ΤΕΤΑΡΤΗ Γ΄ ΗΧΟΣ
Στιχηρὰ Προσόμοια Σταυρώσιμα
Ἦχος γ'
Μεγάλη τοῦ Σταυροῦ σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Στίχ. α'. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ἡ Κτίσις ἠλλοιώθη Λόγε τῇ Σταυρώσει σου, ὁ ἥλιος ἀκτῖνας, συνέστειλε τῷ φόβῳ, καὶ ναοῦ τὸ καταπέτασμα ἐσχίσθη, καὶ πᾶς πιστὸς σέσωσται· ὅθεν δοξάζομεν, σοῦ τὸν ἄμετρον πλοῦτον.
Στίχ. β'. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ὁ σάρκα τὴν ἡμῶν δι' οἶκτον προσλαβόμενος, Θεός τε καὶ Δεσπότης, τῷ ξύλῳ προσεπάγη, καὶ ἀνύψωσεν ἡμᾶς κατερραγμένους, ἀνυψωθεὶς σώματι, ὥσπερ ηὐδόκησε, διὰ σπλάγχνα ἐλέους.
Στίχ. γ'. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ῥανίδες θεορρύτου αἵματος καὶ ὕδατος, ἀνέπλασαν τὸν κόσμον, χυθεῖσαι ἐκ πλευρᾶς σου, τῷ μὲν ὕδατι ἐκπλύνεις, ὡς οἰκτίρμων, πάντων τὰς ἁμαρτίας Κύριε, τῷ δὲ αἵματι, τὴν συγχώρησιν γράφεις.
Στιχηρὰ τῆς Θεοτόκου ὅμοια
Στίχ. δ'. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ἐν κλίνῃ κατακείμενος τῆς ἀμελείας μου, τὸν τῆς ζωῆς μου χρόνον, ῥαθύμως ἐξετέλεσα, καὶ πτοοῦμαι τῆς ἐξόδου μου τὴν ὥραν, ἀλλὰ τῇ σῇ πρεσβείᾳ ἐγείρασα, σῶσόν με πρὸς μετάνοιαν Κόρη.
Στίχ. ε'. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Τὸ ἄλγος τῆς, καρδίας μου Ἁγνὴ θεράπευσον, καὶ στῆσον τοῦ νοός μου, τὴν πλάνην καὶ ἀξίωσον, καθαρᾷ σε ἀνυμνεῖν καρδίᾳ, καὶ ἐξαιτεῖσθαι χάριν, εὑρεῖν καὶ ἔλεος, ἐν ἡμέρᾳ τῆς δίκης.
Στίχ. ς'. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἀπόθου ταπεινὴ ψυχή μου τὰ δυσβάστακτα, φορτία τῆς κακίας, καὶ πρόσελθε δακρύουσα, καὶ βοῶσα· Τὸν ζυγὸν ἁγνὴ Παρθένε με ἀξίωσον, τὸν ἐλαφρὸν βαστάζειν, τοῦ Υἱοῦ καὶ Θεοῦ σου.
Δόξα... Καὶ νῦν ...
Σταυροθεοτοκίον ὅμοιον
Ῥομφαία τὴν καρδίαν σου, διῆλθε Πάναγνε, ἡνίκα τὸν Υἱόν σου, ἐπὶ σταυροῦ προσέβλεψας, καὶ ἐβόας· Μὴ ἄτεκνόν με δείξῃς, Υἱέ μου καὶ Θεέ μου, ὁ συντηρήσας μετὰ τόκον παρθένον.
Ἀπόστιχα Σταυρώσιμα
Τὸν Σταυρόν σου προσκυνῶ, Χριστὲ τὸν τίμιον, τὸν φύλακα τοῦ κόσμου, τὴν σωτηρίαν ἡμῶν τῶν ἁμαρτωλῶν, τὸ μέγα ἱλαστήριον, τοῦ Βασιλέως τὸ νῖκος, τὸ καύχημα πάσης τῆς οἰκουμένης.
Στίχ. Α'. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ξύλον παρακοῆς τῷ κόσμῳ θάνατον ἐβλάστησε, τὸ δὲ ξύλον τοῦ Σταυροῦ, ζωὴν καὶ ἀφθαρσίαν· διό σε προσκυνοῦμεν, τὸν σταυρωθέντα Κύριον, σημειωθήτω ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου.
Μαρτυρικὸν
Στίχ. Β'. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Προφῆται καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Μεγάλη τοῦ Σταυροῦ σου ΤΟ ΑΚΟΥΤΕ
Σταυρῷ σε ἀναρτώμενον, Χριστέ μου ὡς ἑώρακεν, Ἀμνὰς ἡ σὲ τεκοῦσα, ἡ ἄμωμος καὶ Μήτηρ σου, ὠλοφύρετο κλαυθμῷ καὶ ἀνεβόα· Μή με δείξῃς ἄτεκνον, ἣν ἐφύλαξας ἁγνήν καί μετὰ τόκον.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος γ'
Σταυρὸς ἐπάγη ἐπὶ γῆς, καὶ ἥψατο τῶν οὐρανῶν, οὐχ ὡς τοῦ ξύλου φθάσαντος τὸ ὕψος, ἀλλὰ σοῦ τοῦ ἐν αὐτῷ πληροῦντος τὰ σύμπαντα, Κύριε δόξα σοι.
Ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ, ὑψώθης ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἵνα σώσῃς τοὺς ἐν πίστει προσκυνοῦντας, τὴν ἑκούσιόν σου Σταύρωσιν. Χριστὲ ὁ Θεός, δόξα σοι.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Ῥάβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβαλοῦμεν, τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθῳ σε ἀπαύστως μεγαλύνοντες.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα ἕτερα
Ὁ ῥαπισθεὶς ὑπὲρ γένους ἀνθρώπων, καὶ μὴ ὀργισθείς, ἐλευθέρωσον ἐκ φθορᾶς, τὴν ζωὴν ἡμῶν Κύριε, καὶ σῶσον ἡμᾶς.
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Τὸ ἀναρίθμητον, τῆς ἐξουσίας σου, καὶ τὸ ἑκούσιον, τὸ τῆς σταυρώσεως, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι. Πῶς ὁ ἀθεώρητος, ἐν σαρκὶ ἐμαστίζετο; θέλων ἐκλυτρώσασθαι, τῆς φθορᾶς τὸ ἀνθρώπινον· διὸ ὡς ζωοδότῃ βοῶμέν σοι· Δόξα Χριστὲ τῇ εὐσπλαγχνίᾳ σου.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Ἡ ἀπειρόγαμος, ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνολογοῦσα ἔλεγε· Τί σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου, δωρεῶν ἀπολαύσας; Ὑμνῶ σου τὴν θείαν συγκατάβασιν.
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα ἕτερα
Τὴν ὥραιότητα ΤΟ ΑΚΟΥΤΕ
Σταυρὸν ὑπέμεινας, ἀτίμως Δέσποτα, ὁ ὑπερέκεινα, πάσης τῆς κτίσεως, ὅπως τιμήσῃς με τὸν πρίν, δεινῶς ἀτιμασθέντα, λόγχῃ τὴν πλευράν σου δέ, ἐκεντήθης μακρόθυμε, θέλων ἐκλυτρώσασθαι, τῆς φθορᾶς με τὸ πλάσμα σου. Ὑμνῶ σου τὴν πολλὴν εὐσπλαγχνίαν, καὶ τὴν ἀγαθότητα φιλάνθρωπε.
Μαρτυρικὸν ὅμοιον
Θωρακισάμενοι, τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι, ὅπλα τῆς Πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ, ἀθλητικῶς κατεβάλετε· προθύμως τῇ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, πάσας τῶν τυράννων πρίν, ἀπειλάς τε καὶ μάστιγας· διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.
Δόξα... Καὶ νῦν ...
Σταυροθεοτοκίον ὅμοιον
Ἀναρτηθέντα σε, ὡς ἐθεάσατο, ἐν ξύλῳ Δέσποτα, ἡ ἀπειρόγαμος, καὶ Παναμώμητος ἁγνή, Παρθένος τε καὶ Μήτηρ σου. Οἴμοι! ἀνεβόα σοι· ὦ Υἱέ μου γλυκύτατε, πῶς σε ἀνομώτατος, δῆμος ξύλῳ κατέκρινε, τὸν πάντων ποιητὴν καὶ Δεσπότην! Ὑμνῶ σου τὴν ἄκραν ἀγαθότητα.
Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς.
Πόνους ἔπαυσας τῶν βροτῶν πόνοις, Λόγε Ἰωσήφ.
ᾨδὴ α' Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ τὰ ὕδατα πάλαι νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν, Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Πολυώδυνα πάθη ἔπαυσας Λόγε, τοῖς πάθεσι τῆς τιμίας σαρκός σου, καὶ βροτοὺς ἔσωσας, οὓς ἐτραυμάτισε, πάλαι ὁ ἀντίπαλος, τοὺς εὐσεβῶς προσκυνοῦντας, τήν ἀπερινόητον οἰκονομίαν σου.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ὁ δεσμεύσας ἀπάτῃ ἐν Παραδείσῳ, τὸν ἄνθρωπον ἐντολῆς παραβάσει, σοῖς δεσμοῖς δέδεται ἀλύτοις Κύριε, οἷς περ σωματούμενος, ἐθελουσίως ἐδέθης, λύων τὸ παράπτωμα ἡμῶν φιλάνθρωπε.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ναυαγοῦσαν ὁρῶντες οἱ Ἀθλοφόροι, τὴν κτίσιν ταῖς τῶν δαιμόνων ἀπάταις, τῶν πιστῶν ὤφθησαν λιμένες εὔδιοι, πᾶσαν τοῦ ἀλάστορος, χύσει οἰκείων αἱμάτων, δύναμιν βυθίζοντες οἱ μεγαλώνυμοι.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὁ χορὸς τῶν μαρτύρων χοροστασίαις, ταῖς ἄνω περιφανῶς συνημμένος, ἀστραπαῖς πάντοτε, περιαυγάζεται ἀκτίστου Θεότητος, καὶ τοὺς ἐν γῇ καταυγάζει, τούτου τὰ τεράστια πίστει δοξάζοντας.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὑπερτέρα τῶν ἄνω ὤφθης Ταγμάτων, τεκοῦσα ἐπὶ τῆς γῆς Θεὸν Λόγον, τὸν ἡμᾶς ἄχραντε πρὸς τὰ οὐράνια, τοῖς αὐτοῦ παθήμασι, καὶ τῷ Σταυρῷ τῷ τιμίῳ, ἐπαναβιβάσαντα δι' ἀγαθότητα.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς:
Τρίτον μέλισμα τῇ Θεοτόκῳ φέρω.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸ κατάσκιον ὄρος, σὲ ὃ προεῖδεν ἐν Πνεύματι Ἀββακοὺμ ὁ Προφήτης, δυσωπῶ Ἄχραντε, ἐπισκιάσαι με πάθει κεντούμενον, καὶ ἐν σκιᾷ τοῦ Θανάτου, τῶν παρενοχλούντων με, παθῶν λυτρώσασθαι.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥαντισμῷ θείου ῥείθρου, τοῦ κενωθέντος ἐκ θείας ἁγνή, πλευρᾶς τοῦ Υἱοῦ σου, τοὺς ἐμοὺς ἔκπλυνον, καρδίας μώλωπας, ὅπως μεγαλύνω σε, καὶ καταχρέως δοξάζω, τὴν Ἀειμακάριστον καὶ Παναμώμητον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἰσουργὸν τῷ τεκόντι, ἔτεκες Λόγον, θεώσαντα, τῶν βροτῶν τὴν οὐσίαν, ἀλλ' αὐτὸν αἴτησαι, ἠπορημένον με, καὶ ἐξασθενήσαντα, ταῖς τοῦ ἐχθροῦ μεθοδείαις, θείας παρακλήσεως καταξιῶσαι ἁγνή.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, παντοκράτορ Δέσποτα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Σὲ τὸν τῇ φύσει Θεότητος ἀπαθῆ, παθητὸν γενόμενον, σαρκὶ δι' ἀγαθότητα, ξύλῳ ἐθανάτωσεν, Ἑβραίων δῆμος, ἡμᾶς ἀθανατοῦντα.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ἐπὶ ὑδάτων κρεμάσας Λόγε τὴν γῆν, ἐν ξύλῳ θελήματι, ἐκρεμάσθης, ἀνάγων με εἰς τὰ ἐπουράνια, πρὸς τῆς κακίας τὰ βάραθρα πεσόντα.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Πεποικιλμένοι τοῖς στίγμασι τοῦ Χριστοῦ, πανεύφημοι Μάρτυρες, τῷ Κυρίῳ παρίστασθε, παρ´ αὐτοῦ δεχόμενοι, πλουσιωτάτῃ χειρὶ τὰς ἀντιδόσεις.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀγαλλομένῃ ψυχῇ πρὸς τοὺς αἰκισμούς, ἐχώρουν οἱ Ἅγιοι, τὴν ἐσχάτην τῷ δράκοντι, λύπην ἐμποιούμενοι, καὶ τοὺς Ἀγγέλων χοροὺς χαρᾶς πληροῦντες.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀναρτηθέντα ὁρῶσα ἐν τῷ Σταυρῷ, Χριστὸν ἀπειρόγαμε, ὀδυρομένη ἔλεγες· Ἔδυς δόξης Ἥλιε, ἐξ ὀφθαλμῶν μου, φωτίζων τοὺς ἐν σκότει.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸν ἐν ἐλέει ἀφάτῳ καὶ οἰκτιρμοῖς, ὑπάρχοντα πλούσιον, ἐλεήμων ὑπάρχουσα, Παναγία αἴτησαι, τοῦ οἰκτειρῆσαι ἡμᾶς κεκακωμένους.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἶκος τοῦ πάντων ὑπάρχουσα ποιητοῦ, οἰκῆσαι δυσώπησον, ἐν ἐμοὶ τὸν Παράκλητον, γεγονότι σπήλαιον, τῶν ψυχοφθόρων λῃστῶν ἁγνὴ Παρθένε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νεύματι πάντα τὸν φέροντα θεϊκῷ, ἀγκάλαις ὡς φέρουσα, Θεοτόκε ἐπίνευσον, ἐπ' ἐμέ, καὶ ῥῦσαί με, τῆς πρὸς τὰ πάθη συννεύσεως ἀτόπου.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν μονογενῆ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας. Διό σοι κραυγάζομεν εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου Κύριε.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ὕβριν ἀληθῶς, ὁ τιμῆς ἀπάσης ἐπέκεινα, Δέσποτα ὑπέμεινας Χριστέ, τὴν κεφαλὴν καλάμῳ τυπτόμενος, ὅπως παραβάσει με ἀτιμασθέντα, τιμήσῃς φιλάνθρωπε.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Στέφος ἀκανθῶν, ἀνεδήσω θέλων μακρόθυμε, οἷα βασιλεὺς ἀληθινός, καὶ τὴν ἀκανθηφόρον προθέλυμνον, ἁμαρτίαν ἔπαυσας, ὑμνολογῶ σου Σῶτερ τὰ παθήματα.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἄθραυστοι ποιναῖς, αἰκισμῶν ἐμείνατε Μάρτυρες, θραύοντες τὴν πλάνην τοῦ ἐχθροῦ, καὶ τοῖς ποσὶν ὑμῶν ὑποτάττοντες, ἄμετρα καυχώμενον, καὶ ἀπονοίᾳ ὅλον μαραινόμενον.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σώμασι φθαρτοῖς, ἀφθαρσίαν θείαν ἐκτήσασθε, πάθεσι τὸ πάθος τὸ σεπτόν, τοῦ ἀπαθοῦς στερρῶς μιμησάμενοι, πανεύφημοι Μάρτυρες, τῶν Ἀσωμάτων πάντων συνάριθμοι.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τόμον σε ποτέ, ὁ Προφήτης Κόρη τεθέαται, ἐν ᾧ τῷ δακτύλῳ τοῦ Πατρός, ἐναπεγράφη Λόγος σαρκούμενος, καὶ τὸ τοῦ προπάτορος, λόγχῃ ῥηγνύει, ἄχραντε χειρόγραφον.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μώλωπας Χριστέ, καὶ σφαγὴν ἑκὼν ὡς ὑπέμεινας, τὴν μωλωπισθεῖσάν μου ψυχήν, ταῖς λῃστρικαῖς δαιμόνων κακώσεσι, πρεσβείαις θεράπευσον, τῆς σὲ Τεκούσης, μόνε πολυέλεε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἔργον σῶν χειρῶν, πλαστουργὲ ὑπάρχω καὶ ποίημα, κακίᾳ δὲ ὄφεως Χριστέ, ὑφ´ἡδονῶν τοῦ βίου συντέτριμμαι· διό με ἀνάπλασον, τῆς σὲ Τεκούσης, θείαις παρακλήσεσιν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λόγον τοῦ Πατρός, ὑπὲρ λόγον τέτοκας, λύσαντα πάσης ἀλογίας τοὺς βροτούς, ὃν ἐκτενῶς δυσώπει, ἀλόγοις με πάθεσι δουλούμενον, ἐλευθερῶσαι, μόνη ἀειπάρθενε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἴαμα ἡμῖν, ἐκ παλάμης βρύεις ἑκάστοτε, ὅλη ἁγιάσματος σκηνή, ὅλη φωτὸς ὑπάρχουσα ἔμπλεως, ὅλη ἀποστάζουσα, μύρον εὐωδίας, Πάναγνε Θεόνυμφε.
ᾨδὴ ε'
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐπὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης, καὶ τοῖς βροτοῖς ἑκὼν συνανεστράφης, ὁ ἀκατάληπτος· διὸ πρὸς σὲ ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ὥσπερ ἀμνὸς ἀνηρτήθης ἐν ξύλῳ, καὶ τῷ Πατρὶ θυσία προσηνέχθης, ὑπὲρ ἡμῶν ἀγαθέ, καὶ θυσίας ἔπαυσας, τῶν εἰδώλων παντοδύναμε.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Νυγεὶς πλευρὰν ζωοδότα τῇ λόγχῃ, δύο κρουνοὺς σωτηρίας προχέεις, τοῖς τῆς Τριάδος, σὲ ἕνα καταγγέλουσιν, ἐνεργείας δύο φέροντα.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Βάσιν στερρὰν καὶ ἀσάλευτον πέτραν, σὲ Ἰησοῦ οἱ στερροὶ Ἀθλοφόροι, πίστει εὑράμενοι, ὥσπερ λίθοι τίμιοι, ἑαυτοὺς ἐπῳκοδόμησαν.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ῥώμῃ Θεοῦ δυναμούμενοι πίστει, πᾶσαν δεινήν, δυναστείαν τοῦ πλάνου κατεπαλαίσατε, ἀθλοφόροι Μάρτυρες, καὶ λαμπρῶς ἐστεφανώθητε.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥεύσασαν πρὶν παραβάσει, τὴν φύσιν τὴν καθ' ἡμᾶς, ὡς ἀρρεύστως τεκοῦσα Χριστόν, ἀνέπλασας, Παναγία Δέσποινα, προστασία τῶν ψυχῶν ἡμῶν.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας, ἐβόα ἐγώ! πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σαρκός μου τὰς ὀδύνας καὶ τῆς ψυχῆς, τὸν πόνον μεταποίησον, καὶ τῆς ῥαθυμίας τὰ νέφη δίωξον Παρθένε, φωτὸς νεφέλη, καὶ ὑγείαν, καὶ δεινῶν ἀπαλλαγήν, δίδου μοι αἰτοῦντι, καὶ πόθῳ σε δοξάζοντι.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μεσῖτίν σε καὶ πρέσβυν, πρὸς τὸν ἐκ σοῦ τεχθέντα, νῦν προβάλλομαι, πάσης ἁμαρτίας ὑπάρχων ἔμπλεως. Παρθένε ἐγγυητής μοι, καὶ βίου ἐπανόρθωσις γενοῦ, καὶ χειραγωγία, πρὸς τρίβους θείας γνώσεως.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἁγίασον τὸν νοῦν μου, καὶ τὴν ψυχήν, Παρθένε φωταγώγησον, καὶ τῆς θείας δόξης μέτοχον ποίησον· ἰδοὺ γὰρ κακῶν ἐπλήσθην, καὶ παντοίαις ἐδουλώθην ἡδοναῖς, καὶ μεμολυσμένην, προσφέρω τὴν συνείδησιν.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν, ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ' ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ὄφις με ἐξήγαγε τῆς Ἐδέμ, δολίᾳ βρώσει δελεάσας ὁ δόλιος, ὁ Χριστὸς ἐν ξύλῳ δέ, ἀναρτηθεὶς θελήματι, τὴν ἀρχαίαν μοι, πάλιν δίδωσιν εἴσοδον.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Τέτρωται τρωθείσης σου τῆς πλευρᾶς, ἡμᾶς ὁ τρώσας, καὶ ἀνίατος ἔμεινεν, εὐεργέτα Κύριε, οἱ δὲ πιστοὶ ἰάθημεν, σοῦ τοῖς μώλωψιν, οἷς ἑκὼν τετραυμάτισαι.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὤφθητε πυρὸς ἐν μέσῳ, σοφοὶ Χριστοῦ ὁπλῖται, ὥσπερ ἄρνες ὀπτώμενοι, καὶ Θεοῦ παντάνακτος, τραπέζῃ προσαγόμενοι, καὶ τὴν ἄφραστον, εὐφροσύνην κληρούμενοι.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νέμετε ἰάσεων ποταμούς, ἐξ ἀκενώτων θησαυρῶν ἀρυόμενοι, καὶ παθῶν ἐπήρειαν, Ἀθλοφόροι ξηραίνετε, καὶ ἀρδεύετε, τῶν πιστῶν τὰ συστήματα.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νέκρωσιν ὁρῶσα τοῦ ἐκ τῶν σῶν, αἱμάτων Λόγου σαρκωθέντος Πανάμωμε, μητρικῶς ἠλάλαζες, καὶ ζωῆς ὄντα αἴτιον, ἐμεγάλυνες, Μητροπάρθενε Δέσποινα.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων, καταντήσαντας φιλάνθρωπε, καὶ τρικυμίαις πειρασμῶν, ἀπολέσθαι κινδυνεύοντας, βοῶντας, μὴ παρίδῃς· Σῶσον Σωτὴρ ὡς ἔσωσας, τοῦ θηρὸς τὸν προφήτην.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸν Φαρισαῖον ἐπηρμένῃ διανοίᾳ ὑπερβέβηκα, σοβαρευόμενος ἀεί, καὶ βαράθροις συνωθούμενος, ἀμέτρων συμπτωμάτων, μόνη ἁγνή, ταπεινωθέντα δεινῶς οἴκτειρόν με.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἡ ὑπερθαύμαστον τὴν σύλληψιν, ἐσχηκυῖα καὶ τὴν γέννησιν, τὰ σὰ ἐλέη ἐπ' ἐμοί, τῷ ἀθλίῳ νῦν θαυμάστωσον· καὶ γὰρ ἐν ἀνομίαις, καὶ συλληφθεὶς καὶ γεννηθείς, ἡδοναῖς ἐδουλώθην.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θρηνῶ καὶ κλαίω καὶ ὀδύρομαι, ὁπηνίκα τὸ κριτήριον, τὸ φοβερὸν ἐνθυμηθῶ· πονηρὰ γὰρ ἔργα κέκτημαι, ἀπείρανδρε Παρθένε Μήτηρ Θεοῦ, ἐν ὥρᾳ τῇ φοβερᾷ πρόστηθί μοι.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸ πρὶν εἰκόνι τῇ χρυσῇ, Περσικῷ σεβάσματι, Παῖδες οὐ προσεκύνησαν τρεῖς, ὑμνοῦντες ἐν μέσῳ τῆς καμίνου. Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Πόνοις σου ἔπαυσας ἡμῶν, τοὺς πόνους φιλάνθρωπε, καὶ νῦν ζωὴν πρὸς ἄπονον μετηγάγου, τοὺς τὰ σεπτά σου Πάθη, προσκυνοῦντας εὐσεβῶς, Θεὲ τῶν ὅλων.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ὅτε σε ἔβλεψε Χριστέ, ἡ κτίσις σταυρούμενον, ἠλλοιοῦτο καὶ ἔτρεμε, γῆ ἐσείσθη, ἐρράγησαν δὲ πέτραι, καὶ περιέστειλε, τὸ φῶς ἡλίου δρόμος.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νόμοις πειθόμενοι Χριστοῦ, ἀνόμων ἐξέκλιναν, τὰς θωπείας οἱ Μάρτυρες, καὶ νομίμως ἐν μέσῳ, τοῦ σταδίου ἐναθλοῦντες, εὐκλεῶς ἐστεφανοῦντο.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οὐ καταφλέχθητε φλογί, πυρὸς τὴν προαίρεσιν, θερμοτέραν κτησάμενοι, Ἀθλοφόροι Χριστοῦ στεφανηφόροι, ἐκβοῶντες· ὁ Θεὸς εὐλογητὸς εἶ.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἵστασο βλέπουσα Χριστόν, Σταυρῷ ἀνυψούμενον, ὃν ἐκύησας ἄχραντε, καὶ ἐβόας· Μὴ ἄτεκνόν με δείξῃς, ἣν ἐτήρησας, ἁγνὴν καὶ μετὰ τόκον.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐπὶ τοῦ βήματος Χριστοῦ, ὅταν μέλλω κρίνεσθαι, ὡς ὑπεύθυνος ἄχραντε, φάνηθί μοι, ἐκ πάσης με βασάνου, ῥυομένη τῇ θερμῇ σου προστασίᾳ.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τρεῖς Παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν, καὶ ὑμνοῦντες ἐβόων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐξ ἔργων σωτηρία, οὐχ ὑπάρχει μοι Δέσποινα· ἁμαρτίας γὰρ ἁμαρτίαις προστίθημι, καὶ τῇ κακίᾳ κακίαν· τῇ οὖν πρεσβείᾳ σου ἁγνή, οἴκτειρον σῶσόν με.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἡ κρίσις ἐπὶ θύραις, τὸ κριτήριον ἕτοιμον, ἑτοιμάζου ὦ ψυχή μου, καὶ βόησον · Ἐν τῷ κρίνειν σε Λόγε, μὴ κατακρίνῃς με, εὐχαῖς τῆς κυησάσης σε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τρυγήσας ἁμαρτίας, τοὺς καρποὺς τεθανάτωμαι, καὶ προσφέρων τὴν ψυχὴν ἄκαρπον, κράζω σοι· Καρποφόρον με δεῖξον, ἡ τῷ καρπῷ σου, τὴν φθορὰν ἐξαφανίσασα.
ᾨδὴ η'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Βαβυλωνία κάμινος, τοὺς παῖδας οὐκ ἔφλεξεν, οὐδὲ τῆς Θεότητος τὸ πῦρ, τὴν Παρθένον διέφθειρε· διὸ μετὰ τῶν Παίδων πιστοὶ βοήσωμεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Σοῦ σταυρωθέντος ἤνοικται, πάλιν ὁ Παράδεισος, καὶ ἡ στρεφομένη καθ' ἡμῶν, ῥομφαία νῶτα δίδωσι, τὴν λόγχην αἰδεσθεῖσα, τὴν ἐκκεντήσασαν, τὴν ἁγίαν πλευράν σου, Χριστὲ πολυέλεε.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Λόγχῃ σου ὁ πολέμιος, τέτρωται καὶ πέπτωκεν, ὁ παραπεσὼν δὲ πρὸς ζωήν, Ἀδὰμ ἀνακομίζεται, βοῶν σοι τῷ τυθέντι, ἐθελουσίως Χριστέ. Εὐλογῶν σε δοξάζω, Θεὲ πολυέλεε.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὁ κόσμος τοῖς παλαίσμασιν, ὑμῶν καταλάμπεται, καὶ ταῖς ἀριστείαις Ἀθληταί, καὶ τοῖς ἀπείροις θαύμασι, καὶ σκότους νοσημάτων λυτροῦται πίστει, βοῶν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Γέλως ὁρᾶται κείμενος, ποσὶν ὑμῶν Ἅγιοι, ὁ πρὶν ἐγκαυχώμενος τὴν γῆν, ἐξαλείφειν καὶ θάλασσαν, Χριστὸς δὲ ζωηφόρῳ, κατακοσμεῖ δεξιᾷ, ἀμαράντοις στεφάνοις, ὑμᾶς παναοίδιμοι.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐν χρόνῳ ἀπεκύησας, τὸν χρόνων ἐπέκεινα, λύοντα τὰ χρόνια δεσμά, τοῖς δεσμοῖς αὐτοῦ Ἄχραντε, Ἀδὰμ τοῦ πρωτοπλάστου, καὶ συνδεσμοῦντα αὐτόν, τοῖς δεσμοῖς τῆς γλυκείας αὐτοῦ ἀγαπήσεως.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείᾳ προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὅλη ὡς καλὴ καὶ πλησίον, τοῦ παμβασιλέως, γεγονυῖα Θεοτόκε, πλήρωσόν με ἀγαθῶν ἔργων, κακίᾳ συζήσαντα, καὶ ῥαθύμως πάντα τὸν βίον τελέσαντα, ὅπως σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κητῴας γαστρὸς ὡς ἐρρύσω, πάλαι τὸν Προφήτην, Θεοῦ Λόγε παραδόξως, οὕτω ῥῦσαί μου τὴν ψυχήν, βυθῷ ὀλισθήσασαν ἀπωλείας, ἔχων Σῶτερ δυσωποῦσάν σε, τὴν ἀπειρογάμως, τεκοῦσάν σε Παρθένον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡραίαν στολὴν ἐνδυθέντα, θεογενεσίᾳ, εὑρηκότες Θεοτόκε, οἱ κακίαν δημιουργοῦντες, ταύτης ἀπεγύμνωσαν, ἀλλ' αὐτή με θείαις στολαῖς καταφαίδρυνον, διὰ μετανοίας, πρεσβείαις σου Παρθένε.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἐν βάτῳ καὶ πυρί, προγραφεῖσαν ἐν Σινᾷ, τῷ νομοθέτῃ Μωσῇ, καὶ τὸ θεῖον ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν πῦρ, τὴν ὁλόφωτον καὶ ἄσβεστον λαμπάδα, τὴν ὄντως Θεοτόκον, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ἵνα εὕρῃς τὴν δραχμήν, ἣν ἀπώλεσας Χριστέ, ἀνῆψας ἐν τῷ Σταυρῷ σου τὴν σάρκα Ἀγαθέ, καὶ κοινωνοὺς ποιεῖς τῆς χαρᾶς, τὰς Δυνάμεις σου, τὰς ἄνω ζωοδότα, μεθ' ὧν σε εὐεργέτα, ὑμνοῦντες ἐν ᾄσμασι μεγαλύνομεν.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ὡς ἀνύψωσας Χριστέ, σοῦ τὰς χεῖρας ἐν Σταυρῷ, τὰς παρειμένας μου πρίν, χεῖρας πάθεσι πολλοῖς, ἐκίνησας δυνάμει τῇ σῇ, καὶ τὰ γόνατα πρὸς θεῖον δρόμον ὄντως, τὰ παραλελυμένα ἐνίσχυσας · ὅθεν σε μεγαλύνομεν.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Συγκαιόμενοι φλογμῷ, τῶν ἀπείρων αἰκισμῶν, δρόσον σε εὗρον Χριστέ, ἀναψύξεως οἱ σοί, στερροὶ καὶ θαυμαστοὶ Ἀθληταί· ὅθεν χαίροντες διήνυον τὸν δρόμον, ἐφέσει τῶν βραβείων, ἐν ὕμνοις ἀπαύστως σε μεγαλύνοντες.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἡ πληθὺς τῶν ἀθλητῶν, τῶν ἁγίων ὁ χορός, ἐκδυσωπεῖ σε Χριστέ, ὑπὲρ δήμου καὶ λαοῦ, πολλὰ παραπικραίνοντος, ἐν τῷ πλήθει σου, οἰκτίρμον τοῦ ἐλέους, ἐξαλεῖψαι τὰ πλήθη, τῶν ἀνομιῶν ἡμῶν, ὡς φιλάνθρωπος.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φέρον βρότειον μορφήν, τὸ ἀπαύγασμα Πατρός, Παρθένε τέτοκας, ὃν ὑψούμενον Σταυρῷ, ὁ ἥλιος μὴ φέρων ὁρᾷν ἐμελαίνετο, καὶ ζόφος ἐμειοῦτο τῆς εἰδωλομανίας· διὸ σὺν ἐκείνῳ σε μεγαλύνομεν.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν νόμου σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοὶ πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον Ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, πατρὸς ἀνάρχον Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρως μεγαλύνομεν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φθαρέντα τὸν νοῦν, φθαρέντα τὴν ψυχὴν καὶ τὴν συνείδησιν, κακίᾳ μολυνθέντα, καὶ γυμνὸν παντοίων ἀγαθῶν ἀποδειχθέντα, Παρθένε ἄφθορε ἄμωμε, μή με παρίδῃς, ἀλλ' ἔργοις, εὐσεβείας κατακόσμησον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐπλήσθην κακῶν, ἐπλήσθην λογισμῶν ἀλλοτριούντων με, ἐκ σοῦ τοῦ φιλανθρώπου· διὰ τοῦτο καὶ στένω καὶ βοῶ· Μετανοοῦντά με δέξαι, καὶ μὴ ἀπώσῃ με τῆς σὲ τεκούσης πρεσβείαις, εὐεργέτα πολυέλεε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥυσθείην ταῖς σαῖς, Πανάμωμε Κόρη πρεσβείαις πάσης ὀργῆς, παθῶν θανατηφόρων, χαλεπῆς γεέννης καὶ πυρός, ἀπὸ ἀνθρώπων ἀδίκων, ἀπὸ ἐχθρῶν πονηρῶν, ὁ προσφυγών σου τῇ σκέπῃ, καὶ καλῶν σε εἰς βοήθειαν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς μήτηρ Θεοῦ δυσώπει, τὸν ἐκ σοῦ τεχθέντα Κύριον, Θεὸν καὶ Βασιλέα, τοῦ ῥυσθῆναι πάσης ἀπειλῆς, καὶ πονηρᾶς συνηθείας, τὸν σὸν ἱκέτην Ἁγνή, τὸν ἐπὶ σοὶ πεποιθότα, ἐκ γαστρὸς μητρός μου, Δέσποινα.
