Τῌ ΤΡΙΤῌ ΤΗΣ Ζ' ΕΒΔΟΜΑΔΟΣ
Ε Σ Π Ε Ρ Α Σ
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'
Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Καθορώντων τῶν θείων σου, Μαθητῶν ἀνελήλυθας, εἰς τὰ ἐπουράνια καὶ ἐκάθισας, ἐν δεξιᾷ τοῦ Γεννήτορος, ὁ τούτου ἀχώριστος, ὑπερούσιε Υἱέ, καὶ ὡς εἶπας ἀπέστειλας, τὸν Παράκλητον, οὐρανοὺς ἐπιγείους ἐκτελοῦντα, τοὺς σοφοὺς καὶ θεηγόρους, καὶ ἱερούς, Ἀποστόλους σου.
Ἐσαρκώθης δι' ἄφατον, Ἰησοῦ ἀγαθότητα, καὶ Σταυρὸν καὶ θάνατον, ὁ ἀθάνατος, ἐθελουσίως ὑπέμεινας, καὶ αὖθις τριήμερος, ἀναστὰς ἐκ τῶν νεκρῶν, μεθ' ἡμέρας τεσσαράκοντα, ἀνελήλυθας· ὅθεν πρῴην κατῆλθες, εἰρηνεύσας, τὰ ἐπίγεια, καὶ πάντας, προσαγαγὼν τῷ Γεννήτορι.
Ἐν νεφέλαις ὡς εἶδόν σε, ἐπαιρόμενον Κύριε, οἱ σοφοὶ Ἀπόστολοι ὀδυρόμενοι, καὶ κατηφείας πληρούμενοι, ἐβόων σὺν δάκρυσι· Μὴ ἐάσῃς ὀρφανούς, οὓς δι' οἶκτον ἠγάπησας, ἀλλ' ἀπόστειλον, ἐφ' ἡμᾶς, ὡς ὑπέσχου, πανοικτίρμον τὸ πανάγιόν σου Πνεῦμα, φωταγωγοῦν τὰς ψυχάς, ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'
Δεῦτε τῶν πιστῶν τὸ σύστημα, τοὺς νόας μυηθέντες τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἄληκτον ὕμνον εἴπωμεν, ἐπὶ τοῦ Ἐλαιῶνος, ὡς οἱ Ἀπόστολοι, μετὰ Δαυῒδ βοήσωμεν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, ἵνα ῥύσηται τὰς φυλὰς τῶν βροτῶν, ἐκ τῶν σκανδάλων τοῦ ἀλάστορος, καὶ φωτίσῃ τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον
Στιχηρὰ Προσόμοια
Ἦχος β' Οἶκος τοῦ Εὐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Θαῦμα καινοπρεπές! ἡ βρότειος γὰρ φύσις, εἰς οὐρανοὺς ἀνῆλθεν, ἡ ἑνωθεῖσα Λόγῳ, Θεῷ τῷ παντοκράτορι.
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως
Ἔλαμψεν ἡ φαιδρά, καὶ πάμφωτος ἡμέρα, τῆς θείας τοῦ Δεσπότου, εἰς οὐρανοὺς ἀνόδου, λαμπρύνουσα τὰ σύμπαντα.
Στίχ. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος
Ὥσπερ τοῖς Μαθηταῖς, ἀπέστειλας ἐξ ὕψους, τὸ συμφυές σου Πνεῦμα, καὶ τῷ λαῷ σου πέμψον, Χριστὲ Σωτὴρ τὴν χάριν σου.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'
Κύριε, ἀναλαμβανομένου σου· ὅθεν οὐκ ἐχωρίσθης, αἱ στρατιαὶ τῶν Ἀγγέλων, καὶ πάντων τῶν Ἀσωμάτων, ἐν ἀγαλλιάσει ἐβόων, ταῖς ἀνωτέραις δυνάμεσιν. Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης· ὁ γὰρ θρόνος ὁ χερουβικός, ἀνέλαβέ σε μετὰ σαρκός, Κύριε, δόξα σοι.
Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Ζ' ΕΒΔΟΜΑΔΟΣ
Π Ρ Ω Ϊ
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Πρὸς τὸν σὸν Γεννήτορα παλινδρομήσας, παντουργὲ τοὺς δούλους σου, μὴ καταλίπῃς ὀρφανούς, οἱ Μαθηταὶ ὡς κατεῖδόν σε, ἀναληφθέντα, ἐβόων φιλάνθρωπε. (Δίς)
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα ὅμοιον
Οἱ κλεινοὶ διάκοσμοι τῶν θείων νόων, τὸν τῆς δόξης Κύριον, ἀναληφθέντα ἐμφανῶς, μετὰ σαρκὸς θεασάμενοι, Πύλας ἐβόων ἀλλήλοις ἐπάρατε. (Δίς)
Εἰς τὸν Στίχον τῶν Αἴνων
Στιχηρὰ Προσόμοια
Ἦχος πλ. β' Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Δι' ἄκραν εὐσπλαγχνίαν Χριστέ, ἐτέχθης ἐκ Παρθένου σαρκί, ἑκουσίως· ὑπομείνας δὲ Σταυρόν, τριήμερος ἀνέστης, ἐκ τάφου πανοικτίρμον, συναναστήσας καὶ ζωώσας ἡμᾶς.
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως
Ὁρώντων σε Χριστὲ ὁ Θεός, τῶν θείων Μαθητῶν ἐμφανῶς, ἀνελήφθης, ἀπὸ γῆς πρὸς οὐρανόν, καὶ τούτοις ἐπηγγείλω, ἐκπέμψειν Ζωοδότα, ἐκ τοῦ Πατρὸς Πνεῦμα τὸ ἅγιον.
Στίχ. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος
Ξενίζεται Ἀγγέλων πληθύς, τὸ ξένον τῆς ἀνόδου σου, καὶ φρικῶδες, Ἰησοῦ παμβασιλεῦ, καὶ πύλας οὐρανίους, διαίρειν ἐπεβόων, ταῖς ἀνωτέραις νῦν δυνάμεσι.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Τῶν κόλπων τῶν πατρικῶν μὴ χωρισθείς, γλυκύτατε Ἰησοῦ, καὶ τοῖς ἐπὶ γῆς ὡς ἄνθρωπος συναναστραφείς, σήμερον ἀπ' ὅρους τῶν Ἐλαιῶν ἀνελήφθης ἐν δόξῃ, καὶ τὴν πεσοῦσαν φύσιν ἡμῶν, συμπαθῶς ἀνυψώσας, τῷ Πατρὶ συνεκάθισας. Ὅθεν αἱ οὐράνιαι τῶν ἀσωμάτων τάξεις, τὸ θαῦμα ἐκπληττόμεναι, ἐξίσταντο θάμβει, καὶ τρόμῳ συνεχόμεναι, τὴν σὴν φιλανθρωπίαν ἐμεγάλυνον. Μεθ' ὧν καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, τὴν πρὸς ἡμᾶς σου συγκατάβασιν, καὶ τὴν ἀφ' ἡμῶν Ἀνάληψιν δοξολογοῦντες, ἱκετεύομεν λέγοντες· ὁ τοὺς Μαθητὰς καὶ τὴν τεκοῦσάν σε Θεοτόκον, χαρᾶς ἀπείρου πλήσας ἐν τῇ σῇ Ἀναλήψει, καὶ ἡμᾶς ἀξίωσον τῶν ἐκλεκτῶν σου τῆς χαρᾶς, εὐχαῖς αὐτῶν, διὰ τὸ μέγα σου ἔλεος.