ΤΡΙΤΗ ΒΑΡΥΣ ΗΧΟΣ
Στιχηρα Προσόμοια Δεσποτικὰ
Ἦχος βαρὺς
Σήμερον γρηγορεῖ ὁ Ἰούδας ΤΟ ΑΚΟΥΤΕ
Στίχ. α'. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Δέσποτα καὶ Θεὲ πανοικτίρμον, οἷς ἐπίστασαι κρίμασι, δός μοι ἐν καρδίᾳ, τὸν σὸν φόβον ἔχειν, δός μοι τὸ φιλεῖν σε, ἐξ ὅλης ψυχῆς μου, δός μοι τὸ μυσάττεσθαι, τὰς πράξεις τοῦ ἀλάστορος, καὶ ποιεῖν τὸ θέλημα, τὸ σὸν τὸ σωτήριον· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ὁ εἰπών· Αἰτεῖτε καὶ λαμβάνετε.
Στίχ. β'. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Γέγονα τῶν δαιμόνων μὲν γέλως, τῶν ἀνθρώπων δὲ ὄνειδος, τῶν Δικαίων θρῆνος, τῶν Ἀγγέλων πένθος, μολυσμὸς ἀέρος, καὶ γῆς καὶ ὑδάτων· σῶμα γὰρ ἐμίανα, ψυχήν καὶ νοῦν ἐσπίλωσα, παραλόγοις πράξεσι, Θεῷ ἐχθρὸς πέφυκα, οἴμοι! Κύριε, ἥμαρτόν σοι, ἥμαρτον συγχώρησον.
Στίχ. γ'. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆςπρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Δέομαι ἐπ' ἐμοὶ τῷ ἀκάρπῳ, μακροθύμησον Δέσποτα, καὶ μή με ἐκκόψῃς, ὡς ἄκαρπον δένδρον, τομῇ τοῦ θανάτου, εἰς πῦρ ἀποπέμπων, ἀλλὰ καρποφόρον με, ποιῆσαι παρακλήθητι, καιρὸν μετανοίας μοι, διδοὺς ὡς φιλάνθρωπος, ὅπως ἀπονίψω μου, τὰς πολλὰς Σωτήρ μου ἁμαρτίας Χριστέ.
Ἔτερα τοῦ Προδρόμου
Καταφρονήσαντες ΤΟ ΑΚΟΥΤΕ
Στίχ. δ'. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Νυμφοστολήσας τοῖς λόγοις, ἱερῶς τὴν Ἐκκλησίαν Χριστοῦ, προσηγάγου Σοφὲ ὡς νύμφην, πανάμωμον, καὶ ὑπήκοον ταύτην, τῷ Δεσπότῃ παρέστησας, ἀλλ' ὡς ἔχων νῦν δυναστείαν, αὐτῆς ὑπεράσπισον, καὶ ὑπέρμαχος φάνηθι, ἀπὸ πάσης κακίας, τοῦ διαβόλου Παμμάκαρ λυτρούμενος.
Στίχ. ε'. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Φῶς νοερὸν ἐπιλάμψας, τῇ ταπεινῇ ψυχῇ μου Πρόδρομε, ἐναποδίωξον αὐτῆς, ὁμίχλην τὴν ἅπασαν, ἡδονῶν ψυχοφθόρων, καὶ παθῶν τῶν τοῦ σώματος, καὶ ὡς ἔχων νῦν δυναστείαν, κᾀμοῦ ὑπεράσπισον, καὶ προστάτης μοι φάνηθι, ἀπὸ πάσης ἀνάγκης, καὶ περιστάσεως δεινῆς λυτρούμενος.
Στίχ. ς'. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ὦ Προφητῶν ἡ ἀκρότης, καὶ σφραγὶς τοῦ νόμου τοῦ τυπικοῦ, ὦ τῶν ἁπάντων γηγενῶν, μείζων ἁγιότης, ὦ Χριστοῦ παρουσίας, θεῖος Κήρυξ καὶ Πρόδρομος, ὦ Διδάσκαλε μετανοίας, ὦ ἁγνείας ἄγαλμα, τοὺς σοὺς δούλους περίσῳζε, ἀπὸ πάσης ἀνάγκης, καὶ περιστάσεως, ἡμᾶς λυτρούμενος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε Ἁγνή, τὸ σεπτὸν κειμήλιον παρθενίας. Χαῖρε σεμνή, ἐνδιαίτημα θεῖον. Χαῖρε Παρθένε, τῶν πιστῶν σωτηρία. Χαῖρε Δέσποινα, Νύμφη ἀνύμφευτε.
Ἀπόστιχα Κατανυκτικὰ
Ὡς ὁ Ἄσωτος υἱός, ἦλθον κᾀγὼ Οἰκτίρμον, δέξαι με προσπίπτοντα, ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεός, καὶ ἐλέησόν με.
Στίχ. Α'. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ὡς ὁ περιπεσὼν εἰς τοὺς λῃστάς, καὶ τετραυματισμένος, οὕτω κᾀγὼ περιέπεσα, ἐξ ἐμῶν ἁμαρτιῶν, καὶ τετραυματισμένη ὑπάρχει μου ἡ ψυχή, πρὸς τίνα καταφύγω τοῦ θεραπευθῆναι, εἰ μὴ πρὸς Σὲ τὸν εὔσπλαγχνόν,τῶν ψυχῶν τὸν ἰατρόν; Ἐπίχεε ἐπ' ἐμὲ ὁ Θεός, τὸ μέγα σου ἔλεος.
Μαρτυρικὸν
Στίχ. Β'. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες, καὶ στεφανωθέντες, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Εἰρήνευσον πρεσβείαις τῆς Θεοτόκου, τὴν ζωὴν ἡμῶν, τῶν βοώντων σοι∙ Ἐλεῆμον Κύριε δόξα σοι.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος βαρὺς
Ἔχουσα ψυχή μου, τὸ ἰατρεῖον τῆς μετανοίας, πρόσελθε προσπίπτουσα, ἐν στεναγμοῖς κραυγάζουσα, τῷ Ἰατρῷ ψυχῶν τε καὶ σωμάτων· Ἐλευθέρωσόν με φιλάνθρωπε, ἐκ τῶν ἐμῶν πλημμελημάτων, συναρίθμησόν με τῇ Πόρνῃ, καὶ τῷ Λῃστῇ καὶ τῷ Τελώνῃ, καὶ δώρησαί μοι ὁ Θεός, τῶν ἀνομιῶν μου τὴν συγχώρησιν, καὶ σῶσόν με.
Τὸ πέλαγος τοῦ βίου, χειμάζει με Κύριε, τὰ κύματα τῶν ἀνομιῶν μου, βυθίζουσί με Δέσποτα, ἀλλ' ἔκτεινόν σου τὴν χεῖρα, καὶ σῶσόν με, ὡς τὸν Πέτρον φιλάνθρωπε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Προστασία θερμή, καὶ ἀντίληψις Χριστιανῶν, ὑπάρχεις Θεοτόκε ἀνύμφευτε∙ διὸ σὺν τῷ Προδρόμῳ, τὸν Υἱόν σου δυσώπησον, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Τοῦ Τελώνου τὴν μετάνοιαν οὐκ ἐζήλωσα, καὶ τῆς Πόρνης τὰ δάκρυα οὐ κέκτημαι∙ ἀπορῶ γὰρ ἐκ πωρώσεως, τῆς τοιαύτης διορθώσεως∙ ἀλλὰ τῇ σῇ εὐσπλαγχνίᾳ ὁ Θεός, σῶσόν με ὡς φιλάνθρωπος.
Ὁ τοῦ Πέτρου τὴν ἄρνησιν, τοῖς δάκρυσι καθαρίσας, καὶ τοῦ Τελώνου τὰ πταίσματα, τῷ στεναγμῷ συγχωρήσας, φιλάνθρωπε Κύριε ἐλέησόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Κύριε, ἡμεῖς ἐσμὲν λαός σου, καὶ πρόβατα νομῆς σου, πλανηθέντας ὡς ποιμήν, ἐπίστρεψον ἡμᾶς, σκορπισθέντας τῇ φθορᾷ, συνάγαγε ἡμᾶς, ἐλέησον τὴν ποίμνην σου Φιλάνθρωπε, σπλαγχνίσθητι ἐπὶ τὸν λαόν σου, πρεσβείαις τῆς Θεοτόκου, μόνε ἀναμάρτητε.
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, ἐλέους σου ὑσσώπῳ, σπλαγχνισθεὶς ὡς ἀγαθός, ἀπόπλυνον Σωτήρ, καὶ καθαρίσας μολυσμοῦ, τῆς ἰλύος τῶν παθῶν, ἐλέησόν με Δέσποτα, διάσωσον τὸ πλάσμα σου, πρεσβείαις τοῦ σοῦ Προδρόμου, μόνε Πολυέλεε.
Μαρτυρικὸν
Οἱ Ἅγιοί σου Κύριε, ἐπὶ τῆς γῆς ἀγωνισάμενοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν∙ διὸ καὶ τοὺς στεφάνους, παρὰ σοῦ ἐκομίσαντο, τοῦ φιλανθρώπου Δεσπότου, καὶ ἐλεήμονος Θεοῦ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὡς ἔχουσα τὸ συμπαθές, εἰς τὴν ταπείνωσιν ἡμῶν, καὶ σκέπουσα τοὺς ἐπὶ γῆς, εἰς ἀπερίστατον λαόν, σπλαγχνίσθητι εὐλογημένη Θεοτόκε, ἐπίμεινον πρεσβεύουσα, μὴ ἀπολώμεθα δεινῶς, ἱκέτευε ὡς ἄχραντος, τὸν εὐδιάλλακτον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν, Παναγία Παρθένε.
Κανὼν Κατανυκτικός. Ποίημα Ἰωσὴφ
ᾨδὴ α' Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ, καὶ ἀναβάτας τριστάτας βυθίσαντι, ᾄσωμεν αὐτῷ, ὡς λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Καθ' ἑκάστην ἁμαρτάνω, καὶ οὐ φρίττω σε Χριστέ, μακροθυμίᾳ ζητοῦντά μου τὴν μετάνοιαν, δός μοι λογισμὸν ἐπιστροφῆς ὡς Ἀγαθός, καὶ μὴ παρίδῃς με.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἁμαρτίαις ἁμαρτίας, προστιθέμενος Χριστέ, διαλιμπάνω οὐδόλως ὁ τάλας ἐγώ, μόνε Ἀγαθὲ καὶ ἀναμάρτητε Σωτήρ, οἴκτειρον σῶσόν με.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Θαρσαλέως οἱ γενναῖοι, ἐπεφώνουν Ἀθληταί. Ἰδοὺ τὸ στάδιον πλῆρες ἀγώνων, δράμωμεν, κάθηται Χριστός, ἀγωνοθέτης στεφανῶν, τοὺς νικητὰς τοῦ ἐχθροῦ.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀπεκδύσασθε τὸ σῶμα, πολυτρόποις αἰκισμοῖς, καὶ ἀφθαρσίας χιτῶνα περιεβάλεσθε, Μάρτυρες σοφοί, καὶ τοῦ Πατρὸς τῶν οἰκτιρμῶν, υἱοὶ γεγόνατε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸν πολλαῖς κεκακωμένον, ἁμαρτίαις τὴν ψυχήν, Θεογεννῆτορ Παρθένε θεράπευσον, ὅπως ἐν φωναῖς, εὐχαριστίας ἐκτενῶς, ἀεὶ δοξάζω σε.
Κανὼν τοῦ Προδρόμου, οὗ ἡ Ἀκροστιχὶς
Καὶ τήν δε, Κλεινέ, τὴν μελῳδίαν δέχου Ἰωσὴφ
Ὁ Εἱρμὸς
Νεύσει σου πρὸς γεώδη ΤΟ ΑΚΟΥΤΕ
Κόσμος τῆς Ἐκκλησίας, ὡραϊσμένος ἐδείχθης, μακάριε Πρόδρομε, ἣν πάντοτε πρεσβείαις σου, σῷζε πάσης καταδίκης, τῶν αἱρετιζόντων, ἑδραίαν ἀκλόνητον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἄμωμον ἱερεῖον, τῷ ποιητῇ προσηνέχθης, τυθεὶς θεῖε Πρόδρομε, ὥσπερ ἀρνίον ἄκακον ∙ ὅθεν πίστει δυσωπῶ σε, πάσης με κακίας, ἐχθρῶν ἀπολύτρωσαι.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἴασαι τῶν σωμάτων, καὶ τῶν ψυχῶν ἡμῶν νόσους, ἀοίδιμε Πρόδρομε, ἐκδυσωπῶν ἑκάστοτε, Λόγον τὸν πάντων τὰς νόσους, καὶ τὰς μαλακίας, εὐσπλάγχνως ἀράμενον.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τέτοκας Παναγία, τὸν ἀπερίληπτον Λόγον, σαρκὶ καθ' ὑπόστασιν, ἡμῖν προσομιλήσαντα, τοῦτον πάντοτε δυσώπει, σῶσαι τοὺς πιστῶς σε, ἀεὶ μακαρίζοντας.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ οὐρανοὺς τῷ λόγῳ στερεώσας, καὶ τὸ τῆς γῆς θεμέλιον ἑδράσας, ἐπὶ ὑδάτων πολλῶν, στερέωσόν μου τὸν νοῦν, εἰς τὸ θέλημά σου, μόνε Φιλάνθρωπε.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὁ παρορῶν ἀνθρώπων ἁμαρτίας, διὰ πολλὴν Χριστὲ φιλανθρωπίαν, πάριδε μόνε Σωτήρ, τὰ πλήθη μου τῶν κακῶν, ἵνα δοξάζω σε, τὸν Ὑπεράγαθον.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἵνα σαρκὸς τὸ θέλημα ποιήσω, τὰ σὰ Χριστέ, θελήματα παρεῖδον, ὁ ἀσυνείδητος, καὶ δέδοικα τῆς φλογός, τὴν τιμωρίαν Λόγε, ἀφ' ἧς με λύτρωσαι.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σωματικοῖς προσομιλοῦντες πόνοις, οἱ Ἀθληταὶ τὴν ἄπονον ἐσκόπουν, ζωὴν καὶ ἄνεσιν, ἧς ἔτυχον ἐν χαρᾷ, τῶν ἀνθρώπων πόνους ἀεὶ κουφίζοντες.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μαρμαρυγαῖς τῶν ἄθλων θεοφόροι, πλάνης δεινῆς ἐλύσατε τὴν νύκτα, καὶ πρὸς ἀνέσπερον φῶς, μετέβητε τῶν ἡμῶν, ὀδυνῶν τὸ σκότος ἀεὶ ἐξαίροντες.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πύλην Θεοῦ προεῖδεν ὁ Προφήτης, δι' ἧς αὐτὸς διῆλθε καθὼς οἶδε, Παρθένε ἄχραντε∙ διό σε ἐκδυσωπῶ, μετανοίας πύλας αὐτή μοι ἄνοιξον.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ κατ' ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡλιοβόλοις ἀστραπαῖς, πᾶσαν φωτίζεις τὴν κτίσιν∙ τοῦ Ἡλίου γὰρ τοῦ νοητοῦ, ἀστὴρ φωτεινὸς ἐδείχθης Πρόδρομε, ὃν ἐκδυσώπει ἐκτενῶς, παθῶν τὸ σκότος διῶξαι, ἐκ τῶν πανωδύνων καρδιῶν ἡμῶν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νόμου καὶ χάριτος ἑστώς, ἐν μέσῳ θεῖε Προφήτα, παρεδήλους πᾶσιν ἐμφανῶς, τὴν παύλαν τοῦ μέν, τῆς δὲ τὴν ἔλλαμψιν, γενησομένην καθαρῶς, ἀνακαινίσει τελείᾳ, τῶν παλαιωθέντων ἁμαρτήμασι.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δαιμονικῆς ἐπιφορᾶς, ἐκ τῶν σκανδάλων τοῦ βίου, ἀπὸ πάσης θλίψεως ἡμᾶς, Χριστοῦ Βαπτιστά, βοῶμεν, λύτρωσαι, ἐκδυσωπῶν τὸν Ἀγαθόν, καὶ ἐν ἡμέρᾳ τῆς δίκης, τῶν κολαστηρίων ἀπολύτρωσαι.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐλογημένη ἡ Θεόν, ἀνερμηνεύτως τεκοῦσα, σὺν τῷ θείῳ τούτου Βαπτιστῇ, δυσώπει Ἁγνὴ ἀπαύστως Δέσποινα, ὑπὲρ ἡμῶν τῶν συμφοραῖς, περιπιπτόντων τοῦ βίου, καὶ συνεχομένων ἁμαρτήμασι.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἔνσαρκον παρουσίαν σου Χριστέ, πιστούμενος ὁ Προφήτης, Ἀββακοὺμ ἐκραύγαζε∙ Δόξα τῇ δυνάμει σου Κύριε.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἐξένευσα τῆς ὁδοῦ τῆς πρὸς ζωήν, φερούσης με, καὶ εἰς βόθρον τῶν κακῶν κατέπεσον. Σῶτερ μὴ παρίδῃς με.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Δακρύων μοι ὀχετοὺς Λόγε Θεοῦ, κατάπεμψον, ἵνα πλύνω, τῶν πολλῶν πταισμάτων μου, Δέσποτα τὸν βόρβορον.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀγόμενοι ὡς ἀρνία πρὸς σφαγήν, οἱ Μάρτυρες, τὸν πολέμιον ἐχθρὸν κατέσφαττον, δόξης ἀξιούμενοι.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Κενούμενοι τῶν αἱμάτων οἱ κρουνοί, Πανεύφημοι τοῦ χειμάρρου, τῆς τρυφῆς, ηὐτρέπιζον, πᾶσι τὴν ἀπόλαυσιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σεσάρκωται ἐξ αἱμάτων σου ἁγνῶν, ὁ Κύριος, τὴν μετάνοιαν, βροτοῖς, δωρούμενος, Κόρη μεσιτείαις σου.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα, τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Καταβαλὼν στῖφος δυσμενῶν, καὶ ἀριστεύσας κατ' αὐτῶν λαμπρότατα, ἐν ἐμοὶ τὴν βασιλεύουσαν, ἁμαρτίαν δέομαι, Βαπτιστὰ εὐχαῖς σου κατάβαλε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λύχνος ὀφθεὶς Μάκαρ νοητός, δικαιοσύνης τοῖς βροτοῖς ὑπέδειξας, Ἰησοῦν τὸν μέγαν Ἥλιον, ὑφ' οὗ καταυγάζεσθαι, τὰς καρδίας πάντων ἱκέτευε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐν ἀνομίαις συλληφθεὶς καὶ γεννηθείς, ζῶ ἀμελῶς καὶ δέδοικα, τὰ ἐκεῖθεν κολαστήρια, ἐξ ὧν με ἐξάρπασον, Βαπτιστὰ Θεὸν ἱλεούμενος.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱκετηρίαν ὑπὲρ ἡμῶν, τῶν σὲ τιμώντων τῷ Θεῷ προσάγαγε, ὅπως πάσης ἡμᾶς ῥύσηται, δεινῆς περιστάσεως, καὶ δαιμόνων βλάβης πανόλβιε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νόμου σκιαί σε πολυειδῶς, τὴν τεξαμένην τὸν Θεὸν ἐδήλωσαν, ὃν ἱκέτευε Πανάμωμε, πάσης ἀνομίας με, καὶ παθῶν ῥυσθῆναι τοῦ σώματος.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Διασκεδάσας τὴν νύκτα τῶν παθῶν, λάμψον μοι φῶς νοερόν, ὁ τὸ ἀρχέγονον σκότος, τῆς ἀβύσσου διώξας, καὶ τὸ πρωτόκτιστον φῶς, καταλάμψας τῷ κόσμῳ, Δημιουργὲ τοῦ παντός.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ῥῦσαί με Λόγε δικαίας σου ὀργῆς, ἡνίκα κρίνῃς τὴν γῆν, καὶ τῶν πολλῶν μου πταισμάτων, μετανοίᾳ καθάρας, ναόν με δεῖξον τῆς σῆς, ἀγαθότητος μόνε, Δημιουργὲ τοῦ παντός.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὑπὸ τῆς ἄγαν ἀχλύος τῶν παθῶν, ἀπετυφλώθην τὸν νοῦν, καὶ οὐ γινώσκω τί πράττω, πωρωθεὶς τὴν καρδίαν, ἐπίστρεψόν με Χριστέ, καὶ μετάνοιαν μοι δίδου, καθαρτικήν μολυσμῶν.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Στάδιον πλῆρες ἱδρώτων Ἀθληταί, δραμόντες νεανικῶς, πρὸς τὴν οὐράνιον νύσσαν κατηντήσατε, νίκης, βραβεῖα ζωαρχικῆς, ἐκ χειρὸς δεδεγμένοι∙ ὅθεν ἐπαγάλλεσθε νῦν.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἰσχυροτάταις νευραῖς τῶν ἱερῶν, πόνων ὑμῶν Ἀθληταί, ἀπηγχονίσατε ὄντως, τὸν ἀρχέκακον ὄφιν, καὶ Παραδείσου τρυφῆς, ἠξιώθητε∙ ὅθεν, ἀνευφημοῦμεν ὑμᾶς.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἡ τοῦ Ἡλίου νεφέλη φωτεινή, λάμψον μοι φῶς νοερόν, τῆς ἀληθοῦς μετανοίας, καὶ ἀπέλασον σκότος, τῶν πονηρῶν λογισμῶν, ἵνα πίστει ὑμνῶ σε, ὡς σωτηρίαν πιστῶν.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Κύριε ὁ Θεός μου, ἐκ νυκτὸς ὀρθρίσας, σὲ ἱκετεύω, παράσχου μοι ἄφεσιν, τῶν παραπτωμάτων μου, καὶ πρὸς φῶς τῶν σῶν προσταγμάτων, τὰς ὁδούς μου εὔθυνον δέομαι.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔφυς φωνὴ βοῶντος, ἐν ἐρήμοις Πάνσοφε διανοίαις, Θεοῦ ἐπιγνώσεως ∙ διὸ ἱκετεύω σε, τὴν ψυχήν μου ἐρημωθεῖσαν, πάσῃ παραβάσει καινούργησον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τίμιον τοῦ Δεσπότου, σκεῦος δεδειγμένος Θεοῦ Προφῆτα, ἀτίμων με πράξεων, πρεσβείαις σου λύτρωσαι, καὶ τιμῆς τυχεῖν αἰωνίου, τὸν Ἀγαθοδότην δυσώπησον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἤγγισαν ἀνομίαι, ἐπ' ἐμὲ εἰσόδῳ τῆς ῥαθυμίας, τρόποις μετανοίας με, μακάριε Πρόδρομε, βελτίωσον, ὅπως προθύμως, τὰς ὁδοὺς Κυρίου ἀφίκωμαι.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νέκρωσον τῆς σαρκός μου, τὸ γεῶδες φρόνημα Θεοτόκε, ζωὴν ἡ κυήσασα, θανάτῳ τὸν θάνατον, παντελῶς θείᾳ δυναστείᾳ, Ἄχραντε σεμνὴ ἀφανίσασαν.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Βυθῷ ἁμαρτημάτων, περιπεσὼν Ἀγαθέ, ὡς Ἰωνᾶς ἐκ τοῦ κήτους βοῶ σοι∙ Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, καὶ σῶσόν με φιλάνθρωπε.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Νέος ἄσωτος ὤφθην, αἰσχρῶς βιώσας ἐν γῇ, καὶ ἡδονῶν ὑποκύψας ταῖς ὁρμαῖς, ἐπίστρεψόν με Χριστὲ ὁ Θεός μου, καὶ σῶσον ὡς φιλάνθρωπος.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Στέναξον ὧ ψυχή μου, ἵνα ῥυσθῇς στεναγμῶν, δάκρυσον ὅπως δακρύων ἀπαύστων, μὴ λάβῃς πεῖραν ἐκεῖ ἐν ὀδύνῃ, οὐδὲν ἐχόντων ὄφελος.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὤφθητε ὥσπερ λίθοι, ἐν τῷ στεφάνῳ σαφῶς, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας πηχθέντες, καὶ κόσμος ταύτης τερπνὸς γεγονότες, σεπτοὶ Μεγαλομάρτυρες.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τέλους ἀξιοθέου, ἀξιωθέντες σοφοί, ἀτελευτήτους κληροῦσθε ἀμοιβάς∙ διὸ τὰ τέλη ἡμῶν ἐν μετανοίᾳ, γενέσθαι ἱκετεύσατε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Βυθοῦ με ῥαθυμίας, τῶν ἀμετρήτων παθῶν, ἡ τὸν βυθὸν εὐσπλαγχνίας τεκοῦσα, ἀνάγαγε Ἀγαθὴ καὶ δακρύων, πολλῶν πηγήν μοι δώρησαι.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα ∙ Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, ἡμεῖς δέ σοι βοῶμεν∙ Παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μαρμαρυγαῖς ἀρετῶν σαφῶς ἐξαστράπτων, καὶ φωταυγεῖ μαρτυρίῳ ἐκλάμπων, φωτίζεις πᾶσαν κτίσιν, νοητῆς Ἀνατολῆς Φίλε γνήσιε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐβλάστησας γηραλέας Μάκαρ ἐκ στείρας∙ διὸ βοῶ ἁμαρτίαις πολλαῖς με, γηράσαντα, εὐχαῖς σου, μετανοίας καλλοναῖς ἀνακαίνισον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λύχνε φωτὸς ἀνεσπέρου θεῖε Προφῆτα, τὸν λύχνον μου, τῆς καρδίας σβεσθέντα, ἐπάναψον εὐχαῖς σου, καὶ φωτός με κοινωνὸν θείου ποίησον.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς ὑετὸς ἐν γαστρί σου ὁ Λόγος κατέβη, ὃν αἴτησαι Παναγία Παρθένε, τὰ ῥεύματα ξηράναι, τῶν ἀμέτρων μου κακῶν ἱκετεύω σε.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τοὺς ἐν καμίνῳ Παῖδας οὐκ ἔφλεξεν, οὐδὲ παρηνώχλησε τὸ πῦρ∙ τότε οἱ Τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν, καὶ εὐλόγουν λέγοντες∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Εἰς πάθη ἀτιμίας ἐνέπεσα, κτήνεσι Σῶτερ ὁμοιωθείς, καὶ σκοτισθείς, οὐ θεωρῶ τῆς ἀνοχῆς σου, Λόγε τὸ μακρόθυμον, ἐπιστροφῆς μοι καιρόν, δίδου καὶ σῶσόν με.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ῥαθύμως τὴν ζωήν μου ἐξετέλεσα, πράττων ἃ οὐκ ἔξεστι ποιεῖν, καὶ νῦν ἰδού, ᾅδου λοιπὸν πύλαις ἐγγίζω, μὴ λαμβάνων αἴσθησιν, μή με παρίδῃς Χριστέ, ὁ μόνος ὢν ἀγαθός.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ποθήσαντες ζωὴν τὴν αἰώνιον, κόσμῳ ἐνεκρώθητε σοφοί, καὶ τὸν ἐχθρὸν ἀπονεκρώσαντες τελείως, εἰς οὐρανοὺς ἀνίπτασθε, ὑπὲρ ἡμῶν Ἀθληταί, ἀεὶ πρεσβεύοντες.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Λυθέντες ἀναγκῶν τῶν τοῦ σώματος, ἐλύσατε πλάνης τὰ δεσμά, καὶ τῇ τοῦ Χριστοῦ Ἅγιοι Μάρτυρες, στοργῇ, ψυχὰς συνεδήσατε, τοῦ δεσμευθέντος σαρκί, καὶ λύσαντος τὴν φθοράν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τόμον καινόν σε Προφήτης ἔβλεψεν, ἐν ᾧ Λόγος γέγραπται Πατρός∙ ὅθεν Ἁγνὴ ἐκδυσωπῶ, βίβλῳ με ζώντων γραφῆναι ἱκέτευε, τὸν καινουργὸν τοῦ παντός, ἐκδυσωποῦσα Ἰησοῦν.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Κάμινον Παῖδες, πυρίφλεκτον πάλαι, δροσοβολοῦσαν ὑπέδειξαν, ἕνα Θεὸν ἀνυμνοῦντες καὶ λέγοντες∙ ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δίδου μοι ὄμβρους, δακρύων εὐχαῖς σου, τῆς εὐσπλαγχνίας τὴν ἄβυσσον, ὁ ποταμοῦ προχοαῖς λούσας Πρόδρομε, καὶ ὅλον με κάθαρον, μολυσμοῦ σαρκός τε καὶ πνεύματος.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱκετηρίαν, προσάγαγε μάκαρ, τῷ ἐπὶ πάντων Θεῷ ἡμῶν, ὅπως κᾀμὲ ἐλεήσῃ ὡς εὔσπλαγχνος, πολλὰ ἁμαρτάνοντα, καὶ ἀνάνευσιν νῦν μὴ ἔχοντα.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἄγονε σπεῦσον, ψυχὴ μεταγνῶναι, μὴ ὡς συκῆν σε τὴν ἄκαρπον, ἡ θεία δίκη ἐκτίλῃ προθέλυμνον, τῷ Δεσπότῃ βόησον, ὁ Θεὸς ἱλάσθητι, σῶσόν με.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νενεκρωμένην, ψυχὴν κεκτημένος, ταῖς χαλεπαῖς παραβάσεσι. Σὲ τὴν νεκρώσασαν ᾅδην τῷ τόκῳ σου, ἱκετεύω Δέσποινα. Μετανοίας τρόποις με ζώωσον.
ᾨδὴ η'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὅροι καὶ βουνοὶ καὶ βυθός, καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὑπερβαλλόντως ἐντρυφήσας, ταῖς βλαπτούσαις ἡδοναῖς φρενοβλαβῶς, ὁ ἀσυνείδητος ἐγώ, ὑπερέβην πάντας ἁμαρτωλούς, ὁ ἔχων εὐσπλαγχνίας ὑπερβολήν, παράσχου μοι, ἱλασμὸν τῶν πταισμάτων.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Νῦν ἐπὶ θύραις ὁ Νυμφίος, τὴν λαμπάδα κατακόσμησον ψυχή, ἐλαίῳ ἄρδευσον αὐτήν, συμπαθείας καὶ παντοίων καλῶν, πρὶν ἂν κλεισθῇ, ἡ θύρα, σπεῦσον Χριστῷ συνεισελθεῖν, ἐν χαρᾷ ἀσυγκρίτῳ.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οὐ δειλιῶντες τὰς βασάνους, οἱ γενναῖοι ἀνεβόων Ἀθληταί∙ Ἰδοὺ εὐπρόσδεκτος καιρός, στῶμεν πάντες στερροτάτω νοΐ, κτησώμεθα βραχέσι πόνοις, ζωὴν τὴν ἄπονον, καὶ τρυφὴν τὴν ἀγήρω.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νάμασι θείοις Ἀθλοφόροι, τοῦ Σωτῆρος προσκλυζόμενοι ἀεί, πᾶσαν ἀρδεύετε γῆν, ἐκμιμήσει τῶν ἀγωνων ὑμῶν, καὶ καρποφόρον ταύτην, ταῖς ἀρεταῖς ἐργάζεσθε, ἐν Χριστῷ εἰς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεοτόκε οὖσα βεβαία, προστασία καὶ ἐλπὶς Χριστιανῶν, ἐν τῇ ἡμέρᾳ τῇ φρικτῇ, πρόστηθί μοι ἑπταικότι πολλά, καὶ ῥῦσαι τῆς γεέννης τῆς φοβερᾶς, προβάτοις με, δεξιοῖς ἀριθμήσασα.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δεσμῶν λυθῆναί με, τῶν πολλῶν μου πταισμάτων, τὸν δεσμευθέντα, καὶ δεσμώταις τὴν λύσιν, βραβεύσαντα, ἱκετεύων Προφῆτα, τὸν μόνον Λυτρωτήν, μὴ παύσῃ εἰς αἰῶνας, ἀεί σε εὐφημοῦντα.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐπλήγην Πρόδρομε, ἡδονῆς τῇ ῥομφαίᾳ καὶ ἐν ὀδύνῃ σοι καρδίας κραυγάζω∙ Ἰάτρευσον τῆς ψυχῆς μου τὸ ἄλγος, Χριστὸν ἐκδυσωπῶν, τὸν μόνον ἰατῆρα, ψυχῶν τε καὶ σωμάτων.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Χειρί σου Πρόδρομε, ὃν ἐβάπτισας Λόγον, μὴ διαλίπῃς ἱκετεύειν ἀπαύστως, ῥυσθῆναί με ἐκ χειρὸς ἁμαρτίας, τὸν πταίσαντα πολλά, καὶ τεταπεινωμένον, καὶ κατακεκριμένον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅτι κατώρυξα, εἰς τὴν γῆν ἀγνωμόνως, τάλαντον, ὅπερ ἐκ Θεοῦ ἐπιστεύθην, ἐκδέχομαι τὴν πικρὰν τιμωρίαν, ἐξ ἧς με Βαπτιστά, ἐξάρπασον εὐχαῖς σου, πιστῶς ἐκδυσωπῶ σε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὑπῆρξας ἄφλεκτος, δεξαμένη ἐν σπλάγχνοις, τὸ πῦρ τὸ ἄστεκτον, ὦ Παρθένε∙ διό με, ἐξάρπασον τοῦ πυρὸς τοῦ ἀσβέστου, δροσίζουσά με νῦν, γνησίας μετανοίας, περικαλλέσι
τρόποις.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀσπόρου τόκου σύλληψιν, τίς ἑρμηνεύσει βροτῶν; ἀφθόρου τόκου γέννησιν, τίς μὴ θαυμάσει γηγενῶν; διό σε αἱ φυλαὶ τῆς γῆς, Θεοτόκε μεγαλύνομεν.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἵνα κληρονομήσωμεν, τὰ μέλλοντα ἀγαθά, πενθήσωμεν, στενάξωμεν, παρακαλέσωμεν Χριστόν, ἐν ὅσῳ καιρὸν ἔχομεν πιστοί, μετανοίας καὶ δεήσεως.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὡς Χαναναία κράζω σοι∙ Ἐλέησόν με Χριστέ, ὡς πάλαι τὴν συγκύπτουσαν, ἀνόρθωσόν με Ἰησοῦ, καὶ σῶσόν με Σωτήρ μου τὸν πολλαῖς, ἁμαρτίαις βυθιζόμενον.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Στενούμενοι ἐν θλίψεσι, καὶ φυλακαῖς καὶ ποιναῖς, οἱ Ἀθλοφόροι Μάρτυρες, πρὸς πλατυσμὸν ἀναψυχῆς, μετῆλθον ἐκ στενώσεως ἡμᾶς, ἐγκλημάτων ἐκλυτρούμενοι.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἡ γῆ μὲν κατεκάλυψεν, ὑμῶν τὰ σώματα, οὐρανὸς δὲ Ἅγιοι, φέρει τὰ πνεύματα ἀεί, τῷ θρόνῳ παρεστῶτα τῆς δόξης, μετ' Ἀγγέλων ἀγαλλόμενα.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φορέσας με ὁ Κύριος, ἐκ σοῦ προῆλθεν Ἁγνή∙ αὐτὸν οὖν ἐκδυσώπησον, στολῇ φαιδρῦναί με φωτός, Παρθένε ἐκδυθέντα τῶν παθῶν, νῦν τὸν σάκκον τὸν βαρύτατον.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου, Πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱερωτάτης Προφῆτα, ῥίζης ἐβλάστησας, καὶ τῆς κακίας τὰς ῥίζας, πάσας ἀνέσπασας, καὶ συμπνιγόμενον, καὶ κατηχρειωμένον, ἐπίσκεψαί με Μάκαρ, καὶ θείας μετανοίας, ἐκβλαστάνειν καρποὺς εὐόδωσον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡραιοτάτην τρυγόνα, καὶ ἀηδόνα σε, ἡ Ἐκκλησία γνωρίζει, μέγιστε Πρόδρομε∙ τῆς μετανοίας γάρ, ἐβόησας τὸ μέλος, ψυχαῖς ἐρημωθείσαις, καὶ κακοῖς χερσωθείσαις∙ ὅθεν πίστει σε μακαρίζομεν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὺ τὰς ὁδοὺς τὰς φερούσας, πᾶσιν ὑπέδειξας, πρὸς σωτηρίους εἰσόδους, ἅγιε Πρόδρομε∙ αἷς βηματίζειν με, εὐόδωσον τὸν πάσαις, τοῦ βίου ἀνοδίαις πλανώμενον ἀπάτῃ, τοῦ κακίαν δημιουργήσαντος.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡ φοβερὰ ἐπὶ θύραις, ἡμέρα ἤγγικε, καὶ κατακρίσεως ἔργα, ἔχων ὀδύρομαι, εὔσπλαγχνε Κύριε, ὁ μόνος ἐλεήμων, εὐχαῖς τοῦ σοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, ἀκατάκριτον τότε δεῖξόν με.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φῶς ἡ τεκοῦσα, τὸ θεῖον θεοχαρίτωτε, τὴν σκοτισθεῖσαν ψυχήν μου ταῖς παραβάσεσι, φώτισον δέομαι, καὶ σκότους αἰωνίου, ἐλεύθερόν με, δεῖξον, ὅπως Σὲ μεγαλύνω, καὶ δοξάζω ἀειμακάριστε.
