Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΟΚΤΩΒΡΙΟΥ

 

Μνήμη της Ἁγίας Μάρτυρος Χαριτίνης.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

 

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ

Τῆς χαρᾶς ὡς ἐπώνυμος, ἐν χαρᾷ προσεχώρησας , εἰς νυμφῶνα πάνσεμνε τὸν οὐράνιον, ἔνθα τὸ σὸν ἐπεπόθησας, κεκτῆσθαι πολίτευμα, ὑπομείνασα στερρῶς, ἀλγεινήν ὄντως βάσανον, τῶν ὀδόντων τε, καὶ ὀνύχων ἁπάντων ἐκριζώσεις, ἀθλοφόρε Χαριτίνη, Παρθενομάρτυς πολύαθλε.

 

Τῶν λεόντων συνέθλασας, σιαγόνας πολύαθλε, σιαγόνων φέρουσα τὰ συνθλάματα, τῶν δὲ ὀνύχων ἐκρίζωσιν, γενναίως ὑπήνεγκας, ἐκριζοῦσα τὰ δεινά, τῆς ἀπάτης φρυάγματα, θαλαττίοις δέ, ἐν βυθοῖς ἀπερρίφης, τὴν κακίαν, ὑποβρύχιον ποιοῦσα, τοῦ πονηροῦ πολεμήτορος.

 

Μετὰ τέλος μακάριον, ἐν θαλάσσῃ ῥιφεῖσάν σε, σὸς γεννήτωρ Ἔνδοξε συνεκόμισεν, ἀναβοὼν μετ' ἐκπλήξεως· Πῶς νῦν κεχαρίτωσαι, ἱερώτατον ἐμόν, καὶ ποθούμενον γέννημα, ταῖς κολάσεσι, τοῦ σεπτοῦ μαρτυρίου, καὶ τὴν κλῆσιν, ἀληθεύουσαν εἰργάσω,  προτυπωθεῖσάν σοι χάριτι!

Δόξα... Καὶ νῦν.... Θεοτοκίον

Σωτηρίας λιμένα σε, τὸν πανάκλυστον Ἄχραντε, καὶ πραεῖαν ὄντως γαλήνην ἔχομεν, οἱ ἐν πελάγει Θεόνυμφε, σφοδρῶς χειμαζόμενοι, τῶν τοῦ βίου δυσχερῶν, καὶ δεινῶν περιστάσεων, διὰ τοῦτό σοι, καὶ προστρέχομεν πάντες ἐκβοῶντες· Εἰς τοὺς αἰῶνας μὴ ἐλλίπῃς, τῶν οἰκετῶν σου προΐστασθαι.

 Σταυροθεοτοκίον

 ἀμνὰς ἡ κυήσασα, τὸ ἀρνίον τὸ ἄμωμον, τὸ τὴν ἁμαρτίαν ἐλθὸν ἰάσασθαι, παντὸς τοῦ κόσμου Πανάχραντε, οἰκείῳ ἐν αἵματι, τὸ σφαγὲν ὑπὲρ ἡμῶν, καὶ ζωῶσαν τὰ σύμπαντα· σὺ με ἔνδυσον, γυμνωθέντα τῆς θείας ἀφθαρσίας, ἐξ ἐρίου τοῦ σοῦ τόκου, περιβολὴν θείας χάριτος.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

 συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῆς Ἁγίας ὃ παρών, οὗ ἡ Ἀκροστιχίς.

 

Τῆς Χαριτίνης τὴν χάριν μέλπω πόθῳ. Ἰωσήφ.

 

ᾨδὴ α'  Ἦχος δ'

                                                Θαλάσσης τὸ ἐρυθραῖον ΤΟ ΑΚΟΥΤΕ

Ταῖς σαῖς μου,    Χαριτίνη χάρισι, τὸν νοῦν χαρίτωσον, χαριτωθεῖσα ἄθλοις ἱεροῖς, ἱερῶς ἀνυμνῆσαί σε, ὡς ἀθληφόρον Μάρτυρα, καὶ παρθενίᾳ διαλάμπουσαν.

 

 χάρις, τοῦ Παναγίου Πνεύματος, σὲ χαριτώσασα, χαροποιαῖς ἐφαίδρυνε πλοκαῖς, καὶ χαρὰν τὴν αἰώνιον, κληρονομεῖν ἐνίσχυσεν, ἀνδρειοφρόνως ἐναθλήσασαν.

 

Σταυρῷ σε, ἀναρτηθέντα Δέσποτα, κατανοήσασα, ἡ εὐκλεής σου Μάρτυς αἰκισμῶν, καρτερεῖ τὸ ἐπίπονον, δυναμουμένη σθένει σου, τοῦ τὴν ἡμῶν φύσιν νευρώσαντος.

Θεοτοκίον

Χωρίον, χωρητικὸν γεγένησαι, τῆς θείας φύσεως, θεογεννῆτορ ἄχραντε· διό, Χαριτίνη ποθήσασα, παρθενικῶς ὀπίσω σου, τῷ σῷ Υἰῷ προσαπενήνεκται.

 

ᾨδὴ γ'

Εὐφραίνεται ἐπὶ σοὶ ΤΟ ΑΚΟΥΤΕ

Ἀνάψας σου τὴν ψυχήν, ἔρως ὁ θεῖος τῆς σαρκὸς ἔρωτας, καὶ χαλεπὰ βράσματα, τὰ τῶν αἰκισμῶν ἐναπέσβεσε.

 

Ῥηγνύμενον πρὸ ποδῶν, Μαρτυρικῶν τὸν δυσμενῆ βλέποντες, τῇ τοῦ Χριστοῦ χάριτι, αἴνεσιν αὐτῷ προσενέγκωμεν.

 

Ἰσχὺϊ παντουργικῇ, τὴν κεφαλὴν τοῦ δυσμενοῦς ἔθλασας, σῆς κεφαλῆς φέρουσα, Μάρτυς καρτερικῶς τὴν κατάφλεξιν.

Θεοτοκίον

Τὴν μόνην ἐν γυναιξίν, εὔλογημένην σε Ἁγνὴ στέργουσα, σαῖς ἀγαθαῖς χάρισι, Μάρτυς Χαριτίνη δεδόξασται.

Ὁ Εἱρμὸς

«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

 

Κάθισμα  Ἦχος δ'

Ὁ ὑψωθεὶς ΤΟ ΑΚΟΥΤΕ

Τῶν νοουμένων τὸ τερπνὸν ἀγαπήσασα, τῶν ὀρωμένων τὸ ῥευστὸν καταλείψασα, ταῖς θεϊκαῖς ὠχύρωσαι ἐλπίσι τὸν νοῦν· ὅθεν πρὸς τὸ στάδιον, τῆς ἀθλήσεως Μάρτυς, χαίρουσα εἰσέδραμες, καὶ τὸν ὄφιν καθεῖλες, καὶ ἀνεπλέξω νίκης εὐπρεπῆ, στέφανον κόρη, Μαρτύρων ἀγλάϊσμα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τὶς ἐξειπεῖν δυνήσεται Πανάμωμε; τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν; ἀλλὰ τῇ σῇ πρεσβείᾳ  Ἀγαθή, τούτων μοι πάντων, τὴν λύτρωσιν δώρησαι.

 Σταυροθεοτοκίον

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ· Οἴμοι ποθεινότατε, Ἰησοῦ! Ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε Μακρόθυμε.

 

ᾨδὴ δ'

Ἐπαρθέντα σε ἰδοῦσα ΤΟ ΑΚΟΥΤΕ

Ἱερεῖον ὥσπερ ἄμωμον πρὸς σφαγήν σε, ἐκ πατρικῶν ἀφήρπασαν, Μάρτυς ἀθληφόρε, ἀγκαλῶν οἱ τύραννοι, Πατέρα οὐράνιον, ὑπερβολικῶς ἀγαπήσασαν.

 

Νεάνισι ταῖς φρονίμοις ἀκολουθοῦσα, τὴν ψυχικὴν λαμπάδα σου, αἵματι πλουσίως, ἤρδευσας πανεύφημε, καὶ θεῖον κεκλήρωσαι, Μάρτυς χαριτώνυμε θάλαμον.

 

 καρδία σου τῷ ἔρωτι τοῦ νυμφίου, πυρπολουμένη ἄνθρακας, πλάνης γενναιόφρον, λύθρῳ ἐναπέσβεσεν, αἱμάτων καὶ θάλασσαν, τῆς πολυθεΐας ἐξήρανεν.

Θεοτοκίον

Σωματούμενον ἐκύησας Θεὸν Λόγον, Θεογεννῆτορ ἄχραντε, ὃν ἡ Χαριτίνη, στέργουσα θερμότατα, πυρὶ ἀντετάξατο, καὶ πολυειδέσι στρεβλώσεσι.

 

ᾨδὴ ε'

Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ

Τὴν κάραν ξυρισμῷ,  καὶ ἀνθράκων πυρώσει, συνθλίβοντές σου θεόφρον, λογισμοῦ σου τὸν τόνον, οὐδόλως παρεσάλευσαν.

 

Ἥλους σου καὶ σφαγήν, εἰκονίζουσα Κύριε, τὴν ἔμπυρον ὀβελίσκων, ὑποφέρω ὀδύνην, ἡ Μάρτυς ἀνεκραύγαζεν.

 

Νίκαις τὴν κεφαλήν, Χαριτίνη κατέστεψαι, νικήσασα τὸν τὴν Εὔαν, ἐκνικήσαντα ὄφιν, τοῖς ἄθλοις καλλιπάρθενε.

Θεοτοκίον

Νοῦς βρότειος τὴν σήν, ὑπὲρ ἔννοιαν σύλληψιν, οὐ δύναται ἐννοῆσαι, Μητροπάρθενε Κόρη· Θεὸν γὰρ ἀπεκύησας.

 

ᾨδὴ ς'

Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ

Χάρισι, καὶ σημείοις Χριστὸς ἐστεφάνωσε, τὴν ἱερὰν κορυφήν σου, ὑπὲρ οὗ τὸ πάσχειν προῄρησο, Ἀθληφόρε, τῆς χαρᾶς τῆς ἐνθέου ἐπώνυμε.

 

Ἅγιος, Ἰωνᾶν ἐκ βυθοῦ ὁ ῥυσάμενος, σὲ θαλαττίῳ πελάγει, ἐρριμμένην σῴζει, ζῶσαν θεόφρον, καὶ βυθῷ σου, τῶν αἱμάτων ἐχθροὺς κατεπόντισε.

 

Ῥομφαίᾳ, καρτερίας ἐχθροὺς ἐθανάτωσας, καὶ καρτεροῦσα ὀδόντων, παντελῆ ἐκρίζωσιν Ἔνδοξε, τῶν λεόντων, τῶν ἀσάρκων τὰς μύλας συνέθλασας.

Θεοτοκίον

Ἰσχὺν σε, εὑραμένη Παρθένε καὶ στήριγμα, ἡ Χαριτίνη αἰκίσεις, καρτερῶς ὑποφέρει· καὶ χαίρουσα, σοῦ ὀπίσω,  τῷ τῶν ὅλων Δεσπότῃ προσάγεται.

Ὁ Εἱρμὸς

«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ  Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Χαριτίνης.

Στίχοι

·       ·             Ὅπερ δι' εὐχῆς εἶχε, σαρκὸς τὴν λύσιν,

·       ·             Ἰδοὺ δι' εὐχῆς λαμβάνει Χαριτίνη.

·       ·             Πέμπτην Χαριτίνη εἰσέδραμεν ἄστυ Θεοῖο.          

·       Τῇ αὐτῇ  ἡμέρᾳ Μνήμη τῆς Ἁγίας Μάρτυρος Μαμέλχθης.

Στίχοι

·       ·             «Ὁμοῦ λελουμένην με Χριστὲ προσδέχου,

·       ·             (Μαμέλχθα φησὶ) καὶ λίθοις βεβλημένην».

