ΕΙΣ ΤΟΝ Α' ΗΧΟΝ
Τῇ Κυριακῇ ἑσπέρας, καὶ τῇ Δευτέρᾳ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος α'.
Θαῦμα θαυμάτων Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται∙ συνέλαβες γὰρ ἀσπόρως, καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι Ἀγγέλων, ὁρᾷν οὐ δεδύνηνται, αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου. Ἦχος α'.
Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε.
Τῇ Δευτέρα ἑσπέρας, καὶ τῇ Τρίτῃ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος α'.
Συλλαβοῦσα ἀφλέκτως, τὸ πῦρ τῆς Θεότητος, καὶ τεκοῦσα ἀσπόρως, πηγὴν ζωῆς τὸν Κύριον, Κεχαριτωμένη Θεοτόκε, περίσῳζε τοὺς σὲ μεγαλύνοντας.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος α'.
Τὸν ἀμήτορα ἐν οὐρανῷ, ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἐπὶ γῆς ἀπάτορα ἔτεκες. Αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τῇ Τρίτῃ ἑσπέρας καὶ τῇ Τετάρτῃ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος α'.
Οἱ τὴν σὴν προστασίαν, κεκτημένοι Ἄχραντε, καὶ ταῖς ἱκεσίαις, τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου, ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σε πάντες, εὐσεβῶς μεγαλύνομεν.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος α'.
Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, Χαῖρε Νύμφη ἀνύμφευτε.
Τῇ Τετάρτῃ ἑσπέρας, καὶ τῇ Πέμπτῃ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος. Ἦχος α'.
Συλλαβοῦσα ἀφλέκτως, τὸ πῦρ τῆς Θεότητος, καὶ τεκοῦσα ἀσπόρως, πηγὴν ζωῆς τὸν Κύριον, Κεχαριτωμένη Θεοτόκε, περίσῳζε τοὺς σὲ μεγαλύνοντας.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος α'.
Τὸν ἀμήτορα ἐν οὐρανῷ, ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἐπὶ γῆς ἀπάτορα ἔτεκες. Αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τῇ Πέμπτῃ ἑσπέρας, καὶ τῇ Παρασκευῇ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος α'.
Οἱ τὴν σὴν προστασίαν, κεκτημένοι Ἄχραντε, καὶ ταῖς σαῖς ἱκεσίαις, τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου, ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σε πάντες, εὐσεβῶς μεγαλύνομεν.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος α'.
Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε.
Τῇ Παρασκευῇ ἑσπέρας, καὶ τῷ Σαββάτῳ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος α'.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος α'.
Τὸν ἀμήτορα ἐν οὐρανῷ, ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἐπὶ γῆς ἀπάτορα ἔτεκες. Αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.