ΟΡΘΡΟΣ ΕΝ ΤΑΙΣ ΚΥΡΙΑΚΑΙΣ

Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀναγνώστης Ἀμήν.

Ἱερεὺς Δόξα σοι ὁ Θεός, δόξα σοι.

Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς  Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρός τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος πλ. α'

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 

Ἀναγνώστης Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')

Δόξα... Καὶ νῦν  ...

·               Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

·               Κύριε, ἱλάσθητι  ταῖς  ἁμαρτίαις ἡμῶν,

·               Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

·               Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,

·               ἕνεκεν τοῦ ὀνόματός σου.  

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα... Καὶ νῦν  ...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

 

Τροπάρια

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Δόξα...

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Καὶ νῦν  ... Θεοτοκίον

Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.

 

·               Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.   Κύριε, ἐλέησον (γ').

·               Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.

·               Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, καὶ πάσης τῆς  ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς  αἰῶνας τῶν αἰώνων.

 

Ἀναγνώστης Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.

 

Ἱερεὺς Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 Ἀναγνώστης  Ἀμήν. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (ἐκ γ').

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (δίς).

 

Ψαλμὸς 3

·              Κύριε τὶ ἐπληθύνθησαν οἱ θλίβοντές με, πολλοὶ ἐπανίστανται ἐπ' ἐμὲ

·              Πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ 

·              Σὺ δὲ Κύριε ἀντιλήπτωρ μου εἶ δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου

·              Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ 

·              Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου

·              Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι

·              Ἀνάστα Κύριε σῶσόν με ὁ Θεός μου ὅτι σὺ ἐπαταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας

·              Τοῦ Κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου

Καὶ πάλιν

·              Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου

 

Ψαλμὸς 37

·              Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με

·              ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου

·              οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου οὐκ ἔστιν εἰρήνη ἐν

·              τοῖς   ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου

·              ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμὲ

·              προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου

·              ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην

·              ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμῶν καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου

·              ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου

·              Κύριε ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη

·              ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ

·              οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν

·              καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου καὶ οἱ ζητοῦντες τὰ κακά μοι

·              ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν

·              ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ

·              καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμοὺς

·              ὅτι ἐπὶ σοὶ Κύριε ἤλπισα, σὺ εἰσακούσῃ Κύριε ὁ Θεός μου

·              ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί  μοι  οἱ ἐχθροί μου καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλορρημόνησαν

·              ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντὸς

·              ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου

·              οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως

·              οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον δικαιοσύνην 

·              μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ

·              πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου

Καὶ πάλιν

·              μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου μὴ ἀποστῇς ἀπ' ἐμοῦ

·              πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου

 

Ψαλμὸς 62

·              Ὁ Θεὸς ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ

·              οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου

·              ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς τὰ χείλη μου ἐπαινέσουσί σε

·              οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου

·              ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου

·              εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ

·              ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι

·              ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου

·              αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς παραδοθήσονται εἰς χεῖρας ῥομφαίας μερίδες ἀλωπέκων ἔσονται

·              ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα

Καὶ πάλιν

·              ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ

·              ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι

·              ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου

 

Δόξα... Καὶ νῦν...

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς

Κύριε, ἐλέησον, Κύριε ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα... Καὶ νῦν...

 

Ψαλμὸς 87

·              Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου

·              εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου 

·              ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε.

·              προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος

·              ὡσεὶ τραυματίαι  καθεύδοντες ἐν τάφῳ ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν

·              ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου

·              ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ' ἐμὲ 

·              ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτόῖς· παρεδόθην καὶ οὐκ ἐξεπορευόμην

·              οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σὲ Κύριε ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου

·              μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια ἢ ἰατροὶ ἀναστήσουσιν καὶ ἐξομολογήσονταί σοι;

·              μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;

·              μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;             

·              κἀγὼ πρὸς σὲ Κύριε ἐκέκραξα καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε

·              ἵνα τὶ Κύριε ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;

·              πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην

·              ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με

·              ἐκύκλωσάν με ὡσεὶ ὕδωρ, ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα

·              ἐμάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας

Καὶ πάλιν

·              Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου

·              εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου

 

Ψαλμὸς 102

·              Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ

·              τὸν εὐιλατεύοντα πάσας τὰς  ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου

·              τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς

·              τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου

·              ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις

·              ἐγνὼρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ

·              οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος

·              οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ

·              οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν

·              ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσεν Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτὸν

·              καθ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν

·              καθὼς οἰκτείρει πατὴρ υἱοὺς ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτὸν

·              ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν ἐμνήσθη ὅτι χοῦς ἐσμεν

·              ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει

·              ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ

·              τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτὸν καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν  τοῖς   φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτὰς

·              Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει

·              εὐλογεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ

·              εὐλογεῖτε τὸν Κύριον πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ

·              εὐλογεῖτε τὸν Κύριον πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει ἡ ψυχή μου τὸν Κύριον

Καὶ πάλιν

·              ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει ἡ ψυχή μου τὸν Κύριον

 

Ψαλμὸς 142

·              Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

·              καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν

·              ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος

·              καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου

·              ἐμνήσθην ἡμερῶν ἀρχαίων,  ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων

·              διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι  

·              ταχὺ εἰσάκουσόν μου Κύριε, ἐξέλιπεν τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον

·              ἀκουστὸν ποίησόν  μοι  τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν  μοι  Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου

·              ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου, Κύριε πρὸς σὲ κατέφυγον

·              δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ

·              ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου  καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Καὶ πάλιν

·              εἰσάκουσόν μου Κύριε ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου· (2)

·              τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.

 

Δόξα... Καὶ νῦν...

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

 

·              Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

·              Ὑπέρ τῆς   ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

·              Ὑπέρ τῆς   εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

·              Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

·              Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

·              Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, ____, τοῦ τιμίου πρεσβυτερίου, τῆς   ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

·              Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

·              Ὑπέρ τῆς   (πόλεως) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

·              Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς   γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

·              Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς   σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

·              Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

·              Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

·              τῆς   Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα. Χορὸς Σοὶ Κύριε.

Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς  αἰῶνας τῶν αἰώνων. Χορὸς Ἀμήν.

 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

 Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

Ἀπολυτίκιον  Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι ζωοδότα· Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῷν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Ἀπολυτίκιον  Ἦχος β'

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον  Ἦχος γ'

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν  ... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπολυτίκιον  Ἦχος δ'

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν  ... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διά σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον  Ἦχος Πλ. α'

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Δόξα... Καὶ νῦν  ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπολυτίκιον  Ἦχος πλ. β'

Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο  Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Θεοτοκίον

Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Ἀπολυτίκιον  Ἦχος βαρὺς

Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν  ... Θεοτοκίον

Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Ἀπολυτίκιον  Ἦχος Πλ. δ'

Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν, Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Δόξα... Καὶ νῦν  ... Θεοτοκίον

Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

 

·               Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

·               Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

·               τῆς  Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὅτι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς  αἰῶνας τῶν αἰώνων. Χορὸς Ἀμήν.

 

Καθίσματα  Ἦχος α'

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν, σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.

Δόξα...

Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου· σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾍδου, σὺ συνήγειρας, τοὺς ἀπ' αἰῶνος θανέντας, ὡς μόνος φιλάνθρωπος.

Καὶ νῦν  ... Θεοτοκίον

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.

Τοῦ λίθου σφραγισθέντος

Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον, ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς μαθηταῖς ἐκήρυττον τὴν Ἔγερσιν. Τὸν ᾍδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει Σταυροῦ.

Δόξα...

Ἐν τῷ σταυρῷ προσηλωθεὶς ἡ Ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἤγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῷν ἐβόων σοι ζωοδότα. Δόξα τοῖς σοῖς παθήμασι Χριστέ, δόξα τῇ Ἀναστάσει σου, δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.

Καὶ νῦν  ...Θεοτοκίον

Τὸν τάφον σου Σωτὴρ

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Καθίσματα  Ἦχος β'

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα...

 Ταῖς  μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Καὶ νῦν  ... Σταυροθεοτοκίον

Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾍδης, καὶ ὁ θάνατος τέθνηκε· νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

 

Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς Πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοι.

Δόξα...

Τῶν Μαθητῶν σου ὁ χορός, σὺν μυροφόροις Γυναιξίν, ἀγάλλεται συμφώνως· κοινὴν γὰρ ἑορτὴν σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι' αὐτῶν φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.

Καὶ νῦν  ... Θεοτοκίον

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι.

Καθίσματα  Ἦχος γ'

Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις· Ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.

Δόξα...

Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ' αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.

Καὶ νῦν  ... Θεοτοκίον

Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τὶ δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Τὴν ὡραιότητα τῆς παρθενίας σου

Τὸ ἀναλλοίωτον τὸ τῆς Θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾍδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.

Δόξα...

Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον Μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.

Καὶ νῦν  ... Θεοτοκίον

Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ, δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Καθίσματα  Ἦχος δ'

Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἄρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας Παράδεισον, ἄρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.

Δόξα... Κατεπλάγη Ἰωσήφ

Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρω Ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.

Καὶ νῦν  ... Θεοτοκίον

Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

                                                     Ταχὺ προκατάλαβε

Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ Ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας Ἐλεῆμον, τὴν Ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.

Δόξα... Κατεπλάγη Ἰωσὴφ

Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρᾳ προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε  ταῖς  κλαιούσαις· Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον· ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται· διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος.

Καὶ νῦν  ... Θεοτοκίον, ὅμοιον

Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός,  ταῖς  σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

Καθίσματα  Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.

Δόξα...

Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.

Καὶ νῦν  ... Θεοτοκίον

Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνησάμην σε· ἄρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με.

Δόξα...

Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν Ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.

Καὶ νῦν  ... Θεοτοκίον

Ἀπειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαραποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ νῦν   δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς.

Καθίσματα  Ἦχος πλ. β'

Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾍδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον. Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα...

Κύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα, καὶ κηπουρὸν σε νομίζουσα ἔλεγε· Ποῦ ἔκρυψας τὴν αἰώνιον Ζωήν; ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν, ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε, ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοι.

Καὶ νῦν  ... Θεοτοκίον

Προϊστορεῖ ὁ Γεδεὼν τὴν σύλληψιν, καὶ ἑρμηνεύει ὁ Δαυῒδ τὸν τόκον σου Θεοτόκε· κατέβη γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, ὁ Λόγος ἐν τῇ γαστρί σου, καὶ ἐβλάστησας ἄνευ σπορᾶς Γῆ ἁγία, τοῦ κόσμου τὴν σωτηρίαν, Χριστὸν τὸν Θεὸν ἡμῶν ἡ Κεχαριτωμένη.

 

Ἡ Ζωή, ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.

Δόξα...

Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου, καὶ ἑρμηνεύει Συμεὼν τὴν Ἔγερσιν τὴν ἔνθεον, ἀθάνατε Κύριε· κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾍδου τὰς πύλας, ἀνέστης δὲ ἄνευ φθορᾶς ὡς Δεσπότης, τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει.

Καὶ νῦν  ... Θεοτοκίον

Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καθίσματα  Ἦχος βαρὺς

Ἡ Ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον. Γυναῖκες δὲ ἐκραύγαζον· ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα...

Τῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα σοι.

Καὶ νῦν  ... Θεοτοκίον

Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, καὶ ἀναστάντα Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.

 

Ἐσφραγισμένου τοῦ μνήματος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις. Πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Δόξα...

Ἐπὶ τὸ μνῆμα ἔδραμον Γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς· Τὶς ἀποκυλίσει ἡμῖν τὸν λίθον; ἀνέστη ὁ μεγάλης Βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον Παντοδύναμε Κύριε, δόξα σοι.

Καὶ νῦν  ... Θεοτοκίον

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι, πάσῃ τῇ οἰκουμένῃ.

Καθίσματα  Ἦχος πλ. δ'

Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός,  ταῖς  Γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Δόξα... Τὴν σοφίαν καὶ Λόγον

Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς,  ταῖς  ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν Ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται, καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο· ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενᾳ, καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν· τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.

Καὶ νῦν  ... Θεοτοκίον, ὅμοιον

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον Τόκον σου.

 

Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου· Κύριε δόξα σοι.

Δόξα...

Τὰ μύρα τῆς ταφῆς, αἱ Γυναῖκες κομίσασαι, φωνῆς Ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον· Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε, κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Καὶ νῦν  ... Θεοτοκίον

Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῷν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι.

 

ΕΥΛΟΓΗΤΑΡΙΑ

Ἦχος πλ. α'

·               Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

·               Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τὶ τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο  ταῖς  Μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

·               Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

·               Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τὶ μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν  ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

 

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').

 

·               Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

·               Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, Θεός, τῇ σῇ χάριτι.

·               τῆς  Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίῳν μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου Βασιλεία τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς  αἰῶνας τῶν αἰώνων. Χορὸς Ἀμήν.

 

Ὑπακοὴ  Ἦχος α'

τοῦ Λῃστοῦ μετάνοια, τὸν παράδεισον ἐσύλησεν, δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν, ὅτι ἀνέστης Χριστὲ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ

Ἀντίφωνον Α'

·               Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σο κράζω.

·               τοῖς ἐρημικοῖς, ἄπαυστος θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.

Δόξα... καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾄσωμεν τῇ Τριάδι Μονοκρατορίᾳ.

Ἀντίφωνον Β'

·               Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς  ἐκλάμπρυνον, Θεός, ἵνα ὑμνῶ σε.

·               Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας.

Δόξα... καὶ νῦν   ...

Ἁγίῳ Πνεύματι, πᾶσα κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον· Ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Γ'

·               Ἐπὶ τοῖς εἰρηκόσι μοι ὁδεύσωμεν εἷς τὰς αὐλὰς τοῦ Κυρίου, εὐφράνθη μου τὸ Πνεῦμα, συγχαίρει καρδία.

·               Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας· ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται ἅπασαι, αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.

Δόξα... καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν· Μονὰς γάρ ἐστιν Τριὰς τῇ φύσει, ἀλλ' οὐ προσώποις.

Προκείμενον

Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ παρρησιάσομαι ἐν αὐτῷ.

Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά.

Ὑπακοὴ  Ἦχος β'

Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ  Ἀντίφωνον Α'

·               Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.

·               Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ' ἑκάστην ὥραν, Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.

Δόξα... καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν· Θεὸς γάρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Β'

·               Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τὶς ἱκανὸς σῷος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;

·               τοῖς ὁδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατ' ἐμοῦ κινοῦνται· καὶ γὰρ οἱ ἐχθροί μου.

Δόξα... καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας· πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι' Υἱοῦ δέ.

Ἀντίφωνον Γ'

·               Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ.

·               Ἐν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες· οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.

Δόξα... καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες, καὶ Προφῆται ὁρῶσι.

Προκείμενον

Ἐξεγέρθητι, Κύριε Θεός μου, ἐν προστάγματι ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

Στίχ. Κύριε, Θεός μου, ἐπὶ σο ἤλπισα.

Ὑπακοὴ  Ἦχος γ'

Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ἀστράπτων Ἄγγελος,  ταῖς  μυροφόροις ἔλεγε· Τὸν ζῶντα τὶ ζητεῖτε ἐν μνήματι; ἠγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.

Οἱ Ἀναβαθμοὶ  Ἀντίφωνον Α'

·               Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κἀμὲ ἐκ τῶν παθῶν, πρὸς ζωὴν ἕλκυσον Λόγε.

·               Ἐν τῷ Νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας.

Δόξα... Καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν τᾷ πάντα ζῇ καὶ κινεῖται.

Ἀντίφωνον Β'

·               Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.

·               Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτέ εἰσι.

Δόξα... Καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν, αὐτῷ λατρεύσωμεν· Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.

Ἀντίφωνον Γ'

·               Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται· ζωηρὰν γὰρ παγκαρπίαν.

·               Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.

Δόξα... Καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάση τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ.

Προκείμενον

Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Ἡ Ὑπακοὴ  Ἦχος δ'

Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἳ Ἀναβαθμοὶ  Ἀντίφωνον Α'

·               Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

·               Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα... Καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Ἀντίφωνον Β'

·               Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, κἀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.

·               Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερός ἐστι, πάντων τῶν λυπούντων.

Δόξα... Καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Ἀντίφωνον Γ'

·               Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.

·               Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον χρεωστοῦμεν.

Δόξα... Καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας· πάντα γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.

Προκείμενον

Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.

Στίχ. ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.

Ἡ Ὑπακοὴ  Ἦχος Πλ. α'

Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ  Ἀντίφωνον Α'

·               Ἐν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.

·               τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.

Δόξα... καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὂν, τῆς Τριάδος ἓν ἐστιν ἀψεύστως.

Ἀντίφωνον Β'

·               Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε· ὅθεν βοήθεια ἥκει.

·               Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.

Δόξα... καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Ἀντίφωνον Γ'

·               Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.

·               Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.

Δόξα... καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία· ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.

Προκείμενον

Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Ἡ Ὑπακοὴ  Ἦχος πλ. β'

Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾍδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐρρύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

Οἱ Ἀναβαθμοί,  Ἀντίφωνον Α'

·               Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς σὲ Λόγε, οἴκτιρόν με, ἵνα ζῶ σοι.

·               Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.

Δόξα... Καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία, εἴ τινι τούτων κατ' ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.

Ἀντίφωνον Β'

·               Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα· οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.

·               τοῖς ὁδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε, οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων.

Δόξα... Καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.

Ἀντίφωνον Γ'

·               Οἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.

·               Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.

Δόξα... Καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων ὅπερ αἱ ἄνω Στρατηγίαι προσκυνοῦσι, σὺν πάσῃ πνοῇ τῶν κάτω.

Προκείμενον

Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.

Στίχ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.

Ἡ Ὑπακοὴ  Ἦχος βαρὺς

Ὁ ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.

Οἱ Ἀναβαθμοὶ  Ἀντίφωνον Α'

·               Τὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κἀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπαθείας.

·               Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας.

Δόξα... καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος, αὐτῷ αἴνεσις, δόξα, τιμὴ καὶ κράτος.

Ἀντίφωνον β'

·               Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν· πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται.

·               Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι πατρῷα δόγματα υἱοθεσίας.

Δόξα... καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι ἔχει· πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων.

Ἀντίφωνον Γ'

·               Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ.

·               Κύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα, τῷ Χριστῷ Ποιμενάρχα.

Δόξα... καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα, ὁμόδοξον Πατρὶ καὶ Υἱῷ· λατρευτὸν γάρ.

Προκείμενον

Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Ἡ Ὑπακοὴ  Ἦχος Πλ. δ'

Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· Ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ  Ἀντίφωνον Α'

·               Ἐκ νεότητός μου ὁ ἐχθρός με πειράζει,  ταῖς  ἡδοναῖς φλέγει με, ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.

·               Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.

Δόξα... Καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, τὸ ζῆν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ, καὶ τῷ Λόγῳ.

Ἀντίφωνον Β'

·               Ἡ καρδία μου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.

·               Ἐπὶ τὸν Κύριον ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.

Δόξα... Καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων, εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.

Ἀντίφωνον Γ'

·               Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε.

·               Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.

Δόξα... Καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία· ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.

Ἀντίφωνον Δ'

·               Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.

·               Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.

Δόξα... Καὶ νῦν  ...

Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως· Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.

Προκείμενον

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.

Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον.

 

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

Ἱερεὺς Τοῦ Κυρίου δεηθῶμεν.

Χορὸς Κύριε, ἐλέησον.

Ἱερεὺς Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς  αἰῶνας τῶν αἰώνων.

Χορὸς Ἀμήν.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον (ἐκ γ').

Ἱερεὺς Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς  ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Χορὸς Κύριε, ἐλέησον (γ').

Ἱερεὺς Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἱερεὺς Εἰρήνη πᾶσι.

Χορὸς Καὶ τῷ Πνεύματί σου.

Ἱερεὺς Ἐκ τοῦ κατὰ Ἰωάννου ἁγίου Εὐαγγελίου...

Ἱερεὺς Πρόσχωμεν.

Χορὸς Δόξα σοι, Κύριε, δόξα σοι.

 

ΕΩΘΙΝΩΝ Α'  ΜΑΤΘΑΙΟΝ 28,16-20

Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν· καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτούς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδού, ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τάς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.

ΕΩΘΙΝΩΝ Β'  ΜΑΡΚΟΝ 16,1-8

Διαγενομένου τοῦ Σαββάτου, Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. Καὶ λίαν πρωῒ τῇ μιᾷ τῶν Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου καὶ ἔλεγον πρὸς ἑαυτάς· Τὶς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα· καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολήν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε,  Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον; ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν, ἀλλ' ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχὺ ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.

ΕΩΘΙΝΩΝ Γ'  ΜΑΡΚΟΝ 16,9-20

Ἀναστὰς ὁ Ἰησοῦς πρωῒ πρώτῃ Σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μέτ' αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ' αὐτῆς ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις, εἰς ἀγρόν· κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς, οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τήν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον, οὐκ ἐπίστευσαν· καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθείς, σωθήσεται, ὁ δὲ ἀπιστήσας, κατακριθήσεται· σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει, ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς, ὄφεις ἀροῦσι, κἂν θανάσιμόν τι πίωσιν , οὐ μὴ αὐτοὺς βλάψει, ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἔξουσιν. Ὁ μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.

ΕΩΘΙΝΩΝ Δ'  ΛΟΥΚΑΝ 24,1-12

Τῇ μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς· εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδού, δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. Ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ' ἠγέρθη. Μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε, πρὸς ἑαυτόν θαυμάζων τὸ γεγονός.

ΕΩΘΙΝΩΝ Ε'  ΛΟΥΚΑΝ 24,12-35

Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα. Καὶ ἀπῆλθε, πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι  ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καί, αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς, οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καὶ ἐστὲ σκυθρωποὶ; ἀποκριθείς δὲ ὁ εἰς ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν · Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν. Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλὰ γε οὖν σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ' οὗ ταῦτα ἐγένετο, ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται, οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτόν , λέγοντες· Μεῖνον μεθ' ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ' αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν, καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ΄ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους· οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας, ὅτι ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

ΕΩΘΙΝΩΝ ΣΤ'  ΛΟΥΚΑΝ 24,36-53

Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ αὐτῶν, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· Τὶ τεταραγμένοι ἐστέ, καὶ διατὶ διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου. Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι, οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς. Καὶ εἶπεν αὐτοῖς· ὅτι οὕτω γέγραπται, καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ, ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ' ὑμᾶς, ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ, εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτόν αὐτούς, διέστη ἀπ' αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διαπαντὸς ἐν τῷ ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.

ΕΩΘΙΝΩΝ Ζ'  ΙΩΑΝΝΗΝ 20,1-10

Τῇ μιᾷ τῶν Σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ, καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε, καὶ ἐπίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.

ΕΩΘΙΝΩΝ Η'  ΙΩΑΝΝΗΝ 20,11-18

Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω, ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν , ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τὶ κλαίεις; λέγει αὐτοῖς· Ὅτι ἦραν τόν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, τὶ κλαίεις; Τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ αὐτὸν ἔθηκας, κἀγὼ αὐτὸν ἀρῶ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Μαρία. Στραφεῖσα ἐκείνη λέγει αὐτῷ· Ῥαββουνί, ὃ λέγεται Διδάσκαλε. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου, πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.

ΕΩΘΙΝΩΝ Θ'  ΙΩΑΝΝΗΝ 20,19-31

Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν Σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων , ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τόν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν · Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα Ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφιένται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δέ, εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μέτ' αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ' αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων , καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾶ· φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου. Καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη ὁ Θωμᾶς, καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με πεπίστευκας, μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. Ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες, ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

ΕΩΘΙΝΩΝ Ι'  ΙΩΑΝΝΗΝ 21,1-14

Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος, ἐφανέρωσε δὲ οὕτως. Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. Πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν, οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Παιδία, μὴ τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὐ. Ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον , καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ· Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι , τὸν ἐπενδύτην διεζώσατο -- ἦν γὰρ γυμνὀς -- , καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον -- οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ' ὡς ἀπὸ πηχῶν διακοσίων --, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. Ἀνέβη οὖν Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντηκοντατριῶν, καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. Οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν. Σὺ τὶς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. Ἔρχεται οὖν ὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.

ΕΩΘΙΝΩΝ ΙΑ'  ΙΩΑΝΝΗΝ 21,15-25

Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, καὶ λέγει τῷ Σίμωνι Πέτρω· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῷ· Ναὶ Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ ἀγαπᾷς με; Λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με; καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι· ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες, ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπών, λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τὶς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τὶ πρὸς σέ; σὺ μοι ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει, καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει· ἀλλ' ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τὶ πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων , καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστὶν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.

 

Χορὸς Δόξα σοι, Κύριε, δόξα σοι.

 

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν. Ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Ν' Ψαλμὸς

·               Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου

·               ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με

·               ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς

·               σοι μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε

·               ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου

·               ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι

·               ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι

·               ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα

·               ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον

·               καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου

·               μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ

·               ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με

·               διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν

·               ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου

·               Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου

·               ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις

·               θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει

·               ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλὴμ

·               τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους

Δόξα... Ἦχος β'

 Ταῖς  τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν  ... Ἦχος ὁ αὐτὸς

 Ταῖς  τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου

Πεντηκοστάριον. Ἦχος ὁ αὐτός.

Ἀναστὰς ὁ Ἰησοῦς, ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος.

 

Δόξα... Ἦχος πλ. δ'

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον· ἀλλ' ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.

Καὶ νῦν  ... Θεοτοκίοv

Ἦχος ὁ αὐτὸς

Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε· αἰσχραῖς γὰρ κατερρύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας,  ταῖς  σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.

 

Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημα μου.

Ἦχος πλ. β'

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

 

Ἱερεὺς Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς  παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς  Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς  Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

 

Χορὸς Κύριε, ἐλέησον (ιβ')

 

Ἱερεὺς Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπί τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς  αἰῶνας τῶν αἰώνων. Χορὸς Ἀμήν.

 

ᾨδὴ α'  Ἦχος α'

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ' ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νέκρωσιν ὑπέστη δι' ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν μοι ἐνθείς, καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε.

·               Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαῖρε ἡ τῆς χάριτος πηγή, χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος, χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἁλατόμητον, ἡ τὸν ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα.

ᾨδὴ α'  Ἦχος β'

Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν Φαραωνίτιδα πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψε, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τοῦ κόσμου ἄρχων Ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται· προσβαλὼν γὰρ σοι ὡς θνητῷ περιπέπτωκε, τῷ τῆς ἐξουσίας κράτει σου, καὶ ἀσθενὴς διήλεγκται.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας· τῇ γὰρ Ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες· ἐνδόξως γὰρ δεδόξασται.

·               Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε καὶ ὁρατῆς ἀειπάρθενε κτίσεως· τὸν γὰρ Κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παρρησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ α'  Ἦχος γ'

Ὁ τὰ ὕδατα πάλαι νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνω ᾄσωμεν, ὅτι δεδόξασται.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τὴν γῆν κατακρίνας τῷ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νικητὴς τροπαιοῦχος κατὰ θανάτου, ὁ θάνατος δεδοικὼς ἀνεδείχθη· παθητὴν σάρκα γὰρ ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστησεν, ὅτι δεδόξασται.

·               Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀληθῆ Θεοτόκον πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν, ὑποδὺς μήτραν ἡγιασμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ' ἡμᾶς οὐσιώθη, καὶ Θεὸς καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.

ᾨδὴ α'  Ἦχος δ'

Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας, Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὑψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐν τάφῳ σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ Λῃστοῦ, καί, ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

·               Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς Ἀμήτορα, καὶ δι’ ἡμᾶς ἐκ σοῦ Ἀπάτορα.

ᾨδὴ α'  Ἦχος πλ. α'

Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὲ ἡ ἀκανθηφόρος Ἑβραίων συναγωγή, οὐ στοργὴν Εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν Γενάρχην λύοντα, τῆς ἀκάνθης, τὸ ἐπιτίμιον.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικλιθείς, Ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως, θείας οὐσίας, μύρῳ με εὐωδίασας.

·               Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ Εὐλογημένη, καὶ Κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς πέρασι.

ᾨδὴ α'  Ἦχος πλ. β'

Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν, ποντούμενον Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, Πατρικῆς ἐπλήρωσας, εὐδοκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν σοι πάντες ᾄσωμεν.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι' αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωὴν καί, τὴν Ἀνάστασιν.

·               Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς ἐδείχθης Δέσποινα.

ᾨδὴ α'  Ἦχος βαρὺς

Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἀβρόχως πεζεύσας, ᾄδει Ἰσραὴλ σοι, ᾠδὴν ἐπινίκιον.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε· ὅθεν ὁ ἄρχων τοῦ σκότους, σοῦ μὴ κατισχύσας, δικαίως ἐκβέβληται.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ᾍδης σοι προσπελάσας, καὶ τοῖς ὁδοῦσι μὴ σθένων, συντρίψαι τὸ σῶμά σου, τὰς σιαγόνας τέθλασται· ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου, ἀνέστης τριήμερος.

·               Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λέλυνται αἱ ὀδύναι, αἱ τῆς προμήτορος Εὔας· ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας· ὅθεν σαφῶς Θεοτόκον, Πάναγνε εἰδότες σε, πάντες δοξάζομεν.

ᾨδὴ α'  Ἦχος πλ. δ'

Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν παντοδύναμον Χριστοῦ Θεότητα, πῶς μὴ θαυμάσωμεν; ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς εὐπρεπὴς  ταῖς  Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς Ἀναστάσεως, κράζων· Ἐξηγέρθη ὁ Κύριος.

·               Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα περὶ σοῦ ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε· διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεόν προστασίαν ἡμῶν.

 

ᾨδὴ γ'  Ἦχος α'

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης φιλάνθρωπε.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρός με ηὐδόκησας ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέρρηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίασας.

·               Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ Παναγίου ἔμεινας ἄφλεκτος, ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωϋσεῖ, φλεγομένην ἄκαυστα, σαφῶς προεμήνυσε, τὴν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.

ᾨδὴ γ'  Ἦχος β'

Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ' ἀνόμων μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐκ χοὸς κατ' εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι' ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας.

·               Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διό σε Θεοτόκον πίστει σέβομεν.

ᾨδὴ γ'  Ἦχος γ'

Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι Παντοκράτορ Ὕψιστε, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής· εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε· ταπεινῶν ὑψώθη δέ, Χριστὲ τὸ κέρας ἐν σῇ τῇ Ἀναστάσει.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε, τὰς θαλάσσας Φιλάνθρωπε· ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.

·               Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος· διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.

ᾨδὴ γ'  Ἦχος δ'

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸ ξύλον τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς μέγας ὡς φοβερός, ὡς τὸ τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται.

·               Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε προσάγομεν.

ᾨδὴ γ'  Ἦχος Πλ. α'

Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ' ἀντὶ τοῦ μάννα εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπτόμενοι, τὴν Ζωὴν ἐν τάφῳ Χριστὸν κατέθεντο, ἀλλ' αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.

·               Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου πατρὸς ἐκλάμψαντος, ἄνευθεν, ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον· σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον, ὀρθοδόξως κηρύττομεν.

ᾨδὴ γ'  Ἦχος πλ. β'

Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ, ἀλλὰ τῇ συνεκτικῇ παλάμῃ τοῦ δι' ἡμᾶς σταυρωθέντος, κραταιῶς συνείχετο.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους· τῆς  ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται πᾶσιν ἡ Ἀνάστασις.

·               Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα μένεις ἀειπάρθενος.

ᾨδὴ γ'  Ἦχος βαρὺς

Ὁ κατ' ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν, τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, δι' ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλλάγημεν Γεννήτορι.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ με καθῆρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωμένον, δρακοντίῳ δήγματι Χριστέ, καὶ ἔδειξας φῶς ἐν σκότει, πάλαι μοι κατῳκισμένῳ καὶ φθορᾷ· διὰ σταυροῦ γάρ εἰς ᾍδην, καταβεβηκώς με συνανέστησας.

·               Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῆς ἀπειράνδρου σου Μητρός,  ταῖς  ἱκεσίαις τῷ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ, καὶ τῷ Βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δόξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον.

ᾨδὴ γ'  Ἦχος Πλ. δ'

Ὁ στερεώσας κατ’ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε φιλάνθρωπε.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστὲ· αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.

·               Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ Θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.

·               Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.

 

·               Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

·               Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

·               τῆς  Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Χορὸς Ἀμήν.

 

(Κοντάκιον)

(Οἶκος)

Μεσῴδια Καθίσματα

·               Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

·               Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

·               τῆς  Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Σὺ γὰρ εἶ ὁ Βασιλεύς τῆς  εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς  αἰῶνας τῶν αἰώνων. Χορὸς Ἀμήν.

 

Κοντάκιον  Ἦχος α'

Ὅταν ἔλθῃς ὁ Θεὸς

Ἐξανέστης ὡς Θεὸς ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεὸν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα· Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν Ἀνάστασιν.

Ὁ Οἶκος  Ἦχος α'

Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾍδου συντρίψαντα, καὶ τοὺς ἀπ' αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθώς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας, καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ Γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾍδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι· Σὺ γὰρ παρέσχες πᾶσι Χριστὲ τὴν Ἀνάστασιν.

Κοντάκιον  Ἦχος β'

Τὰ ἄνω ζητῶν

Ἀνέστης Σωτήρ, ἐκ τάφου Παντοδύναμε καὶ ᾍδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

Ὁ Οἶκος  Ἦχος β'

Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾍδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

Κοντάκιον  Ἦχος γ'

Ἡ Παρθένος σήμερον

Ἐξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.

Ὁ Οἶκος  Ἦχος γ'

Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν, ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὁ Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.

Κοντάκιον  Ἦχος δ'

Ἐπεφάνης σήμερον

Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος.

Ὁ Οἶκος  Ἦχος δ'

Τὸν ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὐτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς· Αὐτὸς γάρ ὡς μόνος κραταιὸς Θεός, καὶ Δεσπότης ἀνέστη τριήμερος.

Κοντάκιον  Ἦχος Πλ. α'

Μιμητὴς ὑπάρχων

Πρὸς τὸν ᾍδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.

Ὁ Οἶκος  Ἦχος Πλ. α'

Ἀκούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό· Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσάμην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.

Κοντάκιον  Ἦχος πλ. β'

Τὴν ὑπὲρ ἡμῶν

Τῇ ζωαρχικῇ παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν κευθμώνων ὁ Ζωοδότης, ἀναστήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἑβράβευσε, τῷ βροτείῳ φυράματι· ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, καὶ Θεὸς τοῦ παντός.

Ὁ Οἶκος  Ἦχος πλ. β'

Τὸν Σταυρὸν καὶ τὴν Ταφήν σου Ζωοδότα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾍδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾍδου συνέτριψας, καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμέν σε πόθῳ τὸν ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς· ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν Ἀνάστασίν σου, δι' ἧς ἔσωσας ἡμᾶς, ὡς Θεὸς τοῦ παντός.

Κοντάκιον  Ἦχος βαρὺς

Οὐκέτι φλογίνη ρομφαία

Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ, δεσμεῖται ὁ ᾍδης, Προφῆται συμφώνως ἀγάλλονται. Ἐπέστη λέγοντες Σωτήρ, τοῖς ἐν πίστει, ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάσασιν.

Ὁ Οἶκος  Ἦχος βαρὺς

Ἔτρεμε κάτωθεν τὰ καταχθόνια σήμερον ὁ ᾍδης καὶ ὁ θάνατος τὸν ἕνα τῆς Τριάδος, ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾍδου ἰδόντες σε ἔπτηξαν, ἡ κτίσις δὲ πᾶσα σύν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ. Ξύλον τοῦτον εἰσήγαγεν, ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.

Κοντάκιον  Ἦχος Πλ. δ'

Ὡς ἀπαρχὰς τῆς φύσεως

Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου Πολυέλεε.

Ὁ Οἶκος  Ἦχος Πλ. δ'

Τὰ τοῦ, ᾍδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε· διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου πολυέλεε.

 

Σ υ ν α ξ ά ρ ι ο ν

 

Καταβασίαι

ᾨδὴ α'

ᾨδὴ γ'

ᾨδὴ δ'

ᾨδὴ ε'

ᾨδὴ σ'

ᾨδὴ ζ'

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

ᾨδὴ η'

 

Ὁ Ἱερεύς: Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

 

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.

·               Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί,

·               Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

·               Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

·               Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

·               Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

ᾨδὴ θ'

·               Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

·               Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

·               τῆς  Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς  αἰῶνας τῶν αἰώνων. Χορὸς Ἀμήν.

 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ

·               Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν,

·               Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

·               Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

·               Ὅτι Ἅγιός ἐστιν.

 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Α'

Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω, μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς Μύσταις ὡς ὑπέσχετο, ἕως τῆς συντελείας.

Θεοτοκίον

Τοῖς Μαθηταῖς συνέχαιρες, Θεοτόκε Παρθένε, ὅτι Χριστὸν ἑώρακας, ἀναστάντα ἐκ τάφου, τριήμερον καθὼς εἶπεν, οἷς καὶ ὤφθη διδάσκων, καὶ φανερῶν τὰ κρείττονα, καὶ βαπτίζειν κελεύων ἐν τῷ Πατρί, καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, τοῦ πιστεύειν, αὐτοῦ ἡμᾶς τὴν ἔγερσιν, καὶ δοξάζειν σε Κόρη.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Β'

Τὸν λίθον θεωρήσασαι, ἀποκεκυλισμένον, αἱ Μυροφόροι ἔχαιρον· εἶδον γὰρ Νεανίσκον, καθήμενον ἐν τῷ τάφῳ, καὶ αὐτὸς ταύταις ἔφη· Ἰδοὺ Χριστὸς ἐγήγερται, εἴπατε σὺν τῷ Πέτρῳ, τοῖς Μαθηταῖς, Ἐν τῷ ὄρει φθάσατε Γαλιλαίας, ἐκεῖ ὑμῖν ὀφθήσεται, ὡς προεῖπε τοῖς φίλοις.

Θεοτοκίον

Ἄγγελος μὲν ἐκόμισε, τῇ Παρθένῳ τό, Χαῖρε, πρὸ σῆς Χριστὲ συλλήψεως, Ἄγγελος δὲ τὸν λίθον, ἐκύλισέ σου τοῦ τάφου· ἀντὶ λύπης ὁ μὲν γάρ, χαρᾶς ἀφράστου σύμβολα, ὁ δὲ ἀντὶ θανάτου, σὲ χορηγόν, τῆς ζωῆς κηρύττων καὶ μεγαλύνων, καὶ λέγων τὴν Ἀνάστασιν, Γυναιξὶ καὶ τοῖς Μύσταις.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Γ'

Ὅτι Χριστὸς ἐγήγερται, μὴ τις διαπιστείτω· ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι, Μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα, οὕς βαπτίζειν ἐκπέμψας, εἰς Οὐρανούς· ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.

Θεοτοκίον

Ὁ ἀνατείλας Ἥλιος, ἐκ παστοῦ ὡς Νυμφίος, ἀπὸ τοῦ τάφου σήμερον, καὶ τὸν ᾍδην σκυλεύσας, καὶ θάνατον καταργήσας, σὲ Τεκούσης πρεσβείαις, φῶς ἡμῖν ἐξαπόστειλον, φῶς φωτίζον καρδίας, καὶ τὰς ψυχάς, φῶς βαδίζειν ἅπαντας ἐμβιβάζον, ἐν τρίβοις προσταγμάτων σου, καὶ ὁδοῖς τῆς εἰρήνης.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Δ'

 Ταῖς  ἀρεταῖς  ἀστράψαντες, ἴδωμεν ἐπιστάντες, ἐν ζωηφόρῳ μνήματι, ἄνδρας ἐν ἀστραπτούσαις, ἐσθήσεσι Μυροφόροις, κλινούσαις εἰς γῆν ὄψιν, τοῦ οὐρανοῦ δεσπόζοντος, ἔγερσιν διδαχθῶμεν, καὶ πρὸς ζωήν, ἐν μνημείῳ δράμωμεν σὺν τῷ Πέτρῳ, καὶ τὸ πραχθὲν θαυμάσαντες, μείνωμεν Χριστὸν βλέψαι.

Θεοτοκίον

Τὸ χαίρετε φθεγξάμενος, διημείψω τὴν λύπην, τῶν Προπατόρων Κύριε, τὴν χαρὰν ἀντεισάγων , ἐγέρσεώς σου ἐν κόσμῳ, ταύτης οὖν ζωοδότα, διὰ τῆς κυησάσης σε, φῶς φωτίζον καρδίας, φῶς οἰκτιρμῶν, τῶν σῶν ἐξαπόστειλον τοῦ βοᾶν σοι, Φιλάνθρωπε, Θεάνθρωπε, δόξα τῇ σῇ Ἐγέρσει.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ε'

Ἡ ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεόπᾳ καὶ τῷ Λουκᾶ συνώδευσεν, οἷς περ καὶ ἐπεγνώσθη, εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον· ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ, καὶ Γραφαῖς ἡρμήνευεν, ἃ ὑπέστη· μεθ' ὧν , ἠγέρθη, κράξωμεν, ὤφθη τε καὶ τῷ Πέτρῳ.

Θεοτοκίον

Ὑμνῶ σου τὸ ἀμέτρητον, ἔλεος Ποιητά μου, ὅτι σαυτὸν ἐκένωσας, τοῦ φορέσαι καὶ σῶσαι, φύσιν βροτῶν κακωθεῖσαν, καὶ Θεὸς ὢν ἠνέχου, ἐκ τῆς ἁγνῆς θεόπαιδος, κατ' ἐμὲ τοῦ γενέσθαι, καὶ κατελθεῖν, μέχρις ᾍδου, θέλων με τοῦ σωθῆναι, πρεσβείαις τῆς  Τεκούσης σε, Δέσποτα πανοικτίρμον.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΣΤ'

Δεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατ' οὐσίαν, ἐν μέσῳ στὰς ἐδίδασκες, ἀναστὰς ἐκ τοῦ τάφου, καὶ βρώσεως συμμετέσχες, βάπτισμα μετανοίας, εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνελήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω· Ὑπέρθεε Θεάνθρωπε, δόξα τῇ σῇ Ἐγέρσει.

Θεοτοκίον

Ὁ Ποιητὴς τῆς κτίσεως καὶ Θεὸς τῶν ἁπάντων, σάρκα βροτείαν ἔλαβεν, ἐξ ἀχράντων αἱμάτων· σοῦ Παναγία Παρθένε καὶ γὰρ φθαρεῖσαν πᾶσαν, τὴν φύσιν ἐκαινούργησε, πάλιν ὡς πρὸ τοῦ τόκου, καταλιπών, μετὰ τόκον· ὅθεν πιστῶς σε πάντες, ἀνευφημοῦμεν κράζοντες· Χαῖρε Δέσποινα κόσμου.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ζ'

Ὅτι ἦραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, Μύστης Χριστοῦ, ὃν ἠγάπα, ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων· διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕως εἶδον.

Θεοτοκίον

Μεγάλα καὶ παράδοξα, δι' ἐμὲ κατειργάσω, Χριστέ μου πολυέλεε· ἐκ Παρθένου γὰρ Κόρης, ἐτέχθης ἀνερμηνεύτως, καὶ Σταυρὸν κατεδέξω, καὶ θάνατον ὑπομείνας, ἐξανέστης ἐν δόξῃ, καὶ τὴν ἡμῶν, φύσιν ἠλευθέρωσας τοῦ θανάτου. Δόξα Χριστὲ τῇ δόξῃ σου, δόξα τῇ σῇ δυνάμει.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Η'

Δύο Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα, ὡς κηπουρὸν ἐπηρώτα, Κύριε ποῦ τὸ σῶμα, τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα εἶναι αὐτόν , τὸν Σωτῆρα ἤκουσε· Μή μου ἅπτου, πρὸς τὸν Πατέρα ἄπειμι, εἰπὲ τοῖς ἀδελφοῖς μου.

Θεοτοκίον

Τριάδος Κόρη τέτοκας, ἀπορρήτως τὸν ἕνα, διπλοῦν τῇ φύσει πέλοντα, καὶ διπλοῦν ἐνεργείᾳ, καὶ ἕνα τῇ ὑποστάσει, τοῦτον οὖν ἐκδυσώπει, ἀεὶ ὑπὲρ τῶν πίστει σε, προσκυνούντων ἐκ πάσης ἐπιβουλῆς, τοῦ ἐχθροῦ λυτρώσασθαι, ὅτι πάντες, πρὸς σὲ νῦν καταφεύγομεν, Δέσποινα Θεοτόκε.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Θ'

Συγκεκλεισμένων Δέσποτα, τῶν θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύματος παναγίου, εἰρηνικῶς ἐμφυσήσας, οἷς δεσμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας εἴρηκας, καὶ ὀκτὼ μεθ' ἡμέρας, τὴν σὴν πλευράν, τῷ Θωμᾷ ὑπέδειξας καὶ τὰς χεῖρας. Μεθ' οὗ βοῶμεν· Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις.

Θεοτοκίον

Τὸν σὸν Υἱὸν ὡς ἔβλεψας, ἀναστάντα ἐκ τάφου, τριήμερον Θεόνυμφε, ἅπασαν θλίψιν ἀπέθου, ἣν ὑπέστης ὡς Μήτηρ, ὅτε κατεῖδες πάσχοντα, καὶ χαρᾶς ἐμπλησθεῖσα, σὺν τοῖς αὐτοῦ, Μαθηταῖς γεραίρουσα τοῦτον ὕμνεις. Διὸ τοὺς Θεοτόκον σε, νῦν κηρύττοντας σῷζε.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ι'

Τιβεριάδος θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναὴλ τῷ Πέτρῳ τε, σὺν δυσὶν ἄλλοις πάλαι, καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν, οἳ Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς χαλάσαντες, πλῆθος εἷλκον ἰχθύων, ὃν Πέτρος γνούς, πρὸς αὐτὸν ἐνήχετο, οἷς τὸ τρίτον φανεὶς καὶ ἄρτον ἔδειξε, καὶ ἰχθὺν ἐπ' ἀνθράκων.

Θεοτοκίον

Τὸν ἀναστάντα Κύριον, τριήμερον ἐκ τοῦ τάφου, Παρθένε καθικέτευε, ὑπὲρ τῶν σὲ ὑμνούντων, καὶ πόθῳ μακαριζόντων· σὲ γὰρ ἔχομεν πάντες, καταφυγὴν σωτήριον, καὶ μεσίτιν πρὸς τοῦτον· κλῆρος γὰρ σός, καὶ οἰκέται πέλομεν Θεοτόκε, καὶ πρὸς τὴν σὴν ἀντίληψιν, ἅπαντες ἀφορῶμεν.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΙΑ'

Μετὰ τὴν θείαν Ἔγερσιν, τρὶς τῷ Πέτρῳ, φιλεῖς με, πυθόμενος ὁ Κύριος τῶν ἰδίων προβάτων, προβάλλεται ποιμενάρχην, ὃς ἰδὼν ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ᾔρετο τὸν Δεσπότην· Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τὶ πρὸς σὲ φίλε Πέτρε;

Θεοτοκίον

Ὦ φοβερὸν μυστήριον ὦ παράδοξον θαῦμα! διὰ θανάτου θάνατος, παντελῶς ἠφανίσθη, τὶς οὖν μὴ ἀνυμνήσει σου, καὶ τὶς μὴ προσκυνήσει σου, τὴν Ἀνάστασιν Λόγε, καὶ τὴν ἁγνῶς, ἐν σαρκὶ τεκοῦσάν σε Θεοτόκον. Ἧς ταῖς, πρεσβείαις ἅπαντας, λύτρωσαι τῆς γεέννης.

 

Α Ι Ν Ο Ι

Αἶνοι  Ἦχος α'

1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

 Ὑμνοῦμέν σου Χριστὲ τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.

2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

-- Ὁ σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος Παντοδύναμος.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

 Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

-- Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ, ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον, Κύριε δόξα σοι.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

-- Ὅτε προσηλώθης τῷ ξύλῳ τοῦ Σταυροῦ, τότε ἐνεκρώθη τὸ κράτος τοῦ ἐχθροῦ, ἡ κτίσις ἐσαλεύθη τῷ φόβῳ σου, καὶ ὁ ᾍδης ἐσκυλεύθη τῷ κράτει σου, τοὺς νεκρούς ἐκ τῶν τάφων ἀνέστησας, καὶ τῷ Λῃστῇ τὸν Παράδεισον ἤνοιξας, Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

-- Ὀδυρόμεναι μετὰ σπουδῆς, τὸ μνῆμά σου κατέλαβον αἱ τίμιαι Γυναῖκες, εὑροῦσαι δὲ τὸν τάφον ἀνεῳγμένον, καὶ μαθοῦσαι παρὰ τοῦ Ἀγγέλου, τὸ καινὸν καὶ παράδοξον θαῦμα, ἀπήγγειλαν τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

-- Τὴν τῶν παθῶν θείαν μωλώπωσιν, σοῦ προσκυνοῦμεν, Χριστὲ ὁ Θεός, καὶ τὴν ἐν τῇ Σιὼν δεσποτικὴν ἱερουργίαν, τὴν ἐν τέλει τῶν αἰώνων θεοφανῶς γεγενημένην· τοὺς γὰρ ἐν σκότει καθεύδοντας, ὁ Ἥλιος ἐφώτισας τῆς δικαιοσύνης, πρὸς ἀνέσπερον χειραγωγῶν ἔλλαμψιν, Κύριε δόξα σοι.

