ΠΕΜΠΤΗ ΠΛ Δ΄ ΗΧΟΣ
Στιχηρα Προσόμοια τῶν Ἀποστόλων
Ἦχος πλ. δ'
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης ΤΟ ΑΚΟΥΤΕ
Στίχ. α'. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Κύριε, σὺ τοῦ Παρακλήτου τῇ αἴγλῃ, τοὺς Ἀποστόλους ἐφώτισας, καὶ φωστῆρας τέθεικας τούτους, τὴν οἰκουμένην καταυγάζοντας, τῷ νοητῷ φωτισμῷ, τῆς γνώσεώς σου Δέσποτα· διὰ τοῦτο προσκυνοῦμεν, τὴν πολλήν σου ἀγαθότητα.
Στίχ. β'. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Κύριε, σὺ τῶν Ἀποστόλων πρεσβείαις, περιτειχίζων τὴν ποίμνην σου, ταύτην ἐξ ἐχθρῶν ἐπηρείας, διασῴζεις ἀστασίαστον, ἥν περ τιμίῳ Σωτήρ, ὠνησάμενός σου αἵματι, τῆς δουλείας τοῦ ἀλλοτρίου, ἠλευθέρωσας ὡς εὔσπλαγχνος.
Στίχ. γ'. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ὤφθητε, ἐν τῷ διαδήματι Χριστοῦ, τῆς Ἐκκλησίας, ὡς τίμιοι, λίθοι διαυγεῖς λαμπηδόνας, τῇ οἰκουμένῃ ἀστράπτοντες, θεογνωσίας τὸ φῶς, Ἀπόστολοι μακάριοι, τῆς Τριάδος παραστάται, καὶ πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.
Ἔτερα, τοῦ Ἁγίου Νικολάου, ὅμοια
Στίχ. δ'. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Κύριε, σὺ τοῦ Ἱεράρχου ταῖς θείαις, πανευπροσδέκτοις δεήσεσιν, ἐκ παντὸς κινδύνου καὶ πάσης, ἐλευθέρωσον κακώσεως, καὶ ἐπηρείας κακῶν, τοὺς δούλους σου Φιλάνθρωπε, τοὺς ἐν πίστει προσκυνοῦντας, σοῦ τὸ κράτος τὸ ἀνείκαστον.
Στίχ. ε'. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Κύριε, σὺ τὸν Ἱεράρχην ἐν κόσμῳ, ὡς εὐωδίαν ἀνέδειξας· πάντων γὰρ πιστῶν τὰς καρδίας, εὐωδιάζει νῦν τοῖς θαύμασι, νόσους καὶ πάθη ψυχῶν, διώκων τῇ σῇ χάριτι, οὗ ταῖς πρεσβείαις, ὡς Οἰκτίρμων, τοὺς ὑμνοῦντάς σε περίσῳζε.
Στίχ. ς'. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Κύριε, σὺ τὸν σὸν σεπτὸν Ἱεράρχην, ἐν τοῖς πέρασιν ἐδόξασας, δοὺς αὐτῷ θαυμάτων τὴν χάριν, καὶ ὑπέρμαχον ἀνέδειξας, τῶν ἐν κινδύνοις δεινοῖς, καὶ θλίψεων κακώσεσι, περιπιπτόντων καὶ αἰτούντων, τούτου ἀεὶ τὴν ἀντίληψιν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Ἴδε μου, τῆς συντετριμμένης καρδίας, τοὺς στεναγμοὺς Θεονύμφευτε, πρόσδεξαι Παρθένε Μαρία, καὶ μὴ ἀπώσῃ πανάμωμε, τὰς τῶν χειρῶν μου Ἁγνή, ἐπάρσεις ὡς φιλάγαθος, ἵνα ὑμνῶ καὶ μεγαλύνω, τὸν μεγαλύναντα τὸ γένος ἡμῶν.
Ἀπόστιχα Ἀποστολικά, ὅμοια
Κύριε, εἶ καὶ κριτηρίῳ παρέστης ΤΟ ΑΚΟΥΤΕ
Κύριε, σὲ εἰλικρινῶς ἐπὶ τῆς γῆς, οἱ Ἀπόστολοι ποθήσαντες, σκύβαλα ἡγήσαντο πάντα, ἵνα μόνον σε κερδήσωσι, καὶ ὑπὲρ σοῦ αἰκισμοῖς, τὰ σώματα παρέδωκαν· διὰ τοῦτο δοξασθέντες, πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Α'. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Κύριε, σὺ τῶν Ἀποστόλων τὴν μνήμην, ἐπὶ τῆς γῆς ἐμεγάλυνας· πάντες γὰρ ὁμοῦ συνελθόντες, ἐν αὐτῇ δοξολογοῦμέν σε, ὅτι παρέχεις ἡμῖν, δι' αὐτῶν τὰ ἰάματα, καὶ τῷ κόσμῳ τὴν εἰρήνην, εὐχαῖς αὐτῶν καὶ τὸ μέγα ἔλεος.
Μαρτυρικὸν
Στίχ. Β'. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Εἴ τις ἀρετή, καὶ εἴ τις ἔπαινος, πρέπει τοῖς Ἁγίοις· ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σὲ τὸν κλίναντα οὐρανοὺς καὶ καταβάντα, ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σὲ τὸν κενώσαντα ἑαυτόν, καὶ μορφὴν δούλου λαβόντα, ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι. Ὧν ταῖς εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὁ Θεὸς ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τί ὑμᾶς καλέσωμεν Ἅγιοι;
Νύμφην σε Παρθένε ἐκήρυξαν, τῆς ἀξίας τοῦ Πατρός, καὶ τῆς Θεότητος αὐτοῦ, οἱ Θεόν, ἀξιωθέντες κατιδεῖν σωματικῶς, καὶ Λόγου καὶ Θεοῦ Κόρη γεννήτριαν, καὶ Πνεύματος ἁγίου οἰκητήριον· ἐν σοὶ γὰρ πᾶν τῆς Θεότητος, σωματικῶς κατεσκήνωσε, τὸ πλήρωμα, πληρεστάτης οὔσης χάριτος.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Ἀποστολικὰ
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὡς φωστῆρας τοῦ κόσμου, καὶ ὁδηγούς, τῆς ἡμῶν σωτηρίας, τὰς ἀπαρχάς, τοὺς θείους ὑμνήσωμεν, μαθητὰς τοῦ Θεοῦ ἡμῶν, ὅτι φῶς τοῖς ἐν σκότει, ἡμῖν ἐξανέτειλαν, καὶ τὸν Ἥλιον πᾶσι, τῆς δόξης ἐγνώρισαν· ὅθεν καὶ τὴν πλάνην, τῶν εἰδώλων καθεῖλον, Τριάδα κηρύξαντες, ἐν μιᾷ τῇ Θεότητι. Πρὸς αὐτοὺς οὖν βοήσωμεν· Ἀπόστολοι Χριστοῦ τοῦ Θεοῦ, τῶν πταισμάτων ἄφεσιν αἰτήσασθε, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Ὅμοιον
Εἰς τὰ πέρατα πάντα, διαδραμών, ὁ σοφὸς ὑμῶν φθόγγος, ὡς ἀληθῶς, τοῦ κόσμου πανεύφημοι, τοῦ Κυρίου Ἀπόστολοι, θεογνωσίαν πᾶσι, τρανῶς ἀνεκήρυξε, καὶ τῶν ἐθνῶν τὴν ἄγνοιαν, εἰς γνῶσιν μετήγαγεν· ὅθεν καὶ εἰδώλων, τὴν ἀχλὺν ἐκδιώξας, τὸ φῶς τὸ τῆς γνώσεως, τοῖς ἐν σκότει κατέλαμψε. Διὰ τοῦτο δεόμεθα· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ
Ἐκ πάσης ἀπειλῆς, καὶ κακίας ἀνθρώπων, διάσωσον ἡμᾶς, Παναγία Παρθένε· σκέπην καὶ γάρ σε πάντες, καὶ προστασίαν θερμὴν κεκτήμεθα, καὶ τῷ ἐκ σοῦ τεχθέντι, ἐν σοὶ θαρροῦντες ἀει προσπίπτομεν, ὃν ἐκδυσώπει ῥύσασθαι ἡμᾶς, ἐκ πάσης περιστάσεως.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα Ἀποστολικὰ
Τὸ προσταχθὲν μυστικῶς λαβὼν ΤΟ ΑΚΟΥΤΕ
Φωστῆρες ὤφθητε λαμπροί, Χριστοῦ αὐτόπται, διὰ παντὸς πᾶσαν τὴν γῆν, φωταγωγοῦντες, καὶ σοβοῦντες τὸ σκότος, τῆς πολυθεΐας, τῷ φέγγει, τῆς εὐσεβείας τῶν διδαχῶν· διό με, τὸν ἐν αὐτῷ σκότει, τῶν ἡδονῶν, ἀδεῶς πορευόμενον, φωτίσατε τῷ φωτί, τῶν θείων προσευχῶν ὑμῶν, Θεοφόροι Ἀποστόλοι.
Ὅμοιον
Τὰς τοῦ Κυρίου ἐν ψυχῇ, παραγγελίας, ὡς θησαυρὸν πλουτοποιόν, πιστῶς λαβόντες, οἱ Ἀπόστολοι ὤφθησαν, πᾶσιν εὐεργέται, πτωχείαν ἀποσοβοῦντες, δαιμονικήν, καὶ πάντας, καταπλουτοῦντες πλούτῳ Θεοῦ, πρὸς οὓς πάντες βοήσωμεν· Πλουτίσατε καὶ ἡμᾶς, ἀρίσταις ἐργασίαις νῦν, πενομένους δεόμεθα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὴν ψυχήν μου Παρθένε, τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου, τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην Πανάμωμε, ἁμαρτιῶν τε φόρτῳ, φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου, πεσεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, τὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.
Μετα τὴν γ' Στιχολογίαν, ἕτερα
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῇ σαγήνῃ τῶν λόγων, τῶν θεϊκῶν, ὡς ἰχθύας ζωγροῦντες, τοὺς λογικούς, τούτους προσηγάγετε, ἀπαρχὴν τῷ Θεῷ ἡμῶν, καὶ τοῦ Χριστοῦ τὰ στίγματα, ποθοῦντες ἐνδύσασθαι, μιμηταὶ τοῦ Πάθους, αὐτοῦ ἀνεδείχθητε. Ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, Ἀπόστολοι ἔνδοξοι, τὴν ὑμῶν νῦν πανήγυριν, καὶ συμφώνως κραυγάζομεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Μαρτυρικόν, ὅμοιον
Οἰκουμένης φωστῆρες, ἀειλαμπεῖς, ἀνεδείχθητε πίστει, μαρτυρικῇ, ὅλην ἀναθέμενοι, τὴν ἐλπίδα πρὸς Κύριον, καὶ νοητῷ ἐλαίῳ, τοῦ Πνεύματος Ἅγιοι, τὰς ψυχικάς λαμπάδας, ὑμῶν ἐφαιδρύνατε· ὅθεν καὶ κρατῆρες, νοητοὶ τοῖς ἀνθρώποις, ἰάσεις προχέοντες, ὥσπερ νάματα ὤφθητε, Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἡ νοητὴ πύλη τῆς ζωῆς ἡμῶν, ἄχραντε Θεοτόκε, τοὺς προστρέχοντάς σοι πιστῶς, λύτρωσαι τῶν κινδύνων, ἵνα δοξάζωμεν τὸν πανάγιον τόκον σου, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Κανὼν τῶν Ἁγίων Ἀποστόλων, οὗ ἡ Ἀκροστιχὶς
Χορός με σῴζοις τῶν σοφῶν Ἀποστόλων. Ποίημα Ἰωσὴφ
ᾨδὴ α' Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Χορὸς Ἀποστόλων φωτοειδής, φωτὶ τῷ μεγάλῳ, παριστάμενος τὴν ἐμήν, ζοφώδη καταύγασον καρδίαν, καὶ σωτηρίας πρὸς τρίβους ὁδήγησον.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ γνήσιοι φίλοι τοῦ Λυτρωτοῦ, παθῶν με φιλίας, ἐκλυτρώσασθε τὸν πολλαῖς, ἀπάταις τοῦ βίου πλανηθέντα, καὶ ἀγνωσίας νυκτὶ καλυπτόμενον.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ῥομφαίᾳ πληγέντας τοῦ πονηροῦ, ἰάσασθε βέλη, πεφυκότες τοῦ Δυνατοῦ, Ἀπόστολοι θεῖοι τοὺς ἐν πίστει, ὑπο τὴν σκέπην ὑμῶν καταφεύγοντας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὁ πλήρης κενοῦται καθὸ Θεός, καὶ σοῦ ἐκ κοιλίας, σαρκοφόρος Μήτηρ ἁγνή, προέρχεται σῴζων εὐσπλαγχνία, τοὺς ὑπαχθέντας κακίᾳ τοῦ ὄφεως.
Κανὼν τοῦ Ἁγίου Νικολάου, οὗ ἡ Ἀκροστιχίς:
Σοὶ Νικόλαε ὄγδοον πρέπει μέλος. Ἰωσὴφ
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γῆν, ἣν οὐκ ἐθεάσατο, ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν Ἰσραήλ, ᾠδὴ δὲ ἀνεμέλπετο, τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὺν ταῖς χορείαις, τῶν ἄνω Δυνάμεων, τῷ Βασιλεῖ καὶ Θεῷ, Μάκαρ παριστάμενος, ἡμᾶς τοὺς ἐπὶ γῆς, πιστῶς ἐξαιτουμένους σε, παντὸς πειρατηρίου χαλεποῦ, Νικόλαε περίσῳζε, λύσιν ἐξαιτούμενος, ἡμῖν τῶν παραπτώσεων.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Οἱ σὲ προστάτην, πλουτοῦντες Νικόλαε, ἡμέρας τε καὶ νυκτός, πίστει σοι κραυγάζομεν· Νῦν πρόφθασον ἡμᾶς, μεγάλως κινδυνεύοντας, δαιμόνων πονηραῖς ἐπιβουλαῖς, φθοροποιῶν ἀνθρώπων τε, ὅπως ἀναψύξεως, τυχόντες εὐφημῶμέν σε.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰσχυροτάταις, νευραῖς τῆς πρεσβείας σου, τοὺς ἀποπνίγειν ἡμᾶς, σπεύδοντας Νικόλαε, τελείᾳ ἀγχονίᾳ παράδος, λυτρούμενος τῆς τούτων, πονηρᾶς ἐπαγωγῆς, τούς ἐν αἰνέσει κράζοντας· τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νομίμων δίχα, τῆς φύσεως τέτοκας, τὸν Νομοδότην καὶ Θεόν, ἄνθρωπον γενόμενον, αὐτὸν ὡς ἀγαθὸν ἱκέτευε Πανάμωμε, ἡμῶν τὰς ἀνομίας παριδεῖν, τῶν βοώντων πάντοτε. τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σθένος περιζώσατε, ἐξασθενήσασαν πάθεσι, καὶ ἡδοναῖς, τὴν ἐμὴν καρδίαν, τοῦ Σωτῆρος Ἀπόστολοι.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μίαν καταγγέλλοντες, τρισσοφαῆ Θεοῦ ἔλλαμψιν, οἱ Μαθηταί, τῆς πολυθεΐας, τὴν ἀχλὺν ἐξηφάνισαν.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἕλκη πονηρότατα, τὰ τῆς καρδίας μου παύσατε, ὡς ἰατροί, θείᾳ χειρουργίᾳ, τοῦ Σωτῆρος Ἀπόστολοι.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σῶσόν με κυήσασα, ὑπερφυῶς ἁγνὴ Δέσποινα, τὸν Λυτρωτήν, πάντων καὶ Δεσπότην, καὶ Σωτῆρα καὶ Κύριον.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἵνα σε γεραίρωμεν, ἵνα τιμῶμέν σε πάντοτε, δίδου ἡμῖν, χεῖρα βοηθείας, Ἱεράρχα Νικόλαε.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κοίμισον Νικόλαε, σαῖς ἀκοιμήτοις ἐντεύξεσι, τοὺς καθ' ἡμῶν, ἐπεγειρομένους, πειρασμοὺς δυσωποῦμέν σε.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅλον με τοῖς πάθεσι, περιστατούμενον Ἅγιε, καὶ πειρασμοῖς, πονηρῶν ἀνθρώπων, μεσιτείᾳ σου λύτρωσαι.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λύσιν δωρηθῆναί μοι, ἁμαρτιῶν Ἁγνὴ αἴτησαι, τὸν Ἀγαθόν, καὶ τῶν ἐν τῷ βίῳ χαλεπῶν περιστάσεων.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡραιώθητε Ἔνδοξοι, θείαις ἀγλαΐαις καλλωπιζόμενοι, καὶ ἀκτῖσι πυρσευόμενοι, τοῦ ὑμᾶς φωστῆρας ἀναδείξαντος.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ζάλης πάσης λυτρώσασθε, πάντων κυβερνῆται θεῖοι Ἀπόστολοι, τὸν πελάγει κινδυνεύοντα, συμφορῶν τοῦ βίου καὶ δονούμενον.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ θαλάσσας ταράξαντες, τῆς πολυθεΐας ἵπποι θεόλεκτοι, τῶν πταισμάτων μου τὴν ἄβυσσον, ταῖς ὑμῶν πρεσβείαις θεραπεύσατε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἰσουργὸν τῷ Γεννήτορι, Λόγον ἐκ λαγόνων σου ἐσωμάτωσας· ὅθεν ὤφθης ὑπερέχουσα, ποιημάτων πάντων, Κόρη Δέσποινα.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀπὸ πλήθους πταισμάτων μου, πλήθει περιπέπτωκα δεινῶν θλίψεων, σπεῦσον Ἅγιε βοήθει μοι, τὸν Ἀγαθοδότην ἐκμιμούμενος.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐμαυτὸν ἀποκλαίομαι, ζῶν ἐν ἀμελείᾳ, καὶ ἀπολλύμενος, τῇ πρεσβείᾳ σου Νικόλαε, πρὸς μετάνοιάν με χειραγώγησον.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ τοὺς τρεῖς λυτρωσάμενος, Πάτερ νεανίας, τεθνᾶναι μέλλοντας, πάσης ῥῦσαί με κολάσεως, καὶ τῆς αἰωνίου κατακρίσεως.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Γεωργεῖν με νοήματα, Ἄχραντε οὐράνια ἐνδυνάμωσον, τῆς ψυχῆς μου, καὶ κατεύθυνον, πρὸς ζωῆς εἰσόδους τὰ κινήματα.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὀρθρίζοντες βοῶμέν σοι Κύριε· Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Στενούμενον πολλοῖς πλημμελήμασι, σωτηρίας πρὸς πλάτος ἰθύνατε, ὡς κυβερνῆται Ἀπόστολοι.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τιμῶντά με τὸν πάντιμον δῆμον ὑμῶν, θεόπται, πάσης ἐκλυτρώσασθε, ἀτίμου πράξεως δέομαι.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡς πάθη τοῦ Σωτῆρος, μιμούμενοι Ἀπόστολοι, πᾶσαν ἡδυπάθειαν, ἐκ τῆς ψυχῆς μου διώξατε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νοσοῦσαν τὴν ψυχήν μου θεράπευσον, ἡ τεκοῦσα πάντων τὸν ἰώμενον, τὰς νόσους πάναγνε Δέσποινα.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δυνάμωσον ἡμᾶς ταῖς πρεσβείαις σου, Ἱεράρχα, τηρεῖν τὰ προστάγματα, Χριστοῦ τοῦ μόνου Θεοῦ ἡμῶν.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ Μύροις παροικήσας Νικόλαε, εὐωδίας θείας ἡμᾶς πλήρωσον, τοὺς εὐσεβῶς εὐφημοῦντάς σε.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Οἰκτείρησον ἡμᾶς ταῖς πρεσβείαις σου, θεομάκαρ, Θεὸν τὸν οἰκτίρμονα, καθικετεύων Νικόλαε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ναμάτων ζωηρρύτων ἀνάπλεως, οὖσα Κόρη, πάντας ἡμᾶς πότισον, εὐσεβοφρόνως ὑμνοῦντάς σε.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Συσσείσαντες προσευχῶν ἐπικλήσει, κατεστρέψατε ναοὺς τῶν εἰδώλων, Μύσται Χριστοῦ· ἀλλὰ δέομαι πίστει, τὰ τῆς ψυχῆς μου συντρίψατε εἴδωλα, καὶ δείξατε Θεοῦ ναόν, τὸν πολλαῖς ἁμαρτίαις ὑπεύθυνον.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ πέτρᾳ τῇ ἀρραγεῖ δομηθέντες, ἐκλεκτοὶ καθάπερ λίθοι θεόπται, τὸν τὴν ἐμήν, ἐπὶ ψάμμον καρδίαν, φρενοβλαβῶς δομησάμενον σώσατε· συρρέουσι γὰρ πειρασμῶν, ποταμοὶ καὶ δεινῶς με χειμάζουσι.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Φιλίας τῆς πρὸς τὴν σάρκα δολίας, ἐκλυτρώσασθέ με φίλοι τοῦ Λόγου, καὶ μισητόν, διὰ πλῆθος κακίας, ἀποδειχθέντα φιλίᾳ συνδήσατε, τοῦ στέργοντος ἁμαρτωλῶν, διὰ πλῆθος ἐλέους τὴν ἄφεσιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς ῥόδον, ὡς καθαρώτατον κρίνον, ὡς εὐῶδες σε ὀσφράδιον Κόρη, ὁ ποιητὴς ἐξ ὡραίων κοιλάδων, τῶν κοσμικῶν ἐκλεξάμενος ᾤκησε, τὴν μήτραν σου καὶ σαρκωθείς, εὐωδίας τὸν κόσμον ἐπλήρωσεν.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Παράδεισος ἡ καρδία σου ὤφθη, ζωῆς ξύλον κεκτημένη ἐν μέσῳ, τὸν Λυτρωτήν, ὃν δυσώπει ἀπαύστως, τοῦ Παραδείσου ποιῆσαι οἰκήτορας, Νικόλαε πάντας ἡμᾶς, τούς θερμόν σε προστάτην πλουτήσαντας.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥαθύμως μου τὴν ζωὴν διανύων, ἀδαῶς ἐξαμαρτάνω ὁ τάλας, καὶ τὴν ἐκεῖ, ἀπαραίτητον κρίσιν, κατανοῶν ἀγωνίᾳ συνέχομαι. Οἰκτείρησόν με ὁ Θεός, Νικολάου πρεσβείαις, ὡς εὔσπλαγχνος.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐξαίφνης ἐπερχομένης μοι Μάκαρ, καταιγίδος πειρασμῶν πολυτρόπων, διὰ πληθύν, τῶν ἐμῶν ἐγκλημάτων, μή με ἐάσῃς βοῶ ἀπροστάτευτον· ἀλλ' οἴκτειρον ὡς συμπαθής, βοηθείας νῦν χεῖρα ὀρέγων μοι.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παλάτιον ὑψηλοῦ Βασιλέως, καὶ πυρίμορφος γεγένησαι θρόνος, τῶν Χερουβεὶμ ἀνωτέρα Παρθένε, καὶ Σεραφεὶμ ὑπὲρ νοῦν χρηματίσασα, ἐντεῦθέν σε πᾶσα πνοή, ὡς Μητέρα δοξάζει τοῦ κτίσαντος.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νύξ με συνέχει ἀμελείας, καὶ καλύπτει με ὁμίχλη ἁμαρτίας, φῶς τοῦ κόσμου σοφοί, Ἀπόστολοι δειχθέντες, νῦν καταυγάσαι σπεύσατε, τὴν ζοφώδη μου καρδίαν.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἄλλο στερέωμα δειχθέντες, διηγούμενοι Θεοῦ ἡμῶν τὴν δόξαν, ἀδοξίας παθῶν, λυτρώσασθε τοὺς πίστει, τῇ κραταιᾷ προστρέχοντας, θεηγόροι ὑμῶν σκέπῃ.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Πύρινοι ἄνθρακες ὀφθέντες, ἀναπτόμενοι πυρὶ τοῦ Παρακλήτου, πᾶσαν ὕλην ἡμῶν, συμφλέξατε κακίας, καὶ τοῦ πυρὸς λυτρώσασθε, τοῦ ἀσβέστου εἰς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὄρος προβλέπει Δανιήλ σε, ἀχειρότμητος ἐξ οὗ ἐτμήθη λίθος· τὴν λιθώδη διό, κατάνυξον ψυχήν μου, πεπωρωμένην Δέσποινα, ταῖς πικραῖς φιληδονίαις.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔβλυσας ῥεῖθρα διδαγμάτων, τῶν αἱρέσεων ξηραίνων τοὺς χειμάρρους, καὶ πιστῶν τὰς ψυχάς, πλουσίως καταρδεύων, ἱερουργὲ Νικόλαε· διὰ τοῦτό σε τιμῶμεν.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἴσχυσας σθένει τῆς Τριάδος, δυναμούμενος τὰ ξόανα τῆς πλάνης, ἀφανίσαι· διό, πιστῶς σε λιτανεύω, τὰ τοῦ νοός μου εἴδωλα, ἐμπαθῆ μείωσον Πάτερ.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μύρων ὁσίως προεδρεύων, μετὰ θάνατον πηγάζεις θεῖα μύρα, τὰ δυσώδη ἡμῶν, Νικόλαε παμμάκαρ, ἀποσοβῶν νοσήματα, τῶν πιστῶς σοι προσιόντων.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἔστησας ῥύμην τοῦ θανάτου, τὸν ἀθάνατον Θεὸν ἀποτεκοῦσα, ὃν δυσώπει Ἁγνή, τὰ πάθη θανατῶσαι, τοῦ ταπεινοῦ μου σώματος, καὶ ζωῆς με ἀξιῶσαι.
ᾨδὴ η'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν, ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σαλευομένην πάθεσι, τὴν ψυχήν μου στηρίξατε, οἱ τῆς Ἐκκλησίας, ἀρραγεῖς θεμέλιοι, οἱ στῦλοι οἱ ἄσειστοι, τὰ τῶν πιστῶν προπύργια, οἱ σαγηνευταὶ τῶν ἐν βυθῷ ἀπωλείας, οἱ εὔδιοι λιμένες, οἱ ἀεὶ μελῳδοῦντες· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τὸν ἐν μνημείῳ κείμενον, σκοτεινῆς ἀπογνώσεως, καὶ ἐν κατωτάτῳ, ἡδονῶν συμπτώσεως, ὑμῶν παρακλήσεσιν, ἀναγαγεῖν σπλαγχνίσθητε, τὴν τοῦ Διδασκάλου εὐσπλαγχνίαν πλουτῆσαι, σαφῶς ἀξιωθέντες, Μαθηταὶ τοῦ Σωτῆρος, Ἀπόστολοι θεόπται, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὅτι φαιδρὰ ἐν κάλλεσιν, ἀρετῶν ὤφθης Πάναγνε, τὴν καλλοποιόν, τοῦ πλαστουργοῦ εὐπρέπειαν, ἐν μήτρᾳ ἐχώρησας, ὃν ἐκτενῶς ἱκέτευε, τὴν ἐν ἁμαρτίαις, τῶν παθῶν συσχεθεῖσαν, ψυχήν μου καὶ τὸ κάλλος, τὸ ἀρχαῖον ζητοῦσαν, ἁγνὴ εὐπρεπεστάτως, λαμπρῦναι εἰς αἰῶνας.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Ὁ Εἱρμὸς
Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λελαμπρυσμένος θεόφρον, ὦ Ἱεράρχα, ταῖς φωτοβόλοις ἀκτῖσι, τῆς τρισηλίου Θεότητος· Εὐλογεῖτε τὰ ἔργα, ἐβόας, τὸν Κύριον.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ στρατηλάτας ῥυσάμενος τοῦ θανάτου, ἐπιστασίᾳ φρικώδει σου, Ἱερομύστα Νικόλαε, πάσης θανατηφόρου, βλάβης ἡμᾶς λύτρωσαι.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σαλευομένους δαιμόνων ταῖς ἐπηρείαις, καὶ ἀδικούντων ἀνθρώπων, ταῖς προσευχαῖς σου ἡμᾶς στήριξον, ἀβλαβεῖς διασῴζων, πρεσβείαις σου Ἅγιε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱκετηρίαν προσάγαγε τῷ Κυρίῳ, κατοικτειρῆσαι καὶ σῶσαι, τοὺς ἐπὶ σοὶ καταφεύγοντας, Παναγία Παρθένε, ἀνθρώπων βοήθεια.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι, μεγαλύνουσι.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Λεόντων ψυχοφθόρων σθένει Θεοῦ, οἱ συνθλάσαντες μύλας Ἀπόστολοι, ὑπὸ Χριστοῦ, ἄρχοντες κατέστητε, ψαλμικῶς, ἐπὶ τῆς γῆς τῷ Πνεύματι, ταύτην ὑποτάττοντες εὐσεβῶς· διό μου τὰς ἀτάκτους, κινήσεις τῆς καρδίας, νόμῳ τῷ θείῳ ὑποτάξατε.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡραῖον παρὰ πάντας υἱοὺς βροτῶν, τὸν ὀφθέντα ἐν κόσμῳ κηρύξαντες, Λόγον Θεοῦ, πόδας ὡραιώθητε ἀγαθούς, ὡς εὐαγγελιζόμενοι, Πάνσοφοι εἰρήνην τε καὶ ζωήν· διὸ ταραττομένην, πάθεσι τὴν ψυχήν μου, ὑμῶν πρεσβείαις εἰρηνεύσατε.
Στίχ. Ἅγιοι Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νεκρώσαντες τὰ μέλη τὰ ἐπὶ γῆς, τὴν ζωὴν ὁλικῶς ἀνεδύσασθε, διὰ παθῶν, πάθος εἰκονίσαντες τὸ σεπτόν· διὸ θανατωθέντα με, βέλει τῆς κακίας τοῦ πονηροῦ, ζωώσατε φαρμάκοις, γνησίας μετανοίας, θεομακάριστοι Ἀπόστολοι.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νοσοῦσαν τὴν ψυχήν μου πάθει δεινῷ, ἡ Τεκοῦσα Θεὸν ὑπεράγαθον, ὡς συμπαθής, ἴασαι καὶ λύτρωσαι τῶν ἀεί, κολαφιζόντων Ἄχραντε, καὶ ἐπεμβαινόντων μοι δυσμενῶν, σῳζόμενός σε ὅπως, προθύμως μεγαλύνω, τὴν μεγαλύνασαν τὸ γένος ἡμῶν.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς ῥύστης τῶν ἐν θλίψει, σὲ λιτανευόντων, ῥῦσαί με πάσης κακίας Νικόλαε, τῶν ὀρωμένων Παμμάκαρ, καὶ ἀοράτων ἐχθρῶν.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Συνὼν ταῖς οὐρανίαις, νῦν χοροστασίαις, παναγιώτατε Πάτερ Νικόλαε, τὸν Ἀγαθὸν ἐκδυσώπει, τοῦ ἐλεῆσαι ἡμᾶς.
Στίχ. Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡ κρίσις ἐπὶ θύραις, πρόσεχε ψυχή μου, καὶ τῷ Κριτῇ καὶ Θεῷ ἀναβόησον· ταῖς Νικολάου πρεσβείαις, Κύριε σῶσόν με.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φωτὸς οὖσα δοχεῖον, φώτισον Παρθένε, τὴν σκοτισθεῖσαν ψυχήν μου, τοῖς πάθεσιν, ὅπως ἐν πίστει καὶ πόθῳ, ἀεὶ δοξάζω σε.
Ἀπόστιχα τῶν Αἴνων, Ἀποστολικὰ
Κύριε, εἰ καὶ κριτηρίῳ ΤΟ ΑΚΟΥΤΕ
Κύριε, σὲ εἰλικρινῶς ἐπὶ τῆς γῆς, οἱ Ἀπόστολοι ποθήσαντες, σκύβαλα ἡγήσαντο πάντα, ἵνα σε μόνον κερδήσωσι, καὶ ὑπὲρ σοῦ αἰκισμοῖς, τὰ σώματα παρέδωκαν· διὰ τοῦτο δοξασθέντες, πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. α'. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Κύριε, σὺ τῶν Ἀποστόλων τὴν μνήμην, ἐπὶ τῆς γῆς ἐμεγάλυνας· πάντες γὰρ ὁμοῦ συνελθόντες, ἐν αὐτῇ δοξολογοῦμέν σε, ὅτι παρέχεις ἡμῖν, δι' αὐτῶν τὰ ἰάματα, καὶ τῷ κόσμῳ τὴν εἰρήνην, εὐχαῖς αὐτῶν καὶ τὸ μέγα ἔλεος.
Μαρτυρικὸν
Στίχ. β'. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Τὸν θώρακα τῆς πίστεως, ἐνδυσάμενοι καλῶς, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, καθοπλίσαντες ἑαυτούς, Στρατιῶται εὐσθενεῖς ἀνεδείχθητε, τοῖς τυράννοις ἀνδρείως ἀντικατέστητε, καὶ διαβόλου τὴν πλάνην κατηδαφίσατε, νικηταὶ γενόμενοι, τῶν στεφάνων ἠξιώθητε, πρεσβεύσατε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Μνήσθητι ἡμῶν, Χριστὲ Σωτὴρ τοῦ κόσμου, ὥσπερ τοῦ Λῃστοῦ, ἐμνήσθης ἐπὶ ξύλου, καὶ καταξίωσον πάντας μόνε Οἰκτίρμον, τῆς οὐρανίου Βασιλείας σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Σάλπιγγες Χριστοῦ, Ἀπόστολοι δειχθέντες, τοὺς ἐν τοῖς μνημείοις τῆς κακοπιστίας, ἀνακειμένους ἠγείρατε, καὶ ἐνθέου, ζωῆς μετόχους ἀπειργάσασθε.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Σπείραντες Χριστοῦ, τὸν Λόγον θεηγόροι, πάντων τῶν ἐθνῶν, καρδίας τὰς ἀκάρπους, καρποφορούσας εἰργάσασθε θείαν γνῶσιν· ὅθεν ἀξίως μακαρίζεσθε.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Πάσης ἑαυτούς, γυμνώσαντες κακίας, μέσον τῶν δεινῶν, ἐχώρησαν γενναίως, καὶ οὐρανόθεν ἱμάτιον σωτηρίου, οἱ Ἀθληταὶ περιεβάλοντο.
Δόξα...
Νέκρωσον σεπτή, Τριὰς ἡ παναγία, πάθη τὰ δεινά, ψυχῆς μου τῆς ἀθλίας, ταῖς ἱκεσίαις τῶν θείων σου Ἀποστόλων, ἵνα δοξάζω σε σῳζόμενος.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε ἡ λαβίς, τοῦ ἄνθρακος τοῦ θείου, χαῖρε Προφητῶν, σφραγὶς καὶ Ἀποστόλων, τὸ περιήχημα Ἄχραντε Θεοτόκε, δι' ἧς φθορᾶς ἠλευθερώθημεν.