ΕΙΣ ΤΟΝ ΠΛ. Δ' ΗΧΟΝ
Τῇ Κυριακὴ ἑσπέρας, καὶ τῇ Δευτέρα πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. δ'.
Χαῖρε ἡ δι' Ἀγγέλου, τὴν χαρὰν τοῦ κόσμου δεξαμένη, χαῖρε ἡ τεκοῦσα, τὸν ποιητήν σου καὶ Κύριον, χαῖρε ἡ ἀξιωθεῖσα, γενέσθαι Μήτηρ Θεοῦ.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος πλ. δ'.
Χαῖρε ἡ πύλη, τοῦ Βασιλέως τῆς δόξης, ἣν ὁ Ὕψιστος μόνος διώδευσε, καὶ μόνην ἐσφραγισμένην ἐφύλαξεν, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Τῇ Δευτέρᾳ ἑσπέρας, καὶ τῇ Τρίτῃ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. δ'.
Τὸ ἀσάλευτον στήριγμα, τὸ τῆς πίστεως, καὶ σεβάσμιον δώρημα, τῶν ψυχῶν ἡμῶν, τὴν Θεοτόκον ἐν ὕμνοις, μεγαλύνωμεν πιστοί. Χαῖρε, ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρί σου χωρήσασα, χαῖρε τῶν περάτων ἡ ἐλπίς, θλιβομένων ἀντίληψις, χαῖρε Νύμφη ἀνύμφευτε.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος πλ. δ'.
Παρθένε ἄχραντε, σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου, κινοῦσα σπλάγχνα μητρικά, τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν.
Τῇ Τρίτῃ ἑσπέρας, καὶ τῇ Τετάρτῃ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. δ'.
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Σωτῆρα τοῦ κόσμου, ἐν τῷ Σταυρῷ θεωροῦσα, ἡ τεκοῦσα ἔλεγε δακρύουσα∙ ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου. Ἦχος πλ. δ'.
Ὁ καρπὸς τῆς κοιλίας σου Ἄχραντε, τῶν Προφητῶν ὑπάρχει, καὶ τοῦ νόμου τὸ πλήρωμα∙ διό σε Θεοτόκον, ἐν ἐπιγνώσει δοξάζοντες, εὐσεβῶς μεγαλύνομεν.
Τῇ Τετάρτῃ ἑσπέρας, καὶ τῇ Πέμπτῃ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. δ'.
Ἡ νοητὴ πύλη τῆς ζωῆς, ἄχραντε τοὺς προστρέχοντάς σοι πιστῶς, λύτρωσαι τῶν κινδύνων, ἵνα δοξάζωμεν τὸν πανάγιον τόκον σου, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος πλ. δ'.
Παρθένε ἄχραντε, σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου, κινοῦσα σπλάγχνα μητρικά, τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν.
Τῇ Πέμπτῃ ἑσπέρας, καὶ τῇ Παρασκευῇ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. δ'.
Τὸν ἀμνὸν καὶ ποιμένα, καὶ Σωτῆρα τοῦ κόσμου, ἐν τῷ Σταυρῷ θεωροῦσα, ἡ Τεκοῦσα, ἔλεγε δακρύουσα∙ ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος πλ. δ'.
Ὁ καρπὸς τῆς κοιλίας σου Ἄχραντε, τῶν Προφητῶν ὑπάρχει, καὶ τοῦ νόμου τὸ πλήρωμα∙ διό σε Θεοτόκον, ἐν ἐπιγνώσει δοξάζοντες, εὐσεβῶς μεγαλύνομεν.
Τῇ Παρασκευῇ ἑσπέρας, καὶ τῷ Σαββάτῳ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. δ'.
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον, δέξαι τὴν Τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος πλ. δ'.
Παρθένε ἄχραντε, σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου, κινοῦσα σπλάγχνα μητρικά, τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν.