Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΟΚΤΩΒΡΙΟΥ

 

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία τοῦ Ἁγίου Δημητρίου.

 

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Δεῦτε πιστοὶ συνελθόντες ἀνευφημήσωμεν, τὸν Ἀθλητὴν τὸν μέγαν, καὶ γενναῖον ὁπλίτην, Δημήτριον τὸν πᾶσαν τὴν τοῦ ἐχθροῦ, δυναστείαν πατήσαντα, τούτῳ βοῶντες ἐν πίστει· Ὑπὲρ ἡμῶν, τὸν Χριστὸν Μάρτυς ἱκέτευε.

 

Τὸν ἀριστέα τὸν θεῖον καὶ μιμητὴν τοῦ Χριστοῦ, τὸ τῆς ἁγνείας κάλλος, τὴν πηγὴν τῶν   θαυμάτων, Δημήτριον τὸν μέγαν πάντες πιστοί, ἐν ᾠδαῖς εὐφημήσωμεν, ἁγιαζομενοι σώματα καὶ ψυχάς, ἐν τῇ μνήμῃ τῇ ἐνδόξῳ αὐτοῦ.

 

Θεσσαλονίκη χορεύει ἐπὶ τῇ μνήμῃ σου, καὶ συγκαλεῖται πάσας, τῶν πιστῶν τὰς χορείας, Δημήτριε τρισμάκαρ, τελέσαι τὴν σήν, φωτοφόρον πανήγυριν· οἷς καὶ ἡμεῖς συνελθόντες ᾀσματικῶς, εὐφημοῦμεν τοὺς ἀγῶνάς σου.

 

Καὶ τρία τοῦ Ἁγίου Νέστορος

 

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ

Νέστορ Ἀθλητὰ μακάριε, τὴν πανοπλίαν Χριστοῦ, σεαυτῷ περιθέμενος, αἰσθητῶς Λυαίῳ μέν, συμπλακεὶς τοῦτον ὤλεσας, ταῖς ἀοράτοις δὲ τὸν ἀόρατον, λαβαῖς Βελίαρ σὺ συνεπόδισας, καὶ ἐθανάτωσας, νίκης διαδήματι· ὅθεν τὴν σήν, κάραν ἐστεφάνωσεν, ὁ μεγαλόδωρος.

 

Λόγοις ἐνθέοις νευρούμενος, Νέστορ σοφὲ ἀληθῶς, Δημητρίου τοῦ Μάρτυρος, ἀλαζόνα τύραννον, ἀνδρικῶς ἐθανάτωσας· καὶ τὸν θανόντα καὶ ᾍδην λύσαντα, ὁμολογήσας Θεὸν ἀθάνατον, θάνατον ἄδικον, καθυπέστης ἔνδοξε· ὅθεν ζωήν, χαίρων ἀτελεύτητον, ἐκληρονομησας.

 

Θεῖος νεανίας πέφυκας, σώματος ὥρα σοφέ, διαπρέπων καὶ χάριτι, θεϊκῇ κοσμούμενος, καὶ ῥώμῃ σεμνυνόμενος· ὅθεν Λυαίου λύσας τὴν δύναμιν, τῇ δυναστείᾳ τοῦ, Παντοκράτορος, χαίρων ἐνήθλησας, καὶ χοροῖς ἠρίθμησαι τῶν   ἀθλητῶν, οἷς συναγαλλόμενος, ἡμῶν μνημόνευε.

Δόξα... Ἦχος πλ. β'

Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τοῖς  ἄνθεσιν ὡραϊζομένη, Δημήτριε βοᾷ σοι, θεράπον Χριστοῦ, καὶ προστάτα θερμότατε, μὴ ἐλλίπῃς πρεσβεύειν ὑπὲρ τῶν δούλων σου.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν   Ἀποστόλων, καὶ πάντων τῶν   Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια, τοῦ Ἁγίου Δημητρίου.

 

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ

Μύρον τὸ νοητόν, σὲ Μάρτυς καταθέλξαν, πρὸς ἀρετῶν τὰ μύρα, διήγειρε καὶ μύρα, βλύζειν ἀφθόνως δέδωκε.

 

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

 

Εὖγε τῆς καλλονῆς, τοῦ μύρου τῆς σαρκός σου· ὑπέρευγε τοῦ μύρου, τοῦ τῆς ψυχῆς σου Μάκαρ, οὗ περ ἐκεῖνο γνώρισμα.

 

Στίχ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Θεοῦ ἡμῶν ἐξανθήσουσι.

 

Εἰς βόθρον τὸν Σατᾶν, ὃν ὤρυξέ σοι Μάκαρ, ἐμβεβληκὼς γενναίως, ἀπέπνιξας τελείως, τοῖς  ποταμοῖς τῶν μύρων σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Μύρου τοῦ νοητοῦ, ἀξία μυροθήκη, γεγενημένη Κόρη, παθῶν με δυσωδίας, ἀπάλλαξον πρεσβείαις σου.

 

Ἀπολυτίκιον   Ἦχος γ'

Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαρρύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος δ'

Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς  ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγονται οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου Νέστορος ὁ παρών.

 

ᾨδὴ α'  Ἦχος δ'

Ἅρματα Φαραὼ ΤΟ ΑΚΟΥΤΕ

Ἅρματι φλογερῷ, τῷ σῷ αἵματι Σοφέ, χαίρων ἐπιβέβηκας, καὶ πρὸς οὐράνιον ὕψος, ἔνθα Ἰησοῦς τὸ ἄχρονον φῶς, μετὰ χαρᾶς ἀνελήλυθας.

 

Θώρακα νοητόν, τὸν τῆς πίστεως σαυτῷ, Νέστορ περιθέμενος, καὶ τὸν Σταυρὸν ὡς δόρυ ἔχων ἐν χερσί, τὰς τοῦ ἐχθροῦ, στερρῶς συνέκοψας φάλαγγας.

 

Ζέσει τῆς τοῦ Χριστοῦ, κρατυνόμενος στοργῆς, ἔνδον εἰσεπήδησας, ἐν τῷ σταδίῳ καὶ πάσας, ἔλυσας Λυαίου μηχανάς, καὶ νίκης τρόπαιον ἔστησας.

Θεοτοκίον

Συνέλαβες ἐν γαστρί, τὸν συνάναρχον Πατρί, ἔτεκες ἀπείρανδρε, ὑπερφυῶς κατὰ σάρκα, μείνασα παρθένος ὄντως Ἁγνή· διὸ σε πάντες γεραίρομεν.

 

ᾨδὴ γ'

Ὁ στερεῶν βροντὴν ΤΟ ΑΚΟΥΤΕ

Δυναμωθεὶς τῷ κράτει τῆς ἰσχύος, τοῦ τοὺς μοχλοὺς συντρίψαντος, καὶ τὰς τοῦ ᾍδου πύλας, σπουδῇ εἰς τὸ στάδιον εἰσῆλθες, καὶ κραταιῶς συνέτριψας, ἐχθροῦ μηχανήματα.

 

Ὁ παλαιᾶς ἀπάτης ἀρχηγέτης, πρὸ τῶν  ποδῶν σου ἥπλωται· νεανικῶς γὰρ πρὸς ἐκτομήν, προσεχώρησας τοῦ ξίφους, Νέστορ Μαρτύρων καύχημα· διὸ εὐφημοῦμέν σε.

 

Προκαταλύσας θράσος παρανόμων, Θεῷ θυσίαν ἔθυσας, Μάρτυς τὸ αἷμά σου ἀμοιβήν, ἱερὰν αὐτῷ παρέχων· διὸ σε ἀντημείψατο, πλουσίοις χαρίσμασι.

Θεοτοκίον

Τὴν ἐξ, Ἀδὰμ τοῦ γένους ἀμορφίαν, ἐπεισαχθεῖσαν βρώματι, κυοφορούμενος Ἰησοῦ, ἐν γαστρὶ τῆς Θεοτόκου, ὑπερφυῶς ἀνέπλασας, τὸ πρῶτον κάλλος δοὺς ἡμῖν.

Ὁ Εἱρμὸς

«Ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, στερέωσόν με Κύριε, ϊνα ὑμνῶ σε εἰλικρινῶς, καὶ ποιῶ τὸ θέλημά σου, ὅτι οὐκ ἔστιν Ἅγιος, ὡς σὺ ὁ Θεὸς ἡμῶν».

 

Κάθισμα   Ἦχος δ' 

Ὁ ὑψωθεὶς ΤΟ ΑΚΟΥΤΕ

Οὐ κατεπλάγης τῶν ἐχθρῶν τὴν μανίαν, οὐκ ἐδειλίασας σαρκὸς ἀλγηδόνας, ἀλλ' ἀπτοήτως ἔδραμες πρὸς πάλην Σοφέ, φέρων τὸ ὑπέρμαχον, τοῦ Σταυροῦ θεῖον ὅπλον· ὅθεν τὸν ἀλάστορα, παρευθὺς θανατώσας, ἐθανατώθης Νέστορ καὶ ζωῆς, κατηξιώθης Χριστῷ παριστάμενος.

Θεοτοκίον

Ὁ ἐπὶ θρόνου Χερουβὶμ καθεζόμενος, καὶ ἐν τοῖς  κόλποις τοῦ Πατρὸς αὐλιζόμενος, ὡς ἐπὶ θρόνου κάθηται ἁγίου αὐτοῦ, Δέσποινα ἐν κόλποις σου, σαρκικῶς· ὁ Θεός γάρ, ὄντως ἐβασίλευσεν, ἐπὶ πάντα τὰ ἔθνη, καὶ συνετῶς νῦν  ψάλλομεν αὐτῷ· ὃν ἐκδυσώπει, σωθῆναι τοὺς δούλους σου.

 

ᾨδὴ δ'

Εἰσακήκοα ὁ Θεὸς ΤΟ ΑΚΟΥΤΕ

Δημητρίου καταυγασθείς, ταῖς φωτοβόλοις διδασκαλίαις, τῆς Ἑλλήνων ματαιότητος, τὴν ἀχλὺν διέφυγες, καὶ μαρτυρίου φέγγος ἀπήστραψας.

 

Ἀπιστίας τὴν ἁλμυράν, ταράξας θάλασσαν γλυκασμῷ σου, τῆς νοστίμου Νέστορ πίστεως, ἀσεβῶν στρατεύματα, βυθῷ τῶν   σῶν αἱμάτων ἀπέπνιξας.

 

Φυτευόμενον πρὸς ζωήν,ἐδείχθης δένδρον τῇ εὐκαρπίᾳ, διατρέφων τῶν   ἀγώνων σου, τῶν   πιστῶν τὸ πλήρωμα, Νέστορ Χριστοῦ Μαρτύρων τὸ καύχημα.

Θεοτοκίον

Καθαρτήριόν μοι γενοῦ, ἁμαρτημάτων, καὶ δὸς μοι χεῖρα, βοηθείας κινδυνεύοντι, Παναγία Δέσποινα, Χριστιανῶν βεβαία ἀντίληψις.

 

ᾨδὴ ε'

Ὄρθρον φαεινὸν ἡμῖν ΤΟ ΑΚΟΥΤΕ

Λόγοις θείας γνώσεως, τὴν διάνοιαν καταρδευθείς, μαρτυρίου στάχυν ὥριμον, ἔνδοξε Νέστορ ἐβλάστησας.

 

Νόμοις τοῖς  τῶν λόγων σου, ὦ Δημήτριε Μάρτυς τοῦ Χριστοῦ, ἀθεΐας τὸ ἀνόμημα, ὁ Νέστωρ τὸ μέγα κατέπαυσεν.

 

Ἐχθρὸν πρὸς ὁρώμενον, συμπλεκόμενος τὴν τοῦ Θεοῦ, ἀοράτως συμμαχίαν, ἐκέκτησο Νέστορ ἀοίδιμε.

Θεοτοκίον

Χαῖρε ἡ κυήσασα, τὸν Θεὸν ἄνευ σπορᾶς, χαῖρε μόνη Θεομῆτορ πανάχραντε, χαῖρε Νύμφη ἀνύμφευτε.

 

ᾨδὴ ς'

Ζάλη με λογισμῶν ΤΟ ΑΚΟΥΤΕ

Σφραγῖδι σημανθείς σου τὴν καρδίαν, γενναίως κατέτρωσας τῷ  δόρατι τῆς ἀνδρείας, τὴν καρδίαν Λυαίου Ἀθλητά, καὶ χαίρων θανατοῦσαι, διὰ τὴν πάντων ζωήν.

 

Νυμφίος ἐκ παστάδος τῆς σαρκός σου, Νέστορ ἐκπεπόρευσαι, στολαῖς ταῖς ἐξυφανθείσαις, ἐξ αἱμάτων σου Μάρτυς ἱερῶν φαιδρῶς ὡραϊσμένος, καὶ τῷ     Δεσπότῃ παρέστης Χριστῷ.

 

Ὑψώσας ἐπὶ πέτραν σοῦ τοὺς πόδας, εὐσεβείας ἔστησε, Χριστὸς τῆς ζωῆς ἡ πέτρα, καὶ κατεύθυνε Νέστορ πρὸς αὐτόν, τὰ διαβήματά σου, καὶ τοὺς ἐχθρούς σου κατῄσχυνε.

Θεοτοκίον

Ῥῆξον μου τὰς σειρὰς τῶν ἐγκλημάτων, ἡ Θεὸν κυήσασα, τὸν αἴροντα τὴν τοῦ κοσμου ἁμαρτίαν, Παρθένε Μαριάμ· ἐν σοὶ γὰρ τὰς ἐλπίδας, τῆς σωτηρίας ἀνέθηκα.

Ὁ Εἱρμὸς

«Ζάλη με λογισμῶν καταλαβοῦσα, εἰς βυθὸν καθέλκει με, ἀμέτρων πλημμελημάτων· ἀλλὰ σὺ Κυβερνήτα ἀγαθέ, προφθάσας διάσωσόν με».

 

Κοντάκιον  Ἦχος β'

Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ

Ἀθλήσας καλῶς, ἀθάνατον τὴν εὔκλειαν, κεκλήρωσαι νῦν, καὶ στρατιώτης ἄριστος, τοῦ Δεσπότου γέγονας, ταῖς εὐχαῖς Δημητρίου τοῦ Μάρτυρος, σὺν αὐτῷ οὖν Νέστορ σοφέ, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος

Ῥώμῃ Θεοῦ ἀθλήσας, παμμάκαρ, νικηφόρος ἐδείχθης, τὸν ἐχθρὸν τοῖς  ποσὶ καταπατήσας, δεδόξασαι, στεφανίτης σὺν ταῖς χορείαις τῶν   σεπτῶν Ἀθλοφόρων Νέστορ ἐφάνης, καὶ Ἀαρὼν ὑπερήρθης Χριστοῦ Ἀθλητά, σὺν Ἄβελ αἷμα τὸ θεῖον σου προσενέγκας, καὶ θρόνῳ θείῳ τοῦ κτίσαντος παρεστώς, σὺν Ἀγγέλων τοῖς  τάγμασι, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνος, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος.

Στίχοι

·               Ὁμοῦ Λυαῖον καὶ λύμην τὴν τῆς πλάνης,

·               Κτείνας ὁ Νέστωρ, τέμνεται διὰ ξίφους.

·               Εἰκάδι ἑβδομάτῃ ἀποκέρσαν Νέστορα κεδνόν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν   Ἁγίων Μαρτύρων Καπιτωλίνης, καὶ Ἐρωτηΐδος.

Στίχοι

·               Κτείνουσι δούλην ἐκ ξίφους καὶ κυρίαν,

·               Δούλας Τριάδος, τῆς ἀληθοῦς Κυρίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυριακοῦ, Πατριάρχου Κωνσταντινουπόλεως.

Στίχοι

·               Ὁ Κυριακός, ἐκλιπὼν γῆν καὶ βίον,

·               Πρὸς αὐτὸν ἥκει Κύριον τῶν Κυρίων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Πρόκλης, συζύγου τοῦ Πιλάτου.

Στίχοι

·               Ἐχει παρεστῶσάν σε, Πρόκλα Δεσπότης,

·               Ὁ Πιλάτῳ πρὶν σῷ παραστὰς συζύγῳ.

 

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Ὁ ἐν τῷ ὄρει τῷ Μωσεῖ ΤΟ ΑΚΟΥΤΕ

Ὁ καταυγάσας τῶν πιστῶν τὰς καρδίας, ἀκτῖσι τῶν   ἀγώνων τοῦ, Ἀθλοφόρου, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν   Πατέρων ἡμῶν.

 

Τῆς ἀσεβείας κατασβέσας τὴν φλογα, τῇ δρόσῳ τῶν   αἱμάτων σου Μάρτυς Νέστορ, Εὐλόγητός εἶ μέλπεις νῦν, ὁ Θεὸς τῶν   Πατέρων ἡμῶν.

 

Θυσία ζώσα εἰς ὀσμὴν εὐωδίας, Κυρίῳ προσαγόμενος Μάρτυς Νέστορ, Εὐλογητὸς εἶ ἔκραζες, ὁ Θεὸς τῶν   Πατέρων ἡμῶν.

Θεοτοκίον

Ἁγιωτέρα Χερουβὶμ ἀνεδείχθης, τεκοῦσα ὑπεράγιον Θεὸν Λόγον, Ὑπεραγία Δέσποινα, τὸν ἡμᾶς ἁγιάζοντα.

 

ᾨδὴ η'

Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ ΤΟ ΑΚΟΥΤΕ

Γῆ τὸ αἷμά σου τὸ σεπτόν, ἐδέξατο χυθὲν ὑπὲρ Χριστοῦ, οἱ οὐρανοὶ δὲ τὴν ψυχήν, ὥσπερ νύμφην ὡραϊσμένην, Μαρτύρων χορεῖαι, καὶ Δικαίων ἁπάντων τὰ πνεύματα, ἐν ἀγαλλιάσει, ὑπήντησάν σοι Μάρτυς.

 

Ὢ ψυχῆς σου θεοφιλοῦς, τὸν θάνατον τὸν πρόσκαιρον, οὐδὲν ἡγησαμένης, τὸ δὲ ζῆν ἐν Κυρίῳ ἐκλεξαμένης! ὢ θείας ἀνδρείας, ἐχθρῶν κραταιότητα, τῶν   μὴ ὁμολογούντων Χριστὸν στηλιτευσάσης!

 

Τὸν ἀγῶνά σου τὸν καλόν, ἠγώνισαι τὸν δρόμον ἀληθῶς, Νέστορ τετέλεκας σοφέ, καὶ τετήρηκάς σου τὴν πίστιν· λοιπὸν σοι τὸ στέφος, τὸ τῆς δικαιοσύνης ἀπόκειται, ὅπερ παρέξει Χριστὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Οὐ πτοοῦμαι τοῦ δυσμενοῦς, τὰ θήρατρα σὲ ἔχων βοηθόν, οὐ φοβηθήσομαι κακά, σοὶ προστρέχων Θεοκυῆτορ· ἐν σοὶ γὰρ καυχῶμαι, καὶ ἐν σοὶ ὑπερβήσομαι Πάναγνε, τεῖχος ἁμαρτίας σωθεὶς τῇ σῇ πρεσβείᾳ.

Ὁ Εἱρμὸς

«Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, θάλασσα καὶ πᾶσαι αἱ πηγαί, οἱ οὐρανοὶ τῶν   οὐρανῶν, φῶς καί σκότος, ψῦχος καὶ καύσων, υἱοὶ τῶν   ἀνθρώπων, Ἱερεῖς εὐλογεῖτε τόν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Ὅτι ἐποίησέ μοι μεγαλεῖα ΤΟ ΑΚΟΥΤΕ

Πορφύραν ἐξ αἱμάτων, βεβαμμένην σου ἱερῶν, φορέσας καὶ κατέχων δεξιᾷ ὥσπερ σκῆπτρον τὸν Σταυρόν, συμβασιλεύεις τῷ Χριστῷ, Νέστορ μακάριε.

 

Πέπειρος βότρυς ὤφθης, τῆς ἀμπέλου τῆς νοητῆς· ληνοῖς δὲ μαρτυρίου ἐκθλιβείς, κατανύξεως ἡμῖν, οἶνον ἀνέβλυσας πιστοῖς, Νέστορ πολύαθλε.

 

Χορεύων μέτ' Ἀγγέλων, πρὸ προσώπου τοῦ Ἰησοῦ, καὶ δόξης ἀπολαύνων τῆς αὐτοῦ, τῶν   τελούντων σου πιστῶς, Νέστορ τὴν μνήμην τὴν σεπτήν, ἀεὶ μνημόνευε.

Θεοτοκίον

Φωτὸς ὤφθης δοχεῖον, τοῦ σκεδάσαντος τὴν ἀχλύν, τῆς πάλαι ἀγνωσίας ἀληθῶς, ἁγιάσματος σκηνή, χρυσὴ λυχνία οὐρανῶν, ὑψηλοτέρα Ἁγνή.

Ὁ Εἱρμὸς

«Ὅτι ἐποίησέ μοι, μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ, εἰς γενεὰν καὶ γενεάν, τοῖς  φοβουμένοις αὐτόν».

 

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ

Λυαίου τὴν ἀπόνοιαν, καὶ μανιώδη ἔπαρσιν, τῇ τοῦ Σταυροῦ δυναστείᾳ, καὶ ταῖς εὐχαῖς Δημητρίου, τοῦ πανενδόξου Μάρτυρος, καθεῖλες Νέστορ πρότερον, τὰ πάθη τροπωσάμενος, καὶ Μάρτυς ἄριστος ὤφθης, Χριστοῦ σοφὲ ἀθλοφόρε.

Θεοτοκίον

Συνήθως τὰ ἐλέη σου, φιλάγαθε πανύμνητε, καὶ τοὺς πολλοὺς οἰκτιρμούς σου, δεῖξον καὶ νῦν  Θεοτόκε, ἐκ πάσης περιστάσεως, κινδύνων τε καὶ θλίψεων, πάντας ἡμᾶς ἐξαίρουσα, τῆς ἀπειλῆς τοῦ σεισμοῦ τε, τῆς φοβερᾶς λυτρουμένη.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια, ἅπερ εἴπομεν χθὲς ἐν τῷ Ἑσπερινῷ.

 

Καὶ τὰ λοιπὰ τοῦ Ὄρθρου, καὶ Ἀπόλυσις.