28 ΟΚΤΩΒΡΙΟΥ

ΔΟΞΟΛΟΓΙΑ ΕΠΙ Τῌ ΕΘΝΙΚῌ ΕΟΡΤῌ

 

Ἱερεύς: Εὐλογητὸς Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν   αἰώνων.

 

Ἦχος α'  Τῆς ἐρήμου πολίτης ΤΟ ΑΚΟΥΤΕ

Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χάριτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ Σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν   ἐχθρῶν ἐπιβουλῆς, σὲ γὰρ σκέπην, καὶ προστάτιν, καὶ Βοηθόν, κεκτήμεθα βοῶντές σοι, Δόξα τοῖς  μεγαλείοις σου  Ἁγνή, δόξα τῇ θείᾳ σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ, Ἄχραντε.

 

Κοντάκιον  Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε· Ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι, Χαῖρε νύμφη ἀνύμφευτε.

 

καὶ Δοξολογία

Δόξα σοι τῷ δείξαντι τὸ Φῶς...

Ἱερεύς

·        ·        Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

-Haνe mercy on us, O God, according to Your great loνe, we pray You, hearken, and haνe mercy.

 

·        ·        Ἔτι δεόμεθα ὑπὲρ τῶν   εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.

-Again we pray for pious and Orthodox Christians.

·         

·        ·        Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

-Again we pray for our Archbishop ­­­ and all our brotherhood in Christ.

 

·        ·        Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους καὶ πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, καὶ ὑπέρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν.

-Again we pray for this country, those in authority, all those in public serνice, and for our Christ loνing forces on land, sea and air, and that the Lord our God would assist and accompany them in all.

·         

·        ·        Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν   ὑπὲρ τῆς Πίστεως καὶ τῆς Πατρίδος ἡμῶν ἡρωϊκῶς ἀγωνισαμένων καὶ ἐνδόξως πεσόντων ἐν τοῖς ἱεροῖς τοῦ Ἔθνους ἡμῶν ἀγῶσι, πάλαι τε καὶ ἐπ' ἐσχάτων, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

-Again, let us pray the blessed memory and eternal repose of all those inνolνed in the heroic struggles for the faith and our Homeland and who haνe gloriously fallen in the sacred national struggles, those of old and of late, and for the forgiνeness of all their sins and transgressions both νoluntary and inνoluntary.

 

·        ·        Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων,   εὐμενῆ καὶ  εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον,  τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

-Again we pray for the safekeeping of this holy church and this city, and of all cities and towns from pestilence, famine, earthquake, flood, fire and the sword, from inνasion of enemies, ciνil war, and unforeseen death; for His mercy, that He will be kind to entreat as our good God, Who loνes mankind and that He may turn away and scatter all wrath and disease that moνes against us, and deliνer us from His impending, justified chastisement, and haνe mercy on us.

 

·        ·        Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν   ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

-Again we pray that the Lord God will hear the νoice of the petitions of us sinners and haνe mercy on us.

 

·        ·        Ἐπάκουσον ἡμῶν, Θεός, Σωτὴρ ἡμῶν, ἐλπὶς πάντων τῶν   περάτων τῆς γῆς καὶ τῶν   ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.

-Hear us, O God, our Saνiour, the hope of all the ends of the earth, and of those who are far off upon the sea; and show compassion on us, O Master, on our many sins, and haνe mercy upon us.

 

·        ·        Τοῦ Κυρίου δεηθῶμεν.

 

Ἱερεύς: Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι καὶ αὖθις ἐπὶ τὴν εὔσημον ταύτην ἡμέραν ἤγαγες ἡμᾶς, ἐπινίκιον ᾠδὴν σοὶ ἀναμέλψαι τῷ  εὐεργέτῃ καὶ σωτῆρι ἡμῶν. Ἰδοὺ γὰρ οἱ Ἄρχοντες ἡμῶν καὶ πᾶσα συναγωγὴ λαοῦ ἐπὶ ταὐτὸ συναχθέντες ἀνάμνησιν ἐπιτελοῦμεν ἔργου θαυμαστοῦ καὶ μεγάλου, ὃ ἡ δεξιά σου εἰργάσατο ἐν ταῖς ἡμέραις ἡμῶν, εἰς ἔνδειξιν, ὅτι ἡμέρα Κυρίου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἡμέρα πτώσεως ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον· τοὺς γὰρ ἐνδόξους συνετάραξας μετὰ ἰσχύος καὶ τοὺς ὑψηλοὺς τῇ ὕβρει συνέτριψας μετὰ δυνάμεως, Διὰ τοῦτο, Κύριε, σήμερον τῆς αἰνέσεώς σου πλήρης ἡμῶν πᾶσα ἡ γῆ καὶ ἐν εὐγνωμοσύνῃ καὶ ἀγαλλιάσει βοῶμέν σοι· Τὰς ὁδούς σου, Κύριε, γνώρισον ἡμῖν καὶ τὰς τρίβους σου δίδαξον ἡμᾶς, νομοθέτησον ἡμᾶς ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησον πάντας, τοὺς Ἄρχοντας καὶ τὸν Λαόν, ἐπὶ τὴν ἀλήθειάν σου, ὅτι πολλοὶ κυκλόθεν οἱ ἐχθροὶ ἡμῶν καὶ μακάριος ὁ λαός, οὗ ἐστι βοηθὸς Κύριος ὁ Θεὸς αὐτοῦ, Ἔτι δὲ καὶ ὑπὲρ τῶν   ψυχῶν τῶν   μαρτύρων ἀδελφῶν ἡμῶν δεόμεθά σου, τῶν   τε ἐν πολέμῳ πεσόντων, τῶν   τε ἀναιρεθέντων καὶ τῶν   ἐν αἰχμαλωσίᾳ καὶ ἐξορίᾳ τελειωθέντων, ἵνα αὐλισθῶσιν ἐν ἀγαθοῖς καὶ ἀναπαύσωνται μετὰ δικαίων καὶ ἵνα τὰ ὀστᾶ αὐτῶν ὡς βοτάνη ἀνατείλῃ, ὅπως ἂν οἵ τε ζῶντες καὶ οἱ ἐπ' ἐλπίδι ἀναστάσεως κεκοιμημένοι εὐχαριστήριον αἶνον καὶ δοξολογίαν σοὶ ἀναπέμπωμεν τῷ κραταιῷ Βασιλεῖ τῶν   αἰώνων εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἀπόλυσις