Τῌ ΚΑ'
ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Ἡ ἐν τῷ Ναῷ
Εἴσοδος τῆς Ὑπεραγίας Θεοτόκου.
Εἰς τὸ Κύριε
ἐκέκραξα, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.
Ἦχος
α'
Τῶν
οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τοῦ Κυρίου λαβόντες, ἐπαγγελίας
καρπόν, Ἰωακεὶμ καὶ Ἄννα, τοῦ Θεοῦ τὴν
Μητέρα, εὐπρόσδεκτον θυσίαν, ἐν τῷ Ναῷ,
προσενήνοχαν σήμερον, καὶ Ζαχαρίας, ὁ μέγας
Ἀρχιερεύς, εὐλογήσας ὑπεδέξατο.
Ἡ τῶν Ἁγίων Ἁγία, ἐν
τοῖς Ἁγίοις οἰκεῖν, ἀξίως προσηνέχθη,
ὡς θεόδεκτον θῦμα, καὶ ταύτης αἱ παρθένοι
ταῖς ἀρεταῖς, ἐγκοσμούμεναι ἔμπροσθεν,
λαμπαδουχοῦσαι προσέφερον τῷ
Θεῷ, ὥσπερ σκεῦος ἱερώτατον.
Ἐξανοιγέσθω ἡ πύλη, τοῦ
θεοδόχου Ναοῦ· τὸν γὰρ
ναὸν τοῦ πάντων, Βασιλέως καὶ θρόνον, σήμερον
ἐν δόξῃ ἔνδον λαβών, Ἰωακεὶμ ἀνατίθεται,
ἀφιερώσας Κυρίῳ τήν ἐξ αὐτοῦ, ἐκλεχθεῖσαν
εἰς Μητέρα αὐτοῦ.
Δόξα...
καὶ νῦν ...
Ἦχος
πλ. δ'
Ὁ Δαυῒδ προανεφώνει σοι Ἄχραντε,
προορῶν τὴν ἀφιέρωσιν, τῆς εἰσόδου
σου ἐν τῷ Ναῷ, ἐν ᾗ τὰ πέρατα σήμερον
ἑορτάζοντα, δοξολογοῦσί σε πανύμνητε· Τὴν γάρ πρὸ τόκου Παρθένον,
καὶ μετὰ τόκον μείνασαν ἄφθορον, Μῆτερ τοῦ
Λόγου τῆς ζωῆς, σήμερον ἐν τῷ Ναῷ εἰσερχομένην, ὁ Ζαχαρίας
εὐφραίνεται, ἀπολαβὼν σε Δέσποινα, καὶ τὰ
Ἅγια τῶν Ἁγίων ἀγάλλονται, ὑποδεξάμενά
σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν. Διὸ καὶ
ἡμεῖς ἐν ᾠδαῖς ἐκβοῶμέν σοι. Ὑπερ
ἡμῶν δυσώπησον, τὸν Υἱόν σου καὶ Θεόν
ἡμῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Εἰς
τὸν Στίχον
Στιχηρὰ
Προσόμοια
Ἦχος
β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Πύλαι τοῦ Ἱεροῦ, εἰσδέξασθε
Παρθένον, εἰς Ἅγια Ἁγίων, ἀμόλυντον
σκηνήν τε, Θεοῦ τοῦ Παντοκράτορος.
Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ.
Παρθένοι τὴν ἁγνήν, προπέμψατε
Παρθένον, φαιδρῶς λαμπαδουχοῦσαι, εἰς Ἅγια Ἁγίων,
ὡς Νύμφην τοῦ Παντάνακτος.
Στίχ. Ἀπενεχθήσονται ἐν
εὐφροσύνῃ.
Ἄρτον ἡ λογική, παστὰς Θεοῦ
τοῦ Λόγου, χειρὶ θείου Ἀγγέλου, δέχεται
κατοικοῦσα, Ἁγίων εἰς τὰ Ἅγια.
Δόξα...
Καὶ νῦν ... Ὅμοιον
Φῶς σε τὸ τριλαμπές, ἀνάψαν
Θεοτόκε, ἐν τῷ Ναῷ
τῆς δόξης, οὐράνιον τροφὴν σοι, ἐκπέμπει
μεγαλύνον σε.
Ἀπολυτίκιον Ἦχος δ'
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ
προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας
ἡ προκήρυξις· Ἐν Ναῷ
τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ
τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ
καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ
Κτίστου ἡ ἐκπλήρωσις.
Καὶ
Ἀπόλυσις
ΕΝ Tῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν
Προοιμιακόν, στιχολογοῦμεν τὴν α' Στάσιν τοῦ α'
Καθίσματος τοῦ Ψαλτηρίου. Εἰς δὲ τό, Κύριε
ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν
τὰ παρόντα προσόμοια Στιχηρά.
Ἦχος
α'
Ὢ
τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Σήμερον πιστοὶ χορεύσωμεν, ἐν
ψαλμοῖς καὶ ὕμνοις, τῷ
Κυρίῳ ᾄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ,
ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν
τὸν ἀχώρητον Λόγον χωρήσασαν· προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς
τῇ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ
μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην,
ὡς Θεοῦ κατοικητήριον.
Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς
ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν,
ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη Ἁγνή,
προσφέρεται τῷ Ναῷ, τῷ νομικῷ
κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι
σὺν αὐτῇ, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῷ πνεύματι, καὶ παρθενικαὶ
χορεῖαι, τῷ Κυρίω ᾄδουσι
ψαλμικῶς μελῳδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα
αὐτοῦ.
Σὺ τῶν Προφητῶν τὸ κήρυγμα,
Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ
πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε
Μήτηρ Θεοῦ· διὰ γὰρ
σοῦ τῷ Θεῷ κατηλλάγημεν.
Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῷ τοῦ Κυρίου προέλευσιν, καὶ
σὺν τῷ Ἀγγέλῳ
πάντες, ψαλμικῶς τὸ Χαῖρέ σοι, τῇ πανσέμνῳ
βοῶμεν, τῇ πρεσβείᾳ σου σῳζόμενοι.
Ἔτερα
Στιχηρὰ Προσόμοια
Ἦχος
δ' Ὡς γενναῖον ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ἁγίων εἰς Ἅγια, ἡ
Ἁγία καὶ ἄμωμος, ἐν Ἁγίῳ Πνεύματι
εἰσοικίζεται, καὶ δι' Ἀγγέλου ἐκτρέφεται,
τῷ ὄντι ὑπάρχουσα,
ἁγιώτατος ναός, τοῦ Ἁγίου Θεοῦ ἡμῶν,
τοῦ τὰ σύμπαντα, ἁγιάσαντος ταύτης εἰσοικήσει,
καὶ θεώσαντος τὴν φύσιν, τὴν τῶν βροτῶν ὀλισθήσασαν.
Αἱ νεάνιδες χαίρουσαι, καὶ λαμπάδας
κατέχουσαι, τῆς λαμπάδος σήμερον προπορεύονται, τῆς
νοητῆς καὶ εἰσάγουσιν, αὐτὴν εἰς τὰ
Ἅγια, τῶν Ἁγίων ἱερῶς, προδηλοῦσαι τὴν
μέλλουσαν, αἴγλην ἄρρητον, ἐξ αὐτῆς ἀναλάμψειν
καὶ φωτίσειν, τοὺς ἐν σκότει καθημένους, τῆς
ἀγνωσίας ἐν Πνεύματι.
Γηθομένη ὑπόδεξαι, Ζαχαρία ἐβόησεν,
Ἄννα ἡ πανεύφημος, ἣν ἐκήρυξαν, Θεοῦ
Προφῆται ἐν Πνεύματι, καὶ ταύτην εἰσάγαγε,
εἰς τὸν ἅγιον Ναόν, ἱερῶς ἀνατρέφεσθαι,
ὅπως γένηται, τοῦ Δεσπότου τῶν ὅλων, θεῖος
θρόνος, καὶ παλάτιον καὶ κλίνη, καὶ φωταυγὲς
ἐνδιαίτημα.
Δόξα...
Καὶ νῦν ...
Ἦχος
πλ. δ'
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε
Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι
εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη
πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι.
Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα
τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν.
Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ
καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε
τὸ γένος ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν,
Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Τῆς
Ἐξοδου τὸ Ἀνάγνωσμα
(Κεφ.
40, 15, 7, 9, 14, 28-29)
Ἐλάλησε Κύριος πρὸς Μωϋσῆν,
λέγων. Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς
τοῦ πρώτου στήσεις τὴν Σκηνὴν τοῦ Μαρτυρίου.
Καὶ θήσεις τὴν Κιβωτὸν τοῦ Μαρτυρίου, καὶ
σκεπάσεις αὐτὴν τῷ
καταπετάσματι. Καὶ εἰσοίσεις τὴν τράπεζαν
καὶ τὴν Λυχνίαν, καὶ θήσεις τὸ θυμιατήριον
τὸ χρυσοῦν, εἰς τὸ θυμιᾶν ἐναντίον τῆς
Κιβωτοῦ τοῦ Μαρτυρίου. Καὶ ἐπιθήσεις τὸ
κάλυμμα τοῦ καταπετάσματος ἐπὶ τὴν θύραν
τῆς Σκηνῆς τοῦ Μαρτυρίου. Καὶ λήψῃ τὸ
ἔλαιον τοῦ χρίσματος, καὶ χρίσεις τὴν Σκηνὴν
καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις
αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς,
καὶ ἔσται ἁγία. Καὶ ἁγιάσεις τὸ
θυσιαστήριον, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον
τῶν ἁγίων. Καὶ ἐποίησε Μωϋσῆς πάντα
ὅσα ἐνετείλατο αὐτῷ Κύριος, οὕτως ἐποίησε.
Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν Σκηνὴν τοῦ Μαρτυρίου, καὶ
δόξης Κυρίου ἐπλήσθη ἡ Σκηνή. Καὶ οὐκ
ἠδυνήθη Μωϋσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν
τοῦ Μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν
ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ
Σκηνή.
