Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΟΚΤΩΒΡΙΟΥ
Μνήμη
τῶν Ἁγίων Μαρτύρων Πρόβου, Ταράχου, καὶ
Ἀνδρονίκου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν
Στιχηρὰ Προσόμοια.
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Οἱ Ἅγιοι Μάρτυρες
οἱ τρεῖς, ἐν ἑνὶ φρονήματι, τῇ τρισαγίῳ
θεότητι, ἀεὶ λατρεύοντες, ἀπειλὰς τυράννων,
καὶ πληγὰς αἰκίσεων, ὑπέμειναν τῇ πίστει
ῥωννύμενοι, Πρόβος καὶ Τάραχος, καὶ ὁ
σύναθλος Ἀνδρόνικος, καὶ τῆς νίκης, στεφάνους
ἐδέξαντο.
Χριστὸν ἐνδυσάμενοι
Σταυρόν, ὡς ὅπλον δὲ φέροντες, ἐν ταῖς
χερσὶν ὑμῶν Ἅγιοι, στερρῶς καθείλετε, τῶν
ἐχθρῶν τὰ θράση, καὶ τῆς νίκης ἔνδοξοι,
βραβεῖα ἐκ Θεοῦ ἐκομίσασθε, αὐτῷ
πρεσβεύοντες, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην
καὶ τὸ μέγα ἔλεος.
Τῷ πόθῳ φλεγομενοι Χριστοῦ, Ἀθλοφόροι
ἔνδοξοι, ἀκαταγώνιστοι ὤφθητε, ξίφος οὐ κάμινος,
οὐ θυμὸς τυράννων, οὐ ποιναὶ κολάσεων, οὐ
θάνατος ὑμᾶς ἐξεφόβησεν, ἀλλ' ἐκτελέσαντες,
τὸν ἀγῶνα τῆς ἀθλήσεως, ἐπαξίως,
στεφάνους ἐδέξασθε.
Δόξα... Ἦχος δ' Ἀνατολίου
Στρατευθέντες τῷ
Χριστῷ, τὰ ἐπὶ γῆς τερπνὰ κατελίπετε,
καὶ τὸν σταυρὸν ἐπ' ὤμων ἄραντες, διὰ
βασάνων πολυπλόκων, αὐτῷ ἠκολουθήσατε, καὶ
ἐναντίον βασιλέων καὶ τυράννων πολλῶν, μὴ
ἀρνησάμενοι αὐτόν, ὑπ' Ἀγγέλων τὰ
βραβεῖα τῆς νίκης ἐδέξασθε, τὰς κεφαλὰς
ὑμῶν στεφθέντες, καὶ πεπαρρησιασμένῃ τῇ
ψυχῇ, φαιδρῶς εἰς τὸν νυμφῶνα τὸν μέγαν
συνεληλύθατε. Πρόβε, τὸ κλέος τῶν Μαρτύρων,
Τάραχε, τῶν δαιμόνων ὀλοθρευτά, καὶ Ἀνδρόνικε,
νίκη τῶν πιστῶν, παρρησίαν ἔχοντες, τῷ Σωτῆρι
τῶν ὅλων πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Δαιμόνων κλονούμενον,
ταῖς προσβολαῖς καὶ εἰς
βάραθρον, ἀπωλείας ὠθούμενον, οἰκτείρησον
Δέσποινα, καὶ στερέωσόν με, ἀρετῶν ἐν
πέτρᾳ, καὶ τὰς βουλὰς τῶν δυσμενῶν,
διασκεδάσασα καταξίωσον, ποιεῖν με τὰ προστάγματα,
τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν·
ὅπως τύχω ἀφέσεως,
ἐν ἡμέρᾳ τῆς κρίσεως.
Ἢ Σταυροθεοτοκίον
Νεκρούμενον βλέπουσα,
Χριστὸν ἡ πάναγνος Δέσποινα, καὶ νεκροῦντα
τὸν δόλιον, ὠλόλυζε κράζουσα, πικρῶς τῷ
ἐκ σπλάγχνων, αὐτῆς προελθόντι, καὶ τὸ
μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα κατεπλήττετο·
Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς
δούλης σου, μὴ βραδύνῃς φιλάνθρωπε, τὸ ἐμὸν
καταθύμιον.
Εἰς τὸν Στίχον, Στιχηρά τῆς Ὀκτωήχου.
Δόξα... Ἦχος α'
Ἀνδρέου Ἱεροσολυμίτου
Τὸ τριστέλεχον ἄθροισμα,
οἱ ἰσάριθμοι τῆς Ἁγίας Τριάδος,ὥσπερ
ἀστέρες φαεινοὶ ἐκ τῆς Ἑῴας φανέντες,
τὴν κτίσιν συγκαλοῦσι, πρὸς ἱερὰν πανήγυριν,
Πρόβος, καὶ Τάραχος σὺν
Ἀνδρονίκῳ τῷ σοφῷ· τὰς γὰρ σάρκας
αὐτῶν θηρίοις παρέδωκαν, καὶ τῷ αἵματι τὴν γῆν πορφυρώσαντες,
στεφηφόροι ἐν οὐρανοῖς, μέτ' Ἀγγέλων
χορεύουσιν, αἰτούμενοι ὑπὲρ ἡμῶν τὸν
φιλάνθρωπον Θεόν, πλημμελημάτων ἄφεσιν δωρηθῆναι,
καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Θεοτοκίον
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Μεταβολὴν μοι τοῦ βίου,
Παρθένε δώρησαι, ἀπὸ τῶν ἐμπαθῶν με,
μεταφέρουσα τρόπων, πρὸς θείας ἀπαθείας, νεῦσιν
ὁμοῦ, καὶ οἰκείωσιν ἄρρητον, πένθος
χαρμόσυνον βρύειν μου τὴν ψυχήν, ἀενάως μοι
παρέχουσα.
Ἢ Σταυροθεοτοκίον
Ἀναρτηθέντα ὡς
εἶδεν, ἐπὶ Σταυροῦ τὸν ἀμνόν, ἡ
ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατόν
μου τέκνον, τὶ τὸ καινόν, καὶ παράδοξον θέαμα;
πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ χειρί,
ἐπὶ ξύλου προσηλώθης σαρκὶ;
Ἀπολυτίκιον, Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ἁγίων Μαρτύρων
τὰ κατορθώματα, οὐρανῶν αἱ Δυνάμεις ὑπερεθαύμασαν,
ὅτι ἐν σώματι θνητῷ, τὸν ἀσώματον ἐχθρόν,
τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς,
ἐνίκησαν ἀοράτως, καὶ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ Συνήθῃς Στιχολογία, καὶ οἱ Κανόνες
τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων ὁ
παρών, οὗ ἡ Ἀκροστιχίς.
Μέλψοιμι τῶν σῶν Μαρτύρων Σῶτερ
κλέος.
Ἰωσὴφ
ᾨδὴ α' Ἦχος πλ. δ'
Ἁρματηλάτην Φαραὼ ΤΟ ΑΚΟΥΤΕ
Μαρτυρικαῖς ἠγλαϊσμένοι
χάρισι, τῷ στεφοδότῃ Χριστῷ, ἐν οὐρανοῖς
πόθῳ, Μάρτυρες παρίστασθε, φωτὶ καταυγαζόμενοι,
τρισηλίου λαμπάδος, καὶ πάντας καταφωτίζετε, πίστει
τοὺς ὑμᾶς μακαρίζοντας.
Ἐν διωγμῷ τῆς εὐσεβείας
ὤφθητε, πᾶσαν διώκοντες, τὴν δυσσεβῆ πλάνην,
Μάρτυρες ἀήττητοι, γενναίοις ἀγωνίσμασιν, ὡς
καλοὶ στρατιῶται, ὡς Ἐκκλησίας ἐρείσματα,
καὶ τῆς ἀληθείας κραταίωμα.
Λελογισμένῃ διανοίᾳ
Πάνσοφοι, ἀποκρουσάμενοι, τὴν πονηρὰν ζάλην,
καὶ τὴν ἀγριαίνουσαν, τῆς ἀσεβείας θάλασσαν,
ταῖς τοῦ Πνεύματος αὔραις, πρὸς τοὺς λιμένας
ἐφθάσατε, τοὺς ἐπουρανίους γηθόμενοι.
Ψυχαῖς Μαρτύρων τὰ ὑμῶν
συγχαίρουσι, Μάρτυρες πνεύματα, ἐν οὐρανοῖς
ὄντως, Πρόβε καὶ Ἀνδρόνικε, καὶ Τάραχε
μακάριε· ἀνδρικῶς γὰρ τοὺς πόνους, τῆς
μαρτυρίας ἠνύσατε, νίκαις θεϊκαῖς κλεϊζόμενοι.
Ὁ τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, Λόγος συνάναρχος,
Παρθενικὴν μήτραν, βουληθεὶς κατῴκησε, καὶ σάρξ
ἀτρέπτως γέγονε· καὶ παθῶν ἑκουσίως,
Μαρτύρων θεῖα στρατεύματα, πίστει ἐναθλεῖν
παρεσκεύασεν.
ᾨδὴ γ'
Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ
Ἰσχυρῶς τῷ διώκτῃ,
ἀντιταχθεὶς Τάραχε, καὶ τὴν συντριβὴν τοῦ
προσώπου, φέρων στερρότατα, μύλας συνέθλασας, τῶν
νοουμένων λεόντων, ἀριστεὺς γενόμενος, σθένει
τοῦ Πνεύματος.
Μεγαλόφρονι γνώμῃ,
τοὺς αἰκισμοὺς ἤνεγκας, νώτου καὶ γαστρὸς
Μάρτυς Πρόβε, διατεινόμενος, καὶ συμφλεγόμενος,
τοῖς ὀβελίσκοις τὰ στέρνα, καὶ τὸ
θεολόγον σου, στόμα τυπτόμενος.
Ἱερεῖον καθάπερ,
ἀναρτηθεὶς ἔφερες, πόνους δριμυτάτων μαστίγων,
Μάρτυς Ἀνδρόνικε, πυρὸς κατάφλεξιν, ἐκρίζωσιν
τῶν ὀδόντων, καὶ τῆς θεολόγου σου, γλώσσης
ἀφαίρεσιν.
Τριφεγγεῖς ἀστέρες,
ταῖς νοηταῖς λάμψεσιν,
ἅπασαν ἐν δόξῃ τὴν κτίσιν, καταφωτίζετε,
σκότος διώκοντες, τῆς πολυθέου ἀπάτης, ἀθλοφόροι
Μάρτυρες, θεοειδέστατοι.
Θεοτοκίον
Ὡς καλὴν ὡς ὡραίαν,
ὡς ἐκλεκτὴν ἄχραντε, Λόγος ὁ τὸ πᾶν
οὐσιώσας, σὲ ἐκλεξάμενος, σοῦ τὴν ἀμόλυντον,
καὶ θεοδόχον γαστέρα, βουληθεὶς κατῴκησεν ὁ
ὑπερούσιος.
Ὁ Εἱρμὸς
«Οὐρανίας ἁψῖδος,
ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας
δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπη
τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν
πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν ΤΟ ΑΚΟΥΤΕ
Τῆς Ἁγίας Τριάδος
τὴν κραταιάν, ὁπλισάμενοι πίστιν νεανικῶς, Ἀνδρόνικος,
Πρόβος τε, καὶ ὁ πάνσοφος Τάραχος, τῆς
πολυθέου πλάνης, τὸ κράτος διέλυσαν, καὶ
λαοὺς πρὸς θείαν, ἀγάπην συνέδησαν· ὅθεν
τὰ τῆς νίκης, κομισάμενοι γέρα, χοροῖς
συνευφραίνονται, ἀσωμάτων Δυνάμεων, οἷς ἐν
πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν
ἁγίαν μνήμην ὑμῶν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τοῦ Ἡλίου νεφέλη
τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής,
ἄσπιλε ἀμόλυντε, παναμώμητε Δέσποινα, τὴν
σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας
αἴγλῃ, καταύγασον δέομαι, καὶ μεμολυσμένην,
τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως,
μετανοίας τε δάκρυσι, καὶ τοῦ ῥύπου με κάθαρον,
πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
δοῦναί μοι τὴν ἄφεσιν, τῷ εὐσεβῶς προσκυνοῦντι, τὸν
πανάγιον τόκον σου.
Ἢ Σταυροθεοτοκίον
Ἐν τῷ ξύλῳ ὁρῶσα τῷ σταυρικῷ, ἡ
πανάμωμος Μήτηρ τὸν Λυτρωτήν, ἐθρήνει δακρύουσα,
καὶ πικρῶς ἀπεφθέγγετο, καὶ συνοχῇ καρδίας,
τὰς κόμας ἐσπάραττε, καὶ πρός αὐτὸν
ἐβόα· Υἱέ μου καὶ Κύριε, πῶς σε
τῶν Ἑβραίων, ἀνομώτατος δῆμος, ἀδίκως
προσπήγνυσι, τῷ σταυρῷ Ἀναμάρτητε; πῶς καὶ
θέλων ὑφίστασαι, ὄξος καὶ τὴν τρῆσιν
πλευρᾶς, χολήν τε, οἴμοι! καὶ ἥλους μακρόθυμε;
ἀλλὰ δόξα σου Σῶτερ, τοῖς θείοις παθήμασι.
ᾨδὴ δ'
Σύ μου ἰσχύς, Κύριε ΤΟ ΑΚΟΥΤΕ
Νόμον τὸν σόν,
Λόγε τηροῦντες οἱ Μάρτυρες, τῶν ἀνόμων
νόμους ἑβδελύξαντο, τοὺς ἀθετεῖν σε τὸν
Ποιητήν, ἐγκελευομένους, δαιμόνων ἐπιτηδεύμασι,
καὶ πᾶσαν ὑποστάντες, τρικυμίαν βασάνων, οὐρανίου
γαλήνης ἐπέτυχον.
Στέργων Χριστοῦ, φέρειν
ζυγὸν ἐπαυχένιον, τὸν αὐχένα χαίρεις
συντριβόμενος, τὸν δὲ Σταυρόν, ῥάβδον
κραταιᾶς, Τάραχε παμμάκαρ, δυνάμεως ἐπαγόμενος,
τῶν ῥάβδων τὰς νιφάδας, ὑποφέρεις
κραυγάζων· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ὡς δυνατός, θείῳ γενόμενος Πνεύματι, τῶν
κνημῶν σου, φέρεις τὴν ἐπώδυνον, καρτερικῶς,
Πρόβε συντριβήν, καὶ τὴν τῶν ὀμμάτων,
ἀφαίρεσιν φωτιζόμενος, τῇ γνώσει τῆς Τριάδος,
τελεώτατον Μάρτυς, καὶ τοῖς ἄνω
χοροῖς συναπτόμενος.
Νεανικῶς, Μάρτυς Ἀνδρόνικε
ἵστασο, πρὸ βημάτων, ἀνταγωνιζόμενος, τῷ δυσμενεῖ, λίαν καρτερῶς·
ὅθεν κατατέμνων, τὰς κνήμας σου εὐτονώτερον,
εἰργάζετό σε κάραν, τὴν αὐτοῦ συμπατοῦντα,
καὶ πορείαν τὴν ἄνω στελλόμενον.
Θεοτοκίον
Μόνη Θεόν, φέρεις
ἐν μήτρᾳ σαρκούμενον, τὸν τὸ εἶναι, πᾶσι
παρεχόμενον, ὃν ἐν σταδίῳ οἱ ἀκλινεῖς,
καθομολογοῦντες, ἐνήθλησαν θεῖοι Μάρτυρες. Παρθένε
Θεοτόκε, τῶν Ἀγγέλων τὸ θαῦμα, καὶ
δαιμόνων τὸ τραῦμα πανύμνητε.
ᾨδὴ ε'
Ἴνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Ἀκλινεῖς ὁδοιπόροι,
τρίβου τῆς στενῆς καὶ τραχείας γεγόνατε,
πειρασμῶν νιφάδας, ὡς ἀφροὺς θαλαττίους ὠθούμενοι,
ἀρραγεῖς ὡς πύργοι, ὡς ἐπὶ πέτραν
τὴν καρδίαν, Ἀθλοφόροι ἑδράσαντες πίστεως.
Ῥητορεύων τὰ θεῖα,
καὶ θεολογῶν τὰ σωτήρια δόγματα, τῶν χειλέων
φέρεις, τὰ σπαράγματα γνώμης στερρότητι, ἀποφράττων
στόμα, κατὰ Θεοῦ Τάραχε μάκαρ, βλασφημίαν
λαλοῦν τοῦ ποιήσαντος.
Τετραχῶς τεταμένος,
καὶ ταῖς ἐκ μαστίγων πληγαῖς συνεχόμενος, τῆς
ψυχῆς ἐδήλου, τὸ γενναῖον ὁ Πρόβος ἀνάστημα,
στεφηφόρος· ὅθεν, ἀναδειχθεὶς
σὺν τοῖς συνάθλοις,
Βασιλεῖ τῶν αἰώνων παρίσταται.
Θεοτοκίον
Ὑπερτέρα τῶν ἄνω,
πέφυκας Δυνάμεων, Λόγον κυήσασα, τοῦ Πατρὸς
Παρθένε, τὸν συνάναρχον καὶ συναΐδιον, οὗ
ταῖς φρυκτωρίαις, οἱ Ἀθληταὶ
καταυγασθέντες, ἀθεΐας τὴν νύκτα παρέδραμον.
ᾨδὴ ς'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ῥομφαία τοῦ
δυνατοῦ, γενόμενοι διὰ πίστεως, καρδίας τῶν
ἀσεβῶν, ἀνδρείως ἐτρώσατε, ἀνταγωνισάμενοι,
κατ' αὐτῶν γενναίως, Ἀθλοφόροι μεγαλώνυμοι.
Ὡς πάλαι τὸν
Δανιήλ, ἐν λάκκῳ θῆρες ἠδέσθησαν·
οὕτω καὶ νῦν τοὺς
στερρούς, ὁπλίτας τῆς χάριτος, ἐν σταδίῳ
ἔπτηξαν, κατευλαβηθέντες, τὰ σεπτὰ τούτων παθήματα.
Νυγεῖσάν σου τὴν
πλευράν, ἐξεικονίζων ὁ Τάραχος, εἰσδέχεται
ταῖς πλευραῖς, κεντὴματα
Δέσποτα, καὶ ὄξος ποτίζεται, καὶ πυρὶ τὴν
κάραν, ὠμοτάτως καταφλέγεται.
Θεοτοκίον
Συνέλαβες ἐν γαστρί,
τὸν προαιώνιον ἄχραντε, καὶ τέτοκας ἐν σαρκί,
τὸν φύσει ἀπρόσιτον, καὶ γάλα ἐπότισας,
τὸν τροφέα πάντων, Θεομῆτορ ἀπειρόγαμε.
Ὁ Εἱρμὸς
«Ἱλάσθητί μοι
Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ
ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι·
πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν
μου, ὁ Θεὸς τῆς σωτηρίας μου».
Κοντάκιον
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τριάδος ἡμῖν, τὴν
δόξαν ἐμφανίσαντες, γενναῖοι Χριστοῦ, ὁπλῖται
θεῖοι Μάρτυρες, σὺν Ταράχῳ Πρόβος τε καὶ Ἀνδρονικος, ἤλεγξαν
ἅπασαν, τῶν τυράννων ἀθεότητα, τῇ πίστει
γενναίως ἐναθλήσαντες.
Ὁ Οἶκος
Του Ἰησοῦ τὰ πάθη
γενναίως μιμησάμενοι, ἅμα σὺν Ταράχῳ τῷ σοφῷ, ὁ Πρόβος τε
καὶ Ἀνδρόνικος, χαίροντες ἤχθησαν ἐν σταδίῳ,
παρανόμων ἐλέγχοντες ἀθεΐαν. Ὅθεν ἡμεῖς
οἱ ἐκ πόθου τιμῶντες τὴν μνήμην αὐτῶν,
ἐν ὕμνοις ἀνευφημοῦμεν, καὶ πιστῶς τοὺς
ἀγῶνας κηρύττομεν· ἐθαυμάστωσε γὰρ ὁ
Κύριος, ὡς φωστῆρας ἐν κόσμῳ, τῇ πίστει
γενναίως ἐναθλήσαντας.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ
ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων
Μαρτύρων Πρόβου, Ταράχου, καὶ Ἀνδρονίκου.
Στίχοι
Ξίφει Τάραχος, Ἀνδρόνικος καὶ Πρόβος,
Ἤραντο νίκην, γῆν προβάντες ταράχου.
Τμήθη δωδεκάτῃ, Πρόβος, Ἀνδρόνικος, Τάραχός
τε.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῆς Ἁγίας Καλλινίκου Μάρτυρος Δομνίνης.
Στίχοι
·
Μέλη Δομνῖνα καὶ περ ἐξαρθρουμένη,
·
Οὐκ ἦν ἀληθῆ πίστιν ἐξαρνουμένη.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας
Μάρτυρος Ἀναστασίας τῆς Παρθένου.
Οἱ
Ἅγιοι ἑβδομήκοντα Μάρτυρες, ξίφει τελειοῦνται.
Ὁ
Ἅγιος Θεόδωρος, Ἐπίσκοπος Ἐφέσου ἐν εἰρήνῃ
τελειοῦται.
Αἱ
Ἅγιοι Μάρτυρες Μαλεφθᾶ, Ἀνθία καὶ οἱ
Μάρτυρες, Ἰουβεντῖνος, Μάξιμος, Δωρόθεος καὶ
Διόδωρος, ξίφει καὶ πυρὶ τελειοῦνται.
Ὁ
Ἅγιος Ἰωάννης, Ἐπίσκοπος Δαμασκοῦ ἐν
εἰρήνῃ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ
Ὠτίων ἀφαίρεσιν,
ὑπέστης χαίρων Τάραχε ἔνδοξε, ὡς εὐήκοος
δοῦλος, τοῦ κλίναντός σοι οὓς εὐμενέστατον,
καὶ τὰς εὐχάς σου πληρώσαντος, κράζοντος·
Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τεινόμενοι Μάρτυρες,
καὶ ταῖς βασάνοις
καταικιζόμενοι, σταθηρᾷ διανοίᾳ, τοῖς παρανόμοις ἀντικατέστητε·
καὶ νικηφόροι γενόμενοι ψάλλετε· Εὐλογητὸς
ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἐπλήσθη τὸ πνεῦμά
σου, ἐνθέου δρόσου καὶ ἀναψύξεως, ὁπηνίκα
τὰς χεῖρας, πυρὶ καὶ κάραν καταφλεγόμενος, ὥσπερ
οἱ Παῖδες ἐκραύγαζες Τάραχε· Εὐλογητὸς
ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ῥαντίσματι Ἅγιοι,
σεπτῶν αἱμάτων πλάνης τοὺς ἄνθρακας, κατασβέσαντες,
δρόσον ἡμῖν ἐνθέου βλύζετε χάριτος,
καὶ ἰαμάτων προχέετε νάματα, τοῖς εὐφημοῦσιν ὑμῶν, τὴν
μνήμην πάντοτε.
Θεοτοκίον
Κενοῦται ἐν μήτρᾳ
σου, πατρῴων κόλπων μὴ ἀφιστάμενος, ὁ πληρέστατος
Λόγος, καὶ σάρξ ὁρᾶται, καὶ βρέφος τίκτεται,
ᾧ μελῳδοῦμεν Παρθένε γηθόμενοι· Εὐλογητός
ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Λελαμπρυσμένοι στίγμασι,
καὶ ὡραῖοι ἐν κάλλεσι, τῆς καλλοποιοῦ
Μακάριοι ἀθλήσεως, Κυρίῳ παρίστασθε, στεφανηφόροι πάντοτε,
αἴγλης τῆς ἐκεῖθεν, πεμπομένης πλουσίως,
πληρούμενοι, καὶ πόθῳ, μελῳδοῦντες ἀπαύστως,
λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἐν ἑαυτῷ μαινόμενος,
ὁ παράφορος τύραννος, ὡς νενικημένος ταῖς ὑμῶν ἐνστάσεσι, τομῶς
ἀποφαίνεται, θανατωθῆναι ξίφει ὑμᾶς· Τὸν
Δημιουργὸν καὶ Λυτρωτὴν μελῳδοῦντας· οἱ
Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε,
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Οἱ τῆς Τριάδος
πρόμαχοι, οἱ καλλίνικοι Μάρτυρες, οἱ τῆς ἀθεΐας
τὸν κρυμὸν σκεδάσαντες, τῇ θέρμῃ τῆς
πίστεως, τὰ τῶν πιστῶν προπύργια, ἄνθη τὰ
τερπνὰ τοῦ νοητοῦ Παραδείσου, λιμένες τῶν ἐν
ζάλῃ, οἱ ἀκλόνητοι στῦλοι, Ἀνδρόνικος
καὶ Πρόβος,καὶ Τάραχος τιμάσθωσαν.
Θεοτοκίον
Σὺν Ἀσωμάτων τάξεσι,
σὺν Μαρτύρων στρατεύμασι, σὺν τοῖς Ἀποστόλοις, καὶ Προφήταις
ἅπαντες, τὴν πάντων δεσπόζουσαν, τῶν ποιημάτων
Δέσποιναν, ὡς τῶν Χερουβίμ, ἁγιωτέραν καὶ
μόνην, Θεοῦ ἁγνὴν Μητέρα, εὐσεβῶς ἀνυμνοῦμεν,
Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
«Ἑπταπλασίως κάμινον,
τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε,
δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών·
Τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ
Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε,
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
ᾨδὴ θ'
Ἔφριξε πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ
Ἴσχυσαν σώματι φθαρτοῖς
ἀφθαρσίαν τοῖς ἀγῶσι
προσκτήσασθαι, οἱ γενναιότατοι, καὶ τοῖς Ἀγγέλοις ἐξωμοιώθησαν,
τὴν βασιλείαν τοῦ Θεοῦ, λαβόντες ἀσάλευτον,
Πρόβος καὶ Τάραχος, καὶ Ἀνδρόνικος Χριστοῦ
οἱ θεράποντες.
Ὤφθητε ἄνθρακες πυρί,
τῷ ἀϋλῳ μυστικῶς ἀναπτόμενοι, καὶ
κατεφλέξατε, ὑλώδη πλάνην Μεγαλομάρτυρες, καὶ
ἀναλάμψαντες ὡς φῶς, τὴν κτίσιν αὐγάζετε,
καὶ περισώζετε, ἐκ κινδύνων καὶ παθῶν τὰς
ψυχὰς ἡμῶν.
Σήμερον ἄγει ἑορτήν,
ἐτησίαν καὶ λαμπρὰν καὶ χαρμόσυνον, ἡ
Ἐκκλησία Χριστοῦ, τὴν θείαν ταύτην ὑμῶν
πανήγυριν, καὶ συναγάλλονται ὑμῖν, Προφῆται
Ἀπόστολοι, καὶ πάντες Μάρτυρες, Ἀθλοφόροι
νικηταὶ μεγαλώνυμοι.
Ἤρθητε πρὸς φωτοειδῆ
Παραδείσου Ἀθλοφόροι σκηνώματα, περιβαλλόμενοι
λαμπρὰν ἐσθῆτα, ἣν ἐξυφάνατε, πολυειδέσιν
αἰκισμοῖς, καὶ θρόνῳ παρίστασθε, τοῦ Παντοκράτορος,
ὑπὲρ πάντων ἐκτενῶς ἱκετεύοντες.
Θεοτοκίον
Φεῖσαί μου Σῶτερ
ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν
σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς
κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν,
καὶ τὰς ἁμαρτίας μου, ὡς ἀναμάρτητος,
ἐλεήμων ὡς Θεὸς καὶ φιλάνθρωπος.
