Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ

Ε Σ Π Ε Ρ Α Σ

 

Στιχηρὰ τῆς Ἑορτῆς γ'

Ἦχος πλ. α'  Χαίροις ἀσκητικῶν  ΤΟ ΑΚΟΥΤΕ

Ἧλοις προσηλωθείς, τὴν ἀράν, τὴν ἐν τῷ ξύλῳ διὰ ξύλου ἐξήλειψας, τεθεὶς δὲ ἐν τῷ μνημείῳ, τοὺς ἀπ' αἰῶνος νεκρούς, θεϊκῇ δυνάμει ἐξανέστησας. Τὴν σὴν δυναστείαν, μεγαλοφώνως δοξάζομεν, Πάσχα τὸ θεῖον, Ἰησοῦ παντοδύναμε, ἡ ζωὴ ἡμῶν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα. Ὅθεν τὰ ἐπουράνια, τῇ γῇ συναγάλλονται, ἐπινικίους ᾠδάς σοι, νικοποιὲ Λόγε ᾄδοντες, Χριστὲ παντοκράτορ, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Ἆρα μετὰ νεκρῶν ἡ ζωὴ; ὑπὸ τὴν γῆν τε ὁ ἀνέσπερος Ἥλιος, εἰσέτι καὶ νῦν  ὑπάρχει; τῶν Μυροφόρων χορός, θρηνῳδῶν ἐβόα· Δεῦτε δράμωμεν, σπουδῇ καὶ ὀψώμεθα, πρὸς τὸ μνῆμα τὸ ἅγιον. Ἔνδον δὲ τούτου, ἐξαστράπτοντα Ἄγγελον, θεασάμεναι, ἀποροῦσαι ἐξίσταντο· ὅστις μεταβαλὼν αὐτῶν, τὸν θρῆνον ἐβόησεν, ὁ ζωοδότης ἀνέστη, μὴ ἐκθαμβεῖσθε φιλόσεμναι, αὐτὸς βασιλεύει, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Ὄρθρου ὁ τῶν γυναίων χορός, τὸν πρὸ ἡλίου ἐξεζήτησεν Ἥλιον, ἐν τάφῳ δύναντα τότε, ὁ φωταυγὴς δὲ αὐταῖς, προσεφώνει Ἄγγελος. Ἐξανέτειλε, τὸ φῶς καταυγάσαν, τοὺς ἐν τῷ σκότει καθεύδοντας, τοῖς ἑωσφόροις, Μαθηταῖς ἀπαγγείλατε, τὴν κατήφειαν, εἰς χαρὰν μετατρέψατε. Πάσχα δὲ τὸ χαρμόσυνον, καὶ κόσμῳ σωτήριον, ἐν ἀδιστάκτῳ καρδίᾳ, περικροτοῦσαι χορεύσατε. Χριστὸς ἐξανέστη, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος α'

Μυροφόροι γυναῖκες, τῷ τάφῳ τί προσήλθετε; τί ζητεῖτε τὸν ζῶντα ἐν νεκροῖς; Ἀνέστη ὁ Κύριος, θαρσεῖτε, βοᾷ ὁ Ἄγγελος.

 

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος β'  Ἀναστάσιμον

Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν Λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.

Κατανυκτικὸν

Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ Ἄσωτος Υἱός, δέξαι με Πάτερ μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός.

Μαρτυρικὸν

Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι, Κύριε, πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Δόξα... Καὶ νῦν... Ἦχος α'

Μετὰ φόβου ἦλθον αἱ γυναῖκες ἐπὶ τὸ μνῆμα, ἀρώμασι τὸ Σῶμά σου μυρίσαι σπουδάζουσαι, καὶ τοῦτο μὴ εὑροῦσαι, διηπόρουν πρὸς ἀλλήλας, ἀγνοοῦσαι τὴν Ἀνάστασιν· ἀλλ' ἐπέστη αὐταῖς Ἄγγελος, καὶ εἶπεν· Ἀνέστη Χριστός, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

 

Ἀπολυτίκιον

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.

Δόξα...

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Καὶ νῦν...

Ταῖς Μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος.

 

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ

Π Ρ Ω Ϊ

 

Μετὰ τὴν α' Στιχολογίαν

 

Καθίσματα τῆς Ὀκτωήχου

Ἦχος β' Ἀναστάσιμον

Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοι.

Κατανυκτικὸν

Ὡς κύματα θαλάσσης ἐπ' ἐμέ, ἐπανέστησαν αἱ ἀνομίαι μου, ὡς σκάφος ἐν πελάγει ἐγὼ μόνος χειμάζομαι, ὑπὸ πταισμάτων πολλῶν, ἀλλ' εἰς εὔδιον λιμένα ὁδήγησόν με, Κύριε τῇ μετανοίᾳ καὶ σῶσόν με.

Μαρτυρικὸν

Σὲ τὸν περιβάλλοντα τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ  Ἅγιοι περιβολὴν ἐν τῷ κόσμῳ, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν. Αὐτῶν ταῖς ἱκεσίαις, καὶ ἡμᾶς ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ, Σωτήρ, καὶ σῶσον ἡμᾶς.

Θεοτοκίον

Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ χαῖρε βοῶμέν σοι· ὡς ποτὲ ὁ Γαβριήλ, ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.

 

Μετὰ τὴν β' Στιχολογίαν

 

Κάθισμα τῆς Ἑορτῆς

Ἦχος β'  Τὰ ἄνω ζητῶν  ΤΟ ΑΚΟΥΤΕ

Τὰ μύρα θερμῶς, τῷ τάφῳ  προσκομίζουσαι, Γυναῖκες Σωτήρ,  Ἀγγέλου τῇ λαμπρότητι, τὰς ψυχὰς ἠγάλλοντο, καὶ Θεὸν σε τῶν ὅλων ἐκήρυττον, καὶ Μαθηταῖς ἐβόων· Ὄντως ἀνέστη ἐκ τάφου, ἡ πάντων ζωή. (Δίς)

 

Εἰς τοὺς Αἴνους

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος β'  Ἀναστάσιμον

Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξης τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος. (Δίς)

Κατανυκτικὸν

Τῶν πεπραγμένων μοι δεινῶν ἐννοῶν τὰ ἄτοπα, ἐπὶ τοὺς σοὺς καταφεύγω οἰκτιρμούς, Τελώνην μιμούμενος, καὶ Πόρνην τὴν δακρύσασαν, καὶ τὸν  Ἄσωτον Υἱόν· διὸ καὶ προσπίπτω σοι ἐλεῆμον, πρίν με καταδικάσῃς, φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.

Μαρτυρικὸν

Ὑπὲρ Χριστοῦ παθόντες μέχρι θανάτου, ὦ Ἀθλοφόροι Μάρτυρες, ψυχὰς μὲν ἔχετε εἰς οὐρανοὺς ἐν χειρὶ Θεοῦ, καὶ κατὰ κόσμον ὅλον δορυφορεῖται ὑμῶν τὰ λείψανα, Ἱερεῖς καὶ βασιλεῖς προσκυνοῦσι, καὶ λαοὶ πάντες ἐπαγαλλόμενοι, συνήθως βοῶμεν· Ὕπνος τίμιος, ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.

Δόξα... Καὶ νῦν... Ἦχος α'

Ἦλθον ἐπὶ τὸ μνημεῖον, ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, ζητοῦσαι τὸν Κύριον, καὶ τὸν  Ἄγγελον εἶδον, ὡσεὶ ἀστραπήν, καθεζόμενον ἐπὶ τὸν λίθον, καὶ λέγοντα αὐταῖς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν τεθνεώτων, ἀνέστη, καθὼς εἶπεν, ἐν Γαλιλαίᾳ αὐτὸν εὑρήσετε. Πρὸς ὃν βοήσωμεν· ὁ ἀναστὰς ἐκ νεκρῶν Κύριε, δόξα σοι.

 

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος πλ. β'  Τριήμερος ἀνέστης  ΤΟ ΑΚΟΥΤΕ

Ἐξάρξατε λαοὶ ψαλμικῶς, ὑμνήσατε Χριστὸν ἐν χαρᾷ, Πάσχα μέγα, ἐξανέτειλεν ἡμῖν ὁ ἀναστὰς ἐκ τάφου, Χριστὸς ὁ ζωοδότης, καὶ λυτρωτὴς πάσης τῆς κτίσεως.

 

Στίχ. Εὐδόκησας Κύριε τὴν γῆν σου...

 

Τὸ Χαῖρε Μυροφόροις εἰπών, τῆς Εὔας τὸ κατάκριμα, διαλύεις εἰς χαράν, καὶ Μαθητάς, ἀναστὰς ἀποστέλλεις κηρῦξαι τὴν ἐκ τάφου, τριήμερόν σου ἐξανάστασιν.

 

Στίχ. Ἔλεὸς καὶ ἀλήθεια συνήντησαν...

 

Πάσχα σεπτὸν καὶ ἅγιον, ἡμῖν Χριστὸς κατηύγασε. Δεῦτε πάντες, λαμπρυνθῶμεν τὰς ψυχάς· ἰδοὺ γὰρ νῦν  ἡμέρα, ἐπέλαμψεν ἐνταῦθα, ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε.

Δόξα... Καὶ νῦν... Ἦχος β'

Ἔρραναν μύρα μετὰ δακρύων, ἐπὶ τὸ μνῆμά σου αἱ Γυναῖκες, καὶ ἐπλήσθη χαρᾶς τὸ στόμα αὐτῶν ἐν τῷ λέγειν· Ἀνέστη ὁ Κύριος.