8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

-- Τὸ φιλοτάραχον γένος τῶν Ἰουδαίων ἐνωτίσασθε. Ποῦ εἰσιν οἱ Πιλάτῳ προσελθόντες; εἴπωσιν οἱ φυλάσσοντες στρατιῶται, ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ μετετέθη ὁ ταφείς; ποῦ ἐπράθη ὁ ἄπρατος; πῶς ἐσυλήθη ὁ θησαυρός; τὶ συκοφαντεῖτε τὴν ἔγερσιν τοῦ Σταυρωθέντος, παράνομοι Ἰουδαῖοι; Ἀνέστη ὁ ἐν νεκροῖς ἐλεύθερος, καὶ παρέχει τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Αἶνοι  Ἦχος β'

1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

-- Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

-- Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν δόξα σοι.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

-- Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

-- Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν. Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

-- Ἔρραναν μύρα μετὰ δακρύων, ἐπὶ τὸ μνῆμά σου αἱ Γυναῖκες, καὶ ἐπλήσθη χαρᾶς τὸ στόμα αὐτῶν, ἐν τῷ λέγειν· Ἀνέστη ὁ Κύριος.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

-- Αἰνεσάτωσαν ἔθνη καὶ λαοὶ Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἑκουσίως δι΄ ἡμᾶς σταυρὸν ὑπομείναντα, καὶ ἐν τῷ ᾅδῃ τριημερεύσαντα, καὶ προσκυνησάτωσαν αὐτοῦ τήν ἐκ νεκρῶν Ἀνάστασιν, δι' ἧς, πεφώτισται πάντα τοῦ κόσμου τὰ πέρατα.

7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

-- Ἐσταυρώθης, ἐτάφης, Χριστέ, ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν θάνατον, ὡς Θεὸς καὶ Δεσπότης, δωρούμενος τῷ κόσμῳ ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

-- Ὄντως παράνομοι σφραγίσαντες τὸν λίθον, μείζονος ἡμᾶς θαύματος ἠξιώσατε, ἔχουσι τὴν γνῶσιν οἱ φύλακες, σήμερον προῆλθε τοῦ μνήματος, καὶ ἔλεγον· Εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἦλθον οἱ Μαθηταί, καὶ ἔκλεψαν αὐτόν. Καὶ τὶς κλέπτει νεκρόν, μάλιστα δὲ καὶ γυμνόν; Αὐτὸς ἀνέστη αὐτεξουσίως ὡς Θεός, καταλιπὼν καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Δεῦτε ἴδετε Ἰουδαῖοι, πῶς οὐ διέρρηξε τὰς σφραγῖδας, ὁ τὸν θάνατον πατήσας, καὶ ἐν τῷ γένει τῶν ἀνθρώπων, τὴν ἀτελεύτητον ζωήν δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

Αἶνοι Ἦχος γ'

1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

-- Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.

2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

-- Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

-- Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πείραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα. Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὐκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαία.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

-- Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε, ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

-- Ὕμνον ἑωθινόν, αἱ Μυροφόροι Γυναῖκες, τὰ δάκρυα προσέφερον Κύριε, εὐωδίας γὰρ ἀρώματα κατέχουσαι, τὸ μνῆμά σου κατέλαβον, τὸ ἄχραντόν σου Σῶμα, μυρίσαι σπουδάζουσαι. Ἄγγελος καθήμενος ἐπὶ τὸν λίθον, αὐταῖς εὐηγγελίσατο· Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὸν θάνατον γὰρ πατήσας, ἀνέστη ὡς Θεός, παρέχων πᾶσι τὸ μέγα ἔλεος.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

-- Ἐξαστράπτων Ἄγγελος, ἐπὶ τὸ μνῆμά σου τὸ ζωοποιόν, ταῖς Μυροφόροις ἔλεγεν· Ἐκένωσε τοὺς τάφους ὁ Λυτρωτής, ἐσκύλευσε τὸν ᾅδην, καὶ ἀνέστη τριήμερος, ὡς μόνος Θεὸς καὶ παντοδύναμος.

7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

-- Εἰς τὸ μνῆμα σὲ ἐπεζήτησεν, ἐλθοῦσα τῇ μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνὴ· μὴ εὑροῦσα δὲ ὠλοφύρετο, κλαυθμῷ βοῶσα· Οἴμοι! Σωτήρ μου, πῶς ἐκλάπης πάντων Βασιλεῦ; Ζεῦγος δὲ ζωηφόρων Ἀγγέλων, ἔνδοθεν τοῦ μνημείου ἐβόα· Τὶ κλαίεις, ὧ Γύναι; Κλαίω, φησίν, ὅτι ᾖραν τὸν Κύριόν μου τοῦ τάφου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Αὐτὴ δὲ στραφεῖσα ὀπίσω, ὡς κατεῖδέ σε, εὐθέως ἐβόα· ὁ Κύριός μου, καὶ ὁ Θεός μου, δόξα σοι.

8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

-- Ἑβραῖοι συνέκλεισαν, ἐν τῷ τάφῳ τὴν ζωήν· ληστὴς δὲ ἀνέῳξεν ἐν τῇ γλώσσῃ τὴν τρυφήν, κραυγάζων καὶ λέγων· ὁ μέτ' ἐμοῦ δι' ἐμὲ σταυρωθείς, συνεκρέματό μοι ἐπὶ τοῦ ξύλου, καὶ ἐφαίνετό μοι ἐπὶ τοῦ θρόνου, τῷ Πατρὶ συγκαθήμενος, αὐτὸς γὰρ ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Αἶνοι Ἦχος δ'

1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

-- Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.

2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

-- Ἐν τῷ σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

-- Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

-- Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

-- Θάνατον κατεδέξω σαρκί, ἡμῖν ἀθανασίαν πραγματευσόμενος Σωτήρ, καὶ ἐν τάφῳ ᾤκησας, ἵνα ἡμᾶς τοῦ ᾅδου ἐλευθερώσῃς, συναναστήσας ἑαυτῷ, παθών, μὲν ὡς ἄνθρωπος, ἀλλ' ἀναστὰς ὡς Θεός. Διὰ τοῦτο βοῶμεν· Δόξα σοι ζωοδότα Κύριε, μόνε Φιλάνθρωπε.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

-- Πέτραι ἐσχίσθησαν Σωτήρ, ὅτε ἐν τῷ Κρανίῳ ὁ Σταυρός σου ἐπάγη, ἔφριξαν ᾅδου πυλωροί, ὅτε ἐν τῷ μνημείῳ ὡς θνητὸς κατετέθης· καὶ γάρ τοῦ θανάτου καταργήσας τὴν ἰσχύν, τοῖς τεθνεῶσι πᾶσιν ἀφθαρσίαν παρέσχες, τῇ Ἀναστάσει σου Σωτήρ, Ζωοδότα Κύριε δόξα σοι.

7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθ τῶν πενήτων σου εἰς τέλος.

-- Ἐπεθύμησαν Γυναῖκες, ἰδεῖν σου τὴν Ἀνάστασιν, Χριστὲ ὁ Θεός, ἦλθε προλαβοῦσα Μαρία ἡ Μαγδαληνή, εὗρε τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, καὶ τὸν Ἄγγελον καθεζόμενον καὶ λέγοντα· Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, ἀνέστη ὡς Θεός, ἵνα σώσῃ τὰ σύμπαντα.

8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

-- Ποῦ ἐστιν Ἰησοῦς, ὃν ἑλογίσασθε φυλάττειν; εἴπατε Ἰουδαῖοι, ποῦ ἐστιν, ὃν ἐθήκατε ἐν τῷ μνήματι, τὸν λίθον σφραγίσαντες, δότε τὸν νεκρόν, οἱ τὴν ζωήν ἀρνησάμενοι, δότε τὸν ταφέντα, ἢ πιστεύσατε τῷ ἀναστάντι. Κἄν ὑμεῖς σιγήσητε τοῦ Κυρίου τὴν Ἔγερσιν, οἱ λίθοι κεκράξονται, μάλιστα ὁ ἀποκυλισθεὶς ἐκ τοῦ μνήματος. Μέγα σου τὸ ἔλεος! Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! Σωτὴρ ἡμῶν δόξα σοι.

Αἶνοι  Ἦχος πλ. α'

1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

-- Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον· ὅ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.

2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

-- Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια· εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

-- Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι' ἠμᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σώζων τὰς ψυχὰς ἡμῶν.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

-- Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

-- Κύριε, ὁ Βασιλεὺς τῶν αἰώνων, καὶ Ποιητὴς τῶν ἁπάντων, ὁ δι' ἡμᾶς σταύρωσιν, καὶ ταφὴν σαρκὶ καταδεξάμενος, ἵνα ἡμᾶς τοῦ ᾍδου ἐλευθερώσῃς πάντας, σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

-- Κύριε, τὰ ὑπερλάμποντά σου θαύματα τὶς διηγήσεται; ἢ τὶς ἀναγγελεῖ τὰ φρικτά σου μυστήρια; ἐνανθρωπήσας γὰρ δι' ἡμᾶς, ὡς αὐτὸς ἠθέλησας, τὸ κράτος ἐφανέρωσας τῆς δυνάμεώς σου· ἐν γὰρ τῷ Σταυρῷ σου, τῷ Λῃστῇ Παράδεισον ἤνοιξας, καὶ ἐν τῇ Ταφῇ σου, τοὺς μοχλοὺς τοῦ ᾍδου συνέτριψας, καὶ ἐν τῇ Ἀναστάσει σου, τὰ σύμπαντα ἐπλούτισας. Εὔσπλαγχνε δόξα σοι.

7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

-- Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, λίαν πρωΐ, ἐπεζήτουν σε μυρίσαι τὸν Ἀθάνατον Λόγον καὶ Θεόν, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, ὑπέστρεφον ἐν χαρᾷ, τοῖς, Ἀποστόλοις μηνῦσαι ἐμφανῶς, ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ παρέχεις τῷ κόσμῳ ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

-- Τοῦ θεοδέγμονος τάφου, πρὸς τοὺς Ἰουδαίους οἱ φύλακες ἔλεγον· Ὢ τῆς ὑμῶν ματαιόφρονος συμβουλῆς! φυλάττειν τὸν ἀπερίγραπτον δοκιμάσαντες, μάτην ἐκοπιάσατε, κρύψαι τὴν Ἀνάστασιν τοῦ σταυρωθέντος βουλόμενοι, τρανῶς ἐφανερώσατε. Ὢ τοῦ ὑμῶν ματαιόφρονος συνεδρίου! Τὶ πάλιν κρύψαι συμβουλεύεσθε, ὃ οὐ κρύπτεται; μᾶλλον δὲ παρ' ἡμῶν ἀκούσατε, καὶ πιστεῦσαι θελήσατε τῶν γενομένων τὴν ἀλήθειαν. Ἄγγελος ἀστραπηφόρος, οὐρανόθεν κατελθών, τὸν λίθον ἀπεκύλισεν, οὐ τῷ φόβῳ νεκρώσει συνεσχέθημεν, καὶ φωνήσας ταῖς κραταιόφροσι Μυροφόροις, ἔλεγε γυναιξίν· οὐχ ὁρᾶτε τῶν φυλάκων τὴν νέκρωσιν, καὶ τῶν σφραγίδων τὴν διάλυσιν, τοῦ ᾍδου τε τὴν κένωσιν; Τὶ τὸν τὸ νῖκος τοῦ ᾍδου, καταργήσαντα, καὶ τοῦ θανάτου τὸ κέντρον συντρίψαντα, ὡς θνητὸν ἐπιζητεῖτε; Εὐαγγελίσασθε δὲ ταχὺ πορευθεῖσαι τοῖς Ἀποστόλοις τὴν Ἀνάστασιν, ἀφόβως κραυγάζουσαι· Ὄντως ἀνέστη ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

Αἶνοι  Ἦχος πλ. β'

1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

-- ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

-- Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

-- Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

-- Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

-- Κύριε, μέγα καὶ φοβερὸν ὑπάρχει, τῆς σῆς Ἀναστάσεως τὸ μυστήριον· οὕτω γὰρ προῆλθες ἐκ τοῦ τάφου, ὡς νυμφίος ἐκ παστάδος, θανάτῳ θάνατον λύσας, ἵνα τὸν Ἀδὰμ ἐλευθερώσῃς· ὅθεν ἐν οὐρανοῖς, Ἄγγελοι χορεύουσι, καὶ ἐπὶ γῆς ἄνθρωποι δοξάζουσι, τὴν εἰς ἡμᾶς γενομένην, εὐσπλαγχνίαν σου φιλάνθρωπε.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

-- Ὦ παράνομοι, Ἰουδαῖοι, ποῦ εἰσιν αἱ σφραγῖδες, καὶ τὰ ἀργύρια, ἃ ἐδώκατε τοῖς στρατιώταις; οὐκ ἐκλάπη ὁ θησαυρός, ἀλλὰ ἀνέστη ὡς δυνατός, αὐτοὶ δὲ κατῃσχύνθητε, ἀρνησάμενοι Χριστόν, τὸν Κύριον τῆς δόξης, τὸν παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, αὐτὸν προσκυνήσωμεν.

7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

-- Σφραγισθέντος τοῦ μνήματος, πῶς ἐσυλήθητε Ἰουδαῖοι, φύλακας καταστήσαντες, καὶ σημεῖα θέντες, τῶν θυρῶν κεκλεισμένων, προῆλθεν ὁ Βασιλεύς, ἢ ὡς νεκρόν παραστήσατε, ἢ ὡς Θεὸν προσκυνήσατε, σὺν ἡμῖν μελῳδοῦντες· Δόξα Κύριε τῷ Σταυρῷ σου, καὶ τῇ Ἀναστάσει σου.

8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

-- Τὸ ζωοδόχον σου μνῆμα, αἱ μυροφόροι Γυναῖκες, ὀδυρόμεναι κατέλαβον Κύριε, καὶ μύρα βαστάζουσαι, τὸ Σῶμά σου τὸ ἄχραντον μυρίσαι ἐπεζήτουν, εὗρον δὲ φωτοφόρον Ἄγγελον, ἐν τῷ λίθῳ καθήμενον, καὶ πρός, αὐτὰς φθεγγόμενον καὶ λέγοντα· Τὶ δακρύετε τὸν ἐκ πλευρᾶς πηγάσαντα τῷ κόσμῳ τὴν ζωήν; τὶ ἐπιζητεῖτε ὥσπερ θνητὸν ἐν μνήματι τὸν Ἀθάνατον; δραμοῦσαι δὲ μᾶλλον, ἀπαγγείλατε τοῖς αὐτοῦ Μαθηταῖς, τῆς αὐτοῦ ἐνδόξου Ἀναστάσεως τὴν παγκόσμιον χαρμονήν, ἐν ᾗ καὶ ἡμᾶς Σωτήρ φωτίσας, δώρησαι ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

Αἶνοι  Ἦχος βαρὺς

1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

-- Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά, εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

-- Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

-- Χριστοῦ τὴν Ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν, ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν Ἀνάστασιν.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

-- Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν, δι' ἡμᾶς Θεὸς ἐν ἀνθρώποις, διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πρὸς τοὺς ἀχαρίστους ὁ Εὐεργέτης, πρὸς τοὺς αἰχμαλώτους ὁ Ἐλευθερωτής, πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπὶ τὸν Σταυρόν ὁ ἀπαθής, ἐπὶ τὸν ᾍδην τὸ φῶς, ἐπὶ τὸν θάνατον ἡ ζωή , ἡ Ἀνάστασις διὰ τοὺς πεσόντας· πρὸς ὃν βοήσωμεν· ὁ Θεὸς ἡμῶν δόξα σοι.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

-- Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ θανάτου τὸ κράτος κατήργησας, τῇ κραταιᾷ δυνάμει σου, καὶ συνήγειρας νεκρούς, τοὺς  ἀπ' αἰῶνος ἐν σκότει καθεύδοντας, τῇ θείᾳ καὶ ἐνδόξῳ Ἀναστάσει σου, ὡς Βασιλεὺς τοῦ παντός, καὶ Θεὸς παντοδύναμος.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

-- Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, καὶ εὐφρανθῶμεν ἐν τῇ Ἀναστάσει αὐτοῦ ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἐδωρήσατο τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

-- Ἐξαστράπτων Ἄγγελος, ἐν τῷ λίθῳ ἐκάθητο τοῦ Ζωοδόχου μνήματος, καὶ Γυναιξὶ Μυροφόροις εὐηγγελίζετο λέγων· Ἀνέστη ὁ Κύριος, καθὼς προεῖπεν ὑμῖν, ἀπαγγείλατε τοῖς Μαθηταῖς αὐτοῦ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, τῷ δὲ κόσμῳ παρέχει, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

-- Τὶ ἀπεδοκιμάσατε τὸν λίθον τὸν ἀκρογωνιαῖον, ὦ παράνομοι Ἰουδαῖοι; Οὗτός ἐστιν ὁ λίθος, ὃν ἔθετο ὁ Θεὸς ἐν Σιών, ὁ ἐκ πέτρας πηγάσας ἐν ἐρήμῳ τὸ ὕδωρ, καὶ ἡμῖν ἀναβλύζων ἐκ τῆς πλευρᾶς αὐτοῦ ἀθανασίαν, οὗτός ἐστιν ὁ λίθος, ὁ ἐξ ὄρους Παρθενικοῦ ἀποτμηθείς, ἄνευ θελήματος ἀνδρός, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ἐρχόμενος ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, πρὸς τὸν Παλαιὸν τῶν ἡμερῶν, καθὼς εἶπε Δανιήλ, καὶ αἰώνιος αὐτοῦ ἡ Βασιλεία.

Αἶνοι Ἦχος πλ. δ'

1. τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

-- Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

-- Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν  ταῖς  ψυχαῖς ἡμῶν.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

-- Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε· διὰ τοῦτο προσκυνοῦμεν, τὴν Ταφήν σου καὶ τὴν Ἔγερσιν.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρ.

-- Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων· Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, ἀνέστη Θεός ὤν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

-- Ἔπαθες διὰ σταυροῦ, ὁ ἀπαθὴς τῇ Θεότητι, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, καὶ ἀθανατίσας, ζωοποιήσῃς ἡμᾶς Χριστὲ ὁ Θεός, διὰ τῆς Ἀναστάσεώς σου φιλάνθρωπε.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

-- Προσκυνῶ καὶ δοξάζω, καὶ ἀνυμνῶ Χριστέ, τὴν σὴν ἐκ τάφου Ἀνάστασιν, δι' ἧς ἠλευθέρωσας ἡμᾶς, ἐκ τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεὸς ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

-- Τὸ ζωοδόχον σου μνῆμα, φρουροῦντες παράνομοι, σὺν τῇ κουστωδίᾳ ἐσφραγίσαντο τοῦτο, σὺ δὲ ὡς ἀθάνατος Θεὸς καὶ παντοδύναμος, ἀνέστης τριήμερος.

8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδία μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

-- Πορευθέντος σου ἐν πύλαις ᾍδου Κύριε, καὶ ταύτας συντρίψαντος, ὁ αἰχμάλωτος οὕτως ἐβόα· Τὶς ἐστιν οὗτος, ὅτι οὐ καταδικάζεται ἐν τοῖς κατωτάτοις τῆς γῆς, ἀλλὰ καὶ ὡς σκηνὴν κατέλυσε τοῦ θανάτου τὸ δεσμωτήριον; ἐδεξάμην αὐτὸν ὡς θνητόν, καὶ τρέφω ὡς Θεόν. Παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς.

 

Δόξα...  

ΕΩΘΙΝΟΝ Α'  Ἦχος α'

Εἰς τὸ ὄρος τοῖς Μαθηταῖς ἐπειγομένοις, διὰ τὴν χαμόθεν ἔπαρσιν, ἐπέστη ὁ Κύριος, καὶ προσκυνήσαντες αὐτὸν καὶ τὴν δοθεῖσαν ἐξουσίαν, πανταχοῦ διδαχθέντες, εἰς τὴν ὑπ' οὐρανὸν ἐξαπεστέλλοντο, κηρῦξαι τὴν ἐκ νεκρῶν Ἀνάστασιν , καὶ τὴν εἰς Οὐρανοὺς ἀποκατάστασιν, οἷς καὶ συνδιαιωνίζειν, ὁ ἀψευδὴς ἐπηγγείλατο, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

ΕΩΘΙΝΟΝ Β'  Ἦχος β'

Μετὰ μύρων προσελθούσαις,  ταῖς  περὶ τὴν Μαριὰμ Γυναιξί, καὶ διαπορουμέναις, πῶς ἔσται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ, ὡράθη ὁ λίθος μετηρμένος, καὶ θεῖος Νεανίας, καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς. Ἠγέρθη γάρ, φησίν, Ἰησοῦς ὁ Κύριος· διὸ κηρύξατε τοῖς κήρυξιν αὐτοῦ Μαθηταῖς τὴν Γαλιλαίαν δραμεῖν, καὶ ὄψεσθε αὐτόν, ἀναστάντα ἐκ νεκρῶν, ὡς ζωοδότην καὶ Κύριον.

ΕΩΘΙΝΟΝ Γ'  Ἦχος γ'

Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν Ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν, ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο, καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα, οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι' αὐτῶν δοξάζομέν σου, τὴν ἐκ νεκρῶν Ἀνάστασιν, φιλάνθρωπε Κύριε.

ΕΩΘΙΝΟΝ Δ'  Ἦχος δ'

Ὄρθρος ἦν βαθύς, καὶ αἱ Γυναῖκες ἦλθον ἐπὶ τὸ μνῆμά σου Χριστέ, ἀλλά τὸ σῶμα οὐχ εὑρέθη, τὸ ποθούμενον αὐταῖς· διὸ ἀπορουμέναις, οἱ  ταῖς  ἀστραπτούσαις ἐσθήσεσιν ἐπιστάντες· Τὶ τὸν ζῶντα μετὰ τῶν νεκρῶν ζητεῖτε; ἔλεγον· Ἡγέρθη ὡς προεῖπε, τὶ ἀμνημονεῖτε τῶν ῥημάτων αὐτοῦ; Οἷς πεισθεῖσαι, τὰ ὁραθέντα ἐκήρυττον, ἀλλ' ἐδόκει λῆρος τὰ εὐαγγέλια, οὕτως ἦσαν ἔτι νωθεῖς οἱ Μαθηταί, ἀλλ' ὁ Πέτρος ἔδραμε, καὶ ἰδὼν ἐδόξασέ σου, πρὸς ἑαυτὸν τὰ θαυμάσια.

ΕΩΘΙΝΟΝ Ε'  Ἦχος πλ. α'

Ὤ τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέτρῳ μὲν τοῖς ὀθονίοις μόνοις, ἔδωκας ἐννοῆσαί σου τὴν Ἀνάστασιν, Λουκᾶ δὲ καὶ Κλεόπα, συμπορευόμενος ὡμίλεις· καὶ ὁμιλῶν, οὐκ εὐθέως σεαυτὸν φανεροῖς; Διὸ καὶ ὀνειδίζῃ, ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ, καὶ μὴ μετέχων τῶν, ἐν τέλει βουλευμάτων αὐτῆς. Ἀλλ' ὁ πάντα πρός τὸ τοῦ πλάσματος συμφέρον οἰκονομῶν, καὶ τὰς περὶ σοῦ προφητείας ἀνέπτυξας, καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον, ἐγνώσθης αὐτοῖς, ὧν καὶ πρὸ τούτου αἱ καρδίαι, πρὸς γνῶσίν σου ἀνεφλέγοντο, οἳ καὶ τοῖς Μαθηταῖς συνηθροισμένοις, ἤδη τρανῶς ἐκήρυττόν σου τὴν Ἀνάστασιν, δι' ἧς ἐλέησον ἡμᾶς.

ΕΩΘΙΝΟΝ ΣΤ'  Ἦχος πλ. β'

Ἡ ὄντως εἰρήνη σὺ Χριστέ, πρὸς ἀνθρώπους Θεοῦ, εἰρήνην τὴν σὴν διδούς, μετὰ τὴν Ἔγερσιν Μαθηταῖς, ἐμφόβους ἔδειξας αὐτούς, δόξαντας πνεῦμα ὁρᾶν. Ἀλλὰ κατέστειλας τὸν τάραχον αὐτῶν τῆς ψυχῆς, δείξας τὰς χεῖρας καὶ τοὺς πόδας σου, πλὴν ἀπιστούντων ἔτι, τῇ τῆς τροφῆς μεταλήψει, καὶ διδαχῶν ἀναμνήσει, διήνοιξας αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς, οἷς καὶ τὴν Πατρικὴν ἐπαγγελίαν καθυποσχόμενος, καὶ εὐλογήσας αὐτούς, διέστης πρὸς οὐρανόν. Διὸ σὺν αὐτοῖς προσκυνοῦμέν σε, Κύριε δόξα σοι.

ΕΩΘΙΝΟΝ Ζ'  Ἦχος βαρὺς

Ἰδοὺ σκοτία καὶ πρωΐ, καὶ τὶ πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα  ταῖς  φρεσίν; ὑφ' οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς. Ἀλλ' ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις καὶ τῷ σουδαρίῳ, τὴν Ἀνάστασιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ' ὧν, καὶ δι' ὧν καὶ ἡμεῖς, πιστεύσαντες, ἀνυμνοῦμέν σε τὸν ζωοδότην Χριστόν.

ΕΩΘΙΝΟΝ Η'  Ἦχος πλ. δ'

Τὰ τῆς Μαρίας δάκρυα οὐ μάτην χεῖνται θερμῶς· ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς ὦ Ἰησοῦ, ἀλλ' ἔτι πρόσγεια φρονεῖ, οἷα γυνὴ ἀσθενής· διὸ καὶ ἀποπέμπεται μὴ προσψαῦσαί σοι Χριστέ. Ἀλλ' ὅμως κήρυξ πέμπεται τοῖς σοῖς Μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε, τὴν πρὸς τὸν πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. Μεθ' ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας σου, Δέσποτα Κύριε.

ΕΩΘΙΝΟΝ Θ'  Ἦχος πλ. α'

Ὡς ἐπ' ἐσχάτων τῶν χρόνων, οὔσης ὀψίας Σαββάτων, ἐφίστασαι τοῖς φίλοις Χριστέ, καὶ θαύματι θαῦμα βεβαιοῖς, τῇ κεκλεισμένῃ εἰσόδῳ τῶν θυρῶν, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν· ἀλλ' ἔπλησας χαρᾶς τοὺς Μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς, καὶ ἐξουσίαν ἔνειμας ἀφέσεως ἁμαρτιῶν, καὶ τὸν Θωμᾶν οὐ κατέλιπες, τῷ τῆς ἀπιστίας καταβαπτίζεσθαι κλύδωνι. Διὸ παράσχου καὶ ἡμῖν, γνῶσιν ἀληθῆ, καὶ ἄφεσιν πταισμάτων, εὔσπλαγχνε Κύριε.

ΕΩΘΙΝΟΝ Ι'  Ἦχος πλ. β'

Μετὰ τὴν εἰς ᾍδου κάθοδον, καὶ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, ἀθυμοῦντες ὡς εἰκός, ἐπὶ τῷ χωρισμῷ σου Χριστὲ οἱ Μαθηταί, πρὸς ἐργασίαν ἐτράπησαν, καὶ πάλιν πλοῖα καὶ δίκτυα, καὶ ἄγρα οὐδαμοῦ. Ἀλλὰ σὺ Σῶτερ ἐμφανισθείς, ὡς Δεσπότης πάντων, δεξιοῖς τὰ δίκτυα κελεύεις βαλεῖν· καὶ ἦν ὁ λόγος ἔργον εὐθύς, καὶ πλῆθος τῶν ἰχθύων πολύ, καὶ δεῖπνον ξένον ἕτοιμον ἐν γῇ· οὗ μετασχόντων τότε σου τῶν Μαθητῶν, καὶ ἡμᾶς νῦν νοητῶς καταξίωσον, ἐντρυφῆσαι φιλάνθρωπε Κύριε.

ΕΩΘΙΝΟΝ ΙΑ'  Ἦχος πλ. δ'

Φανερῶν ἑαυτόν, τοῖς Μαθηταῖς σου Σωτὴρ μετὰ τὴν Ἀνάστασιν, Σίμωνι δέδωκας τὴν τῶν προβάτων νομήν, εἰς ἀγάπης ἀντέκτισιν, τὴν τοῦ ποιμένειν φροντίδα αἰτῶν. Διὸ καὶ ἔλεγε· Εἰ φιλεῖς με Πέτρε, ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου. Ὁ δὲ εὐθέως ἐνδεικνύμενος τὸ φιλόστοργον, περὶ τοῦ ἄλλου Μαθητοῦ ἐπυνθάνετο. Ὧν  ταῖς  πρεσβείαις Χριστέ, τὴν ποίμνην σου διαφύλαττε, ἐκ λύκων λυμαινομένων αὐτήν.

 

Καὶ νῦν  ... τὸ παρὸν Θεοτοκίον

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

 

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

·               Δόξα σοι τῷ δείξαντι τὸ φῶς, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

·               Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

·               Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

·               Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

·               Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

·               Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

·               Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

·               Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

·               Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

·               Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

·               Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου (γ').

·               Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ.

·               Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

·               Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

·               Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

·               Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ').

Δόξα... Καὶ νῦν  ... Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

 

Ἦχος  δ'

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν. ᾌσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.