Ὁ Εἱρμὸς
«Ἔφριξε πᾶσα ἀκοή,
τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ
Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος,
παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος·
διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».
Ἐξαποστειλάριον
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Πολυειδεῖς οἱ Μάρτυρες,
αἰκισμοὺς ἐνεγκόντες, πολλῶν ἐπάθλων ἔτυχον,
καὶ βραβείων τῆς νίκης, παρὰ Χριστοῦ τοῦ
Σωτῆρος, Τάραχος ὁ θεόφρων καὶ Πρόβος καὶ
Ἀνδρόνικος, οἱ στερροί, Ἀθλοφόροι, ὧν
τὴν σεπτήν, ἐκτελοῦντες μνήμην, τούτους τιμῶμεν,
ὑπὲρ ἡμῶν πρεσβεύοντας, τοῦ ῥυσθῆναι
πταισμάτων.
Θεοτοκίον
Ἁμαρτιῶν πελάγει
με, καὶ παθῶν ἐν τῇ ζάλῃ, διηνεκῶς
ποντούμενον, πρόφθασον Θεοτόκε, τῇ παναλκεῖ σου
δυνάμει, καὶ διάσωσον τάχος, καὶ πρὸς λιμένα
ἴθυνον, μετανοίας με ὅπως, δοξολογῶ, σὸν Υἱὸν
ὃν ἔτεκες ἀπορρήτως, καὶ σὲ τὴν Θεομήτορα,
εὐλαβῶς μεγαλύνω.
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.
Δόξα... Ἦχος δ' Ἀνατολίου
Στρατευθέντες τῷ
Χριστῷ, τὰ ἐπὶ γῆς τερπνὰ κατελίπετε,
καὶ τὸν σταυρὸν ἐπ' ὤμων ἄραντες, διὰ
βασάνων πολυπλόκων, αὐτῷ ἠκολουθήσατε, καὶ
ἐναντίον βασιλέων καὶ τυράννων πολλῶν, μὴ
ἀρνησάμενοι αὐτόν, ὑπ' Ἀγγέλων τὰ
βραβεῖα τῆς νίκης ἐδέξασθε, τὰς κεφαλὰς
ὑμῶν στεφθέντες, καὶ πεπαρρησιασμένῃ τῇ
ψυχῇ, φαιδρῶς εἰς τὸν νυμφῶνα τὸν μέγαν
συνεληλύθατε· Πρόβε, τὸ κλέος τῶν Μαρτύρων,
Τάραχε, τῶν δαιμόνων ὀλοθρευτά, καὶ Ἀνδρόνικε,
νίκη τῶν Πιστῶν,παρρησίαν ἔχοντες, τῷ Σωτῆρι
τῶν ὅλων πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸ χαῦνον καὶ ἔκλυτον,
Παρθενομῆτορ μετάβαλε, τῆς ψυχῆς μου πανάμωμε, εἰς
ῥῶσιν καὶ δύναμιν, τοῦ φόβῳ καὶ πόθῳ, ποιεῖν τε
καὶ πράττειν, τὰ δικαιωματα Χριστοῦ, ὅπως ἐκφύγω τὸ πῦρ τὸ ἄστεκτον,
καὶ κλῆρον τὸν οὐράνιον, καὶ τὴν ζωὴν
τὴν ἀπέραντον, διὰ σοῦ ἀπολάβοιμι, εὐφραινόμενος
πάντοτε.
Ἢ Σταυροθεοτοκίον
Ῥήγνυται χειρόγραφον,
τὸ ἀπ' αἰῶνος νυγείσης σου, τῆς πλευρᾶς
Πολυέλεε, Ἀδὰμ τοῦ προπάτορος, καὶ ἡ ἀπωσμένη,
φύσις τῶν ἀνθρώπων, ῥανίσιν αἵματος
τοῦ σοῦ, καθαγιάζεται ἀνακραζουσα· Δόξα τῇ
εὐσπλαγχνίᾳ σου, δόξα τῇ θείᾳ σταυρώσει
σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ τὰ λοιπὰ τοῦ Ὄρθρου, ὡς σύνηθες,
καὶ Ἀπόλυσις.