Ἀπόστιχα τῶν Αἴνων Κατανυκτικὰ
Ὡς τὴν συκῆν τὴν ἄκαρπον, μὴ ἐκκόψῃς με Σωτὴρ τὸν ἁμαρτωλόν, ἀλλ' ἐπὶ πολλῷ τῷ ἔτει, κατάνυξίν μοι δώρησαι, ἀρδεύων μου τὴν ψυχήν, τοῖς δάκρυσι τῆς μετανοίας, ἵνα κᾀγώ, καρπὸν προσενέγκω σοι ἐλεημοσύνης.
Στίχ. α'. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ᾿ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Ὡς Ἥλιος ὑπάρχων δικαιοσύνης, φωταγώγησον τὰς καρδίας, τῶν σοὶ βοώντων, Κύριε δόξα σοι.
Μαρτυρικὸν
Στίχ. β'. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Ἐν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι ἀνεβόων οἱ Ἀθλοφόροι, Κύριε δόξα σοι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σήμερον γρηγορεῖ ὁ Ἰούδας ΤΟ ΑΚΟΥΤΕ
Εὕρατο ἐκ γαστρὸς στειρευούσης, θεολογεῖν τὸν ἐν σπλάγχνοις σου, Θεὸν Λόγον Κόρη, φωνὴ ἡ τοῦ Λόγου ἐν τοῖς ἀσπασμοῖς σου, τὴν χάριν εὑροῦσα∙ ὅθεν Θεοτόκον σε, μητρὸς τῇ γλώσσῃ ἔκραζε, δι' αὐτῆς ὑστέρημα, πληροῦσα τῆς φύσεως, καὶ ὀργάνων στέρησιν, δι' ὧν διαρθροῦνται τὰ νοήματα.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ὡραῖος ἦν, καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός, Χριστός ἐστι τὸ ξύλον τῆς ζωῆς, ἐξ οὗ φαγὼν οὐ θνῄσκω, ἀλλὰ βοῶ σὺν τῷ Λῃστῇ· Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Τὰ τραύματα, τῆς ἐμῆς καρδίας, τὰ ἀνίατα Κύριε, ἰάτρευσον ὡς μόνος ἰατρός, ψυχῶν τε καὶ σωμάτων, καὶ βηματίζειν με ὀρθῶς, πάντοτε εὐόδωσον, τὰς σωτηριώδεις ὁδούς.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Ὁ προδραμὼν τῆς δικαιοσύνης, τοῦ Ἡλίου Χριστοῦ Βαπτιστά, τὸν λύχνον τῆς ψυχῆς μου τὸν τῇ πολλῇ, κακίᾳ ἐσβεσμένον, ἄναψον θείαις προσευχαῖς, ὅπως μακαρίζω σε, πάντοτε σῳζόμενος.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Ἀθλήσαντες καὶ στεφανωθέντες, τὸν ἐχθρὸν κατῃσχύνατε, καὶ νῦν περιπολεῖτε τοὺς οὐρανούς, φωτὸς ἀδιαδόχου, ἀποπληρούμενοι σοφοί, Μάρτυρες πρεσβεύοντες, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Δόξα...
Ἰάτρευσον τῆς ψυχῆς μου τὰ πάθη, τὰ ἀνίατα θεία Τριάς, καὶ ῥῦσαί με γεέννης καὶ πειρασμῶν, ἡ ἐν μιᾷ Θεότητι, δοξαζομένη εὐσεβῶς, καὶ τὴν αἰωνίαν μοι Βασιλείαν δώρησαι.
Καὶ νῦν... Θεοτοκίον
Ἐχώρησας ἀστενοχωρήτως, ἐν γαστρὶ τὸν ἀχώρητον, ὃν πάντοτε δυσώπει Μήτηρ ἁγνή, στενοχωρίας πάσης, καὶ παθῶν ἐπαγωγῆς, ῥύσασθαι τοὺς δούλους σου, πόθῳ σε δοξάζοντας.