Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ

Ε Σ Π Ε Ρ Α Σ

 

Δύο Ἰδιόμελα τῆς Ἑορτῆς, δευτεροῦντες τὸ πρῶτον

Ἦχος α'

Ὁ τῇ παλάμῃ τῇ ἀχράντῳ πλαστουργήσας τὸν ἄνθρωπον, ἦλθες εὔσπλαγχνε τοὺς νοσοῦντας ἰάσασθαι Χριστέ, τὸν Παράλυτον ἐν τῇ Προβατικῇ καλυμβήθρᾳ διὰ τοῦ λόγου σου ἀνέστησας. Αἱμόρρου δὲ τὸ ἄλγος ἐθεράπευσας, τῆς Χαναναίας τὴν παῖδα ἐνοχλουμένην ἠλέησας, καὶ τὴν αἴτησιν τοῦ Ἑκατοντάρχου οὐ παρεῖδες. Διὰ τοῦτο κράζομεν· Παντοδύναμε Κύριε, δόξα σοι.

 

Ἄταφος νεκρὸς ὑπάρχων ὁ Παράλυτος, ἰδών σε ἐβόησεν· Ἐλέησόν με Κύριε, ὅτι ἡ κλίνη μου τύμβος μοι ἐγένετο. Τί μοι κέρδος ζωῆς; οὐ χρῄζω τῆς Προβατικῇς κολυμβήθρας· οὐ γάρ ἐστί μοι τίς ὁ ἐμβάλλων με ταραττομένων τῶν ὑδάτων, ἀλλὰ σοὶ τῇ πηγῇ προσέρχομαι τῶν ἰαμάτων, ἵνα κἀγὼ μετὰ πάντων κράζω· Παντοδύναμε Κύριε, δόξα σοι.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'

Ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ τῇ λεγομένῃ κατὰ Ἰουδαίους Βηθεσδὰ πέντε στοὰς ἐχούσῃ· ἐν ταύταις γὰρ κατέκειτο πλῆθος τῶν ἀσθενούντων. Ἄγγελος γὰρ τοῦ Θεοῦ, κατὰ καιρὸν ἐπιφοιτῶν, διετάραττεν αὐτήν, καὶ ῥῶσιν ἐχαρίζετο τοῖς προσιοῦσιν ἐν πίστει. Καὶ ἰδὼν ὁ Κύριος χρονιοῦντα ἄνθρωπον, λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν, ἀπεκρίνατο· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν καλυμβήθραν· ἰατροῖς κατηνάλωσα τὸν ἅπαντά μου βίον, καὶ ἐλέους τυχεῖν οὐκ ἠξιώθην· ἀλλ' ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων λέγει πρὸς αὐτόν· Ἆρόν σου τὸν κράββατον καὶ περιπάτει, κηρύττων μου τὴν δύναμιν, καὶ τὸ μέγα ἔλεος ἐν τοῖς πέρασι.

 

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος γ'  Ἀναστάσιμον

Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσα σε, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Κατανυκτικὸν

Σῶσόν με Κύριε ὁ Θεός μου· σὺ γὰρ πάντων ἡ σωτηρία, ὁ κλύδων με τῶν παθῶν ἐκταράττει, καὶ τὸ βάρος τῶν ἀνομιῶν με βυθίζει· δός μοι χεῖρα βοηθείας, καὶ πρὸς φῶς ἀνάγαγέ με κατανύξεως, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Μαρτυρικὸν

Μεγάλη τῶν Μαρτύρων σου Χριστὲ ἡ δύναμις· ἐν μνήμασι γὰρ κεῖνται, καὶ πνεύματα διώκουσι, καὶ κατήργησαν ἐχθροῦ τὴν ἐξουσίαν, τῇ πίστει τῆς Τριάδος, ἀγωνισάμενοι ὑπὲρ τῆς εὐσεβείας.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

Ἐν τῇ Στοᾷ τοῦ Σολομῶντος, ἐκεῖ κατέκειτο πλῆθος τῶν ἀσθενούντων, καὶ μεσούσης τῆς Ἑορτῆς, εὗρεν ὁ Χριστός, ὀκτὼ καὶ τριάκοντα ἐτῶν Παράλυτον κείμενον· δεσποτικῇ φωνῇ λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ὁ δὲ λέγει πρὸς αὐτόν· Ἆρόν σου τὴν κλίνην· ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Τῆς Θεοτόκου πρεσβείαις Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

 

Τῌ ΤΡΙΤῌ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ

Π Ρ Ω Ϊ

 

Μετὰ τὴν α' Στιχολογίαν

 

Καθίσματα τῆς Ὀκτωήχου

Ἦχος γ'  Ἀναστάσιμον

Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον νῦν κατ' αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας, τὴν ἧτταν ἀνακαλούμενος· ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν Κύριε, δόξα σοι.

Κατανυκτικὸν

Ἕως πότε ψυχή μου ἐπιμένεις τοῖς πταίσμασιν, ἕως τίνος λαμβάνεις μετανοίας ὑπέρθεσιν; λαβὲ κατὰ νοῦν τὴν κρίσιν τὴν μέλλουσαν, καὶ βόησον Χριστῷ τῷ Θεῷ· Ἥμαρτον, ἀναμάρτητε Κύριε, ἐλέησόν με.

Μαρτυρικὸν

Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες ἅγιοι, θεοσεβείας ἐρασταί, Ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τάς αἰκίσεις μὴ δειλιάσαντες, τῶν εἰδώλων τὴν πλάνην κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.

Θεοτοκίον

Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταῖς πρεσβείαις σου σῷζε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη.

 

Μετὰ τὴν β' Στιχολογίαν

 

Κάθισμα τῆς Ἑορτῆς

Ἦχος γ'  Τὴν ὡραιότητα

Πάρεσιν εὕραντο, τὴν ὁλοσώματον, οἱ παραλύσεσι φθόνου σφιγγόμενοι, τὴν ἐν Σαββάτῳ Παραλύτου σφίγξιν κατανοοῦντες, λέγοντες· οὐκ ἔξεστι, θεραπεύειν τοῖς Σάββασι, λύειν τε τὴν πάτριον, τοῦ Σαββάτου κατάπαυσιν, τοῦ νόμου σε μὴ γνόντες Δεσπότην, καὶ θεραπευτὴν τῶν ψυχῶν ἡμῶν. ὶς)

 

Εἰς τοὺς Αἴνους

Στίχον τῆς Ὀκτωήχου

Ἦχος γ'  Ἀναστάσιμον

Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε· ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν Ἀνάστασίν σου· ἢν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς. ς)

Κατανυκτικὸν

Τὸν διεσπαρμένον μου νοῦν συνάγαγε Κύριε, καὶ τὴν χερσωθεῖσάν μου καρδίαν καθάρισον, ὡς τῷ Πέτρῳ διδούς μοι μετάνοιαν, ὡς τῷ Τελώνῃ στεναγμόν, καὶ ὡς τῇ Πόρνῃ δάκρυα, ἵνα μεγάλῃ τῇ φωνῇ κραυγάζω σοι· ὁ Θεὸς σῶσόν με, ὡς μόνος εὔσπλαγχνος, καὶ φιλάνθρωπος.

Μαρτυρικὸν

Βασιλέων καὶ τυράννων τὸν φόβον ἀπώσαντο, οἱ Χριστοῦ στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως αὐτὸν ὡμολόγησαν τῶν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα ἡμῶν, καὶ πρεσβεύουσιν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

Κύριε, τὸν Παράλυτον οὐχ ἡ κολυμβήθρα ἐθεράπευσεν, ἀλλ' ὁ σὸς λόγος ἀνεκαίνισε, καὶ οὐδὲ ἡ πολυχρόνιος αὐτῷ ἐνεπόδισε νόσος, ὅτι τῆς φωνῆς σου ὀξυτέρα ἡ ἐνέργεια ἐδείχθη, καὶ τὸ δυσβάστακτον βάρος ἀπέρριψε, καὶ τὸ φορτίον τῆς κλίνης ἐβάστασεν εἰς μαρτύριον τοῦ πλήθους τῶν οἰκτιρμῶν σου, δόξα σοι.

 

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος γ'  Μεγάλη τοῦ Σταυροῦ σου

Ἐφάνη παρειμένοις μέλεσιν ὁ λόγος σου, ὡς σφίγμα ζωηφόρον, ζωοποιέ μου Λόγε· οὐ μαρτύριον, ἡ παρ' ἐλπίδα κλίνης ἄρσις, ἢν κελευσθεὶς ἔφερεν, ὁ κατακείμενος ἐπ αὐτῆς ἐπὶ πλεῖστον.

 

Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα...

 

Γηθόμενος πληροῖ τὸ πρόσταγμα Παράλυτος, τῆς σῆς παντοδυνάμου, Δεσποτικῆς ἰσχύος, καὶ τὸν κράββατον φέρων αὐτοῦ περιεπάτει, καὶ μαρτυρῶν ἐκραύγαζεν· ὁ ἰασάμενος, τοῦτο ποιεῖν κελεύει.

 

Στίχ. Ὅτι εἶπας, εἰς τὸν αἰῶνα ἔλεος...

 

Ἐν ἔτεσι πολλοῖς καὶ χρόνοις κατακείμενος· Ἐλέησόν με κράζει, ὁ παρειμένος μέλη, λυτρωτὰ Χριστέ, συνεσφιγμένος ἀπορίᾳ, καὶ ὁ Σωτὴρ κράββατον αἴρειν προσέταττε κατασφίγξας τὰ μέλη.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'

Ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ, ἄνθρωπος κατέκειτο ἐν ἀσθενείᾳ, καὶ ἰδών σε Κύριε, ἐβόα· Ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με ἐν αὐτῷ· ἐν ᾧ δὲ πορεύομαι, ἄλλος προλαμβάνει με, καὶ λαμβάνει τὴν ἴασιν, ἐγὼ δὲ ἀσθενῶν κατάκειμαι. Καὶ εὐθὺς σπλαγχνισθεὶς ὁ Σωτήρ, λέγει πρὸς αὐτόν· Διὰ σὲ ἄνθρωπος γέγονα, διὰ σὲ σάρκα περιβέβλημαι, καὶ λέγεις ἄνθρωπον οὐκ ἔχω; ἆρόν σου τὸν κράββατον, καὶ περιπάτει. Πάντα σοι δυνατά, πάντα ὑπακούει, πάντα ὑποτέτακται, πάντων ἡμῶν μνήσθητι, καὶ ἐλέησον ἅγιε, ὡς φιλάνθρωπος.