῶν λειτουργῶν, τῶν ἀΰλων ἐν πνεύματι γέγονας, Μιχαὴλ φωταυγέστατε, σὺν αὐτοῖς οὖν ὑπὲρ πάντων ἡμῶν δυσώπει.

Θεοτοκίον

Νοῦ τοῦ μεγάλου ἀληθῶς, Λόγον τὸν ἀΐδιον Κόρη, ἐν σοὶ ἀρρήτως καὶ φρικτῶς κατοικήσαντα βλέπων ἐβόησε, Γαβριὴλ ὁ Ἀρχάγγελος, Χαῖρε θρόνε τοῦ Ὑψίστου εὐλογημένη.

 

Ἄλλος

Τῇ εἰκόνι τῇ χρυσῇ ΤΟ ΑΚΟΥΤΕ

Συνεστῶτά σε ποτέ, ὁ Δανιὴλ ὡς κατεῖδε, δειλίᾳ ὅλως ληφθεὶς πεφόβηται, καὶ τοῖς ποσὶ τοῖς σοῖς προσπελάσας, συνετίζεται σαφῶς, μυστηρίων ἀφανῶν, τὴν δήλωσιν κραυγάζων· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 

Τοὺς ἐθνῶν ἐπαγωγαῖς, ἀπαγομένους δεσμίους, εἰς τόπους λίαν μακρὰν τυγχάνοντας, σὲ δὲ προστάτην προσκαλουμένους, Ἀρχιστράτηγε Θεοῦ, προσεπανάγεις ἐν χαρᾷ, κραυγάζοντας· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 

Τῶν Ἀγγέλων οἱ χοροί, κατανοοῦντές σε πόθῳ, χοροστασίαις βροτῶν ὑμνούμενον, χαρᾶς πληροῦνται ἀδιαδόχου, καὶ δοξάζουσι Θεόν, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν, τοὺς κάτω συνάψαντα, τοῖς οὐρανοῖς μυστικῶς, Ἀρχάγγελε Μιχαήλ.

 

Ποῖος τόπος ἀμοιρεῖ, τῶν σῶν ἀπείρων θαυμάτων, ποία σε πόλις οὐκ ἔχει πρόμαχον, ποία ψυχὴ καταπονουμένων, οὐ καλεῖ σε βοηθόν, τὸν Ἀρχιστράτηγον Θεοῦ;χαρμονικῶς βοῶσα· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 

Πλανωμένων ὁδηγός, ἀδικουμένων προστάτης, ὀλιγοψύχων παραμυθία τε, χειμαζομένων ὑπὸ πνευμάτων, γαληνότατος λιμήν, ἁμαρτωλῶν ἐγγυητής, νοσούντων ἐπίσκεψις, ἐσκοτισμένων φωστήρ, σὺ εἶ Ἀργάγγελε Θεοῦ.

Θεοτοκίον

Τὸν Σωτῆρα καὶ Θεόν, καὶ Λυτρωτὴν καὶ Δεσπότην, σαρκὶ τεκοῦσα πάναγνε Δέσποινα, τοῦτον ἀεὶ ἄχραντε δυσώπει, ὅπως λύσιν τῶν δεινῶν καὶ πολλῶν ἁμαρτιῶν τήν ἄφεσιν λάβωμεν, ὑμνολογοῦντες αὐτοῦ, τοὺς ὑπὲρ νοῦν οἰκτιρμούς.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η'

Λυτρωτὰ τοῦ παντὸς ΤΟ ΑΚΟΥΤΕ

Νοερῶν ἀσωμάτων ταξίαρχος, πρεσβευτὴς τῶν ἀνθρώπων σωτήριος, θεῖος Θεοῦ διάκονος, Μιχαὴλ ἀνεδείχθης, μέλπων ἀπαύστως· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τόν Κύριον.

 

Οἱ φωστῆρες οἱ δύο οἱ πάμφωτοι, Μιχαὴλ Γαβριήλ τε Ἀρχάγγελοι, τρισσοφαοῦς Θεότητος, φρυκτωρίαις τὴν κτίσιν φωταγωγοῦντες, τῶν δεινῶν τὴν ὁμίχλην διώκετε.

 

Ὡς καλοὶ κυβερνῆται Ἀρχάγγελοι, πρὸς λιμένα τοῦ θείου θελήματος, τὴν ψυχικην ὁλκάδα μου, διασώσατε ζάλῃ ἁμαρτημάτων, περιπίπτουσαν καὶ κινδυνεύουσαν.

Θεοτοκίον

Νυμφοστόλος ὁ θεῖος Ἀρχάγγελος, ἐπιστὰς προσεφώνει τὸ Χαῖρέ σοι, Νύμφη Θεοῦ ἀνύμφευτε, τῶν Ἀγγέλων ἡ δόξα καὶ τῶν ἀνθρώπων, τὸ διάσωσμα καὶ περιτείχισμα.

 

Ἄλλος

Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ ΤΟ ΑΚΟΥΤΕ

Γῆν διέρχῃ ὡς ἀστραπή, βούλημα τὸ θεῖον ἐκπληρῶν, περιπολεῖς τοὺς οὐρανούς, προηγούμενος τῶν Ἀγγέλων, τὸ κλέος σου μέγα, ὑπὲρ νοῦν δὲ τὰ ἄπειρα θαύματα, ἅπερ ἐπὶ πᾶσαν, φρικτῶς τελεῖς τὴν κτίσιν.

 

Οἱ αὐτόπται τοῦ δι᾿ ἡμᾶς, σώματι φανέντος ἐπὶ γῆς, Φίλιππος ὁ πανευκλεής, καὶ ὁ μέγιστος θεολόγος, ἐμπνεύσεσι θείαις, τὴν ἀέναον χάριν Πρωτάγγελε, σοῦ τῶν ἰαμάτων, προλέγουσι πανσόφως.

 

Ῥάβδῳ πάλαι ὁ Μωϋσῆς, ἔτεμε τὴν θάλασσαν· καὶ νῦν, ὁ Ἀρχιστράτηγος Θεοῦ, τῇ δυνάμει τῇ ἀοράτῳ, ὡς ῥάβδῳ φανείσῃ, τὰ ἀτάκτως φερόμενα ὕδατα, ὥσπερ ἐν χωνείᾳ, τῇ πέτρᾳ παραπέμπει.

 

Ὡς παμμέγιστος οὐρανός, δείκνυται ὁ οἶκος ὁ σεπτός, τοῦ τῶν Ἀγγέλων ἀρχηγοῦ, ἐν ᾧ θαύμασιν ὥσπερ ἄστροις, φωτίζονται πᾶσαι, τῶν πιστῶν αἱ καρδίαι δοξάζουσαι, τὸν ἀγαθοδότην Θεὸν εἰς τοὺς αἰῶνας.

 

Ὥσπερ πάλαι τοῦ Βαλαάμ, τὴν ἄλογον ἐκώλυσας ὁρμήν, τῇ τοῦ ἀλόγου, Στρατηγὲ τῶν Ἀγγέλων, ἐν λόγῳ φρικώδει στάσει, υἱοὺς τοὺς τῆς Ἄγαρ κινουμένους, ἀλόγως ἑκάστοτε καθ᾿ ἡμῶν ἀπράκτους, ἀπόδειξον εὐχαῖς σου.

Θεοτοκίον

Πῦρ ἐκύησας οὐδαμῶς, φλογίσαν σου Παρθένε τὴν νηδύν, Λόγον ἐγέννησας Πατρός, ἐξαιρούμενον ἀλογίας, τοὺς λόγους τοῦ πλάνου ὑπακούσαντας, καὶ παρακούσαντας, τοῦ πεποιηκότος Θεοῦ τοῦ φιλανθρώπου.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'

Εὔα μὲν τῷ τῆς παρακοῆς ΤΟ ΑΚΟΥΤΕ

Ἰδοὺ ἡ εὐπρέπεια τοῦ σοῦ, Ἀρχάγγελε, θείου οἴκου διαλάμπουσα, τῇ φωταυγεῖ σου παρρησίᾳ, θαυμάτων ἀστραπὰς ἐπαφίησι, καὶ σκότος νοσημάτων ἑκάστοτε, ἀποδιώκει θείᾳ χάριτι.

 

Ὡς ζεῦγος ὡραῖον καὶ τερπνὸν ὑπάρχοντες, τοῦ Δεσπότου τὰ προστάγματα, τοῖς ἐπὶ γῆς διακονεῖτε, Ἀρχάγγελοι δεινῶν ἐξαιρούμενοι, καὶ πᾶσι φωτισμὸν ἐπιπέμποντες, σωτηριώδη θείῳ Πνεύματι.

 

Σήμερον συγχαίρουσιν ἡμῖν ἀσώματοι, θεῖοι Νόες ἀνυμνούμενον, βλέποντες τοῦτον ὑπὸ πάντων, τὸν μέγαν καὶ φαιδρὸν Ἀρχιστράτηγον, ἡμῖν τε φωτισμὸν ἐξαιτούμενον, καὶ τῶν πταισμάτων ἀπολύτρωσιν.

 

Ἡ θεία δυὰς καὶ φωταυγής, Ἀρχάγγελοι, Μιχαήλ τε πανσεβάσμιε, καὶ Γαβριὴλ δεδοξασμένε, Τριάδι τῇ σεπτῇ παριστάμενοι, πταισμάτων ἀνοχῆς καὶ κολάσεως, αἰωνιζούσης ἡμᾶς ῥύσασθε.

Θεοτοκίον

Φωνῇ τοῦ Ἀγγέλου Γαβριὴλ συνέλαβες, Θεὸν Λόγον Παναμώμητε, λόγῳ τὰς ἄνω στρατηγίας, ποιήσαντα καὶ λόγον παρέχοντα, ὑμνεῖν τὴν ὑπὲρ λόγον καὶ ἔννοιαν, τούτου ἁγίαν συγκατάβασιν.

 

Ἄλλος

Ἐποίησε κράτος ΤΟ ΑΚΟΥΤΕ

Ὡς ὤφθης ἀνθρώποις, διὰ σπλάγχνα οἰκτιρμῶν, ἐπέστησας Ἀγγέλους τούτοις Λόγε, διαφυλάττων αὐτούς, ἀπὸ βλάβης πονηρᾶς, μεθ᾿ ὧν Μιχαὴλ τὸν θαυμαστόν, δι᾿ οὗ σε δυσωποῦμεν, πᾶσιν ἡμῖν δώρησαι, ἱλασμὸν πταισμάτων.

 

Ἰσχὺν σε καὶ κράτος, ὁ πιστὸς σε Βασιλεύς, Πρωτάγγελε καὶ σύμμαχον πρὸς ἔθνη, πολέμια καὶ δεινά, κεκτημένος τὴν αὐτῶν, τροποῦται ἀπόνοιαν ἀεί, καὶ εὐχαριστηρίους, διὰ σοῦ τῷ Πλαστουργῷ ᾠδὰς ἀναπέμπει.

 

ᾨδὴν προσφωνεῖ σοι, ἅπας πάντοτε πιστός, τῷ μέλποντι ἀπαύστως ἐν ὑψίστοις, σὺν μυριάσι πολλαῖς, τὴν τρισάγιον φωνήν. Προσάγαγε πάντας τῷ Θεῷ, ἐκ συμφορῶν καὶ πόνων, ἐκλυτρούμενος ἡμᾶς, ἀρχηγὲ Ἀγγέλων.

 

Σκιρτάτω ἡ κτίσις, ἀνυμνοῦσα μυστικῶς, τὸν μέγαν Ἀρχάγγελον Κυρίου· ὑπάρχει γὰρ ὁδηγὸς πλανωμένων, καὶ λιμὴν πολλῶν, συμφοραῖς καὶ πειρασμοῖς, καὶ χειμαζομένων, καὶ νοσούντων ἰατρός, καὶ θαυμάτων βρύσις.

 

Ἡγίασας τοῦτον τὸν σεβάσμιον ναόν, καὶ ἔδειξας αὐτὸν πηγὴν θαυμάτων, ἐν ᾧ ἐστῶτες ὁμοῦ, ἐκβοῶμέν σοι πιστῶς· Ἀρχάγγελε αἴτησαι ἡμῖν, ἁμαρτημάτων λύσιν, συμφορῶν ἀπαλλαγήν, καὶ πολλὴν γαλήνην.

Θεοτοκίον

Φανεῖσα Παρθένε, πλατυτέρα οὐρανῶν, ἐχώρησας Θεὸν ἀνερμηνεύτως, ὃν Ἀσωμάτων χοροί, ἀνυμνοῦσι μυστικῶς· αὐτὸν οὖν ἱκέτευε ἁγνή, πάντας ἡμᾶς σωθῆναι, τούς σὲ μακαρίζοντας, φωναῖς ἀσιγήτοις.

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αΰλων Nόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

 

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ

Ἀθροίσθητε καὶ ἴδετε, ἡ ἀνθρωπότης ἅπασα, θεάσασθε ξένον θαῦμα, τὸ τελεσθὲν ἐν ταῖς Χώναις, Μιχαὴλ ὁ ἀσώματος, ῥάβδῳ τὴν πέτραν ἔρρηξε, καὶ ποταμους ἠκόντισε, κατερχομένους ἀτάκτως, ἐπὶ τὸ ἅγιον ὕδωρ.

Θεοτοκίον  ὅμοιον

Εἰκόνος ἧς μετέλαβον, θεουργικῶς τῆς κρείττονος, ἐξώσθην, οἴμοι ὁ τάλας! δι᾿ ἀκρασίας τῆς πάλαι· σὺ δὲ Χριστὲ ὡς εὔσπλαγχνος, ἀρρήτως κοινωνήσας μοι, τοῦ χείρονος μετείληφας, καινοποιήσας Σωτήρ με, παρθενικῶν ἐξ αἱμάτων.

 

     Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

 

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Ἀγγελικῶς οἱ ἐν κόσμῳ πανηγυρίζοντες, τῷ ἐπὶ θρόνου δόξης, Θεῷ ἐποχουμένῳ, βοήσωμεν τὸν ὕμνον· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ οὐράνιος, ὁ συναΐδιος Λόγος Ἅγιος εἶ, καὶ τὸ Πνεῦμα τὸ Πανάγιον. (Δίς)

 

Τῶν οὐρανίων πρωτεύων, ἐν παρρησίᾳ πολλῇ, καὶ παρεστὼς τῷ θρόνῳ, τῷ ἀστέκτῳ ἐν δόξῃ, αὐτόπτα τῶν ἀρρήτων, σῶσον ἡμᾶς, Μιχαὴλ ἀρχιστράτηγε, τοὺς ἐν ἀνάγκαις κινδύνων καὶ πειρασμῶν, ταῖς πρεσβείαις σου δεόμεθα.

 

Τῶν ἀσωμάτων Ἀγγέλων, πρῶτος ὑπάρχων σαφῶς, καὶ λειτουργὸς τῆς θείας, φωταυγίας ἐκείνης, αὐτόπτης τε καὶ μύστης, σῶσον ἡμᾶς, Μιχαὴλ ἀρχιστράτηγε, τοὺς ἐτησίως τιμῶντάς σε εὐσεβῶς, καὶ ὑμνοῦντας τὴν Τριάδα πιστῶς.

Δόξα... Ἦχος πλ. α'

Ὅπου ἐπισκιάσει ἡ χάρις σου Ἀρχάγγελε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις· οὐ φέρει γὰρ τῷ φωτί σου προσμένειν, ὁ πεσὼν Ἑωσφόρος. Διὸ αἰτοῦμέν σε, τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ᾿ ἡμῶν κινούμενα, ἀπόσβεσον τῇ μεσιτείᾳ σου, λυτρούμενος ἡμᾶς, ἐκ τῶν σκανδάλων αὐτοῦ, ἀξιΰμνητε Μιχαὴλ Ἀρχάγγελε.

Καὶ νῦν... Θεοτοκίον

Mακαρίζομέv σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία μεγάλη καὶ ἀπόλυσις

 

     Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἀπὸ τοῦ Κανόνος, ᾨδὴ γ' καὶ ς'.

 

Προκείμενον  Ἦχος δ'

Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα

Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφοδρα.

 

Ὁ Ἀπόστολος πρὸς Ἑβραίους

Ἀδελφοί, εἰ ὁ δι' Ἀγγέλων λαληθεὶς λόγος...

 

Ἀλληλούϊα

Αἰνεῖτε τὸν Κύριον ἐκ τὼv οὐρανώv, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.

 

Εὐαγγέλιον κατὰ Λουκᾶν

Εἶπεν ὁ Κύριος ὁ ἀκούων ὑμῶν...

 

Κοινωνικὸν

Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλληλούϊα.