ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ
Ε Σ Π Ε Ρ Α Σ
Στιχηρὰ Προσόμοια τῆς Μεσοπεντηκοστῆς
Ἦχος α' Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ὁ ποιητὴς τῶν ἁπάντων, καὶ τῆς ζωῆς χορηγός, ὁ τῷ Πατρὶ τῷ θείῳ συναΐδιος Λόγος, ἑκὼν ἐκ τῆς Παρθένου, σάρκα λαβών, καὶ γενόμενος ἄνθρωπος, τὰ τῆς ἀρρήτου σοφίας ὡς ἀγαθός, πᾶσιν ἔβλυσε διδάγματα.
Τῆς ἑορτῆς μεσαζούσης, τῶν Ἰουδαίων Χριστέ, τῷ ἱερῷ ἐπέστης, ὁ τοῦ νόμου Δεσπότης, διδάσκων ἐξουσίᾳ, καὶ Γραμματεῖς διελέγχων ὡς γέγραπται, καὶ καταπλήττων σοφίᾳ λόγων τῶν σῶν, καὶ θαυμάτων ἐπιδείξεσιν.
Ὁ χορηγὸς τῆς σοφίας καὶ τῶν καλῶν παροχεὺς ὁ χέων θεῖα ῥεῖθρα ἐκ πηγῆς ἀενάου. Δεῦτε πρός με κράζει, ὕδωρ ζωῆς, οἱ διψῶντες ἀρύσασθε καὶ ποταμοὶ ἐκ κοιλίας ὑμῶν, φησί, χαρισμάτων θείων ῥεύσουσι.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Ὅτε παρεγένου ἐν ἱερῷ Χριστὲ ὁ Θεός, μεσούσης τῆς ἑορτῆς, τότε τοῖς λαοῖς ἐδίδασκες βοῶν· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται. Οἱ δὲ Ἰουδαῖοι διεπρίοντο, μετὰ τῶν Φαρισαίων, καὶ Σαδδουκαίων, καὶ Γραμματέων, λέγοντες· Τίς ἐστιν οὗτος, ὃς λαλεῖ βλασφημίας; μὴ λογιζόμενοι, ὅτι σὺ ὑπάρχεις, ὁ πρὸ πάντων αἰώνων, σὺν Πατρὶ καὶ Πνεύματι δοξαζόμενος, Θεὸς ἡμῶν. Δόξα σοι.
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος β' Ἀναστάσιμον
Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ, ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν δυνατέ, τοῦ θανάτου τὰ δεσμὰ ὡς Θεός διέρρηξας·
διὸ προσκυνοῦμεν τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.
Κατανυκτικὸν
Τίς χειμαζόμενος καὶ προστρέχων, τῷ λιμένι τούτῳ οὐ διασῴζεται; ἢ τίς ὀδυνώμενος καὶ προσπίπτων, τῷ ἰατρείῶ τούτῳ, οὐ θεραπεύεται; Δημιουργὲ τῶν ἁπάντων, καὶ ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.
Μαρτυρικὸν
Ὁ τῶν ἁγίων Μαρτύρων δεξάμενος τὴν ὑπομονὴν καὶ παρ΄ ἡμῶν δέχου τὴν ὑμνῳδίαν φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταῖς αὐτῶν ἱκεσίαις τὸ ἔλεος.
Δόξα... Καὶ νῦν... Ἦχος γ'
Μεσούσης τῆς ἑορτῆς, δοξάζομεν τὸν ἐν μέσῳ τῆς γῆς, σωτηρίας ἐργασάμενον· μέσον γὰρ δύο λῃστῶν ἡ ζωὴ ἐν ξύλῳ ἐκρέματο, καὶ τῷ μὲν βλασφημοῦντι ἐσιώπα, τῷ δὲ πιστεύοντι ἐβόα· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ. Κατῆλθεν ἐν τάφῳ, ἐσκύλευσε τὸν ᾍδην, καὶ ἀνέστη τριήμερος, σῴζων τὰς ψυχὰς ἡμῶν.
Τῌ ΤΡΙΤῌ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ
Π Ρ Ω Ϊ
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα τῆς Ὀκτωήχου
Ἀναστάσιμον Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν δεσμευθείς, ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾍδη ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ Ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ Ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.
Κατανυκτικὸν
Ἀναλόγισαι ψυχή, πῶς παραστῶμεν τῷ κριτῇ, ἐπὶ βήματος φρικτοῦ, τίθενται θρόνοι φοβεροὶ καὶ τῶν ἀνθρώπων αἱ πράξεις διελέγχονται. Τότε ὁ κριτὴς ἀδυσώπητος. Ἐκεῖ τὸ πῦρ δεινῶς συμπαρίσταται ὥσπερ ἀγρία θάλασσα, σὺν ἤχῳ κατακαλύψαι τοὺς πταίσαντας. Ἀναλογίζου, ταῦτα ψυχή μου, καὶ τὰ ἔργα σου εὔθυνον.
Μαρτυρικὸν
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοι· Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Φοβερὸν τὸ μυστήριον καὶ τὸ θαῦμα παράδοξον! πῶς ἡ Παρθένος σὲ τὸν Κτίστην τῶν ἁπάντων ἐβάστασε, καὶ μετὰ τόκον πάλιν σῴα καὶ Παρθένος διέμεινεν; ὁ τεχθείς ἐξ αὐτῆς, τὴν πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, καὶ τὸν κόσμον εἰρήνευσον, ὡς φιλάνθρωπος.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα τῆς Μεσοπεντηκοστῆς
Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῆς σοφίας τὸ ὕδωρ καὶ τῆς ζωῆς, ἀναβλύζων τῷ κόσμῳ πάντας Σωτήρ, καλεῖς τοῦ ἀρύσασθαι, σωτηρίας τὰ νάματα· τὸν γὰρ θεῖον νόμον σου, δεχόμενος ἄνθρωπος, ἐν αὐτῷ σβεννύει, τῆς πλάνης τους ἄνθρακας· ὅθεν εἰς αἰῶνας, οὐ διψήσει, οὐ ληξει, τοῦ κόρου σου Δέσποτα, Βασιλεῦ ἐπουράνιε· διὰ τοῦτο δοξάζομεν τὸ κράτος σου Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι, καταπέμψαι πλουσίως τοῖς δούλοις σου. (Δίς)
Εἰς τοὺς Αἴνους
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος δ' Ἀναστάσιμον
Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, Διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας. Διὸ βοῶμέν σοι· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. (Δίς)
Κατανυκτικὸν
Πλῦνόν με, τοῖς δάκρυσί μου Σωτήρ, ὅτι ῥερύπωμαι ἐν πολλαῖς ἁμαρτίαις· διὸ καὶ προσπίπτω σοι, ἐλεῆμον· Ἥμαρτον, ἐλέησόν με ὁ Θεός.
Μαρτυρικὸν
Ἀγγέλων συμμέτοχοι γεγόνατε, ἅγιοι Μάρτυρες, ἐν σταδίῳ τὸν Χριστὸν ἀνδρείως κηρύξαντες· πάντα γὰρ τὰ ἐν κόσμῳ κατελίπετε τερπνά, ὡς ἀνύπαρκτα, τὴν πίστιν δέ, ὡς ἄγκυραν ἀσφαλῆ ἐκρατήσατε· ὅθεν καὶ τὴν πλάνην ἀπελάσαντες, πηγάζετε τοῖς πιστοῖς ἰαμάτων χαρίσματα, ἀπαύστως πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Κύριε, πρὸ τοῦ ἀχράντου σου Σταυροῦ, τῆς ἑορτῆς μεσούσης, ἐν τῷ ἱερῷ ἀνῆλθες, Ἰουδαίους παρρησίᾳ διδάσκων τὰ Μωσέως, καὶ ἐν νόμῳ διὰ σοῦ νομοθετηθέντα· ἐκπληττόμενοι δὲ Χριστέ, τῆς σῆς σοφίας τὸ ἄφραστον μυστήριον, τὴν κατὰ σοῦ σκευωρίαν ἐν ἑαυτοῖς φθόνῳ ἐμελέτων. Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Στιχηρὰ Προσόμοια τῆς Μεσοπεντηκοστῆς
Ἦχος β'
Τέλος ὢν καὶ ἀρχή, μεσότης τε ἐν μέσῳ, τῆς ἑορτῆς ἐπέστης, τῷ ἱερῷ Χριστέ μου, πηγάζων μοι τὴν ἄφεσιν.
Στίχ. Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ´ ἀρχῆς.
Ἤκουσεν ἡ Σιὼν τῆς, Ἀναστάσεώς σου, τὸ θεῖον κράτος Λόγε, καὶ χαίρει σὺν τοῖς τέκνοις, ὑμνοῦσά σε τὸν εὔσπλαγχνον.
Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν, πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Σέλας τὸ ἐκ Πατρός, ἐξέλαμψας ὁ Λόγος· ἀλλ' ἐπ' ἐσχάτων χρόνων, ἐφάνης ὡς βροτός μοι, πταισμάτων νέμων ἄφεσιν.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Μεσούσης τῆς ἑορτῆς τοῦ Πάσχα, ἐν τῷ ναῷ ἀνῆλθες τοῦ ἱεροῦ, ὁ Σωτὴρ ἡμῶν, καὶ στὰς ἐν μέσῳ τοῦ ὄχλου, ἐδίδασκες αὐτοὺς παρρησίᾳ, καὶ ἔλεγες· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ ἐμοὶ ἀκολουθῶν, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ἀθανάτου ζωῆς.