ΠΑΡΑΣΚΕΥΗ ΠΛ Β΄ ΗΧΟΣ
Στιχηρὰ Προσόμοια Σταυρώσιμα
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Στίχ. α'. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Μακρόθυμε φιλάνθρωπε, Θεέ μου πολυέλεε, καὶ οἰκτίρμον, πῶς ὑπήνεγκας σφαγήν, καὶ νέκρωσιν ἐν ξύλῳ, ὑπὲρ ἀνθρώπων γένους; Δοξολογοῦμέν σου τὸ εὔσπλαγχνον.
Στίχ. β'. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ῥαπίσματα ὑπήνεγκας, καὶ σταύρωσιν μακρόθυμε, καὶ ὀνείδη, θέλων πάντας ἐκ χειρός, λυτρώσασθαι τοῦ πλάνου, ὁ μόνος ζωοδότης, καὶ πάντα φέρεις Ὑπεράγαθε.
Στίχ. γ'. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἀνῆλθες ὁ ποιμὴν ἐν Σταυρῷ, καὶ ἔτεινας τὰς χεῖρας βοῶν· Δεῦτε πρός με, καὶ φωτίσθητε βροτοί, οἱ πλάνῃ σκοτισθέντες· ἐγὼ γὰρ φῶς ὑπάρχω. Δόξα σοι μόνε φωτοπάροχε.
Ἕτερα τῆς Θεοτόκου
Ἡ ἀπεγνωσμένη ΤΟ ΑΚΟΥΤΕ
Στίχ. δ'. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Κατακαμπτομένην δυσφορωτάτῳ, βάρει τὴν ψυχήν μου, τῷ τῶν πταισμάτων, καὶ κατασυγκύπτουσαν, ἀνόρθωσον Παρθένε· σὺ γὰρ τὸν τοὺς κατερραγμένους, ἀνορθοῦντα Σωτῆρα, ἔχεις πειθόμενον εὐκόλως, μητρικῇ παρρησίᾳ, καὶ διάρρηξον σῇ μεσιτείᾳ, τῆς ἁμαρτίας τὸ χειρόγραφον δέομαι, διὰ τὸ μέγα σου ἔλεος.
Στίχ. ε'. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Τὸν κατεγνωσμένον ταῖς ἁμαρτίαις, καὶ ἐσπιλωμένον ταῖς ἀνομίαις, τὸν καταφρονήσαντα, Θεοῦ τῶν προσταγμάτων, ἴδε καὶ μή με ἀπορρίψῃς, ἀπὸ τοῦ σοῦ προσώπου· σὺ γὰρ ὑπάρχεις Θεοτόκε, ἐλπίς μου καὶ προστάτις· διὸ πρόσχες μου ταῖς ἱκεσίαις, ἀπὸ πάσης με κηλῖδος καθάρισον, διὰ τὸ μέγα σου ἔλεος.
Στίχ. ς'. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἄνοιξόν μοι θύραν τῆς μετανοίας, δός μοι Παναγία πηγὴν δακρύων, παράσχου κατάνυξιν, καὶ σώφρονα καρδίαν· σὲ γὰρ βεβαίαν προστασίαν, ἐπιγράφομαι μόνην, πᾶσαν ἐπὶ σὲ προσδοκίαν, τὴν ἐμὴν ἀναφέρω, μὴ ἀπώσῃ με κατῃσχυμμένον, ἀλλὰ προσδέχου, καὶ διάσωσον Δέσποινα, διὰ τὸ μέγα σου ἔλεος.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσά σε ἡ Πάναγνος, ἐν ξύλῳ καθηλούμενον, ἀνεβόα· Ὦ Υἱέ μου καὶ Θεέ, τί τὸ παράδοξόν σου, καὶ ἄκουσμα τὸ ξένον, ὃ ὑπομένεις διὰ οἶκτον πολύν;
Ἀπόστιχα Σταυρώσιμα
Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀντίληψις, ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες, σὲ τὸν σταυρωθέντα, σαρκὶ Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
Στίχ. Α'. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ὁ Σταυρός σου Κύριε, Παράδεισον ἤνοιξε, τῷ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν σταυρωθέντα, σαρκὶ Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
Μαρτυρικὸν
Στίχ. Β'. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις, ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Παρίστατο τῷ ξύλῳ ποτέ, καιρῷ τῷ τῆς σταυρώσεως, ἡ Παρθένος, σὺν παρθένῳ μαθητῇ, καὶ κλαίουσα ἐβόα· Οἴμοι πῶς πάσχεις πάντων, Χριστὲ ὑπάρχων ἡ ἀπάθεια!
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος πλ. β'
Σήμερον τὸ προφητικόν, πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν, πρεσβείαις της Θεοτόκου, μόνε φιλάνθρωπε.
Μόνον ἐπάγη, τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν, τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾅδης, ἀπέλυσε τρόμῳ. Ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ ΤΟ ΑΚΟΥΤΕ
Ἡ μόνη ἄμωμος Ἀμνάς, Θεοτόκε Παρθένε, τὸν ἐξ αἱμάτων σου ἁγνῶν, σαρκωθέντα ὁρῶσα, κρεμάμενον ἐθελουσίως ἐν Σταυρῷ, ἐκραύγαζες Κόρη, ἐν δάκρυσι πικροῖς· Υἱέ μου ἀνεξίκακε, ὑμνῶ σου τὴν φρικτήν, πᾶσαν οἰκονομίαν.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ὁ Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις, δι' αὐτοῦ σοι προσπίπτομεν· Ἐλέησον ἡμᾶς.
Κύριε, κατέκρινάν σε Ἰουδαῖοι θανάτῳ, τὴν ζωὴν τῶν ἁπάντων, οἱ τὴν Ἐρυθρὰν ῥάβδῳ πεζεύσαντες, Σταυρῷ σε προσήλωσαν, καὶ οἱ ἐκ πέτρας μέλι θηλάσαντες, χολήν σοι προσήνεγκαν, ἀλλ' ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶς ἐλευθερώσῃς, τῆς δουλείας τοῦ ἐχθροῦ, Κύριε δόξα σοι.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ ΤΟ ΑΚΟΥΤΕ
Παρισταμένη τῷ Σταυρῷ, ἡ Παρθένος καὶ Μήτηρ, τοῦ ἄνευ πάθους ἐξ αὐτῆς, ὑπὲρ νοῦν σαρκωθέντος, ἐκραύγαζε δακρυρροοῦσα μητρικῶς· οὐ φέρω σε νεκρὸν κρεμάμενον ὁρᾷν, πνοὴν τὸν παρεχόμενον, τοῖς ζῶσιν ἐπὶ γῆς, ὦ Υἱὲ καὶ Θεέ μου.
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα ἕτερα
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ ΤΟ ΑΚΟΥΤΕ
Σταυρὲ δαιμόνων ἐλατήρ, ἰατρὲ τῶν νοσούντων, ἰσχὺς καὶ φύλαξ τῶν πιστῶν, Βασιλέων τὸ νῖκος, τὸ καύχημα τῶν Ὀρθοδόξων ἀληθῶς, τὸ στήριγμα τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, γενοῦ ἡμῖν ἀσφάλεια, καὶ τεῖχος καὶ φρουρός, ξύλον εὐλογημένον.
Μαρτυρικὸν
Φῶς δικαίοις διὰ παντός· οἱ γὰρ Ἅγιοι ἐν σοὶ φωτισθέντες, καταλάμπουσιν ἀεὶ ὡς φωστῆρες, λύχνον ἀσεβῶν σβέσαντες, ὧν ταῖς εὐχαῖς, σὺ φωτιεῖς λύχνον μου Κύριε, καὶ σῶσόν με.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Παναγία Θεοτόκε, τὸν χρόνον τῆς ζωῆς μου, μὴ ἐγκαταλίπῃς με, ἀνθρωπίνη προστασία, μὴ καταπιστεύσῃς με, ἀλλ' αὐτὴ ἀντιλαβοῦ, καὶ ἐλέησόν με.
Κανὼν Σταυρώσιμος οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων.
Πάθος τὸ σεπτὸν αἰνέσω τοῦ Δεσπότου. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆν ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ' ἡμεῖς ὡς αἱ νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γάρ δεδόξασται.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Πάθει σου τιμίῳ, τὴν ἀτιμασθεῖσαν φύσιν ἐτίμησας, τῆς ἀνθρωπότητος· διὸ τιμῶντές σε φόβῳ, μεγαλύνομεν τὸ κράτος σου, καὶ πιστῶς δοξάζομεν· Ἐνδόξως γὰρ δεδόξασται.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Αἵματί σου Λόγε, αἱμάτων ἀδίκων χύσιν ἀνέστειλας, καὶ ἀπεκάθηρας, ῥύπου κακίας τὴν φύσιν, τῶν ἀνθρώπων Παντοδύναμε· διό περ δοξάζομεν σῳζόμενοι τὸ κράτος σου.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Θῆρας αἱμοβόρους, ἐνίκησεν ὄντως ἡ ἀξιέπαινος, Μαρτύρων ἔνστασις, πυρὸς ὑπέταξε φύσιν, δροσισμῷ ἐνθέου χάριτος, καὶ σφοδρὸν κλυδώνιον, πολυθεΐας ἔπαυσε.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὄμβροις τῶν αἱμάτων, ὀμβρήματα πλάνης ἀποξηράναντες, ὄμβρους ἰάσεων, ἀποχετεύετε κόσμῳ, καὶ φλογμὸν παθῶν διώκετε, ἀληθείας Μάρτυρες, ἐντεῦθεν μακαρίζεσθε.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κάλλος ἐν τῷ πάσχειν ὡραῖον ἐν κάλλει, οὐδ΄ εἶδος ἔχοντα, ἡ ἀπειρόγαμος, κατανοοῦσά σε Κόρη τῶν πιστῶν τὸ ἐγκαλλώπισμα, μητρικῶς ἠλάλαζε, καὶ πόθῳ σε ἐδόξαζε.
Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς κατ' Ἀλφάβητον
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἄχραντε Παρθένε, κεχαριτωμένη Μαρία ἔνδοξε, τῆς χαρᾶς πρόξενε, τοὺς ὑμνητάς σου ἐνθέως, θείαις χάρισι χαρίτωσον, ὅπως χαριστήριον ᾠδήν σοι ἀναπέμψωμεν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Βαβαὶ Θεομῆτορ, τῶν σῶν μυστηρίων! τῶν ποιημάτων γάρ, ἐδείχθης Δέσποινα, ὃν οὐ τολμᾷ ἀτενίσαι τῶν Ἀγγέλων τὰ στρατεύματα, ἐν ἀγκάλαις φέρουσα· διό σε μακαρίζομεν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Γένος βροτῶν ἄπαν, φθορᾷ τοῦ θανάτου καταδεδίκασται, τῇ τῆς προμήτορος, ἀπογεύσει τοῦ ξύλου, διὰ σοῦ δὲ ἀνακέκληται, ὡς ζωὴν τεκούσης σου, Ἁγνὴ τὴν ἀδιάφθορον.
ᾨδὴ γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε, κραυγάζουσα.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἐν ξύλῳ ὑψωθέντα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, κατανοῶν ὁ ἥλιος συνεσκοτίζετο, πάντων φωτισμὸν γινώσκων σε.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Τέτρωταί σου τοῖς ἥλοις, μακρόθυμε ὁ Παραδείσῳ πάλαι τρώσας Ἀδὰμ κακοῦργος, καὶ πληγωθεὶς ἀνιάτρευτος, εἰς τὸν αἰῶνα ἔμεινε, πιστοὶ δὲ εὕρομεν, πάντων τῶν τραυμάτων ἴασιν.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὅτε χορὸς Ἀγγέλων, ἑώρακε Μαρτύρων τὰς ἀγέλας, ὑπὲρ Ἀμνοῦ τυθέντος, συγκοπτομένας ἐθαύμαζε, πῶς δυσμενεῖς οἱ ἔνυλοι, ἀΰλους ἔτρεπον νίκης στέφος κομιζόμενοι.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σθένος ἐνδεδυμένοι, οἱ Ἅγιοι τοῦ ἐν ἰσχύϊ μόνου, τὰ πάντα δυναμοῦντος, τῷ δυσμενεῖ συνεπλέκοντο, καὶ τὴν αὐτοῦ ἀνίσχυρον ἐπάτουν δύναμιν, στέφος ἐκ Θεοῦ δεχόμενοι.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὺ τὸν ἐκ σοῦ τεχθέντα ὡς ἔβλεψας τιτρωσκόμενον λόγχῃ, ἐτρώθης τὴν καρδίαν, Ὑπεραγία Πανάμωμε, καὶ θαμβουμένη ἔλεγες· Τί σοι ἀπέδωκε, Τέκνον δῆμος ὁ παράνομος;
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Δόλῳ με δελεάσας, θεώσεως ἐχθρὸς τῷ πόθῳ πάλαι, ἐξ Ἐδὲμ Θεομῆτορ, εἰς γῆν ἑρπύσας συνέτριψεν, ἀλλ' ὁ Χριστὸς οἰκτείρας με, ἐκ τῆς νηδύος σου, σάρκα προσλαβὼν ἀνέπλασεν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐλύθη τῆς κατάρας, τῆς ἔκπαλαι ἡ δίκη Θεομῆτορ, ἐν τῇ σῇ μεσιτείᾳ· ἐπιφανεὶς γάρ σοι Κύριος, πᾶσιν ἀφθόνως ἔβλυσεν, ὡς ὑπεράγαθος, πᾶσαν εὐλογίαν Πάναγνε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ζωῆς ὡράθης πύλη, Προφήτῃ πρὶν Ἰεζεκιὴλ Κόρη, ἣν ὁ Κύριος μόνος, σεσαρκωμένος διώδευσε, καὶ κεκλεισμένην πάλιν σε, Ἁγνὴ τετήρηκεν, ὡς αὐτὸς οἶδεν ὁ Ὕψιστος.
ᾨδὴ δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα· Σὺ δυναστῶν διέκοψας, κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾍδῃ, ὡς Παντοδύναμος.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ἐκτεταμένης χειρὸς Κύριε, τὴν ὁρμὴν αναιρῶν, πρὸς τὴν τοῦ ξύλου γεῦσιν, νεκροὺς ἐν ξύλῳ τέθυσαι, σῶσαι βουληθείς, ἐκ πλευρᾶς δ' ἀποστάζεις, δεσμώταις ἄφεσιν.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Παθεῖν ἠνέσχου Ὑπεράγαθε, ὅπως λύσῃς ἡμᾶς, παθῶν τῆς ἀλογίας, χολῆς ἐγεύσω, βρύων μοι, θεῖον γλυκασμόν, ἐνεκρώθης ζωήν μοι, παρέχων Δέσποτα.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τὸ πῦρ τῆς θείας ἀγαπήσεως, ἐν ψυχῇ λογικῇ, προσφέροντες τὴν φλόγα, παρανομούντων ἔσβεσαν, καὶ φωτιστικαί, οἱ Χριστοῦ Ἀθλοφόροι, λαμπάδες ὤφθησαν.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ θεῖοι φίλοι τοῦ Παντάνακτος, σαρκικῆς ἑαυτούς, χωρίσαντες φιλίας, πρὸς ἅπασαν ἐχώρησαν, βάσανον στερρῶς, καὶ νικήσαντες, δόξῃ ἐστεφανώθησαν.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐκτός σε πάθους ἀπεκύησα, καὶ πῶς βλέπω σε νῦν, πάθει προσομιλοῦντα; πῶς φέρεις τοῦτο ἔκραζεν, ἄναρχε Υἱὲ; ἡ Παρθένος, δοξάζω σου τὸ μακρόθυμον.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἡ ἐκλεκτή τε καὶ ὑπέρτιμος, ἐκ πασῶν γενεῶν, ἀναφανεῖσα μόνη, ἡ ἀρεταῖς ἐκλάμψασα, Ἄχραντε, σεμνή, τοὺς σὲ ὑμνολογοῦντας, αἴγλῃ σου λάμπρυνον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεὸν σαρκὶ Παρθένε τέτοκας, ἐξ ἁγνῶν σου σεμνή, αἱμάτων Θεομῆτορ, Σωτῆρα τὸν λυτρούμενον, πάντας ἐκ δεινῶν, τοὺς ὑμνοῦντάς σε, Κόρη θεοχαρίτωτε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱερουργεῖ τῷ θείῳ τόκῳ σου, Θεοτόκε ἁγνή, ἡ τῶν Ἀΰλων φύσις, καὶ τῶν βροτῶν τὸ σύστημα, πόθῳ σε ὑμνεῖ, ἀλλὰ σοῦ τῇ ἐλλάμψει, ἡμᾶς καταύγασον.
ᾨδὴ ε' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ μέχρι παθῶν, ἀπαθῶς ὑποκύψαντα, Λόγε Θεοῦ. Τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Νεκρὸς ὁρᾶσαι, ἐπὶ τοῦ Κρανίου, τῷ πάθει ὁ νεκρώσας τὸν ᾍδην, τῆς σαρκός σου, καὶ εἶδος Χριστέ, οὐδὲ κάλλος σὺ εἶχες κρεμάμενος, καλλωπίσαι με θέλων ὡς φιλάνθρωπος.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ἀδὰμ τοῦ πρώτου, ἐξηλῶσαι θέλων, ἐμπαθεῖς διαθέσεις, τοῖς ἥλοις προσηλοῦσαι, καὶ λόγχῃ τρωθείς, τὴν φλογίνην ῥομφαίαν κωλύεις Χριστέ, μὴ κωλύειν τὴν εἴσοδον τοῖς δούλοις σου.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἰχνηλατοῦντες, πάθη τοῦ Δεσπότου, οἱ χοροὶ τῶν Μαρτύρων, ἐν ξύλῳ προσηλοῦνται, καὶ χεῖρας ὁμοῦ, ἀφαιροῦνται καὶ πόδας, πρὸς τρίβον σεπτοῦ, μαρτυρίου εὐθυνούμενοι.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νοῒ τελείῳ, νοῦν τὸν ἀλαζόνα, ἐπαιρόμενον θράσει, καθείλετε τελείως, ταπεινωθέντες, ἐν μιμήσει τοῦ πάντας ὑψώσαντος, ταπεινώσει καρδίας Χριστομάρτυρες.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐκ ῥίζης Κόρη, Ἱεσσαὶ βλαστάνεις, καὶ ὡς ἄνθος προσφέρεις, τὸν φυτουργὸν τοῦ κόσμου, παραφυάδας ξηράναντα, θείῳ φυτῷ τοῦ Σταυροῦ, ὃν σαρκὶ κατεδέξατο ὡς εὔσπλαγχνος.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν· Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιάσονται.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κλῖμαξ φανεῖσα τυπικῶς, τῷ Ἰακὼβ πρὸς ὕψος ἐπηρμένη, τοῦ σοῦ Θεονύμφευτε ὑπέφηνε, τοκετοῦ τὸ ὄντως ἐξαίσιον· διὰ σοῦ γὰρ ὄντως Θεός, ἡμῖν ὡμίλησε, συγκαταβάσει, τῇ θείᾳ καὶ πρὸς ζωήν, πάλιν ἐπανήγαγε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λελυτρωμένοι διὰ σοῦ, τῆς μητρικῆς λύπης Θεοκυῆτορ, θυμηδίας ἔμπλεοι γεγόναμεν, εὐφροσύνην πᾶσι κυήσασα, καὶ παγκόσμιον χαρμονήν· διὸ Πανύμνητε τοὺς σοὺς ὑμνολόγους, κινδύνων, ταῖς σαῖς πρεσβείαις διαφύλαξον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μυσταγωγούμενος τὴν σήν, θεοπτικῶς ὁ Μωϋσῆς εἰκόνα, προεώρα βάτον ἀκατάφλεκτον τῷ πυρὶ, Παρθένε Πανάμωμε· ἐν σοὶ γὰρ ὁ πλαστουργός, οἰκήσας οὐκ ἔφλεξέ σε τὴν ἀνωτέραν, ἁπάντων τῶν ποιημάτων θεονύμφευτε.
ᾨδὴ ς' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων τοῦ παθὸντος καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ· Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ἐναλλάττων, χεῖρας προετύπου, πάλαι Σταυρὸν ὁ Ἰακώβ, ἐπευλογῶν τοὺς παῖδας· ὅθεν Ὕψιστε ἐν τούτῳ βαίνων, ἀρᾶς τῆς πάλαι λύεις τὸ ἀνθρώπινον, καὶ πηγάζεις νῦν τὴν εὐλογίαν, τοῖς εὐλογοῦσί σε μόνε Εὐλογητέ, καὶ Δημιουργὲ καὶ Ὑπεράγαθε.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Σοῦ τὸ πάθος, προτυπῶν ὁ μέγας, Λόγε Μωϋσῆς ἀνυψοῖ, χαλκοῦν τὸν ὄφιν πάλαι, ἐξαιρούμενον τοὺς καθορῶντας, τοῦ ἰοβόλου δήγματος τῶν ὄφεων· καὶ γὰρ Δέσποτα σοῦ σταυρωθέντος, βλάβης τοῦ ὄφεως ἅπαντες οἱ πιστοί, τοῦ θεοστυγοῦς ἀπελυτρώθημεν.
Μαρτυρικὸν
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὥσπερ ἄλλου, πάσχοντος οἱ θεῖοι, πάλαι καὶ σεπτοὶ Ἀθληταί, διέκειντο ἀθλοῦντες, προορώμενοι τὰς ἀντιδόσεις, τὰς αἰωνίους καὶ τὴν ἀγαλλίασιν. Ταῖς εὐχαῖς αὐτῶν Χριστὲ οἰκτίρμον, τοὺς ἀνυμνοῦντάς σε λύτρωσαι πειρασμῶν, καὶ ἁμαρτιῶν καὶ περιστάσεων.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τοὺς χειμάρρους, ἔπαυσαν τῆς πλάνης, ῥείθροις αἱμάτων οἱ σεπτοί, καὶ θεῖοι Ἀθλοφόροι, καὶ πηγαὶ πιστοῖς θεογνωσίας, βλύζουσαι ὕδωρ, ὄντως ἀνεδείχθησαν. Ταῖς εὐχαῖς αὐτῶν Σωτὴρ τοῦ κόσμου, ὄμβρισον ἄφεσιν ἅπασι καὶ ζωήν, καὶ τὸν ἱλασμὸν καὶ μεγα ἔλεος.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸν Ποιμένα, πάντων καὶ Δεσπότην, ξύλῳ ὁρῶσα ἡ Ἀμνάς, ἐναπῃωρημένον, θρηνῳδοῦσα μητρικῶς ἐβόα· Τί τοῦτο Τέκνον τὸ καινὸν μυστήριον; πῶς ἀθάνατος τὸ κατ' οὐσίαν, ὑπάρχων, θάνατον δέδεξαι τοὺς βροτούς, θέλων ἐκ φθορᾶς ἀπολυτρώσασθαι;
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νομικοί σε, τύποι Θεοτόκε, καὶ αἱ προρρήσεις σαφῶς, τῶν Προφητῶν ἐδήλουν, τεξομένην τὸν τοῦ κόσμου ῥύστην, καὶ εὐεργέτην ἀπάσης τῆς κτίσεως, τὸν πολυμερῶς καὶ πολυτρόπως, εὐεργετήσαντα τοὺς πίστει τε καὶ στοργῇ, Δέσποινα ἁγνὴ δοξολογοῦντάς σε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ξενωθέντας, πάλαι ἐξ ἀπάτης, τοῦ ἀνθρωποκτόνου ἐχθροῦ, Θεοῦ τοὺς πρωτοπλάστους, τῆς τρυφῆς τοῦ Παραδείσου μόνη, Θεογεννῆτορ αὖθις ἐπανήγαγες, πρὸς Παράδεισον ἀποτεκοῦσα, Σωτῆρα Κύριον σταύρωσιν καὶ ταφήν, θείᾳ ἐξουσίᾳ ὑπομείναντα.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὁ βουλήσει, θείᾳ καὶ δυνάμει, δημιουργικῇ ἑαυτοῦ, τὰ πάντα ἐκ μὴ ὄντων, συστησάμενος Ἁγνὴ προῆλθεν, ἐκ σῆς νηδύος καὶ Θεὸς καὶ ἄνθρωπος, καὶ τοὺς ἐν τῷ σκότει τῆς ἀγνοίας, τὸ πρὶν ὑπάρχοντας λάμψεσι θεϊκαῖς, Δέσποινα ἁγνὴ φαιδρῶς κατηύγασεν.
ᾨδὴ ζ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἄφραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ὅτε Σταυρῷ σε, δῆμος Ἑβραίων κατέκρινε, θεωροῦσα ἔφριξεν ἡ γῆ, ἥλιος τὸ φῶς, τὸ ἴδιον ἔπαυσε, καὶ οἱ ἐν σκότει φῶς εἶδον μελῳδοῦντες· Λυτρωτὰ ὁ Θεός, εὐλογητός εἶ.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ὕβριν ὑπέστης, καλάμῳ Σῶτερ τυπτόμενος, καὶ ἀκάνθαις οἷα Βασιλεύς, βουλήσει Χριστέ, ὁ Θεὸς στεφόμενος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Δεσμεῖσθε πᾶσαν, τοῦ διαβόλου Πανεύφημοι, τὴν ἀπάτην λύοντες σαφῶς, φέρετε ποινάς, καὶ θάνατον ἄδικον, ζωὴν ποθοῦντες τὴν ἄνω καὶ βοῶντες· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἔστητε μέσον, φλογὸς Πανεύφημοι Μάρτυρες, τὴν ἀπάτην φλέγοντες σαφῶς, καὶ τῷ δροσισμῷ, τῆς ἐνθέου χάριτος, μὴ φλογισθέντες, βοᾶτε μελῳδοῦντες· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σταυροῦσαι θέλων, ἡ Θεοτόκος ἐκραύγαζε, καὶ ὁρῶσα ἄναρχε Υἱέ, λύπῃ τὴν ψυχήν, νῦν καταβαπτίζομαι· θνῄσκεις παρέχων ζωὴν τοῖς μελῳδοῦσι· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πεποικιλμένην, σὲ κεκτημένην διάχρυσον, Θεομῆτορ κόσμον εὐπρεπῆ, ἔστερξεν ὁ σός, Υἱός τε καὶ Κύριος, εἰς σωτηρίαν ἡμῶν τῶν σοὶ βοώντων· ὁ καρπός σου Ἁγνή, εὐλογημένος.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥόδον ἐν μέσῳ, τῶν ἀκανθῶν εὑρὼν Ἄχραντε, ὁ Δεσπότης, ἔπλησεν ἡμᾶς, ὀσμαῖς σου τερπναῖς, χαρίτων τοῦ Πνεύματος, τοὺς ἐκβοῶντας αὐτῷ ἐν κατανύξει· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σύμβολα πάντες, θεῖοι Προφῆται θεώμενοι, τοῦ σοῦ θείου, τόκου εὐκλεῶς, ἐβόων Ἁγνή· ὁ Θεὸς ἐλεύσεται, ἐκ τῆς Παρθένου, τοῦ σῶσαι τοὺς βοῶντας· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ η' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Πίνεις ποτήριον Χριστέ, ὃ ἐπεθύμησας, διὰ πάθους τοῦ Σταυροῦ, πηγάς μοι προχέων ἀφέσεως, ἐκ ζωηφόρου πλευρᾶς, τῷ διὰ πλευρᾶς θανατωθέντι· διό περ ἀνυμνῶ σε, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ὅτε σε ἄνομος λαός, μέσον κατέκρινε, σταυρωθῆναι Ἰησοῦ, ἀνόμων ζωοδότα Κύριε, διεδονήθη ἡ γῆ, καὶ πάντες ἀνέμελπον ἐν φόβῳ· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τίμιος ἔναντι Θεοῦ, ὑμῶν ὁ θάνατος, ἀπεφάνθη Ἀθληταί· πολλοῖς γὰρ ὁμιλοῦντες πάθεσι, πάθους σεπτοῦ κοινωνοί, βοῶντες ἐδείχθητε ἐμφρόνως· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὄντως οὐ σαρκικὰ ὑμῶν, τὰ ὅπλα Μάρτυρες, πρὸς παράταξιν ἐχθρῶν, ἐλπὶς δὲ πίστις καὶ ἀληθεια, δι' ὧν τυχόντες Θεοῦ, Ἀγγέλων χοροῖς συναριθμεῖσθε, βοῶντες τῷ Δεσπότη· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὕψιστε ἄναρχε Υἱέ, φέρεις ἐμπτύσματα, καὶ ὀνείδη καὶ Σταυρόν, καλάμῳ παικτικῶς τυπτόμενος, ἡ Θεοτόκος ἐβόα· δοξάζω τὴν σὴν μακροθυμίαν, ἣν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῷ θεολήπτῳ Δανιήλ, σὺ προτεθέασαι, ἀλατόμητον ὄρος· ἐκ σοῦ γὰρ Κόρη λίθος τέτμηται, Χριστὸς ὁ μόνος Θεός, Παρθένε ἄνευ χειρὸς ἀνθρώπου, ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὕμνοις τὸν Τόκον σου Ἁγνή, ἀεὶ δοξάζουσιν, οἱ τῶν ἄνω Στρατηγοί, καὶ σὲ δὲ Κόρη ἀειπάρθενε, χαρμονικῶς σὺν ἡμῖν, ὡς Θεομήτορα ἀνυμνοῦσιν, ἣν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φέγγους σου ταῖς μαρμαρυγαῖς, τοὺς σὲ φρονοῦντας νῦν, Θεοτόκον ἀληθῆ, Μαρία φωταυγεῖς ἀπέργασαι, φωτογεννῆτορ Ἁγνή· φωτὸς γὰρ σκηνὴ ὤφθης Παρθένε, τοῖς πίστει σοι βοῶσι· Χαῖρε εὐλογημένη, καὶ δεδοξασμένη, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν· ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνοντας.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ἵνα τὸν βρώσει φθαρέντα, ἐνηδόνῳ τοῦ ξύλου, μόνε Σωτὴρ ὡς ἀγαθός, λυτρώσῃ τῆς φθορᾶς, σταυρωθῆναι σαρκί, θανατωθῆναί τε, κατεδέξω, ὑμνοῦμεν, ἀπαύστως Ἰησοῦ, τὴν πολλὴν εὐσπλαγχνίαν, καὶ δυναστείαν σου.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ὢ πῶς ὑπέστης ὀδύνας, ἐν Σταυρῷ ἡπλωμένος, τῶν ὀδυνῶν τῶν χαλεπῶν, ἐξαίρων με Σωτήρ! πῶς ἀκάνθας στεφθείς, πάσας ἔκαυσας τῶν παθῶν τὰς ἀκάνθας! πῶς ὄξος ποτισθείς, εὐφροσύνης κρατῆρα, ἡμῖν ἐκέρασας!
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Στενοχωρούμενοι πόνοις, καὶ εἱρκταῖς ὁμιλοῦντες, καὶ μεληδὸν οἱ Ἀθληταί, τεμνόμενοι δεινῶς, καὶ τροχοῖς ἀπηνῶς κατατεινόμενοι, καὶ βορὰ τοῖς θηρίοις διδόμενοι, Χριστόν, τὸν ἁπάντων Δεσπότην, οὐκ ἐξηρνήσαντο.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἡλιακῶν λαμπηδόνων, πλειοτέρως ἐκλάμπει, τῶν Ἀθλητῶν ἡ παμφαής, καὶ εὔσημος μνήμη, καὶ ψυχὰς εὐσεβῶν φωτίζει πάντοτε, καὶ διώκει τὸ σκότος, παθῶν καὶ πειρασμῶν, καὶ δαιμόνων σκεδάζει, ζόφον βαθύτατον.
Σταυροθεοτοκίον
Φέρεις τὸν φέροντα πάντα, καὶ κατέχεις ὡς βρέφος, ἐν ταῖς χερσὶ τὸν ἐκ χειρός, ῥυσάμενον ἡμᾶς, πολεμίου ἐχθροῦ ἄχραντε Δέσποινα, καὶ ὁρᾷς ἐπὶ ξύλου, ὑψούμενον Σταυροῦ, τὸν ἐκ βόθρου κακίας, ἡμᾶς ῥυσάμενον.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαρᾶς ἡμῖν αἰωνίου, καὶ ζωῆς ἀνεδείχθης, ὑπερφυῶς Θεογεννῆτορ, πρόξενος Ἁγνή, τὸν Σωτῆρα πάντων κυοφορήσασα, τὸν τῆς γῆς ἐκ προσώπου, πᾶν δάκρυον σαφῶς, ἀφελόντα καὶ πᾶσι, χαρὰν βραβεύσαντα.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ψάλλων Δαυῒδ σὸς προπάτωρ, κιβωτόν σε προέφη, συμβολικῶς καὶ θείου μάννα, χρυσῆν στάμνον Μωσῆς ὁ θεόπτης· καὶ γὰρ ἐχώρησας, τὸν ἐν κόλποις πατρῴοις, ὑπάρχοντα ἀεί, Θεοτόκε· διό σε ὕμνοις δοξάζομεν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς ἀληθῶς ὑπερτέρα, πάσης κτίσεως πέλεις· τὸν γὰρ Θεὸν τῶν ἁπάντων, ἐκύησας σαρκί· διό σε προστάτιν ἔχομεν Δέσποινα, καὶ ἐλπίδα βεβαίαν, καὶ τεῖχος ὀχυρόν, διὰ σοῦ σωτηρίας τυχεῖν ἐλπίζοντες.
Ἀπόστιχα τῶν Αἴνων Σταυρώσιμα
Ἐν τῷ Σταυρῷ τὴν ἐλπίδα κέκτημαι, καὶ ἐν αὐτῷ καυχώμενος βοῶ· Φιλάνθρωπε Κύριε, τὴν ἀλαζονείαν κατάβαλε, τῶν μὴ ὁμολογούντων σε, Θεὸν καὶ ἄνθρωπον.
Στίχ. α'. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Οἱ τῷ Σταυρῷ τειχιζόμενοι, τῷ ἐχθρῷ ἀντιτασσόμεθα, μὴ δειλιῶντες τὰς αὐτοῦ μεθοδείας καὶ ἐνέδρας· ὁ γὰρ ὑπερήφανος κατήργηται, καὶ καταπεπάτηται, τῇ δυνάμει τοῦ ἐν ξύλῳ, προσπαγέντος Χριστοῦ.
Μαρτυρικὸν
Στίχ. β'. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Κύριε, ἐν τῇ μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ κτίσις ἑορτάζει, οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις. Αὐτῶν ταὶς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Ἐπάγην μὲν ὡς ἄνθρωπος, ἐν ξύλῳ καὶ νενέκρωμαι, καὶ ἐν τάφῳ κατετέθην ὡς θνητός, ἀλλ' ὡς Θεὸς ἐν δόξῃ, Μήτηρ ἁγνὴ Παρθένε, πάλιν ἀνίσταμαι τριήμερος.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ὑφαπλώσας, τὰς παλάμας ἐπὶ ξύλου, ἠγκαλίσω τὰ ἔθνη ὑμνοῦντά σου, τὴν εὐσπλαγχνίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Προσηλώθης, ἑκουσίως ἐπὶ ξύλου, καὶ τὰ κέντρα Χριστὲ τοῦ ἀλάστορος, τῇ σῇ δυνάμει, τελείως ἐξήλειψας.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Ταῖς βασάνοις, ἐντρυφῶντες Ἀθλοφόροι, Παραδείσου τρυφῆς ἠξιώθητε, ὑπὲρ τοῦ κόσμου, ἀπαύστως δεόμενοι.
Δόξα...
Ἀπὸ πάσης, ἐξελοῦ ἡμᾶς βασάνου, ὁ Πατὴρ ὁ Υἱὸς καὶ τὸ σύνθρονον, Πνεῦμα τὸ θεῖον, τοὺς δούλους σου Κύριε.
Καὶ νῦν... Σταυροθεοτοκίον
Καθορῶσα, ἐν Σταυρῷ ἐφηπλωμένον, ἡ Παρθένος δακρύουσα ἔστενεν· ἧς ταῖς πρεσβείαις, σῶσον ἡμᾶς Κύριε.