Ἀποστίχα τῶν Αἴνων Σταυρώσιμα
Φθόνῳ τρυφῆς ἐκβέβλημαι, πτῶμα πεσὼν χαλεπόν, ἀλλ' οὐ παρεῖδες Δέσποτα, ἀναλαβὼν δι' ἐμὲ τὸ κατ' ἐμέ, σταυροῦσαι, καὶ σῴζεις με, εἰς δόξαν εἰσάγεις με· Λυτρωτά μου, δόξα σοι.
Στίχ. α'. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ´ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Σταυροφανῶς Μωϋσῆς, ἐν τῷ ὄρει, χεῖρας ἐκτείνας πρὸς ὕψος, τὸν Ἀμαλὴκ ἐτροποῦτο, σὺ δὲ Σωτὴρ τὰς παλάμας ἁπλώσας, ἐν τῷ Σταυρῷ τῷ τιμίῳ, ἐνηγκαλίσω με σώσας, τῆς δουλείας τοῦ ἐχθροῦ, καὶ ἔδωκάς μοι σημείωσιν ζωῆς, ἀπὸ τόξου φυγεῖν τῶν ἐναντίων μου. Διὰ τοῦτο, Λόγε, προσκυνῶ τὸν Σταυρόν σου τὸν τίμιον.
Μαρτυρικὸν
Στίχ. β'. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Ὡς φωστῆρες ἐν κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι· διὸ ἔχοντες παρρησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Ὁρῶσά σε κρεμάμενον, ἐν ξύλῳ ἡ Πανάμωμος, Χριστέ μου ὑπεράγαθε, ὀδυρομένη ἐβόα μητρικῶς· Υἱέ μου παμφίλτατε, πῶς δῆμος ὁ ἄνομος, ξύλῳ σε κατέκρινε;
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ἀθετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ λῃστὴν οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσῴκισας κράζοντα· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ἐσταυρώθης δι' ἐμέ, καὶ ἑλογχεύθης Ἰησοῦ μου τὴν πλευράν, δύο κρουνοὺς ἀναβλύσας μοι, σωτηριώδεις· ὅθεν, διασωθεὶς τῷ πάθει σου Χριστέ, ἀνυμνῶ τὴν εὐσπλαγχνίαν τὴν σήν· Μνήσθητί μου βοῶν, ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ´ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Μετ' ἀνόμων λογισθείς, τὰς ἀνομίας πάντων ᾖρας Ἰησοῦ, καὶ ταῖς ἀκάνθαις στεφόμενος, ὡς Βασιλεὺς τῶν ὅλων, τῆς ἁμαρτίας πρόρριζον Χριστέ, τέμνεις ἄκανθαν τοῦ Προπάτορος· ὅθεν πίστει τὸ σόν, Πάθος νῦν δοξάζομεν.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Οἱ τὰ παθήματα Χριστοῦ, ἐκμιμησάμενοι, γενναῖοι Ἀθληταί, πανευκλεέστατοι Μάρτυρες, καὶ τοῦ ἐχθροῦ τὴν πλάνην, καταβαλόντες σθένει θεϊκῷ, οὐρανίου δόξης ἐτύχετε, ὑπὲρ πάντων ἡμῶν, Ἅγιοι πρεσβεύοντες.
Δόξα...
Τρισυπόστατε Μονάς, καὶ ἀδιαίρετε Τριάς, ἡ παντουργὸς οὐσία, μία καὶ δύναμις, τοὺς ὑμνητάς σου σκέπε, ἀπὸ παντοίας βλάβης τοῦ ἐχθροῦ, καὶ τῆς Βασιλείας σου ἀξίωσον, ἧς καὶ ἐπέτυχον, οἱ καλῶς βιώσαντες.
Καὶ νῦν ... Σταυροθεοτοκίον
Καθορῶσα ἐν Σταυρῷ, ὃν ἐξ αἱμάτων, ἐσωμάτωσας ἁγνῶν, ὀδυρομένη ἐκραύγαζες· Θεογεννῆτορ Κόρη. Τί ταῦτα Τέκνον, δῆμος πονηρός, ἀνταπέδωκέ σοι, θανατώσας σε, τὴν ζωὴν τῶν πιστῶν, πάντων καὶ ἀνάστασιν;