Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ ς' ΕΒΔΟΜΑΔΟΣ

Ε Σ Π Ε Ρ Α Σ

 

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'

Ἦχος πλ. α'  Χαίροις ἀσκητικῶν  ΤΟ ΑΚΟΥΤΕ

Στόματι καὶ ψυχὴ καὶ νοΐ, τὸν ἐκ χοὸς πλαστουργικῶς καὶ τοῦ πτύσματος, ὀμμάτων τὰς κόρας δόντα, καὶ τὸν κοινὸν φωτισμόν, ὁ τὸ πρὶν τυφλώττων ὡμολόγησε, κτισμάτων παγκόσμιον, προβολέα καὶ πρύτανιν, δι' οἶκτον μόνον, βροτωθέντα τοῦ πλάσματος, καὶ ἐκήρυττεν, ὡς Θεὸν παντοδύναμον· οὗ Γραμματεῖς τὸν ζῆλον, καὶ τὴν πρὸς τούτους διάλεξιν, ὅλως μὴ φέροντες βλέπειν, ἀποσυνάγωγον κρίνουσι, τυφλώττοντες πλέον, τοῦ ποτὲ τυφλοῦ τὰς κόρας, ψυχῇ καὶ σώματι.

 

Τρόπαιον ἀριστείας τυφλός, κατὰ βλεπόντων κατὰ κράτος ἐξήρατο· τὸν Κτίστην καὶ γὰρ τὸν τούτου, καὶ πλαστουργὸν τοῦ παντός, καὶ τυφλὸς ὑπάρχων ἐθεάσατο, ἰδὼν τὴν ὀμμάτωσιν, τὴν πλασθεῖσαν ἐκ πτύσματος, καὶ ταύτῃ μόνῃ, ἐπιγνοὺς τὸν φωτίσαντα, καὶ Υἱὸν Θεοῦ, καὶ Δεσπότην παγκόσμιον· ὃν οἱ ὁρῶντες φθόνου, κακίᾳ τυφλώττοντες, ὅλως οὐκ εἶδον, καὶ ταῦτα, πολλαπλασίονα βλέποντες, ἐκ τούτου θαυμάτων, ἐνεργείας παραδόξους, μόνοις τοῖς ῥήμασιν.

 

Ὕποπτος Γραμματεύσι τυφλοῖς, ὀμματωθεὶς ὁ πρὶν τυφλώττων τεθέαται ὡς τάχα μηδόλως βλέπων, ἀλλὰ ψευδῶς τὸ ὁρᾶν, τοῦ Σωτῆρος χάριν προσποιούμενος, τυφλώττειν ἐθέλουσι, σκοτασμοῖς τοῖς τοῦ γράμματος, ἐν οἷς ἐκλάμπει, ὁ γλυκὺς Χριστὸς Ἥλιος, σαββατούργησιν, καινουργὸν διαπράξας μοι, ὃς τὸ σκιῶδες τούτου, φωτουργῶν καὶ τὸ κάλυμμα, αἴρων τὸ φῶς τὸ ἐν τούτοις, τοῖς πρὶν τυφλοῖς ἐχορήγησε, καὶ νῦν καθορῶντες τὸν τῶν φώτων παροχέα, κόσμῳ κηρύττουσι.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

Δικαιοσύνης Ἥλιε νοητὲ Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ' ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, Υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι· Πολλή σου καὶ ἄφατος ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε δόξα σοι.

 

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος πλ. α'  Ἀναστάσιμον

Ὁ τὴν ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης, Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύπτεσθε.

Κατανυκτικὸν

Κύριε, καὶ τὸν φόβον σου πτοοῦμαι, καὶ τὸ πονηρὸν ποιεῖν οὐ παύομαι. Τίς ἐν δικαστηρίῳ τὸν δικαστὴν οὐ πτοεῖται; ἢ τίς ἰαθῆναι βουλόμενος, τὸν ἰατρὸν παροργίζει, ὡς κἀγώ; Μακρόθυμε Κύριε, ἐπὶ τῇ ἀσθενείᾳ μου σπλαγχνίσθητι, καὶ ἐλέησόν με.

Μαρτυρικὸν

Τὸν θυρεὸν τῆς πίστεως περιβαλλόμενοι, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ ἑαυτοὺς διαναστήσαντες, πρὸς τὰς βασάνους ἀνδρείως ἀπηυτομόλησαν, καὶ Διαβόλου τὴν πλάνην, καὶ τὸ θράσος κατήργησαν, οἱ Ἅγιοί σου Κύριε· αὐτῶν ταὶς ἱκεσίαις, ὡς παντοδύναμος Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

Ὁ διὰ σπλάγχνα ἐλέους, σαρκωθεὶς Χριστὲ ὁ Θεός, τὸν τοῦ φωτὸς ἐστερημένον ἀπὸ μήτρας, σπλάγχνοις ἀφάτων οἰκτιρμῶν, λαμπηδόνος θείας κατηξίωσας, τούτου τάς κόρας, τῷ χοῒ τοῖς πλαστουργοῖς δακτύλοις σου προσψαύσας. Αὐτὸς καὶ νῦν φωτοπάροχε, καὶ ἡμῶν καταύγασον τὰ τῆς ψυχῆς αἰσθητήρια, ὡς μόνος ἀφθονοπάροχος.

 

Ἀπολυτίκιον  Ἦχος πλ. α'  ΤΟ ΑΚΟΥΤΕ

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι· καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Τῌ ΤΡΙΤῌ ΤΗΣ ς' ΕΒΔΟΜΑΔΟΣ

Π Ρ Ω Ϊ

 

Μετὰ τὴν α' Στιχολογίαν

 

Καθίσματα τῆς Ὀκτωήχου

Ἦχος πλ. α'  Ἀναστάσιμον

Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκρούς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε Κύριε δόξα σοι.

Κατανυκτικὸν

Κριτοῦ καθεζομένου, καὶ Ἀγγέλων ἑστώτων, σάλπιγγος ἠχούσης, καὶ φλογὸς καιομένης, τί ποιήσεις ψυχή μου, ἀπαγομένη εἰς κρίσιν; τότε γὰρ τὰ δεινὰ σοι παρίστανται, τὰ κρυπτά σου ἐλέγχονται ἐγκλήματα· διὸ πρὸ τέλους βόησον τῷ Κριτῇ· ὁ Θεὸς ἱλάσθητί μοι καὶ σῶσόν με.

Μαρτυρικὸν

Λάμπει σήμερον ἡ μνήμη τῶν Ἀθλοφόρων· ἔχει γὰρ οὐρανόθεν ἀπαύγασμα, ὁ χορὸς τῶν Ἀγγέλων πανηγυρίζει, καὶ τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει· διὸ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ῥῦσαι λαόν σου συνήθως, κραυγάζοντά σοι ἐκτενῶς· Ἀντιτάχθητι αἰσχροῖς καὶ ἀλαζόσι λογισμοῖς, ἵνα βοῶμέν σοι· Χαῖρε ἡ κεχαριτωμένη.

 

Μετὰ τὴν β' Στιχολογίαν

 

Κάθισμα τῆς Ἑορτῆς

Ἦχος πλ. α'  Τὸν συνάναρχον Λόγον  ΤΟ ΑΚΟΥΤΕ

Ἀναβλέψας ὁρᾶται Τυφλὸς τῷ πτύσματι, τοῦ τὴν βροτῶν διαρτίαν πρὶν πλαστουργήσαντος, μὴ ὁρῶν ἐκ γενετῆς τὸν μέγαν Ἥλιον· ὅθεν καὶ χάριτας Θεῷ, ἀναπέμπει ἐκ ψυχῆς, τὴν τούτου ἰδὼν εἰκόνα, καθ' ὁμοίωσιν πεπλασμένην, τοῦ τὴν εἰκόνα πλαστουργήσαντος.

 

Εἰς τοὺς Α ἲ ν ο υ ς

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος πλ. α'  Ἀναστάσιμον

Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον καὶ σῶσον ἡμᾶς. (Δίς)

Κατανυκτικὸν

Τὰ πλήθη τῶν πταισμάτων μου πάριδε Κύριε ὁ ἐκ Παρθένου τεχθείς, καὶ πάσας ἐξάλειψον τὰς ἀνομίας μου, λογισμόν μοι παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος δέομαι, καὶ ἐλέησόν με.

Μαρτυρικὸν

Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν, ταῖς αὐτῶν πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

Τίς λαλήσει τὰς δυναστείας σου Χριστέ, ἢ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὡράθης ἐπὶ γῆς δι' ἀγαθότητα, διπλᾶς καὶ τὰς ἰάσεις τοῖς νοσοῦσιν ἐχορήγεις· οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας, τοῦ ἀπὸ μήτρας πηρωθέντος, ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς· ὅθεν Θεόν σε ὡμολόγει τὸν κρυπτόμενον, καὶ πᾶσι παρέχοντα τὸ μέγα ἔλεος.

 

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος πλ. α'  Ὅσιε Πάτερ  ΤΟ ΑΚΟΥΤΕ

Λάμψιν φωσφόρον, καταλάμψασαν θεώμενοι, προδήλως ἐν Σαββάτῳ τῷ φωτοφόρῳ Τυφλῷ οἱ νόμοις τοῖς Μωσέως ἐντεθραμμένοι, γνώμῃ τυφλώττουσιν, ὁρῶντες σκιᾷ, σκίασμα μὴ γνόντες τὸ συγκαλύπτον νόμους, ἐξ οὗ οὐκ εἶδον τὸν φωτουργὸν καὶ τὸν τῷ λόγῳ Σαββάτου δημιουργόν, τὸν ὀμματώσαντα Τυφλὸν τῇ ἀπονίψει, καὶ τῇ τοῦ πτύσματος καινῇ πηλεργασίᾳ, μεθ' οὗ μιγνύμενοι, Θεὸν αὐτὸν κατίδωμεν, τὴν ἐκτύφλωσιν Φαρισαίων ἐλέγχοντες ὁράσει, τῇ ἐκ τοῦ κρείττονος.

 

Στίχ. Ἐπίβλεψον ἐπ ἐμέ, καὶ ἐλέησόν με.  

 

Ὄρθρος ἀνίσχει τῷ ἐν σκότει διατρίβοντι, νυκτὸς ἀορασίας πολυωδύνῳ Τυφλῷ ἐν ῥείθροις λουσαμένῳ, τὸ φῶς ὀμμάτων θείῳ κελεύσματι, πηγῇ Σιλωάμ· ὅθεν σελασφόρος καινότερος ὁρᾶται, ὁμίχλην σκότους νυκτοποιόν, τῶν νομικῶν διελέγχων Γραμματιστῶν, καὶ τὴν σκοτόμαιναν, τῆς τούτων ἀβλεψίας ταῖς ἀναλάμψεσι φωτίζων ταῖς φωσφόροις, ἐξ ὧν ἡ τύφλωσις τοῦ πρὶν σκιώδους γράμματος, ὀμματοῦται ταῖς ἐκ τοῦ Λόγου, ἡμῖν παρεχομέναις φαιδραῖς ἐλλάμψεσιν.

 

Στίχ. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου.

 

Ὕψους ἐπέβη, φωτοφόρου ἐπιβάσεως, φωτὶ θεογνωσίας καταλαμφθεὶς ὁ Τυφλός, κἂν πρῴην ἐτυφλοῦτο ἐξ ἀμφοῖν, τὸν φωτοδότην γνωρίζει καὶ φωτουργὸν τὸν ἀναλάμψαντα ἐκ τάφου τριημέρως, καὶ γῆν φαιδρύναντα αὐτοῦ τῇ Ἀναστάσει, ἐξ ἧς ἐπέλαμψε, τὸ φῶς τῆς ἀναπλάσεως τοῖς ἐν σκότει κεκρατημένοις, βροτοῖς, δι' εὐσπλαγχνίαν καὶ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

Δικαιοσύνης Ἥλιε νοητέ, Χριστὲ ὁ Θεὸς ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ' ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, Υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι. Πολλή σου καὶ ἄφατος, ἡ εἰς ἡμᾶς εὐσπλαγχνία,  φιλάνθρωπε, δόξα σοι.

 

Τῌ ΔΕΥΤΕΡΑ ΤΗΣ ς' ΕΒΔΟΜΑΔΟΣ

Ε Σ Π Ε Ρ Α Σ

(ΑΠΟΔΟΣΙΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΤΥΦΛΟΥ)

 

Ἰδιόμελα τῆς Ἑορτῆς

Ἦχος β'

Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με.

 

Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ Ἱεροῦ, εὗρεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ, καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον αὐτῷ· Τίς σου τὰς κόρας διήνοιξεν, ἃς οὐδεὶς τῶν βλεπόντων ἰάσαι ἴσχυσεν; ὁ δὲ φησὶ βοήσας· Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκεῖνός μοι ἔφη· Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα. Αὐτός ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσῆς ἐν τῷ νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ'

Ὅλον τὸν βίον ὁ Τυφλός, νύκτα λογιζόμενος ἐβόησε πρὸς σὲ Κύριε· Ἀνοιξόν μου τὰς κόρας, Υἱὲ Δαυΐδ, ὁ Σωτὴρ ἡμῶν, ἵνα μετὰ πάντων κἀγὼ ὑμνήσω σου τὴν δύναμιν.

Δόξα... Ἦχος πλ. α'

Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον Τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ, ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δὲ νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι· Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.

Καὶ νῦν...

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ, Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε, Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος. Τότε τὸν βυθόν ἐπέζευσεν, ἀβρόχως Ἰσραήλ, νῦν δέ, τὸ Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος. Ἡ θάλασσα, μετὰ την πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος, μετὰ τήν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος· ὁ ὤν, καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.

 

Εἰς τὸν Στίχον

Στιχηρὰ Ἀναστάσιμα

Ἦχος πλ. α'

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, Διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές.

 

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ

περιεζώσατο.

 

Ὁ τὴν ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.

 

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται.

 

Μέγα θαῦμα! ὁ τῶν ἀοράτων κτίστης, διὰ φιλανθρωπίαν, σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ, ἐκ πλάνης ῥυσθέντες ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.

 

Στίχ. τῷ οἴκῳ σου πρέπει ἁγίασμα εἰς μακρότητα ἡμερῶν.

 

Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι Σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

Δικαιοσύνης Ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ΄ ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα τῶν ψυχῶν αὐγάσας, Υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι· Πολλή σου καὶ ἄφατος ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοι.

 

Ἀπολυτίκιον  Ἦχος πλ. α'  ΤΟ ΑΚΟΥΤΕ

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι· καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Τῌ ΤΡΙΤῌ ΤΗΣ ς' ΕΒΔΟΜΑΔΟΣ

Π Ρ Ω Ϊ

 

Μετὰ τὴν α' Στιχολογίαν

 

Καθίσματα Ἀναστάσιμα τῆς Ὀκτωήχου

Ἦχος πλ. α'  Τὸν συνάναρχον Λόγον  ΤΟ ΑΚΟΥΤΕ

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν Ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκροὺς ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου καὶ ἰσχὺν Διαβόλου καὶ τοῖς ἐν ᾍδῃ φῶς ἀνέτειλε.

Δόξα...

Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος, νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.

Καὶ νῦν... Θεοτοκίον

Χαῖρε ἅγιον ὄρος, καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε, καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Μετὰ τὴν β' Στιχολογίαν

 

Κάθισμα τοῦ Τυφλοῦ

Ἦχος πλ. α'  Τὸν συνάναρχον Λόγον  ΤΟ ΑΚΟΥΤΕ

Τῷ Πατρὶ καὶ τῷ Πνεύματι ὁ συνάναρχος ὁ τὸ φῶς ὡς χιτῶνα περιβαλλόμενος, φιλανθρώπως τὴν ἡμῶν φύσιν ἐνδέδυται, καὶ τὰς νόσους τῶν βροτῶν, ἀπελαύνων ὡς Θεός, ἐφώτισε καὶ τὰς κόρας, τοῦ ἐκ νηδύος μητρῴας, ἐστερημένου φωτός.

 

Εἰς τοὺς Αἴνους

Στιχηρὰ Ἀναστάσιμα δ'

Ἦχος πλ. α'

Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου· οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον, ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.

 

Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

Κύριε, αἱ γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σὲ τὸν Χριστόν, τὸν δι' ἡμᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

 

Κύριε, ὥσπερ ἐξῆλθες, ἐσφραγισμένου τοῦ, τάφου, οὕτως εἰσῆλθες, καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

Τίς λαλήσει τὰς δυναστείας σου Χριστε; ἢ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὡράθης ἐπὶ γῆς δι' ἀγαθότητα, διπλᾶς καὶ τὰς ἰάσεις τοῖς νοσοῦσιν ἐχορήγεις. Οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας, τοῦ ἀπὸ μήτρας πηρωθέντος, ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς· ὅθεν Θεόν σε ὡμολόγει τὸν κρυπτόμενον, καὶ πᾶσι παρέχοντα τὸ μέγα ἔλεος.

