Τῌ
ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν
Ἀλυπίου τοῦ Κιονίτου, καὶ Νίκωνος τοῦ
Μετανοεῖτε.
ΕΙΣ
ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια τοῦ Ὁσίου Ἀλυπίου.
Ἦχος
α' Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Παμμάκαρ Ἀλύπιε τὴν σήν, ἐκ
παιδὸς ἀνέθηκας, ζωὴν Χριστῷ τῷ Θεῷ ἡμῶν· ὑφ' οὗ
σθενούμενος, τῆς σαρκὸς τὰ πάθη, λογισμῷ ὑπέταξας, τὸ χεῖρον ὑποτάττων
τῷ κρείττονι· διὸ
ἱκέτευε, δωρηθῆναι ταῖς
ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ
τὸ μέγα ἔλεος.
Θεόφρον Ἀλύπιε φωστήρ, καθωράθης
μέγιστος, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι,
καὶ ἐνθέων ἔργων· ὅθεν μετὰ κοίμησιν,
τὸ ἄδυτόν σε φῶς ὑπεδέξατο· διὸ ἱκέτευε,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν,
τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Στῦλος ἐχρημάτισας σοφέ, Μοναστῶν
Ἀλύπιε, ὕπερθεν στύλου ἱστάμενος, καὶ
πιεζόμενος, καύσωνι καὶ κρύει, καὶ πολλαῖς ἀσκήσεσι·
διὸ καθυπεδέξω τοῦ Πνεύματος, θεῖα χαρίσματα,
ἰατρεύειν ἀρρωστήματα, καὶ διώκειν, πάθη
χαλεπώτατα.
Τοῦ
Ὁσίου Νίκωνος
Ἦχος
πλ. β' Ὅλην ἀποθέμενοι
ΤΟ ΑΚΟΥΤΕ
Ὕψωσαν τὸ σῶμά σου, πόνοι
καὶ πόνων οἱ τρόποι, καὶ τῶν τρόπων ἔλλαμψις,
ἡ τῷ θείῳ Πνεύματι
ἀπαστράπτουσα, ὑπὲρ νοῦν ἅπαντα, τῇ ἰσχὺϊ
ηὔγασε· θαυμαστῶς ἐμεγαλύνθη γάρ, ἡ θήκη
νάματα, βλύζουσα πιστοῖς, ξένον θέαμα! πῶς
τάφος οὐκ ἐπέδησεν, ἢ λίθος κατέσχε τὴν δύναμιν, ἀλλ' ὡς καὶ
πρὸ τέλους, μετάνοιαν ἐκραύγαζες ἡμῖν,
ὡσαύτως νῦν πρὸς ἐπίγνωσιν, ἕλκεις
μετὰ θάνατον.
Δεῦτε προσκυνήσωμεν, λαὸς ἐν οἴκῳ
Κυρίου, ὅπου τὸ πανάγιον, σκῆνος τεθησαύρισται
τοῦ Παμμάκαρος· ᾧ τερπνοῖς ᾄσμασι, καὶ
φαιδραῖς λαμπάσι, λιτανεύοντες βοήσωμεν· Ἅγιε
πρόφθασον, καὶ τοὺς ἐν ἀνάγκαις ἐλέησον,
καὶ κλύδωνος ἐξάρπασον, καὶ τῆς καταιγίδος
τῶν θλίψεων, ἵνα τὴν τερπνήν σου, καὶ πάντιμον
δοξάζωμεν σορόν, καὶ τὴν εἰκόνα σεβώμεθα,
μύρον ἀναβλύζουσαν.
Πλοῦτον ἀναφαίρετον, ἔχει σε πόλις
Λακώνων, Μάκαρ ἀξιάγαστε, φαειναῖς αὐγάζοντα
ταῖς λαμπρότησιν· ᾗ
καὶ νῦν βράβευσον, τὴν εἰρήνην Νίκων,
καὶ τροπαίων αὐτήν ἔμπλησον, ἐχθρῶν τὴν
ἔπαρσιν, καὶ παρεμβολὰς κάμψας βέλεσι, σῶν
Πρεσβειῶν Πατὴρ ἡμῶν, καὶ τῆς συμπαθοῦς
μεταδόσεως, πλῆσον τὰς καρδίας, ἡμῶν τῶν
ἀνυμνούντων σε πιστῶς, ἐν παρρησίᾳ δεόμενος,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα...
Καὶ νῦν ... Θεοτοκίον
Νοὸς καθαρότητι, ὁ Ἡσαΐας
Παρθένε, πόρρωθεν προέφησε, Ποιητὴν τῆς κτίσεως
τεξομένην σε, ὦ σεμνὴ Πάναγνε· σὺ γὰρ ὤφθης
μόνη, ἐξ αἰῶνος παναμώμητος. Διὸ σου δέομαι,
τὴν μεμολυσμένην καρδίαν μου, καθάρισον καὶ λάμψεως,
θείας κοινωνὸν με ἀνάδειξον, Κόρη τοῦ Υἱοῦ
σου, καὶ στάσεως αὐτοῦ τῆς δεξιᾶς, ὅταν
καθίσῃ ὡς γέγραπται, κρῖναι κόσμον ἅπαντα.
Ἢ
Σταυροθεοτοκίον
Κρίσιν Ἰσραὴλ κριταί, θανατηφόρον
κριθῆναι, σὲ Υἱὲ κατέκριναν, ὡς κριτὸν
σε στήσαντες ἐπὶ βήματος, τὸν νεκροὺς κρίνοντα,
καὶ τοὺς ζῶντας Σῶτερ, καὶ Πιλάτῳ σε
παρέδωκαν, καὶ κατακρίνουσι πρὸ τῆς δίκης
φεῦ! οἱ παράνομοι, καί, βλέπουσα τιτρωσκομαι, καὶ
συγκατακρίνομαι Κύριε· ὅθεν καὶ προκρίνω,
θανεῖν ὑπὲρ τὸ ζῆν ἐν στεναγμοῖς, ἡ
Θεοτόκος ἐκραύγαζε, μόνε Πολυέλεε.
Εἰς τὸν Στίχον,
τὰ Στιχηρὰ τῆς Ὀκτωήχου.
Ἀπολυτίκιον
τοῦ Ὁσίου Ἀλυπίου Ἦχος α'
Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας
τοὺς Προπάτορας Ὅσιε, τὸν Ἰὼβ ἐν τοῖς
πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς,
καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων
ἐν σώματι, Ἀλύπιε Πατὴρ ἡμῶν Ὅσιε,
πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Τοῦ Ὁσίου Νίκωνος
Ἦχος
γ' Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Χαίρει ἔχουσα ἡ Λακεδαίμων, θείαν
λάρνακα, τῶν σῶν λειψάνων, ἀναβρύουσαν πηγὰς
τῶν ἰάσεων, καὶ διασῴζουσαν πάντας ἐκ
θλίψεων, τοὺς σοὶ προστρέχοντας Πάτερ ἐκ πίστεως,
Νίκων Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν ... Θεοτοκίον
Καὶ
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη
Στιχολογίαν ψάλλεται εἷς Κανὼν τῆς Ὀκτωήχου,
καί των Ἁγίων οἱ δύο παρόντες.
Ὁ Κανὼν τοῦ
Ὁσίου Ἀλυπίου, οὗ ἡ Ἀκροστιχίς.
Χαίρων
ἐπαινῶ τοὺς Ἀλυπίου
πόνους. Ἰωσήφ.
ᾨδὴ
α' Ἦχος
πλ. α' ΤΟ ΑΚΟΥΤΕ
«Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν
Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ
βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ
ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα».
Χάριτος πεπλησμένος, χαρᾶς μου πλήρωσον,
τὴν ψυχὴν ἐπαινέσαι, τὸν βίον σου Ἀλύπιε,
καὶ τὴν πολιτείαν σου, δι' ἧς πάντας ηὔφρανας,
ἰσαγγέλως ἀγωνισάμενος.
Ἄλλον ὡς Σαμουὴλ σε, Θεὸς ἡγίασε,
μητρικῆς ἐκ κοιλίας, Ἀλύπιε μακάριε, καὶ
βλέπων τὰ ἔμπροσθεν, ὡς Προφήτην ἔνθεον, ἀπειργάσατο
ἀξιάγαστε.
Ἴνα Θεὸς δηλώσῃ, τὴν σὴν λαμπρότητα, ἥν περ ὕστερον
ἔσχες, καλῶς ἀγωνισάμενος, φωτὸς θείου ἔπλησε,
τοῦ τεχθέντος Ὅσιε, τὸ δωμάτιον ὑπὲρ ἔννοιαν.
Θεοτοκίον
Ῥῆσις σεπτοῦ Προφήτου, πέρας
ἐδέξατο· ἰδοὺ γὰρ ἡ Παρθένος,
σαρκὶ Θεὸν ἐκύησε, βροτοὺς ἀναπλάττοντα,
συντριβέντας πρότερον, ἁμαρτίας πλημμελήμασι.
Ὁ
Κανὼν τοῦ Ὁσίου Νίκωνος
ᾨδὴ
α' Ἦχος
πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε,
τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως
πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ
δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα
τῷ Θεῷ ἀναμέλποντα».
Τῆς οὐρανίου πατριὰς τῷ ἔρωτι, κατασχεθεὶς τὴν ψυχήν,
καὶ τὰ ἐκεῖ κάλλη, καὶ τὴν διαμένουσαν, ἐπιποθήσας
εὔκλειαν, ἐπιγείου πατρίδος, καὶ γεννητόρων
ἐμάκρυνας, Νίκων σεαυτὸν παναοίδιμε.
Τόπον ἐκ τόπου διαμείβων πέφευγας,
τὰ παρατρέχοντα, τὴν κοσμικὴν σχέσιν, ταῖς ἀποχωρήσεσι, σαφῶς ἀποκρουόμενος,
καὶ μηδὲν τῶν προσύλων, τὸ εὐγενὲς ἐνυβρίσαι
σου, μάκαρ τῆς ψυχῆς ἀνασχόμενος.
Θεοτοκίον
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν
γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν
γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε
Μαρία· διὸ σε πάντες γεραίρομεν, τήν μετὰ
Θεὸν προστασίαν ἡμῶν.
Τοῦ
Ὁσίου Ἀλυπίου
ᾨδὴ
γ' ΤΟ ΑΚΟΥΤΕ
«Ὁ πήξας ἐπ' οὐδενος τὴν γῆν τῇ προστάξει σου, καὶ
μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν
τῶν ἐντολῶν σου, τὴν
Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ
καὶ φιλάνθρωπε».
Ὡς λύχνος ἐπὶ λυχνίαν, στάσεως
κρείττονος, ἐπιτεθειμένος ταῖς σελασφόροις σου, Πάτερ ἀρεταῖς
πᾶσαν ψυχήν, πιστῶς σοι προσιοῦσαν, εὐσεβοφρόνως
κατελάμπρυνας, σκότους ἁμαρτίας λυτρούμενος.
Νοός σου τὰς ἱεράς, κινήσεις
ποιούμενος, πρὸς τηρήσεις θείων, νόμων τοῦ
Πνεύματος, Ἄγγελος ἐφάνης ἐπὶ γῆς, Ἀγγέλων
πολιτείαν, μετὰ σαρκὸς ἀναλαβόμενος, Πάτερ
θεοφόρε Ἀλύπιε.
Ἐμφρόνως τῶν ὀχληρῶν, τοῦ
βίου ἀοίδιμε, μετανάστης ὤφθης, καὶ προσεχώρησας,
πρὸς ἀσκητικῆς διαγωγῆς, τὰ σκάμματα προθύμως,
τὴν σὴν καρδίαν οἰκητήριον, Ὅσιε δεικνύων
τοῦ Πνεύματος.
Θεοτοκίον
Παρθένε τὸ καθαρόν, τοῦ Λόγου
παλάτιον, τὴν ψυχήν μου δεῖξον, οἶκον τοῦ
Πνεύματος, ὕδατος πηγὴ ζωαρχικοῦ, πότισόν
με τῇ καύσει, τῆς ἁμαρτίας φλογιζόμενον, ὅπως
κατὰ χρέος δοξάζω σε.
Τοῦ
Ὁσίου Νίκωνος
Οὐρανίας
ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ
Ἐξ Ἑῴας εἰς Δύσιν, διαδραμὼν
ἅπαντας, τῷ τῆς μετανοίας
κηρύγματι κατεπύρσευσα· ὅθεν κατάλληλον, τῇ
πράξει εὗρες τὴν κλῆσιν, μετανοίας Ὅσιε,
δειχθεὶς φερώνυμος.
Τοῦ Προδρόμου τὸν ζῆλον, ἐν
τῇ ψυχῇ θέμενος, Πάτερ τὴν δευτέραν ἐν
κόσμῳ, Χριστοῦ ἐμφάνειαν προανεκήρυττες, καὶ
μετανοίας ἀξίους, ἐκ καρδίας ἔλεγες, καρπούς
ποιήσατε.
Θεοτοκίον
Χαῖρε μόνη τεκοῦσα, τὸν τοῦ
παντὸς Κύριον, Χαῖρε τὴν ζωὴν τοῖς ἀνθρώποις ἡ
προξενήσασα· Χαῖρε κατάσκιον, καὶ ἀλατόμητον
Ὄρος. Τῶν πιστῶν τὸ στήριγμα, χαῖρε Πανάμωμε.
Ὁ
Εἱρμὸς
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ
Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ
με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ,
τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν
τὸ στήριγμα, μόνε Φιλάνθρωπε».
Κάθισμα
τοῦ Ὁσίου Ἀλυπίου
Ἦχος
πλ. δ'
Τὴν
Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Συμεὼν ἡμῖν ὤφθης ἄλλος σοφέ·
τὸ γὰρ σῶμα ὑψώσας στύλῳ ἐκ γῆς,
ὦ Πάτερ Ἀλύπιε, τῶν δαιμόνων τὰς φάλαγγας,
ἐτροπώσω θεόφρον, πικρῶς κατοιμώζοντας, καὶ
εἰς ἀβάτους τόπους, αὐτοὺς ἀπεδίωξας·
ὅθεν καὶ ἐδείχθης, ἐγκαλλώπισμα θεῖον,
Πατέρων τὸ καύχημα, Μοναζόντων τὸ στήριγμα.
Διὸ πίστει βοῶμέν σοι· Πρέσβευε Χριστῷ
τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα...
Τοῦ Ὁσίου Νίκωνος
Ἦχος
α' Τὸν τάφον σου Σωτὴρ
ΤΟ ΑΚΟΥΤΕ
Τὸν ζῆλον τὸν σεπτόν, Βαπτιστοῦ
ἐμιμήσω, καὶ κόσμῳ τὴν φρικτήν, καὶ
δευτέραν τοῦ Κτίστου, ἐμφάνειαν ἐκήρυττες,
καὶ τοῖς πᾶσιν ἐκραύγαζες· Νῦν ποιήσατε,
καρποὺς ἀξίους Κυρίῳ, μετανοίας τε, ἀπὸ
καρδίας τελείας, Πατὴρ ἡμῶν Ὅσιε.
Καὶ
νῦν ... Θεοτοκίον
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν
ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ
πλήθους πταισμάτων, βυθῷ
ὀλισθαίνουσαν, ἀπωλείαις πανάμωμε, καὶ
ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον,
κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.
Ἢ
Σταυροθεοτοκίον
Ὢ θαύματος φρικτοῦ! ὢ καινοῦ
μυστηρίου! ἐβόα ἡ ἁγνή, καὶ πανάμωμος
Κόρη, ἐν ξύλῳ ὡς ἔβλεψεν, ἁπλωθέντα
τὸν Κύριον, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ
περιφέρων, ὡς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων,
Σταυρῷ κατακρίνεται.
Τοῦ
Ὁσίου Ἀλυπίου
ᾨδὴ
δ' ΤΟ
ΑΚΟΥΤΕ
«Τὴν θείαν ἐννοήσας σου κένωσιν,
προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ
ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι
τοὺς χριστούς σου ἐλήλυθας».
Ἀγάπην ἀληθῆ καὶ συμπάθειαν,
πίστιν ἐλπίδα ἀρραγῆ, καὶ πολιτείαν ἀνόθευτον,
ἀναλαβόμενος Πάτερ, θεράπων τοῦ Χριστοῦ ἐχρημάτισας.
Ἱστάμενος ἐν στύλῳ ἀκλόνητος,
ταῖς ἐναντίαις
προσβολαῖς, δαιμόνων στῖφος ἐκλόνησας, καὶ
κλονουμένοις ἐγένου, Παμμάκαρ ἀδιάσειστον ἔρεισμα.
Ναμάτων θείων ἔμπλεως γέγονας, καὶ
κατεδρόσισας ψυχάς, κατατακείσας τῷ καύσωνι, τῆς χαλεπῆς ἁμαρτίας,
Ἀλύπιε θεόφρον πανόλβιε.
Θεοτοκίον
Τὰ πάθη τῆς ψυχῆς μου θεράπευσον,
καὶ φωταγώγησον τὸν νοῦν, καὶ τὴν καρδίαν
μου Δέσποινα, ἡ φωτοδότην τεκοῦσα, Χριστὸν τὸν
ὑπεράγαθον Κύριον.
Τοῦ
Ὁσίου Νίκωνος
Εἰσακήκοα
Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἀληθῶς ἐφιέμενος, γνώσεως
Μακάριε, πρᾶξιν τέθεικας, θεωρίας σου ἐπίβασιν,
τοὺς Ἑλλήνων λήρους παρωσάμενος.
Τῆς καρδίας τὰ ὄμματα, πράξεσιν
ἐνθέοις προκαθηράμενος, προεμήνυες τὰ μέλλοντα,
ὀπτικὴν διάνοιαν προσκτησάμενος.
Θεοτοκίον
Ἱλασμὸν ἡμῖν δώρησαι, τῶν
ἀγνοημάτων ὡς ἀναμάρτητος, καὶ εἰρήνευσον
τὸν κόσμον σου, ὁ Θεὸς πρεσβείαις τῆς Τεκούσης
σε.
Τοῦ
Ὁσίου Ἀλυπίου
ᾨδὴ
ε' ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον,
πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην,
Χριστὲ ὡς μόνος εὔσπλαγχνος».
Ὅλος ἀνακείμενος, τῷ Παντοκράτορι, χρονίαν στάσιν,
ὕπαιθρος Πάτερ, νιφετοῖς καὶ καύσωνι, σφοδρῷ προσπαλαίων, προθύμως ἐκαρτέρησας.
Ὕμνοις καὶ δεήσεσι, σχολάζων Ὅσιε,
τῆς τρισηλίου αὐγῆς τὴν χάριν, νοὸς καθαρότητι, ἐδέξω
καὶ φέγγος, ἰάσεων ἀπήστραψας.
Σῶμά σου τῷ κίονι, περιγραψάμενος, τὸν
νοῦν βαδίζειν ἀνεμποδίστως, πρὸς τὸν σοὶ
ποθούμενον, Πάτερ ἐπαφῆκας, φωτὸς ἀποπληρούμενος.
Θεοτοκίον
Ἅγιον ἐκύησας, Θεὸν γενόμενον,
βροτὸν δι' οἶκτον, Ἁγία Κόρη, τὸν καθαγιάζοντα,
τοὺς αὐτὸν ἐν πίστει, καὶ φόβῳ ἁγιάζοντας.
Τοῦ
Ὁσίου Νίκωνος
Ὀρθρίζοντες
βοῶμέν σοι ΤΟ ΑΚΟΥΤΕ
Πληγέντα τὸν εἰς σὲ παροινήσαντα,
θεηλάτως, ταῖς εὐχαῖς
ἀνέρρωσας, καὶ σὲ τιμᾶν παρεσκεύασας.
Ναὸν πανευκλεῆ ἀνεστήλωσας, τῷ Σωτῆρι, ναὸς ζῶν καὶ ἔμψυχος,
προχρηματίσας θεσπέσιε.
Θεοτοκίον
Ζωὴν ἡμῖν ἐβλάστησας ἄχραντε,
Θεοτόκε, τὸν Κτίστην καὶ Κύριον, ζωοποιοῦντα
τὰ σύμπαντα.
Τοῦ
Ὁσίου Ἀλυπίου
ᾨδὴ
ς' ΤΟ ΑΚΟΥΤΕ
«Μαινομένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα
Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον,
καὶ ἐκ φθορᾶς ἀνάγαγε, με ὡς εὔσπλαγχνος».
Λίθοις σε τὰ πνεύματα, τῆς κακίας,
βάλλοντα σαφῶς, ποιούμενον στάσιν ἐν τῷ κίονι,
τῆς ἀρραγοῦς, πέτρας οὐδόλως ἐσάλευσαν.
Ὑπομένων Ὅσιε, ὑπέμεινας, τὸν
ὑπομονήν, ἀληθῆ σοι Κύριον δωρούμενον, καὶ
ἐκ πάντων, τῶν δυσχερῶν σε ῥυόμενον.
Παραδόξως, Ὅσιε, φῶς ὡρᾶτο,
ὕπερθεν τοῦ σοῦ, καθ' ἑκάστην κίονος φωτίζον
σου, διὰ παντός, τὰ τῆς ψυχῆς αἰσθητήρια.
Θεοτοκίον
Ἰσχυρὰν παράκλησιν, οἱ ἐν
θλίψει, ἔχομεν ἁγνή, καὶ βεβαίαν πάντες
σε ἀντίληψιν, Μήτηρ Θεοῦ, κινδύνων σῷζε τοὺς
δούλους σου.
Τοῦ
Ὁσίου Νίκωνος
Ἱλάσθητί
μοι Σωτὴρ ΤΟ
ΑΚΟΥΤΕ
Ἐδόξασέ σε Θεός, ὁ δοξασθείς
σου τοῖς μέλεσιν, ἐν
τέρασι θαυμαστοῖς· διὸ καὶ τῷ κίονι, ὅπως χρηματίσῃ
σοι, ἐν τῷ θείῳ οἴκῳ, τὸ ἐλλεῖπον
ἀνεπλήρωσας.
Ὡς ἄλλον σε Μωϋσῆν, ἡ Λακεδαίμων
ἐγνώρισε, τὴν Αἴγυπτον τῶν παθῶν, πιέζοντα
μάστιξιν, ἐνθέοις διδάγμασι, τοῖς τῆς
μετανοίας, καὶ κακίας ἐξαιρούμενον.
Θεοτοκίον
Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων
ταῖς ἱκεσίαις σου,
Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς
θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως,
σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Ὁ
Εἱρμὸς
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ
γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν
κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ
ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς
τῆς σωτηρίας μου».
Κοντάκιον
τοῦ Ὁσίου Ἀλυπίου
Ἦχος
πλ. δ'
Ὡς
ἀπαρχὰς τῆς φύσεως ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἀρετῶν ὑπόθεσιν, καὶ
Ἀσκητῶν καλλώπισμα, ἡ Ἐκκλησία δοξάζει
σε σήμερον, καὶ ἀνυμνεῖ σε Ἀλύπιε, ταῖς εὐχαῖς σου παράσχου, τοῖς τιμῶσιν ἐκ πόθου τὰς
ἀριστείας σου, καὶ τὰ παλαίσματα, τῶν δεινῶν
ἐγκλημάτων ἐκλύτρωσιν, ὡς ἐπώνυμος.
Τοῦ
Ὁσίου Νίκωνος
Ἦχος
πλ. β'
Τὴν
ὑπὲρ ἡμῶν πληρώσας ΤΟ ΑΚΟΥΤΕ
Τὴν Ἀγγελικὴν μιμούμενος πολιτείαν,
κόσμου τὰ τερπνὰ ὡς σκύβαλα ἐλογίσω,
μετανοίας τὴν τρίβον
δεικνύων ἡμῖν, θεοφόρε Νίκων Ὅσιε· διὰ
τοῦτό σε γεραίρομεν, ἐκτελοῦντες νῦν τὴν
μνήμην σου· ὑπάρχεις γὰρ ἀληθῶς, ἰαμάτων
πηγή.
Συναξάριον
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ
μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Ἀλυπίου τοῦ Κιονίτου.
Στίχοι
·
·
Ἀνεῖχεν Ἀλύπιον ὄρθιος κίων,
·
·
Πρὸς οὐρανοὺς ζητοῦντα βαίνειν, οὗ μένει.
·
·
Εἰκάδι ἕκτῃ ἄλυπον, Ἀλύπιε, βῆς
ἐπὶ οἶκον.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νίκωνος
τοῦ Μ ε τα ν ο ε ῖ τ ε,
Στίχοι
·
·
Οἱ Λακεδαίμων, οὐδαμῶς Δαίμων λάκοι.
·
·
Σοβεῖ γὰρ αὐτὸν τοῖς τεραστίοις Νίκων.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ
τοῦ Παφλαγόνος.
Στίχοι
·
·
Ἀσκήσεως πέπτωκεν ὁ στερρὸς στῦλος.
·
·
Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου
τοῦ ἐν τῇ Κλίμακι.
Στίχοι
·
·
Κακὸν φυγὼν πᾶν Ἀκάκιος ἐν βίῳ.
·
·
Καλοῖς ἀπείροις ἐντρυφᾷ λιπὼν βίον.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου
τοῦ Ἀναχωρητοῦ.
Στίχοι
·
·
Ὁ Ἰάκωβος ἀναχωρήσας κόσμου,
·
·
Νῦν τὴν ὑπερκόσμιον οἰκεῖ πατρίδα.
Ὁ ἅγιος Νεομάρτυς
Γεώργιος, ὁ ἐν Χίῳ ἀθλήσας κατὰ
τὸ 1807, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σίλου,
Ἐπισκόπου τῆς Περσίδος, Καὶ ἀνάμνησις
τῶν ἐγκαινίων τοῦ Ναοῦ τοῦ Ἁγίου
Γεωργίου, ἐν τῷ Κυπαρίσσῳ.
Ταῖς τῶν σῶν Ἁγίων
πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ
Ὁσίου Ἀλυτίου
ᾨδὴ
ζ' ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ὑπερυψούμενος, τῶν Πατέρων
Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε,
συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς
εἶ».
Ὁ καρτερικώτατος, καὶ στερρὸς Ἀλύπιος,
χρόνοις ἐπὶ πλείοσι, κρύει πιεζόμενος, τοῦ
Πνεύματος τῇ θάλψει, ἐθάλπετο παραδόξως.
Ὕψος πρὸς οὐράνιον, ἔχων τὸ
πολίτευμα, σώματος ἠλόγησας, ὡς φθείρεσθαι
μέλλοντος, καὶ τούτου σηπομένου, οὐκ ἐφρόντισας
τοῖς πόνοις.
Πᾶσαν ἡδυπάθειαν, Πάτερ ἀρνησάμενος,
τῷ κρύει καὶ καύσωνι,
παλαίων ἐνήθλησας, αἴθριος ἀναμέλπων, ὁ
Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ὁ ἀπεριόριστος, σάρκα ἀνελάβετο,
ἔννουν τε καὶ ἔμψυχον, ἐκ σοῦ Ἀειπάρθενε,
τοῦ σῶσαι τοὺς βοῶντας, ὁ Θεὸς εὐλογητὸς
εἶ.
Τοῦ
Ὁσίου Νίκωνος
Οἱ
ἐκ τῆς Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἐν ἅρματι Πάτερ, ἀρετῶν
τετρακτύϊ σὺ ἐποχούμενος, ἀνέδραμες εἰς
ὕψος, Ἠλίας ὥς περ ἄλλος, μελῳδῶν τῷ Σωτῆρί σου· Ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ζηλωτὴς ὥς περ ἄλλος, τοῖς ποθοῦσί σε Πάτερ τὸ ῥάκος
ἔλιπες, ἐν ᾧ σου τὸ σαρκίον, ἐκτρύχων
καὶ πιέζων, τὴν ψυχὴν διανέπαυες· Ὁ τῶν
Πατέρων βοῶν, Θεὸς εὐλογητός εἶ.
Θεοτοκίον
Σοφίας ἔμπλησον πάντας, καὶ δυνάμεως
θείας ἡ ἐνυπόστατος, Σοφία τοῦ Ὑψίστου,
διὰ τῆς Θεοτόκου, τοὺς ἐν πίστει σοι ψάλλοντας·
ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός
εἶ.
Τοῦ
ὁσίου Ἀλυπίου
ᾨδὴ
η' ΤΟ ΑΚΟΥΤΕ
«Σοὶ τῷ
παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον
πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα
Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε,
εἰς πάντας τους αἰῶνας».
Νέος Σαμουήλ, προθεωρῶν τὸ μέλλον,
νοὸς καθαρότητι, ὤφθης Ἀλύπιε, πᾶσι προλέγων,
ὡς ἔνθεος Προφήτης, τὰ ὑπὸ Κυρίου,
δηλούμενά σοι Πάτερ.
Ὁ φωτοειδής, τῆς ἐκκλησίας
στῦλος, ὁ πύργος ὁ ἄσειστος, τεῖχος τὸ
ἄρρηκτον, πάντων ἀνθρώπων, Θεῷ πεπιστευκότων,
ὁ Χριστοῦ θεράπων, Ἀλύπιος τιμάσθω.
Ὕπνωσας καλῶς, ὕπνον δικαίοις Πάτερ,
πᾶσιν ὀφειλόμενον, κοιμήσας πρότερον, πάθη
ποικίλα, ἐντεύξεσιν ἀγρύπνοις· ὅθεν σε
προστάτην, ἄγρυπνον νῦν πλουτοῦμεν.
Θεοτοκίον
Σοῦ ὁ τοκετός, τὴν τικτομένην
βλάβην, κακίᾳ τοῦ ὄφεως, νῦν ἀπεστείρωσε,
μόνη κατάρας, ἀναίρεσις Παρθένε· ὅθεν
σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ
Ὁσίου Νίκωνος
Ἑπταπλασίως
κάμινον ΤΟ ΑΚΟΥΤΕ
Τὸ καθαρὸν καὶ ἄσπιλον, τῆς
ψυχῆς περιβόλαιον, τὸ καρτερικόν, καὶ ἀπαθὲς
σαρκίον σου, ὡς θεῖον θησαύρισμα, ἡ Λακεδαίμων
φέρουσα, καὶ σωματικῶν, καὶ ψυχικῶν ἀλγημάτων,
τὴν ῥῶσιν ἐξαιτεῖται, μελῳδοῦσα συμφώνως·
Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἰαμάτων χάριτας, ἡ σορὸς
ἀναβλύζουσα, πᾶσαν νοσημάτων, καὶ παθῶν ἐπήρειαν,
παντοίαν τε κάκωσιν, καὶ μαλακίαν ἅπασαν, πάντων
θεραπεύει, τῶν πιστῶς μελῳδούντων· οἱ
Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε,
λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὑπὲρ ἡμῶν ἱλέωσαι, τὸν
Σωτῆρα καὶ Κύριον, τῶν καταφευγόντων, τῇ σῇ
σκέπῃ Ὅσιε, ὡς νίκης ἐπώνυμος, καὶ
Θεῷ παριστάμενος, πάσης λυτρωθῆναι, τῶν ἐχθρῶν
κακουργίας, δαιμόνων ἐπηρείας, καὶ ἀνάγκης
καὶ νόσου, τοὺς πίστει σε ὑμνοῦντας, εἰς
πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Νοῦς ἐξειπεῖν οὐ δύναται, τὸ
φρικτὸν τῆς λοχείας σου, πῶς καὶ παρθενεύεις,
μετὰ τόκον ἄχραντε, ὡς μόνος ἐπίσταται,
ὁ τῶν ἁπάντων Κύριος, ὃν ἱλεουμένη,
μὴ ἐλλίπῃς Παρθένε, σωθῆναι τοὺς ἐν
πίστει, τῷ Υἱῷ σου βοῶντας· Λαὸς ὑπερυψοῦτε,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁ
Εἱρμὸς
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων
ὁ τύραννος, τοῖς
θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει
δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, Τὸν
Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα, οἱ Παῖδες
εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας».
Τοῦ
Ὁσίου Ἀλυπίου
ᾨδὴ
θ' ΤΟ ΑΚΟΥΤΕ
«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν
ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ,
Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολή, ὄνομα αὐτῷ,
ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».
Ἱερὸς ὁ βίος σου, ἐκ σπαργάνων,
ὤφθη τῷ Θεῷ, λαμπόμενος
ἀρετῶν, μάκαρ τῷ
φωτί, τίμιος ὁ θάνατος, ἐναντίον γέγονε
Χριστοῦ, Πάτερ Ἀλύπιε, Μοναζοντων ἀκροθίνιον.
Ὡς φωστὴρ ὑπέρλαμπρος, καταυγάζεις,
ἅπασαν τὴν γῆν, ἐλαύνων τὴν πονηράν, νύκτα τῶν παθῶν,
καὶ λύων σκοτόμαιναν, τῶν Δαιμόνων, καὶ
φωταγωγῶν, θείαις λαμπρότησιν, ἰαμάτων πάντας
Ὅσιε.
Στάσιν ἐπὶ κίονος, ἐποιήσω,
ἔτεσι σοφέ, πεντήκοντα πρὸς τρισίν, οἷα Ἀθλητής,
ἀθλῶν προθυμότατα, καὶ τῷ κρύει καὶ τῷ παγετῷ, Πάτερ καὶ καύσωνι,
ἀνενδότως πιεζόμενος.
Ἡ ἁγία μνήμη σου, τῷ Ἁγίῳ Πνεύματι ἡμᾶς,
καθαγιάζει σοφέ, ταύτην ἱερῶς, τελοῦντας καὶ
πίστει σε, ἀνυμνοῦντας, Πάτερ ἐν αὐτῇ,
ὡς ἀντιλήπτορα, καὶ προστάτην τῶν ψυχῶν
ἡμῶν.
Θεοτοκίον
Φωτισμὸν μοι δώρησαι, τῷ ἐν σκότει ὄντι τῶν
παθῶν, καὶ ῥῦσαί με πονηρῶν, ἔργων καὶ
φλογός, ἐναποκειμένης μοι, τῷ ἀθλίῳ καὶ ἁμαρτωλῷ,
Ἄχραντε Δέσποινα, προστασία τῶν ὑμνούντων
σε.
Τοῦ
Ὁσίου Νίκωνος
Ἐξέστη
ἐπὶ τούτῳ ΤΟ ΑΚΟΥΤΕ
Ἀμέσως ἀπολαύων Πάτερ ζωῆς,
ὑπὲρ ἧς ἠγωνίσω πρὸς δύναμιν, ἐπὶ
τῆς γῆς, βίῳ διαπρέψας ἀγγελικῷ, καὶ
μεταβὰς μακάριε, Νίκων πρὸς ἀΰλους διαμονάς,
σωθῆναι θεοφόρε, δυσώπει τοὺς ἐν πίστει, ἐν
τῷ ναῷ σου προσεδρεύοντας.
Ἀγάλλῃ σὺν Ἀγγέλοις ἐν
οὐρανῷ, τῷ τῶν ὅλων
Θεῷ παριστάμενος, καὶ ἐπὶ γῆς, βρύει
σου ἡ θήκη τὰς δωρεὰς ἐν ᾗ σεπτῶς κατάκειται,
σῶμά σου τὸ ἅγιον καὶ σεπτόν, τοῖς πόθῳ προσιοῦσι, καὶ
φόβῳ ἁπτομένοις, Νίκων παμμάκαρ τῶν
λειψάνων σου.
Θεοτοκίον
Ἐν σοὶ τῆς παρθενίας τὸ
καθαρόν, ἐτηρήθη Μαρία πανύμνητε· σὺ γὰρ
Θεόν, μόνη συλλαβοῦσα ἄνευ σπορᾶς, σεσαρκωμένον
τέτοκας, μείνασα Παρθένος παναληθής· διὸ σε
Θεοτόκον, κυρίως ἀνυμνοῦμεν, καὶ προσκυνοῦμεν
καὶ δοξάζομεν.
Ὁ
Εἱρμὸς
«Ἐξέστη ἐπὶ τούτῳ ὁ
οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα,
ὅτι Θεός, ὤφθη τοῖς
ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ
σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν·
διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων,
ταξιαρχίαι μεγαλύνουσιν».
Ἐξαποστειλάριον Ἁγ. Ἀλυπίου
Γυναῖκες
ἀκουτίσθητε ΤΟ
ΑΚΟΥΤΕ
Ἀγῶνας ὑπὲρ ἄνθρωπον, μετῆλθες
Πάτερ Ὅσιε, τῇ τοῦ Χριστοῦ δυναστείᾳ·
πεντήκοντα πρὸς τρισὶ γάρ, ἔτεσιν ἐπὶ
κίονος, ἔστης σοφὲ Ἀλύπιε, πάντοθεν πιεζόμενος,
καὶ νῦν τὸ ἔσχατον μάκαρ, τῶν ἀγαθῶν
πάντων εὗρες.
Τοῦ
Ἁγίου Νίκωνος
Ὁ
οὐρανὸν τοῖς ἄστροις
ΤΟ ΑΚΟΥΤΕ
Ἡ θήκη ἔνθα σου κεῖται, τὸ
εὐκλεέστατον σῶμα, χάριτας βλύζει τοῖς πᾶσι,
τῶν ἰαμάτων δαψιλῶς, τοῖς προσιοῦσιν ἐν
πίστει, Νίκων ἀεὶ θεοφόρε.
Θεοτοκίον
Αἱ τῶν Ἀγγέλων πᾶσαι, καὶ
Ἀρχαγγέλων χορεῖαι, ἀνευφημοῦσί σε Κόρη,
Μήτηρ Θεοῦ τοῦ ὑψίστου, καὶ τῶν βροτῶν
ἄπαν γένος, δοξολογοῦμέν σε πόθῳ.
Εἰς τοὺς Αἴνους,
ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια γ' τοῦ Ἁγίου Νίκωνος δευτεροῦντες
τὸ α'.
Ἦχος
α' Τῶν οὐρανίων Ταγμάτων
ΤΟ ΑΚΟΥΤΕ
Τῶν ἐφετῶν ἀπολαύων ἀμέσως
Ὅσιε, τῶν ἐπὶ γῆς φωτίζεις, πάντων τὰς
διανοίας, ἐν πίστει ἐκτελούντων, μνήμην τὴν
σήν, θεοφόρε Πατὴρ ἡμῶν, καὶ τῷ ναῷ
σου τῷ θείῳ
πανευσεβῶς, ἀθροισθέντων παμμακάριστε. (Δίς)
Σὺ τοῦ Προδρόμου τὸν ζῆλον ἐκμιμησάμενος,
Μετανοεῖτε πάσιν, ἀνεβόας παμμάκαρ, ἐξ ὅλης
τῆς καρδίας· ἡ γὰρ Χριστοῦ, βασιλεία ἐφέστηκεν·
ὃν ἐκδυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν,
τῶν ἐν πίστει δοξαζόντων σε.
Ἐκ τῆς Ἑῴας εἰς Δύσιν,
Πάτερ διέδραμες, καὶ μετανοίας πάντας, κατεπύρσευσας
λόγοις, ὡς ἄλλον Μωϋσῆν δέ, πόλις ἡ σή,
Λακεδαίμων ἐγνώρισε, τὴν γὰρ παθῶν ἀποτέμνεις
Αἴγυπτον νῦν, μετανοίας τοῖς διδάγμασιν.
Δόξα...
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν,
ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι'
ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν
καμάτων σου· Τῶν Δαιμόνων ὤλεσας τὰς φάλαγγας·
τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν
βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων
πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι
ταῖς ψυχαῖς ἡμῶν.
Καὶ
νῦν ... Θεοτοκίον
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ
τῶν ἀσθενούντων, ὑπάρχουσα Θεοτόκε Παρθένε,
σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ
εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ
μόνη προστασία τῶν πιστῶν.
Ἢ
Σταυροθεοτοκίον
Τριήμερος
ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ἡ πάναγνος ὡς εἶδὲ σε, ἐπὶ
Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα
μητρικῶς·
Υἱέ μου, καὶ
Θεέ
μου,
γλυκύτατόν
μου
τέκνον,
πῶς
φέρεις
πάθος
ἐπονείδιστον;
Εἰς τὸν Στίχον,
τὰ Στιχηρὰ τῆς Ὀκτωήχου.
Καὶ ἡ λοιπὴ
Ἀκολουθία τοῦ Ὄρθρου καὶ Ἀπόλυσις.