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη ὀπτασίας Κοσμᾶ Μοναχοῦ, φοβερὰς καὶ ὠφελίμου.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός,  ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ

Νέους τρεῖς παίδας, ὁ ἐκ καμίνου λυτρωσάμενος, σῴζει ἐκ τροχοῦ σε Μάρτυς πυροειδοῦς, Χαριτίνη ἀναμέλπουσαν· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ,  τῆς δόξης σου Κύριε.

 

Μετὰ Παρθένων, λαμπαδηφόρος εἰς οὐράνια, βαίνεις τοῦ πυρὸς λαμπάδας καρτερικῶς, ἐν τῷ ψάλλειν ὑπομείνασα· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ,  τῆς δόξης σου Κύριε.

 

Ἐληλεγμένος, ὑπομονῇ σου ὁ παράνομος, χεῖρας συνδεσμεῖ καὶ πόδας καὶ τῷ βυθῷ,  παραπέμπει σε κραυγάζουσαν· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ,  τῆς δόξης σου Κύριε.

 

Λόγῳ σου θείῳ, τὴν ἀλογίαν στηλιτεύσασα, πάθει παθημάτων Μάρτυς ζωοποιῶν, ἀνεπλήρωσας ὑστέρημα· Εὐλογημένος εἶ ὁ Θεός μου, βοῶσα καὶ Κύριος.

Θεοτοκίον

Παρθένον μόνην, καὶ καθαρὰν σε καὶ ἀκήρατον, Λόγος καθαρὸς ἠγάπησε καὶ ἐκ σοῦ, ἀνεπλάσατο σαρκούμενος, Κόρη τὸν ἄνθρωπον, ὁ Χαριτίνην δοξάσας τοῖς θαύμασι.

 

ᾨδὴ η'

Χεῖρας ἐκπετάσας Δανιὴλ ΤΟ ΑΚΟΥΤΕ

Ὡραία ἐν κάλλεσι τῶν σῶν, στιγμάτων γέγονας, καὶ κατηγγύησαι, Παρθένος ἄφθορος μείνασα, τῷ ὡραίῳ Λόγῳ πάνσεμνε, τῷ ἐκ Παρθένου δι' ἡμᾶς, σεσαρκωμένῳ Χριστῷ,    βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

 

Πάσαις μαχομένη προσβολαῖς, τῶν τιμωρούντων σε, γενναίως ἤνεγκας, τροχοῦ φλογίζοντος κάκωσιν, ὀβελίσκων τὴν πυράκτωσιν, τὴν εἰς βυθὸν ἀπορριφήν, καὶ τῶν ὀδόντων Σεμνή, καὶ ὀνύχων τὰς ἐκριζώσεις, Χριστὸν μεγαλύνουσα.

 

Οἱ πόδες οἱ σοί, ταῖς καλλοναῖς τῶν πόνων ἔνδοξε καθωραΐσθησαν· διὸ ἐν ὕδασι βαίνοντες, οὐκ ἑβράχησαν συνόντων σοι, Παρθενομάρτυς ευκλεῶν Θεοῦ Ἀγγέλων, μεθ' ὧν ἀνεβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

 

Θαῦμα καταπλῆττον πάντα νοῦν, μετὰ τελείωσιν, πῶς τῷ γεννήτορι, τὸ σὸν ἐκδέδωκε λείψανον, βυθὸς ὁ κολπωσάμενος, ὅπερ κηδεύσας πατρικῶς, τρυγᾷ τὴν χάριν ἐκ σοῦ, Χαριτίνη, τὴν βασιλείαν λαβὼν τὴν οὐράνιον.

Θεοτοκίον

Ὤφθης ὑπερτέρα οὐρανῶν, Θεὸν οὐράνιον ἀποκυήσασα, τὸν οὐρανώσαντα Πάναγνε, γηγενῶν ὅλων τὸ φύραμα, καὶ Χαριτίνης τὴν σεπτήν, μνήμην φαιδρύναντα,    βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ὁ Εἱρμὸς

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί· Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

 

ᾨδὴ θ'

Λίθος ἀχειρότμητος ὄρους ΤΟ ΑΚΟΥΤΕ

Ἵνα τῶν στεφάνων τῆς δόξης, ὡς ἀδιάφθορος παρθένος, Μάρτυς ἐπιτύχῃς παντοίων, κολαστηρίων εἶδος ὑπήνεγκας, ἀγαλλομένη πνεύματι, καὶ διανοίας ἀναστήματι.

 

Ὡς περικαλὴς ὡς ὡραία, ὡς περιδέξιος παρθένος, ὡς ἀκαταγώνιστος Μάρτυς, ὡς τοῦ Δεσπότου νύμφη πανάμωμος, χρυσοειδέσι πτέρυξι, πρὸς τὰ οὐράνια κατέπαυσας.

 

Σὺ φωτοειδεῖς Χαριτίνη, ἐναπαστράπτεις λαμπηδόνας, ζόφον πονηρίας δαιμόνων, καὶ παθημάτων ἀποδιώκουσα, ταῖς θεοδότοις πάντοτε, θαυματουργίαις ἀξιάγαστε.

 

 περιχαρής σου ἡμέρα, περιχαρῶς λαοὺς ἀθροίζει, σοῦ τὰς ἀριστείας ὑμνῆσαι, καὶ τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα, καὶ τὴν γενναίαν ἄθλησιν, Μεγαλομάρτυς χαριτώνυμε.

Θεοτοκίον

Φῶς ἡμῖν ἀνέτειλε μήτρας, ἐξ ἀπειράνδρου σου Παρθένε, οὗ ταῖς φρυκτωρίαις ἐνθέως, καταυγασθεῖσα φῶς ἐχρημάτισεν, ἡ τῆς χαρᾶς ἐπώνυμος, Θεοκυῆτορ ἀπειρόγαμε.

Ὁ Εἱρμὸς

«Λίθος ἀχειρότμητος ὅρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

 

Ἐξαποστειλάριον

Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ

Ἐν οὐρανοῖς ὡς Μάρτυς, Χαριτίνη τῷ Θεῷ, παρισταμένη ἐνδόξως, πάντας ἡμᾶς τοὺς εὐσεβεῖς, μνήμην τὴν σὴν ἐκτελοῦντας, σῷζε θερμαῖς σου πρεσβείαις.

Θεοτοκίον

Τὸν σὸν Υἱὸν Παρθένε, μὴ διαλίπῃς δυσωπεῖν, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, ἵνα ῥυσθῶμεν τῆς ἐκεῖ, φρικτῆς κολάσεως πάντες, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου.

 

Καὶ ἡ λοιπὴ τοῦ Ὄρθρου Ἀκολουθία, ὡς συνήθως, καὶ Ἀπόλυσις.

 

ΤΗ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΟΚΤΩΒΡΙΟΥ

 

Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν, Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου τρία, δευτεροῦντες αὐτά.

 

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ

Τῆς πλευρᾶς ἐφαψάμενος, τοῦ Δεσπότου Πανόλβιε, τῶν καλῶν κατείληφας τὸ ἀκρότατον· ὥσπερ γὰρ σπόγγος τὰ νάματα, ἐκεῖθεν ἑξήντλησας, τὴν πηγὴν τῶν ἀγαθῶν, καὶ ζωὴν τὴν αἰώνιον, καὶ ἐπότισας, χερσωθείσας καρδίας ἀγνωσίᾳ, τοῦ Θεοῦ θεογνωσίας, ἀναπηγάζων τὰ δόγματα.

 

Τῇ  πιστῇ  ἀπιστίᾳ σου, τοὺς πιστοὺς ἐβεβαίωσας, ὡς Θεὸν καὶ Κύριον πάσης κτίσεως, θεολογεῖν ἐπαρξάμενος, τὸν σάρκα φορέσαντα, δι' ἡμᾶς τοὺς ἐπὶ γῆς, καὶ Σταυρόν τε καὶ θάνατον ὑπομείναντα, καὶ τὰς τρήσεις τῶν ἥλων, καὶ τῇ λόγχῃ, τὴν πλευρὰν διανυγέντα, ἐξ ἦς ζωὴν ἀρυόμεθα.

 

Ὁ Θωμᾶς ὁ θαυμάσιος, τὴν πηγήν ἀνεστόμωσε, τῶν δογμάτων Δέσποτα τοῖς θεόφροσι· τὴν γὰρ πλευρὰν ψηλαφήσας σου, διπλῆν τὴν ἐνέργειαν, ταῖς οὐσίαις ταῖς διτταῖς, καταλλήλως μεμύηται, καὶ ἐβόησε· Σὺ Θεός μου ὑπάρχεις καὶ Δεσπότης, σὺ καὶ Κύριος τῆς δόξης, ὁ δι' ἐμὲ σάρξ γενόμενος.

Δόξα... Ἦχος πλ. β'

Ὡς ὑπηρέτης τοῦ Λόγου, καὶ τῆς ἀρρήτου σαρκώσεως αὐτοῦ, βυθὸν σοφίας ἑξήντλησας, Θωμᾶ Ἀπόστολε· τῷ γὰρ καλάμῳ τοῦ Σταυροῦ, ἀνιχνεύων ἐκ τοῦ βυθοῦ τῆς ἀπάτης, ψυχὰς ἐζώγρησας. Ὅθεν τῇ σαγήνῃ τῶν σῶν δογμάτων, πᾶσαν ἐφώτισας τὴν οἰκουμένην· καὶ τῷ φωτὶ τῆς γνώσεως, τὰς τῶν Ἰνδῶν ἐζοφωμένας ψυχὰς κατελάμπρυνας· Διὸ τῆς δόξης τηλαυγῶς, Χριστοῦ κατατρυφῶν, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

 

Ἦχος δ'  Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ

Ὥσπερ μαργαρίτην σε, ἐκ τοῦ βυθοῦ ἀνιμήσατο, τῆς τοῦ κόσμου συγχύσεως, Χριστὸς ὁ φιλάνθρωπος, διὰ σοῦ πλουτίσας, τοὺς ἠπορημένους, καὶ τῇ πενίᾳ τῶν δεινῶν, συγκεκραμένους Θωμᾶ Ἀπόστολε· διὸ σε μακαρίζομεν, καὶ τὴν πανέορτον Μνήμην σου, ἐν αἰνέσει δοξάζομεν, εὐσεβῶς σε γεραίροντες.

 

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ.

 

Ἰνδῶν κατελάμπρυνας, πᾶσαν τὴν γῆν ἱερώτατε, καὶ θεόπτα Ἀπόστολε· φωτίσας γὰρ ἅπαντας, υἱοὺς ἀπειργάσω,  φωτὸς καὶ ἡμέρας, τούτους ἐν Πνεύματι σοφέ, εἰδωλικούς τε ναοὺς κατέρραξας, ἀνήγειρας δὲ χάριτι, Θεοῦ εἰς δόξαν καὶ αἴνεσιν, ἐκκλησίας Μακάριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

 

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

 

Χειρὶ φιλοπράγμονι, θείαν πλευρὰν ἐξηρεύνησας, καὶ τῶν ἥλων τὰ τραύματα, ἅπερ ὁ ἀθάνατος, δι' ἡμᾶς ὑπέστη, καὶ τὴν ἀπιστίαν, μεταβαλὼν χαρμονικῶς, εἰς εὐπιστίαν Θωμᾶ ἐβόησας· Σὺ εἶ Θεὸς καὶ Κύριος, καὶ σὲ δοξάζω φιλάνθρωπε, τὸν τοῖς πάθεσι βλύσαντα, τοῖς πιστοῖς  τὴν ἀπάθειαν.

Δόξα... Ἦχος πλ. β'  Ἀνατολίου

Τὰ θεῖα ἐποπτεύων, Χριστοῦ τῆς σοφίας νοητὸς ἀναδέδειξαι κρατήρ, μυστικῶς Θωμὰ Ἀπόστολε, ἐν    τῶν πιστῶν αἱ ψυχαὶ εὐφραίνονται, τῇ γὰρ θείᾳ  σαγήνῃ τοῦ Πνεύματος, λαοὺς ἀνείλκυσας ἐκ βυθοῦ τῆς ἀπογνώσεως· ὅθεν ἐκ Σιών, ὡς ποταμὸς τῆς χάριτος ἐξῆλθες, τὰ σὰ ἐκβλύζων ἔνθεα δόγματα, εἰς τὴν σύμπασαν κτίσιν. Διὸ τοῦ Χριστοῦ τὰ πάθη ἐκμιμούμενος, τὴν πλευρὰν ἑλογχεύθης, καὶ ἐν τῷ γνόφῳ εἰσδύσας τῆς ἀφθαρσίας, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ

Ὅταν μου εἰς ἔννοιαν, τὸ φοβερὸν ἔλθῃ βῆμα, τοῦ Υἱοῦ σου Πάναγνε, καὶ τὸ δικαστήριον τὸ παγκόσμιον, ἀπορῶ δέδοικα, δειλιῶν καὶ τρέμων, τὴν τῶν ἔργων μου ἐξέτασιν· φαῦλα γὰρ ἅπαντα, καὶ αἰσχύνης πάσης ἀνάπλεα, καὶ σκότους καὶ κολάσεως, καὶ ἀποστροφῆς ὄντως ἄξια. Ἴδε μου τὴν θλίψιν, καὶ ἴδε τῆς ψυχῆς τήν συντριβήν, καὶ τῆς ἀνάγκης ἐκείνης με, ῥῦσαι καὶ κολάσεως.

 

Ἀπολυτίκιον  Ἦχος γ'

Ἀπόστολε Ἅγιε Θωμᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

 

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

 συνήθης Στιχολογία

 

Μετὰ τὴν β' Στιχολογίαν

 

Κάθισμα  Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον   ΤΟ ΑΚΟΥΤΕ

Τὸν Ἀπόστολον πάντες καὶ μαθητὴν τοῦ Χριστοῦ, εὐφημήσωμεν ὕμνοις ἐπὶ τῇ μνήμῃ αὐτοῦ· θεοπρεπῶς γὰρ τὰς ἡμῶν διανοίας αὐτός, τύπους τῶν ἥλων ψηλαφῶν, βεβαίαν πίστιν ἐκζητῶν, ἐστήριξεν ἐν Κυρίῳ, ἀδιαλείπτως πρεσβεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸν ἐκ σοῦ σαρκωθέντα Θεὸν καὶ Κύριον, δι' ἡμᾶς τοὺς φθαρέντας τοῖς ἁμαρτήμασι, τοῦτον ἱκέτευε ἀεί, τοῦ οἰκτειρῆσαι ἡμᾶς, καὶ ἀποστρέψαι τὸν θυμόν, καὶ τὴν ὀργὴν αὐτοῦ Σεμνή, ἀπὸ τῶν πίστει βοώντων, καὶ εὐφημούντων ἀπαύστως, τὰ μεγαλεῖα τῆς σῆς χάριτος.

 

Εἶτα οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἀποστόλου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

 

Τῶν θαυμάτων γέμοντα Θωμᾶν θαυμάσω.

Ποίημα Θεοφάνους

 

ᾨδὴ α'  Ἦχος δ'

Τριστάτας κραταιοὺς ΤΟ ΑΚΟΥΤΕ

Τὸν ἄναρχον Υἱόν, τοῦ Θεοῦ Θεὸν Λόγον, τὸν φανέντα ἐπὶ γῆς, μορφῇ τῇ καθ' ἡμᾶς, ὃν ἑώρακας Ἔνδοξε, οὗ καὶ τὰς χεῖρας παλάμῃ, καὶ πλευρὰν ἐψηλάφησας, καθικέτευε σῶσαι τοὺς δούλους σου.

 

Ὁ γνώστης τῶν κρυπτῶν, καὶ νεφροὺς ὁ ἐτάζων, καὶ καρδίας ἐρευνῶν, Θεός μου Ἰησοῦς, σὲ Θωμᾶ παμμακάριστε, τῆς αὐτοῦ Θεοφανείας, ὑπηρέτην καὶ μάρτυρα, καὶ Ἀπόστολον θεῖον προσήκατο.

 

Ναμάτων μυστικῶν, ποταμὸς ἀνεδείχθης, περικλύζων σὺ Θωμᾶ, τὸ πρόσωπον τῆς γῆς, Ἐκκλησίας τε σύστημα, ῥεύμασι θεογνωσίας, καὶ τῷ ῥοίζῳ τοῦ Πνεύματος, τήν πολύθεον πλάνην ἀπήλασας.

Θεοτοκίον

Θανάτου καὶ φθορᾶς, καθαιρέτης ὑπάρχεις, ἀφθαρσίας τὴν πηγήν, τεκοῦσα τὸν Χριστόν, Θεοτόκε πανύμνητε, τὸν καὶ τῆς ἀθανασίας, ὡραΐσαντα χάριτι, τῶν ἀνθρώπων τὴν φύσιν πανάμωμε.

 

ᾨδὴ γ'

Οὐκ ἐν σοφίᾳ ΤΟ ΑΚΟΥΤΕ

Ἀρετῆς κάλλει, διαπρέπων θεόπτα καὶ θαύμασι, τῶν Ἰνδῶν τὸ δυσειδές, φωτὶ τῷ θείῳ κατηύγασας, πίστει καὶ ἐφαίδρυνας, τούτων τὴν ζόφωσιν.

 

Ὑπὸ τῆς αἴγλης, πυρσωθεὶς αὐτουργίᾳ τοῦ Πνεύματος, ὡς βολὶς θεοφεγγής, ἐξαπεστάλης θεόληπτε, καὶ κόσμον ἐφώτισας, Θωμᾶ τοῖς θαύμασι.

 

Μεμυημένος, τῆς ἐνθέου σοφίας τὰ δόγματα, ὥσπερ τάχος ἀστραπῆς, διερχομένης Ἀπόστολε, Θωμᾶ κατελάμπρυνας, κόσμου τὰ πέρατα.

Θεοτοκίον

Ἀπειρόγαμε, ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶν παθῶν ταῖς προσβολαῖς, κλονούμενόν με στερέωσον· οὐ γὰρ ἐστιν Ἄχραντε, πλήν σου βοήθεια.

Ὁ Εἱρμὸς

«Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν Ἁγιος, πλήν σου φιλάνθρωπε».

 

Κάθισμα   Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ

Τῇ  σαγήνῃ τῶν λόγων τῶν θεϊκῶν, τοὺς ἰχθύας ζωγρήσας τοὺς λογικούς, τούτους σὺ προσήγαγες, ἀπαρχὴν τῷ Θεῷ ἡμῶν, καὶ τοῦ Χριστοῦ τὰ στηρίγματα, παθῶν ἐπενδύσασθαι, μιμητὴς τοῦ πάθους, αὐτοῦ πεφανέρωσαι· ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, Ἀπόστολε ἔνδοξε, τὴν πανέορτον μνήμην σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωτεινήν, νεφέλην ὑμνήσωμεν, βάτον τὴν ἀκατάφλεκτον, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν,τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων, διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον τόκον σου.

 

ᾨδὴ δ'

Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ

Τῇ  μεγίστῃ τῶν θαυμάτων, ἐπιδείξει χρησάμενος, καὶ δογμάτων θείων, δόξαν τηλαυγῶς ἐκτιθέμενος, τὴν οἰκουμένην ἐπέσχες τῷ κηρύγματι, τὴν κραυγάζουσαν· Δόξα Χριστὲ τῇ δυνάμει σου.

 

Ὡς αὐτόπτην σε τοῦ Λόγου, ὑπηρέτην τε ἔνθερμον, καὶ τῆς τούτου δόξης, καὶ μεγαλειότητος μάρτυρα, καὶ ὡς πιστὸν οἰκονόμον καὶ Ἀπόστολον, εὐφημοῦμέν σε, μάκαρ Θωμᾶ πανσεβάσμιε.

 

Νυμφικὴν ὥσπερ παστάδα, καὶ σκηνὴν ἐπουράνιον, ὑποβάθραν λίθον, ἀκρογωνιαῖον πηξάμενος, ἐπῳκοδόμησας Μάκαρ παναοίδιμε, Ἀποστόλων ἀκρότης, Θωμᾶ τοῖς πιστεύουσι.

Θεοτοκίον

Γῆν ἀνήροτον καὶ στάχυν, τῆς ζωῆς γεωργήσασα, καὶ νεφέλην κούφην, ὄμβρον ζωοδότην πηγάσασαν, τὴν Παναγίαν Παρθένον ὀνομάζομεν, οἱ κραυγάζοντες· Δόξα Χριστὲ τῇ δυνάμει σου.

 

ᾨδὴ ε'

Ἀσεβεῖς οὐκ ὄψονται ΤΟ ΑΚΟΥΤΕ

Ἐλλαμφθεὶς Ἀπόστολε, τῇ δόξῃ τοῦ Χριστοῦ, καὶ πλευρὰν τὴν ζωοποιόν, ψηλαφήσας ἤντλησας, ἀνεξιχνίαστον εὐλογίας ἄβυσσον, καὶ τὸν κόσμον κατεπλουτισας.

 

Μὴ παρὼν τῇ πρώτῃ σου, εἰσόδῳ ὁ Θωμᾶς, ἀπιστῶν τε τοῖς Μαθηταῖς, πιστωθεὶς δὲ ὕστερον, χαίρων ἐβόησε· Σὲ Θεὸν καὶ Κύριον, ἀναγγέλλω πολυέλεε.

 

Οὐρανὸς ὁ ἔμψυχος, τῆς δόξης σου Χριστέ, τῇ βροντῇ  τῇ πνευματικῇ, ὁ Θωμᾶς ἐβόησεν, ἐκδιηγούμενος καὶ Θεὸν καὶ Κύριον, σὲ σεπτῶς εὐηγγελίσατο.

Θεοτοκίον

Νικητὴν ἀνάδειξον, Πανάμωμε τὸν νοῦν, τῶν παθῶν καὶ τῷ λογισμῷ,  τὰς ὁρμὰς ὑπόταξον, τούτων θεόνυμφε, ἡ Θεὸν γεννήσασα, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

 

ᾨδὴ ς'

Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ

Τὴν πάντων, ἀπιστίαν Θωμᾶ τὴν ψυχόλεθρον, ἡ ἀπιστία σου μάκαρ, θεραπεύει· σὺ γὰρ ἀναμφιλέκτως, καὶ τῶν ἥλων, καὶ τῆς λόγχης τοὺς τύπους ἠρεύνησας.

 

Ἀφῆκας, ὡς δυνατὸς Χριστὲ τὸν Ἀπόστολον, ἠκονημένον ὡς βέλος, ἐν ἐχθρῶν καρδίαις σου ζωοδότα, καὶ τῶν σκύλων, τὴν προνομὴν σοι τούτων προσήγαγεν.

 

Θυσίας, εἰδωλικὰς οἰκτίρμον κατήργησας, σφαγιασθεὶς ἐπὶ ξύλου, καὶ σφαγαῖς ἁγίαις τῶν θεηγόρων, Ἀποστόλων, τῶν τὰ σὰ μιμουμένων παθήματα.

Θεοτοκίον

Ὧ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότατον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.

Ὁ Εἱρμὸς

«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

 

Κοντάκιον   Ἦχος δ'

Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ

Ὁ τῆς θείας χάριτος πεπληρωμένος, τοῦ Χριστοῦ Ἀπόστολος, καὶ ὑπηρέτης ἀληθής, ἐν μετανοίᾳ ἐκραύγαζε· Σύ μου ὑπάρχεις, Θεός τε καὶ Κύριος.

Ὁ Οἶκος

Πρὸς τὸν Χριστοῦ Μαθητήν, καὶ μέγαν μυστολέκτην, Θωμᾶν τὸν θεηγόρον τοῦ Πέτρου ἐκβοῶντος· «Ἑωράκαμεν τὸν Κύριον», ἔφησεν οὗτος. «Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσίν αὐτοῦ τὸν τύπον τῶν ἥλων, ψηλαφήσω δὲ καὶ τὴν πλευράν, οὐ μὴ πιστεύσω». Ἀλλ' ὁ Κτίστης τῶν ἁπάντων καὶ Δεσπότης, ὥσπερ δοῦλος ἐλήλυθε, θέλων πάντας σῶσαι, καὶ λέγει τῷ Θωμᾷ. «Ψηλάφησον χειρῶν καὶ πλευρὰς τοὺς τύπους, καὶ μὴ ἀπίστει· ἐγὼ γὰρ εἰμι Κύριος ὁ Θεός σου». ὁ δὲ ἐν μετανοίᾳ ἐβόησε. Σύ μου ὑπάρχεις, Θεός τε καὶ Κύριος.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ  ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Θωμᾶ.

Στίχοι

·       ·        Ὁ χεῖρα πλευρᾷ σῇ βαλεῖν ζητῶν πάλαι,

·       ·        Πλευρὰν ὑπὲρ σοῦ νύττεται Θωμᾶς Λόγε.

·       ·        Δούρασιν οὐτάσθη Θωμᾶς μακροῖσιν ἐν ἕκτῃ.

 

Τῇ αὐτῇ  ἡμέρα, Μνήμη τῆς ἁγίας μάρτυρος Ἐρωτηΐδος.

Στίχοι

·       ·        Ἐρωτηΐδα πυρπολοῦσι παρθένον,

·       ·        Ἔρωτι Χριστοῦ τὴν προπυρπολουμένην.

 

Ὁ ἅγιος νέος Ὁσιομάρτυς Μακάριος, ὁ ἐκ Κίου μὲν τῆς Βιθυνίας καταγόμενος, ἐν Προύσῃ δὲ μαρτυρήσας, λιθοβοληθεὶς πρότερον, ὕστερον ξίφει τελειοῦται κατὰ τὸ ἔτος 1590.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ

Μετὰ τῆς ἄνω,  χοροστασίας ὡς Ἀπόστολος, χαίρων συγχορεύεις Μάκαρ ἐν οὐρανοῖς, ἀναμέλπεις τε γηθόμενος, Εὐλογημένος εἶ ἐν τῷ ναῷ,  τῆς δόξης σου Κύριε.

 

Ἀπὸ περάτων, ἕως περάτων ὁ σὸς διέδραμε, φθόγγος καὶ ῥημάτων θείων ἡ προφορά, τοὺς κραυγάζοντας παιδεύουσα. Εὔλογημένος εἶ ἐν τῷ ναῷ,  τῆς δόξης σου Κύριε.

 

Ναὸς ἐγένου, σὺ τῆς Τριάδος παναοίδιμε· ὅθεν καὶ ναούς, εἰδώλων τε καὶ βωμούς, ἀπεκάθηρας Ἀπόστολε, ναοὺς δὲ ἤγειρας εἰς ὑμνῳδίαν, καὶ αἶνον Χριστοῦ τοῦ Θεοῦ.

Θεοτοκίον

Νόμου δουλείας, τῇ σῇ γεννήσει λελυτρώμεθα· σὺ γὰρ Θεοτόκε τὸν ἐλευθερωτήν, ἀπειράνδρως ἡμῖν τέτοκας, Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε.

 

ᾨδὴ η'  Παῖδας εὐαγεῖς ΤΟ ΑΚΟΥΤΕ

Θεῷ ὁμιλῶν σεσαρκωμένῳ , σαρκὸς ἐπιλελησμένος ἐναπέφηνας, τὴν δὲ ὑπερκόσμιον, θέωσιν ἐπλούτησας, τῇ πρὸς Θεὸν ἐγγύτητι θεοποιούμενος, καὶ Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἀγάπῃ Θεῷ συγκεκραμένος, τὸν θάνατον μέτ' αὐτοῦ Μάκαρ ἐπόθησας, τοῖς συναποστόλοις σου· Ἄγωμεν φθεγξάμενος, καὶ σὺν αὐτῷ τὸν θάνατον καταδεξώμεθα· Τόν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, αὐτόν εἰς τοὺς αἰῶνας.

 

Ὑμᾶς ὁ Χριστὸς τοὺς Ἀποστόλους, νεφέλας τῆς οὐρανίου βροχῆς ἔδειξεν, ὄμβροις ἐπικλύζοντας, θείας ἐπιγνώσεως, τὰς Ἐκκλησίας πάνσοφοι, καὶ καταρδεύοντας, καὶ Κύριον ὑμνεῖτε βοῶντας, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Μώμων καθαρὰ καὶ μολυσμάτων, καὶ πάσης ἁγιωσύνης οὖσα τέμενος, Λόγον τὸν πανάγιον, πάντας ἁγιάζοντα, τὸν τῷ Πατρὶ συνάναρχον ἐκυοφόρησας· διὸ σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τους αἰῶνας.

Ὁ Εἱρμὸς

«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,  ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλειν σοι· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Λίθος ἀχειρότμητος ὅρους ΤΟ ΑΚΟΥΤΕ

Ἅρμα φωτοφόρον ἐδείχθης, ἐπικαθήμενον τὸν Λόγον, τῇ εὐπειθεστάτῃ ψυχῇ σου, καὶ θεοφόρῳ ἐπιφερόμενος, πρὸς σωτηρίαν Ἔνδοξε, ἡνιοχοῦντα τοὺς ὑμνοῦντας σε.

 

Σοῦ τὴν παμμακάριστον μνήμην, ἐπιτελοῦντες δυσωποῦμεν, πάσης τρικυμίας ῥυσθῆναι, τῇ μεσιτείᾳ  τῆς παρρησίας σου, ἣν ὡς Χριστοῦ Ἀπόστολος, ἔχεις Θεόπτα πανσεβάσμιε.

 

Σήμερον τὴν μνήμην σου πάντες, Θωμᾶ Ἀπόστολε τελοῦμεν, φώτισον ἁγίασον πίστει, πειρατηρίων καὶ περιστάσεων, καὶ παθημάτων πάντοτε, ἀπολυτρούμενος πρεσβείαις σου.

Θεοτοκίον

Ὤφθης θεονύμφευτος Μήτηρ, καὶ πανακήρατος Παρθένος· σὺ γὰρ παρθενίαν καὶ τόκον, εἰς ἓν συνῆψας ἄχραντε Δέσποινα, τὸν Ποιητὴν καὶ Κύριον, πάσης τῆς Κτίσεως γεννήσασα.

Ὁ Εἱρμὸς

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

 

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ

Αὐτόπτα καὶ Ἀπόστολε, Χριστοῦ τοῦ πανοικτίρμονος, εἰρήνην δώρησαι πάσῃ, τῇ οἰκουμένῃ καὶ νίκας, τῷ φιλοχρίστῳ Ἄνακτι, ἡμῖν πταισμάτων ἄφεσιν, καὶ σωτηρίαν αἴτησαι, τοῖς σὲ Θωμᾶ εὐφημοῦσιν, ὡς μαθητὴν θεηγόρον.

Ἕτερον

Χριστὸς ὁ μέγας Ἥλιος, ἀκτῖνά σε πολύφωτον, ἐν τῇ Ἰνδίᾳ ἐκπέμπει, τὴν ζοφερὰν πλάνην μύστα, συντόνως ἐκδιώκοντα, Θωμᾶ σοφὲ Ἀπόστολε, καὶ τοὺς λαοὺς φωτίζοντα, Τριάδα σέβειν τὴν θείαν, παρ' ἧς φρουρούμεθα πάντες.

Θεοτοκίον

Πανάμωμε Μητρόθεε, τὸ μέγα περιήχημα, τῶν Ἀποστόλων Μαρτύρων, καὶ Προφητῶν καὶ Ὁσίων, τὸν σὸν Υἱὸν καὶ Κύριον, ἱλέωσαι τοῖς δούλοις σου, ἡμῖν Θεογεννήτρια, ὅταν καθίσῃ τοῦ κρῖναι, τὰ κατ' ἀξίαν ἑκάστῳ.

 

 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν τὰ παρόντα τρία Στιχηρὰ ἰδιόμελα, δευτεροῦντες τὸ πρῶτον.

 

Ἦχος β'  Ἀνατολίου

Χριστῷ ἠκολούθησας, Θωμᾶ Ἀπόστολε, καὶ τοῦ κόσμου κατεφρόνησας καὶ τὰ τούτου διδάγματα, ἐν τῷ ταμείῳ σου κρύψας, ἀνεδείχθης, Ἀπόστολος· ὅθεν γενόμενος ἐν τοῖς ἔθνεσι, τὰς τούτων ὑπὸ τῆς πλάνης, καὶ τῶν παθῶν σκοτισθείσας ψυχάς, ἐντολαῖς τοῦ Σωτῆρος ἐφώτισας, πιστεύειν εἰς Τριάδα ὁμοούσιον.

Ἦχος δ'

Τῷ τῆς γνώσεως θείῳ πυρί, τὴν ψυχὴν καταυγασθείς, ἐν πᾶσι τοῦ Δεσπότου μιμητὴς γέγονας, ὡς ἔννομος μαθητής, Θωμᾶ Ἀπόστολε· τῷ γὰρ καλάμῳ τοῦ Σταυροῦ, ἐκ τοῦ βυθοῦ τῆς ἀγνωσίας, εὐσεβῶν ψυχὰς ἐζώγρησας. Ὅθεν καὶ τὴν τῶν Ἰνδῶν ἐζοφωμένην διάνοιαν, τῷ τοῦ θείου Πνεύματος ἀγκίστρῳ ἐσαγήνευσας. Χριστὸν τὸν Θεόν ἀεὶ δυσώπει, καὶ ἡμᾶς ῥυσθῆναι τῆς τοῦ ἐχθροῦ ἐζοφωμένης ὄψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτὸς

Τὸν τῆς ἀλείας βυθὸν καταλιπών, τῷ τοῦ Σταυροῦ καλάμῳ πίστει προσέδραμες, καὶ ἐν αὐτῷ πάντας ἐζώγρησας, Θωμᾶ Ἀπόστολε· διὸ καὶ τὴν ἄχραντον πλευρὰν τοῦ Λόγου, τῇ χειρὶ ψηλαφήσας, τῶν πεπαρμένων ἥλων τὰς ὠτειλάς, τῷ δακτύλῳ κατιδεῖν κατηξίωσαι  Χριστῷ τῷ Θεῷ ἐκτενῶς πρέσβευε ἀεί, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Ἦχος πλ. δ'

Τὰ θεῖα ἐποπτεύων, Χριστοῦ τῆς σοφίας, νοητὸς ἀναδέδειξαι κρατήρ, μυστικῶς Θωμᾶ Ἀπόστολε, ἐν    τῶν πιστῶν αἱ ψυχαὶ εὐφραίνονται· τῇ γὰρ θείᾳ  σαγήνῃ τοῦ Πνεύματος, λαοὺς ἀνείλκυσας, ἐκ βυθοῦ τῆς ἀπογνώσεως· ὅθεν ἐκ Σιών, ὡς ποταμὸς τῆς χάριτος ἐξῆλθες, τὰ σὰ ἐκβλύζων ἔνθεα δόγματα, εἰς τὴν σύμπασαν κτίσιν. Διὸ τοῦ Χριστοῦ τὰ πάθη ἐκμιμούμενος, τὴν πλευρὰν ἑλογχεύθης, καὶ ἐν τῷ γνόφω εἰσδύς της ἀφθαρσίας, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν...  Θεοτοκίον

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.

 

Εἰς τὴν Λειτουργίαν, τὰ Τυπικά, καὶ τὰ λοιπὰ ὡς συνήθως.