 

Εἰς τὸν Στίχον τῶν Αἴνων

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος πλ. α'  Ὅσιε Πάτερ  ΤΟ ΑΚΟΥΤΕ

Λάμψιν φωσφόρον, καταλάμψασαν θεώμενοι, προδήλως ἐν Σαββάτῳ, τῷ φωτοφόρῳ Τυφλῷ, οἱ νόμοις τοῖς Μωσέως ἐντεθραμμένοι, γνώμῃ τυφλώττουσιν, ὁρῶντες σκιᾷ, σκίασμα μὴ γνόντες τὸ συγκαλύπτον νόμους, ἐξ οὗ οὐκ εἶδον τὸν φωτουργόν, καὶ τὸν τῷ λόγῳ Σαββάτου δημιουργόν, τὸν ὀμματώσαντα Τυφλὸν τῇ ἀπονίψει, καὶ τῇ τοῦ πτύσματος καινῇ πηλεργασίᾳ, μεθ' οὗ μιγνύμενοι, Θεὸν αὐτὸν κατίδωμεν, τὴν ἐκτύφλωσιν Φαρισαίων ἐλέγχοντες ὁράσει, τῇ ἐκ τοῦ κρείττονος.

 

Στίχ. Ἐπίβλεψον ἐπ ἐμέ, καὶ ἐλέησόν με.

 

Ὄρθρος ἀνίσχει, τῷ ἐν σκότει, διατρίβοντι, νυκτὸς ἀορασίας πολυωδύνῳ Τυφλῷ, ἐν ῥείθροις λουσαμένῳ, τὸ φῶς ὀμμάτων θείῳ κελεύσματι, πηγὴ Σιλωάμ· ὅθεν σελασφόρος καινότερος ὁρᾶται, ὁμίχλην σκότους νυκτοποιόν, τῶν νομικῶν διελέγχων Γραμματιστῶν, καὶ τὴν σκοτόμαιναν, τῆς τούτων ἀβλεψίας, ταῖς ἀναλάμψεσι φωτίζων ταῖς φωσφόροις, ἐξ ὧν ἡ τύφλωσις τοῦ πρὶν σκιώδους γράμματος, ὀμματοῦται ταῖς ἐκ τοῦ Λόγου, ἡμῖν παρεχομέναις, φαιδραῖς ἐλλάμψεσιν.

 

Στίχ. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου.

 

Ὕψους ἐπέβη φωτοφόρου ἐπιβάσεως, φωτὶ θεογνωσίας καταλαμφθεὶς ὁ Τυφλός, κἂν πρῴην ἐτυφλοῦτο ἐξ ἀμφοῖν τὸν φωτοδότην γνωρίζει καὶ φωτουργόν, τὸν ἀναλάμψαντα ἐκ τάφου τριημέρως, καὶ γῆν φαιδρύναντα αὐτοῦ τῇ Ἀναστάσει ἐξ ἧς ἐπέλαμψε, τὸ φῶς τῆς ἀναπλάσεως, τοῖς ἐν σκότει κεκρατημένοις, βροτοῖς δι' εὐσπλαγχνίαν καὶ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

Ὁ διὰ σπλάγχνα ἐλέους σαρκωθεὶς Χριστὲ ὁ Θεός, τὸν τοῦ φωτὸς ἐστερημένον ἀπὸ μήτρας σπλάγχνοις ἀφάτοις οἰκτιρμῶν, λαμπηδόνος θείας κατηξίωσας, τούτου τάς κόρας, πηλὸν τοῖς σοῖς πλαστουργοῖς δακτύλοις ἐπιχρίσας. Αὐτὸς καὶ νῦν φωτοπάροχε καὶ ἡμῶν καταύγασον τὰ τῆς ψυχῆς αἰσθητήρια, ὡς μόνος ἀφθονοπάροχος.

Ἐκτενής, καὶ Ἀπόλυσις