Τῌ ΚΥΡΙΑΚῌ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ
Ε Σ Π Ε Ρ Α Σ
Στιχηρὰ Προσόμοια τῆς Μεσοπεντηκοστῆς γ'
Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Ὤφθη φωτοφανὴς καὶ τερπνή, τῆς τοῦ Σωτῆρος Ἀναστάσεως σήμερον, μεσότης ἡ παναγία, ὡς μεσημβρία φαιδρά, φρυκτωροῦσα κόσμον, θείαις χάρισι, Χριστοῦ τῆς Ἐγέρσεως, λαμπαδοχοῦσα τεράστια, τῆς ἀφθαρσίας, ἀπαστράπτει τὰ σύμβολα, καὶ προδείκνυσι, τὴν εἰς ὕψος Ἀνάληψιν, φαίνει τὴν πολυέραστον, τοῦ Πνεύματος ἔλευσιν, Πεντηκοστῆς τῆς πανσέπτου, τὴν λαμπροτάτην πανήγυριν· διὸ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος.
Δόξης ὡς θεϊκῆς ποταμός, τῆς ἑορτῆς νῦν μεσαζούσης ὁ Κύριος, τὰ ῥεῖθρα τῆς εὐσπλαγχνίας, πᾶσι παρέχων βοᾷ, οἱ διψῶντες δεῦτε, καὶ ἀρύσασθε· πηγὴ συμπαθείας γάρ, καὶ ἐλέους τὸ πέλαγος, αὐτὸς ὑπάρχων, βρύει κόσμῳ τὴν ἄφεσιν, πλύνει πταίσματα, καὶ καθαίρει νοσήματα, σῴζει τοὺς τὴν Ἀνάστασιν, αὐτοῦ ἑορτάζοντας, σκέπει τοὺς πόθῳ τιμῶντας, τὴν μετὰ δόξης Ἀνάληψιν, αὐτοῦ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην καὶ μέγα ἔλεος.
Μέσον τοῦ ἱεροῦ ἑστηκώς, ὁ ἀπερίγραπτος Θεός τε καὶ Κύριος· Θεὸς γὰρ ὑπῆρχε φύσει, κἂν δι' ἡμᾶς βροτωθείς, περιγεγραμμένος ὤφθη σώματι, τοῖς πᾶσιν ἀνέβλυζε, τὰ ζωήρρυτα ῥήματα, τοῖς πᾶσι λέγων· Τὰς ψυχὰς ἐκκαθάρθητε, καὶ τοῦ καύσωνος, τῶν παθῶν ἀναψύξατε, μή τις ἀποστερήσοιτο, τῆς πόσεως ἄνθρωποι· θείαν γὰρ χάριν δωροῦμαι, τῆς ἀθανάτου καὶ κρείττονος, καὶ τῆς βασιλείας, συμμεθέξει μοι τῷ κτίστῃ, καὶ δοξασθήσεται.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Μεσούσης τῆς ἑορτῆς πρὸ τοῦ Πάθους, καὶ τῆς ἐνδόξου Ἀναστάσεώς σου Κύριε, ἦς διδάσκων ἀγαθέ, ἐν τῷ ἱερῷ τοὺς ἀπειθοῦντας Ἰουδαίους, καὶ Φαρισαίους, καὶ Γραμματεῖς, καὶ βοῶν πρὸς αὐτούς· ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω, ὁ πιστεύων εἰς ἐμέ, ὕδατος ζωῆς Πνεύματος θείου, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ. Ὢ τῆς ἀρρήτου σοφίας τῆς σῆς συνέσεως! ὁ τὰ πάντα πληρῶν, Θεὸς ἡμῶν δόξα σοι.
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος δ' Ἀναστάσιμον
Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Κατανυκτικὸν
Ἤθελον δάκρυσιν ἐξαλεῖψαι, τῶν ἐμῶν πταισμάτων Κύριε τὸ χειρόγραφον, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου, διὰ μετανοίας εὐαρεστῆσαί σοι· ἀλλ' ὁ ἐχθρὸς ἀπατᾷ με καὶ πολεμεῖ τὴν ψυχήν μου, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.
Μαρτυρικὸν
Ὁ ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν Ἁγίων σου, Χριστὲ ὁ Θεός, ὑπ' αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Τῆς ἑορτῆς μεσούσης, τῆς σῆς Χριστὲ Ἀναστάσεως, καὶ θείας παρουσιας τοῦ ἁγίου σου Πνεύματος, συνελθόντες, τῶν θαυμάτων σου, ἀνυμνοῦμεν τὰ μυστήρια, ἐν ᾗ κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.
Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ
Π Ρ Ω Ϊ
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα τῆς Ὀκτωήχου
Ἦχος δ' Ἀναστάσιμον
Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο, λέγουσαι· Ἆρα ἐκλάπη ὁ τῷ Λῃστῇ ἀνοίξας Παράδεισον; ἆρα ἡγέρθη, ὁ καὶ πρὸ Πάθους κηρύξας τὴν Ἔγερσιν; Ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεὸς τοῖς ἐν ᾍδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.
Κατανυκτικὸν
Τὴν ταπεινήν μου ψυχὴν ἐπίσκεψαι Κύριε, τὴν ἐν ἁμαρτίαις τὸν βίον ὅλον δαπανήσασαν, ὃν τρόπον τὴν Πόρνην, δέξαι κἀμὲ καὶ σῶσόν με.
Μαρτυρικὸν
Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν οἰκουμένην τῇ χάριτι φαιδρῦναι· δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν, τὸ μέγα ἔλεος.
Θεοτοκίον
Τεῖχος ἀκαταμάχητον ἡμῶν τῶν Χριστιανῶν, ὑπάρχεις Θεοτόκε Παρθένε· πρὸς σὲ γὰρ καταφεύγοντες, ἄτρωτοι διαμένομεν, καὶ πάλιν ἁμαρτάνοντες, βοῶμέν σοι· Χαῖρε κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα τῆς Μεσοπεντηκοστῆς
Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἡ Σοφία ὁ Λόγος ὁ τοῦ Πατρός, ὁ καὶ δοὺς Ἀποστόλοις ῥῆμα Θεοῦ, κηρῦξαι τοῖς πέρασι, τὴν ἐν γῇ αὐτοῦ ἔλευσιν ὑπὸ πλάνων Ἑβραίων, μανίᾳ ὑβρίζετο, δαιμονῶν καὶ πλάνος, φρικτῶς λοιδορούμενος, ὃς ἀνεξικάκως, πρὸς αὐτοὺς ἀνεβόα· Μὴ κρίνετε ἄκριτον, κατ' ἐμοῦ κρίσιν ἄνομοι. Πρὸς αὐτὸν οὖν βοήσωμεν· Φιλάνθρωπε Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν κατάπεμψον, τοῖς ἀνυμνοῦσιν ἐν πίστει, τὴν ἀνείκαστον δόξαν σου. (Δίς)
Εἰς τοὺς Α ἲ ν ο υ ς
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος δ' Ἀναστάσιμον
Ὁ Σταυρὸν ὑπομείνας καὶ θάνατον καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν. (Δίς)
Κατανυκτικὸν
Πρόβατον εἰμὶ τῆς λογικῆς σου ποίμνης, καὶ πρὸς σὲ καταφεύγω τὸν ποιμένα τὸν καλόν, ζήτησόν με τόν πλανηθέντα ὁ Θεός, καὶ ἐλέησόν με.
Μαρτυρικὸν
Τίς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἑνικήσατε, Χριστὸν ὁμολογήσαντες, καὶ Σταυρῷ ὁπλισάμενοι· ὅθεν ἐπαξίως ἀνεδείχθητε, δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι. Ἀπαύστως πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ὑμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Μεσούσης τῆς ἑορτῆς τοῦ Πάσχα, ἐν τῷ ναῷ ἀνῆλθες τοῦ Ἱεροῦ ὁ Σωτὴρ ἡμῶν, καὶ στὰς ἐν μέσῳ τοῦ ὄχλου, ἐδίδασκες αὐτοὺς παρρησίᾳ καὶ ἔλεγες· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἐμοι ἀκολουθῶν, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ἀθανάτου ζωῆς.
Στιχηρὰ Προσόμοια
Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Κλίνας τοὺς οὐρανούς, κατῆλθες ὁ Σωτήρ μου, καὶ σάρκα ἐκ Παρθένου, δίχα τροπῆς ὑπέδυς πηγάζων μοι τὴν ἄφεσιν.
Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν, πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Ὅλος ἐν τῷ Θεῷ, ὁ λόγος σὺ ὑπάρχων, ὀλλύμενόν με θέλων, ἐξᾶραι τῶν πταισμάτων ἑνοῦσαί μοι φιλάνθρωπε.
Στίχ. Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ´ ἀρχῆς.
Σὺ εἶ Παμβασιλεῦ, σοφία ἡ μεγάλη, δι' οὗ Πατὴρ τὸν κόσμον, ἐποίησε πανσόφως, σὺν τῷ ἁγίῳ Πνεύματι.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Καθαρθῶμεν ἐννοιῶν τοὺς κευθμῶνας, καὶ ψυχικὰς λαμπηδόνας διαυγάσωμεν, καὶ τὴν ζωὴν κατίδωμεν Χριστόν, ἐν ἱερῷ ἀφικόμενον, ὑπερβολῇ ἀγαθότητος, ἵνα τόν ἐχθρὸν θριαμβεύσῃ, καὶ σώσῃ τὸ γένος ἡμῶν, διὰ Πάθους Σταυροῦ καὶ τῆς Ἀναστάσεως, πρὸς ὃν βοήσωμεν· Ἀκατάληπτε Κύριε, δόξα σοι.