Βασιλειῶν
Γ' το Ἀνάγνωσμα
(Κεφ.
8, 1-11)
Ἐγένετο, ὡς συνετέλεσε Σολομῶν
τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ ἐξεκκλησίασε
πάντας τοὺς Πρεσβυτέρους Ἰσραὴλ ἐν Σιών,
τοῦ ἀνενεγκεῖν τὴν
Κιβωτὸν τῆς διαθήκης Κυρίου ἐκ πόλεως
Δαυΐδ, αὕτη ἐστὶ Σιών. Καὶ ἦραν οἱ
Ἱερεῖς τὴν Κιβωτόν, καὶ τὸ Σκήνωμα τοῦ
Μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια
τὰ ἐν τῷ Σκηνώματι τοῦ Μαρτυρίου. Καὶ
ὁ Βασιλεύς, καὶ πᾶς Ἰσραήλ, ἔμπροσθεν
τῆς Κιβωτοῦ, καὶ εἰσφέρουσιν οἱ Ἱερεῖς
τὴν Κιβωτὸν τῆς Διαθήκης Κυρίου εἰς τὸν
τόπον αὐτῆς, εἰς τὸ Δαβὶρ τοῦ οἴκου,
εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὑπὸ τὰς
πτέρυγας τῶν Χερουβίμ. Ὅτι τὰ Χερουβὶμ
διαπεπετασμένα ταῖς πτέρυξιν
ἐπὶ τὸν τόπον τῆς Κιβωτοῦ, καὶ περιεκάλυπτον
τὰ Χερουβὶμ ἐπὶ τὴν Κιβωτόν, καὶ ἐπὶ
τὰ ἅγια αὐτῆς ἐπάνω. Καὶ οὐκ ἦν
ἐν τῇ Κιβωτῷ, πλὴν αἱ δύο πλάκες λίθιναι,
πλάκες τῆς διαθήκης, ἃς ἔθηκεν ἐκεῖ
Μωϋσῆς ἐν Χωρήβ, ἃς διέθετο Κύριος. Καὶ
ἐγένετο, ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ
τοῦ Ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν
οἶκον Κυρίου. Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς
στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης,
ὅτι ἔπλησεν ἡ δόξα Κυρίου τὸν οἶκον
Κυρίου.
Προφητείας
Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(Κεφ.
43, 27 & 44, 14)
Τάδε λέγει Κύριος· Ἔσται ἀπὸ τῆς ἡμέρας
τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ
Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα
ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν,
καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος.
Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν
τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας,
τῆς βλεπούσης κατὰ Ἀνατολάς, καὶ αὕτη
ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με. Υἱὲ
ἀνθρώπου, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται,
οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ
διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς
τοῦ Ἰσραήλ εἰσελεύσεται δι' αὐτῆς, καὶ
ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος
κάθηται ἐν αὐτῇ τοῦ φαγεῖν ἄρτον ἐνώπιον
Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ
τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν
αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ
με κατὰ τὴν ὁδὸν
τῆς πύλης τῆς πρὸς Βορρᾶν κατέναντι τοῦ
οἴκου, καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης
ὁ οἶκος Κυρίου.
Εἰς
τὴν Λιτὴν
Στιχηρὰ
ἰδιόμελα
Ἦχος
α' Γεωργίου Νικομηδείας
Ἀγαλλιάσθω σήμερον ὁ οὐρανὸς
ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν,
ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ
Θεοῦ ἡμῶν· ἰδοὺ
γὰρ ἡ πύλη, ἡ κατὰ Ἀνατολάς βλέπουσα,
ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας,
καὶ τῷ Θεῷ ἀφιερωθεῖσα
εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς
ἄμωμος προσφορὰ προσάγεται. Ἀγαλλιάσθω ὁ
Δαυΐδ, κρούων τὴν κινύραν.
Ἀπενεχθήσονταί φησι, τῷ
Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ
πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν
τῇ σκηνῇ τοῦ Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου
αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ
πρὸ αἰώνων ἐκ Πατρὸς ἀρρεύστως γεννηθέντος,
εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος
δ' Τοῦ αὐτοῦ
Σήμερον ὁ θεοχώρητος ναός, ἡ
Θεοτόκος ἐν Ναῷ Κυρίου προσάγεται, καὶ
Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν
Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς
τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει· μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες
σήμερον, σὺν τῷ Γαβριὴλ
ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος
μετὰ σοῦ, ὁ ἔχων το μέγα ἔλεος.
Ὁ
αὐτὸς
Δεῦτε πάντες οἱ λαοί, τὴν μόνην
ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν
Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν Ναῷ προσενεχθεῖσαν,
τὴν πρὸ αἰώνων προορισθεῖσαν Μητέρα, καὶ
ἐπ' ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν
Θεοτόκον, Κύριε πρεσβείαις αὐτῆς, τὴν εἰρήνην
σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
Δόξα...
Καὶ νῦν ... Ἦχος πλ.
α'
Λέοντος
Μαΐστορος
Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος,
καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ
πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος
μείνασα, ἐν τῷ Ναῷ
προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ πρέσβυς,
ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως.
Ἤγγικεν ἡ προσδοκία τῶν θλιβομένων, ἐν Ναῷ
ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς
κατοίκησιν τοῦ Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ
ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι
προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν
ἀμώμητον Δέσποιναν. Μητέρες συγχάρητε, παρθένοι
σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ
προορισθεῖσα Παντάνασσα. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Εἰς τὸν Στίχον,
Στιχηρὰ Προσόμοια.
Ἦχος
πλ. α'
Χαίροις
ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Χαίρει ὁ οὐρανὸς καὶ ἡ
γῆ, τὸν οὐρανὸν τὸν νοητὸν πορευόμενον,
ὁρῶντες εἰς θεῖον οἶκον, ἀνατραφῆναι
σεπτῶς, τὴν Παρθένον μόνην καὶ ἀμώμητον,
πρὸς ἣν ἐκπληττόμενος, Ζαχαρίας ἐβόησε,
Πύλη Κυρίου, τοῦ Ναοῦ ὑπανοίγω σοι, πύλας
χαίρουσα, ἐν αὐτῷ περιχόρευε· ἔγνων γὰρ καὶ πεπίστευκα, ὡς
ἤδη ἡ λύτρωσις, ἐπιδημήσει προδήλως, τοῦ
Ἰσραὴλ καὶ τεχθήσεται, ἐκ σοῦ Θεὸς Λόγος,
ὁ δωρούμενoς τῷ κόσμῳ,
τὸ μέγα ἔλεος.
Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς,
αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.
Ἄννα ἡ θεία χάρις σαφῶς,
χαριτωθεῖσαν τὴν ἁγνὴν
Ἀειπάρθενον, προσάγει μετ' εὐφροσύνης, εἰς
τὸν Ναὸν τοῦ Θεοῦ, προσκαλεσαμένη προπορεύεσθαι,
αὐτῆς τὰς νεάνιδας λαμπαδηφόρους καὶ λέγουσα· Ἄπιθι τέκνον, τῷ δοτῆρι γενήθητι, καὶ ἀνάθημα,
καὶ εὐῶδες θυμίαμα. Εἴσελθε εἰς τὰ ἄδυτα,
καὶ γνῶθι μυστήρια, καὶ ἑτοιμάζου γενέσθαι,
τοῦ Ἰησοῦ οἰκητήριον, τερπνὸν καὶ ὡραῖον,
τοῦ παρέχοντος τῷ κόσμῳ,
τὸ μέγα ἔλεος.
Στίχ. Ἀπενεχθήσονται ἐν
εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς
ναὸν βασιλέως.
Ἔνδον ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὁ θεοχώρητος
ναὸς ἀνατίθεται, Παρθένος ἡ Παναγία, νεάνιδές
τε αὐτῆς, νῦν λαμπαδηφόροι προπορεύονται. Σκιρτᾷ
γεννητόρων, ἡ συζυγία ἡ ἄριστος, Ἰωακείμ
τε, καὶ ἡ Ἄννα χορεύοντες, ὅτι ἔτεκον, τὴν
τὸν Κτίστην κυήσασαν. Ἥτις περιχορεύουσα, εἰς
θεῖα σκηνώματα, καὶ τρεφομένη Ἀγγέλου, διὰ
χειρὸς ἡ πανάμωμος, Χριστοῦ ὤφθη Μήτηρ, τοῦ
παρέχοντος τῷ κόσμῳ,
τὸ μέγα ἔλεος.
Δόξα...
Καὶ νῦν ... Ἦχος πλ.
β'
Σεργίου
Ἁγιοπολίτου
Σήμερον τὰ στίφη τῶν Πιστῶν
συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ
Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς
ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν
γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ,
καὶ Θεοῦ τῶν ὅλων, Παρθένoι, λαμπαδηφοροῦσαι προπορεύεσθε,
τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον,
Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς
συνακολουθήσατε, ὑμνoῦσαι τὴν Μητέρα τοῦ Θεοῦ
γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν
πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε
σὺν τῷ Ἀγγέλῳ
ἐκβοήσωμεν, τῇ
Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον Ἦχος δ'
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ
προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας
ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ
Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ
καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε
τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Ἐκ τρίτου
Καὶ
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος
α'
Τὸν
τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Δικαίων ὁ καρπός, Ἰωακεὶμ
καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ, σαρκὶ
νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν
ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην ἅπαντες,
ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.
Δόξα...
Καὶ νῦν ...
Πάλιν
τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος
δ'
Κατεπλάγη
Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης
τῷ Θεῷ, καὶ τεχθεῖσα
ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ,
ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ Ναῷ, ὡς
θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ
λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον,
τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη
ὄντως, ἡ πρόοδος σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.
Δόξα...
Καὶ νῦν ...
Πάλιν
τὸ αὐτὸ
Μετὰ τὸν Πολυέλεον,
Κάθισμα
Ἦχος
πλ. δ'
Τὸ
προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Ἀγαλλιάσθω ὁ Δαυῒδ ὁ ὑμνογράφος,
καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ,
ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς,
καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ, ἣν
καὶ βλέπων ηὐλόγησεν, ὁ Βαραχίου υἱός,
καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε θαῦμα
παγκόσμιον.
Δόξα...
Καὶ νῦν ...
Πάλιν
τὸ αὐτὸ
Οἱ Ἀναβαθμοί,
τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Ἀντίφωνον
Α'
·
·
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ'
αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
·
·
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος
γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ
καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν ...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν
τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ'
Ἄκουσον θύγατερ, καὶ ἴδε, καὶ
κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ
λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ
ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Στίχ. Ἐξηρεύξατο ἡ καρδία
μου λόγον ἀγαθόν.
Πᾶσα
πνοὴ
Εὐαγγέλιον
κατὰ Λουκᾶν
Ἐν ταῖς ἡμέραις ἐκείναις,
ἀναστᾶσα Μαριάμ...
Ὁ
Ν' Εἴθ' οὕτω
Δόξα...
Ἦχος β'
Σήμερον ὁ ναὸς ὁ ἔμψυχος,
τοῦ μεγάλου Βασιλέως, ἐν Ναῷ εἰσέρχεται,
αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν,
Λαοὶ ἀγαλλιᾶσθε.
Καὶ
νῦν ... Τὸ αὐτὸ
Εἶτα, Στίχ. Ἐλέησόν
με ὁ Θεός...
Καὶ
ψάλλομεν ἰδιόμελον
Ἦχος
δ' Τοῦ αὐτοῦ
Σήμερον ὁ θεοχώρητος ναός, ἡ
Θεοτόκος ἐν Ναῷ Κυρίου προσάγεται, καὶ
Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν
Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς
τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει, μεθ' ὧν
καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε
Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων
τὸ μέγα ἔλεος.
Οἱ Κανόνες.
Κανὼν πρῶτος, οὗ ἡ Ἀκροστιχὶς μέχρι τῆς
ζ' Ὠδής.
Σὺ τὴν
χάριν, Δέσποινα, τῷ λόγῳ
δίδου.
Ποίημα
τοῦ κυρίου Γεωργίου
ᾨδὴ
α' Ἦχος δ'
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ
πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι,
τῇ Βασιλίδι Μητρί,
καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω
γηθόμενος, ταύτης τὴν Εἴσοδον».
Σοφίας πανάχραντε, σὲ θησαυρὸν ἐπιστάμενoι, καὶ χάριτος βρύουσαν,
πηγὴν ἀέναον, τὰς τῆς γνώσεως, αἰτοῦμέν
σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν
σε ἀεί.
Ὑπέρτερος Πάναγνε, τῶν οὐρανῶν
χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι,
αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν,
τῆς παρουσίας αὐτοῦ.
Τὸ φῶς ἀνατείλασα, ἡ Θεοτόκος
τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο
τὴν ὑπέρλαμπρον, αὐτῆς κατακοσμῆσαι, πανήγυριν
ᾄσμασι· δεῦτε συνδράμωμεν.
Ἡ πύλη ἡ ἔνδοξος, ἡ λογισμοῖς
ἀδιόδευτος, τὰς πύλας διάρασα, τὰς τοῦ
Ναοῦ τοῦ Θεοῦ, νῦν προτρέπεται, ἡμᾶς
συνεισελθόντας, τὰ θεῖα θαυμάσια, κατατρυφῆσαι αὐτῆς.
Κανὼν
δεύτερος
Ποίημα
τοῦ Κυρίου Βασιλείου
ᾨδὴ
α' Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες,
Θεῷ τῷ ποιήσαντι,
θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι
τὸν Ἰσραήλ, ὅτι δεδόξασται».
Συνδράμωμεν σήμερον, τῇ Θεοτόκῳ·
Τιμῶντες ἐν ᾄσμασι, καὶ πανηγυρίσωμεν, πνευματικὴν
ἑορτήν· ἐν τῷ
Ναῷ γὰρ τῷ Θεῷ, δῶρον προσφέρεται.
ᾨδαῖς ἀνυμνήσωμεν, τῆς Θεοτόκου,
τὴν ἔνδοξον πρόοδον· τῷ Ναῷ
γὰρ σήμερον, ὡς καὶ ναὸς τοῦ Θεοῦ,
προσφέρεται προφητικῶς, δῶρον πολύτιμον.
Ἡ Ἄννα ἡ ἄμεμπτος, ἠγαλλιᾶτο,
ὡς δῶρον πολύτιμον, τῷ
Θεῷ προσφέρουσα, ἐν τῷ ναῷ μητρικῶς, Ἰωακεὶμ δὲ
σὺν αὐτῇ, πανηγυρίζει φαιδρῶς.
Δαυῒδ ὁ προπάτωρ σε, ὕμνησε πάλαι,
Παρθένε Θεόνυμφε, θυγατέρα λέγων σε, τοῦ Βασιλέως
Χριστοῦ, ὃν καὶ τεκοῦσα μητρικῶς, βρέφος ἐθήλασας.
Σαρκὶ τριετίζουσα, ἡ Θεοτόκος,
Κυρίῳ προσάγεται, Ζαχαρίας ταύτην δέ, ὁ
Ἱερεὺς τοῦ Θεοῦ, δεξάμενος ἐν τῷ Ναῷ,
χαίρων ἀνέθετο.
Παρθένοι χορεύσατε, λαμπαδηφόροι, ἐξάρξατε
σήμερον, καὶ μητέρες ᾄσατε, τῇ Βασιλίδι Μητρί, προσερχομένῃ
τῷ Ναῷ, τοῦ Βασιλέως
Χριστοῦ.
Δόξα...
Τριὰς ὁμοούσιε, Πάτερ καὶ Λόγε,
καὶ Πνεῦμα τὸ Ἅγιον, σὲ πιστῶς δοξάζομεν,
ὡς Ποιητὴν τοῦ παντός, καὶ σοὶ βοῶμεν
εὐσεβῶς, σῶσον ἡμᾶς ὁ Θεός.
Καὶ
νῦν ...
Βαφῆς ἐξ αἱμάτων σου, τὴν ἁλουργίδα,
φορέσας Πανάχραντε, προελθὼν ἀνέπλασεν, ὁ
Βασιλεὺς καὶ Θεός, τὸ γένος ἅπαν τῶν
βροτῶν, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
«Xριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς
ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ
γῆς, ὑψώθητε· ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ,
καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί,
ὅτι δεδόξασται».
ᾨδὴ
γ'
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε,
ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας,
πνευματικὸν στερέωσον, κἄν τῇ σεπτῇ Εἰσόδῳ
σου, στεφάνων δόξης ἀξίωσον».
Νυμφοστόλoς σήμερον ἐδείχθη, τερπνὸς τῆς
Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν
ἔμψυχον παστάδα Θεοῦ, τὴν καθαρὰν καὶ ἄμωμον,
καὶ λαμπροτέραν πάσης κτίσεως.
Δαυῒδ προεξάρχων τῆς χορείας,
σκιρτᾷ καὶ χορεύει σὺν ἡμῖν, καὶ
Βασιλίδα κράζει σε, πεποικιλμένην Ἄχραντε, παρισταμένην
πάναγνε, ἐν τῷ Ναῷ
τῷ Βασιλεῖ καὶ
Θεῷ.
Ἐξ ἧς ἡ παράβασις προῆλθεν,
ἡ πάλαι τῷ γένει
τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ
ἀφθαρσία ἤνθησεν, ἡ Θεοτόκος σήμερον,
προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ.
Σκιρτῶσιν Ἀγγέλων στρατηγίαι, καὶ
πάντων ἀνθρώπων ἡ πληθύς, καὶ πρὸ
προσώπου Πάναγνε, προστρέχουσί σου σήμερον,
λαμπαδηφόροι κράζουσαι, τὰ μεγαλεῖά σου ἐν
οἴκῳ Θεοῦ.
Κανὼν
δεύτερος
Στερεωθήτω
ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ
Πανηγυρίσωμεν φιλέορτοι, καὶ συνευφρανθῶμεν
τῷ πνεύματι, ἐν τῇ
ἁγίᾳ Ἑορτῇ, εὐωχούμενοι σήμερον,
θυγατρὸς τοῦ Βασιλέως, καὶ Μητρὸς τοῦ Θεοῦ
ἡμῶν.
Ἰωακεὶμ εὐφραίνου σήμερον,
καὶ ἀγάλλου Ἄννα τῷ πνεύματι, τὴν γεννηθεῖσαν ἐξ
ὑμῶν, τῷ Κυρίῳ
προσάγοντες, τριετίζουσαν ὡς δάμαλιν, σεμνὴν τὴν
Πανάμωμον.
Τὸ τοῦ Θεοῦ κατοικητήριον, ἐν
Ναῷ ἁγίῳ προσφέρεται, ἡ Θεοτόκος Μαριάμ,
τῇ σαρκὶ τριετίζουσα,
καὶ αὐτῆς λαμπαδουχοῦσαι, αἱ παρθένοι προτρέχουσιν.
Ἡ τοῦ Θεοῦ ἀμνὰς ἡ ἄσπιλος,
ἡ περιστερὰ ἡ ἀμόλυντος, ἡ θεοχώρητος
σκηνή, τὸ τῆς δόξης ἁγίασμα, ἐν σκηνώματι
ἁγίῳ, κατοικεῖν ᾑρετίσατο.
Ἡ τριετίζουσα τῷ σώματι, καὶ πολυετὴς ἐν
τῷ πνεύματι, ἡ πλατυτέρα οὐρανῶν, καὶ
τῶν ἄνω Δυνάμεων, ὑπερτέρα εὐφημείσθω,
ἐν ᾠδαῖς ἡ Θεόνυμφος.
Τῆς Θεοτόκου ἑορτάζοντες, τὴν
ἐν τοῖς ἀδύτοις προέλευσιν, λαμπαδουχοῦντες
νοητῶς, ἐν φαιδρότητι σήμερον, καὶ ἡμεῖς
σὺν ταῖς παρθένοις, τῷ Ναῷ
πλησιάσωμεν.
Οἱ Ἱερεῖς Θεοῦ ἐνδύσασθε,
τὴν δικαιοσύνην ἐν χάριτι, καὶ ὑπαντήσατε
φαιδρῶς, ὡς εἰσόδους παρέχοντες, θυγατρὶ τοῦ
Βασιλέως, καὶ Θεοῦ εἰς τὰ Ἅγια.
Δόξα...
Φῶς ὁ Πατήρ, φῶς ὁ Υἱὸς
αὐτοῦ, καὶ τὸ Πνεῦμα φῶς τὸ Παράκλητον· ὡς γὰρ Ἠλίου ἐξ ἑνός,
ἡ Τριὰς ἀπαστράπτουσα, θεϊκῶς λαμπαδουχεῖ,
καὶ συντηρεῖ τὰς ψυχάς ἡμῶν.
Καὶ
νῦν ...
Σὲ οἱ προφῆται προεκήρυξαν, κιβωτὸν
Σεμνὴ ἁγιάσματος, θυμιατήριον χρυσοῦν, καὶ
λυχνίαν καὶ τράπεζαν, καὶ ἡμεῖς ὡς
θεοχώρητον, σκηνὴν ἀνυμνοῦμέν σε.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Τῷ πρὸ
τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως
Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου,
σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας
τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε».
Κάθισμα Ἦχος δ'
Κατεπλάγη
Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἀναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα
Ἑορτή, ἣν ἀνύμνησας ποτέ, ἐν τῷ
βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα
καὶ Παρθένον. Ἀπενεχθήσονται εἰπών, τῷ Βασιλεῖ μυστικῶς, παρθένοι ὄπισθεν
αὐτῆς, καὶ αἱ πλησίον αὐτῆς, καὶ
θαυμαστὴν ἐργάζου καὶ παγκόσμιον, τὴν ἑορτὴν
τοῖς κραυγάζουσιν. Ἡ
Θεοτόκος, ἡμῖν ἐπέστη, τῆς σωτηρίας ἡ
πρόξενος.
Δόξα...
Καὶ νῦν ...
Τὸ
αὔτό
ᾨδὴ
δ'
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν,
τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ
Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν
ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε».
Πύλην ἀδιόδευτον ὁ τοῦ Θεοῦ,
οἶκος εἰσδεχόμενος σήμερον, ἔπαυσε Νόμου, τὴν λατρείαν καὶ σκιάν·
Ὡς ἀληθῶς ἐπέφανε, κράζων τοῖς ἐν
γῇ, ἡ ἀλήθεια.
Ὄρος τὸ κατάσκιον ὃ προορῶν,
πάλαι Ἀββακοὺμ προεκήρυξεν, ἔνδον χωρῆσαν,
τῶν ἀδύτων τοῦ ναοῦ, τὰς ἀρετὰς
ἐξήνθησε, καὶ κατακαλύπτει τὰ πέρατα.
Ἴδωμεν παράδοξα πᾶσα ἡ γῆ,
ξένα καὶ ἐξαίσια πράγματα, πῶς ἡ Παρθένος,
δι' Ἀγγέλου τὴν τροφήν, εἰσδεχομένη σύμβολα,
τῆς οἰκονομίας κομίζεται.
Ναὸς καὶ παλάτιον καὶ οὐρανός,
ἔμψυχος ὀφθεῖσα Θεόνυμφε, τοῦ Βασιλέως, ἐν
Ναῷ τῷ νoμικῷ, ἀφιεροῦσαι σήμερον,
τούτῳ τηρουμένη πανάχραντε.
Κανὼν
δεύτερος
Ἐν
πνεύματι προβλέπων ΤΟ ΑΚΟΥΤΕ
Προφῆτα Ἡσαΐα, προφήτευσον ἡμῖν·
ἡ Παρθένος τὶς ἐστιν, ἡ ἔχουσα γαστρὶ;
Ἡ ἐξ Ἰούδα τῆς ῥίζης ἀναφυεῖσα,
καὶ γεννηθεῖσα ἐκ Δαυῒδ τοῦ Βασιλέως, σπέρματος
ἁγίου καρπὸς εὐκλεής.
Ἐξάρξατε παρθένοι, καὶ ᾄσατε
ᾠδάς, ταῖς χερσὶ
κατέχουσαι, λαμπάδας τῆς Ἁγνῆς, καὶ Θεοτόκου
τὴν πρόοδον εὐφημοῦσαι, νῦν ἀπιούσης ἐν
Ναῷ τῷ τοῦ Κυρίου, ἅμα σὺν ἡμῖν
ἑορτάζουσαι.
Ἰωακεὶμ καὶ Ἄννα, εὐφραίνεσθε
νυνί, ἐν Ναῷ προσάγοντες, Κυρίῳ τὴν ἁγνήν,
Θεοῦ Μητέρα Χριστοῦ τοῦ παμβασιλέως, γενησομένην,
ἐξ ὑμῶν δὲ γεννηθεῖσαν, οἷον τριετίζουσαν
δάμαλιν.
Ἁγία τῶν Ἁγίων, ὑπάρχουσα
σεμνή, ἐν Ναῷ ἠγάπησας, ἁγίῳ
κατοικεῖν, καὶ τοῖς Ἀγγέλοις
Παρθένε προσομιλοῦσα, προσεκαρτέρεις παραδόξως οὐρανόθεν,
ἄρτον δεχομένη, τροφὲ τῆς ζωῆς.
Τεκόντες παρ' ἐλπίδα, τὴν ἄχραντον
Ἁγνήν, εὐσεβῶς ὑπέσχοντο, προσάξειν τῷ Θεῷ, καὶ ἐκπληροῦσι
παρέχοντες ὥς περ θῦμα, τὴν γεννηθεῖσαν ἐξ
αὐτῶν Ἰωακείμ τε, σήμερον καὶ Ἄννα ἐν
οἴκῳ Θεοῦ.
Ἐβλάστησεν ἡ ῥάβδος, ποτὲ
τοῦ Ἀαρών, προτυποῦσα Ἀχραντε τὸν θεῖον
τοκετόν, ὅτι ἀσπόρως συλλήψῃ, καὶ οὐ
φθαρήσῃ, καὶ μετὰ τόκον παρθενεύουσα ὀφθήσῃ,
βρέφος γαλουχοῦσα τὸν πάντων Θεόν.
Παρθένοι τῇ Παρθένω, Mητέρες τῇ Μητρί, εὐσεβῶς
προσδράμετε, τιμῶσαι σὺν ἡμῖν, τὴν γεννηθεῖσαν
ὡς ἄμωμον ἱερεῖον, καὶ τὴν τεκοῦσαν ὡς
Θεῷ καρποφοροῦσαν, πάντες οὖν φαιδρῶς ἑορτάσωμεν.
Δόξα...
Τριάδα τοῖς προσώποις, Μονάδα τῇ
μορφῇ, εὐσεβῶς δοξάζομεν, Θεὸν ἀληθινόν,
ὃν ἀνυμνοῦσιν Ἀγγέλων καὶ Ἀρχαγγέλων,
ταξιαρχίαι ὡς τῆς κτίσεως Δεσπότην, ἅπαντες
πιστῶς προσκυνοῦντες ἀεί.
Καὶ
νῦν ...
Ἱκέτευε ἀπαύστως πανάχραντε
Ἁγνή, ὃν σαρκὶ ἐκύησας, Υἱόν
σου καὶ Θεόν, ἐκ πολυτρόπων παγίδων τοῦ
διαβόλου, καὶ ἐκ παντοίων πειρασμῶν ἐπερχομένων,
πάντας λυτρωθῆναι τοὺς δούλους σου.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί,
καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς
Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός,
κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου,
ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου
Κύριε».
ᾨδὴ
ε'
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ
σεπτῇ Εἰσόδῳ σου· σὺ γὰρ
ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες ἐν
τῷ Ναῷ τοῦ Θεοῦ,
ὥς περ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί
σε, τὴν εἰρήνην
βραβεύουσα».
Ἁγίασμα ἔνδοξον, καὶ ἱερὸν
ἀνάθημα, σήμερον ἡ πάναγνος Παρθένος, ἀνατεθεῖσα
ἐν τῷ Ναῷ τοῦ
Θεοῦ, τῷ παμβασιλεῖ ἡμῶν
Θεῷ, μόνῳ εἰς ἐνοίκησιν, συντηρεῖται ὡς
οἶδεν αὐτός.
Τὸ κάλλος Πανάχραντε, τὸ τῆς
ψυχῆς σου βλέπων ποτέ, πίστει Ζαχαρίας ἀνεβόα· Σὺ εἶ τὸ λύτρον, σὺ εἶ
ἡ πάντων χαρά, σὺ εἶ ἡ ἀνάκλησις
ἡμῶν, δι' ἧς ὁ ἀχώρητος, χωρητὸς μοι ὀφθήσεται.
Ὢ τῶν ὑπὲρ ἔννοιαν, θαυμάτων
σου Πανάχραντε! ξένη σου ἡ γέννησις ὑπάρχει,
ξένος ὁ τρόπος ὁ τῆς αὐξήσεως, ξένα
καὶ παράδοξα τὰ σά, πάντα Θεονύμφευτε, καὶ
βροτοῖς ἀνερμήνευτα.
Λυχνία πολύφωτος, ὑπάρχουσα Θεόνυμφε,
σήμερον ἐξέλαμψας ἐν οἴκῳ, τῷ τοῦ Κυρίου, καὶ καταυγάζεις
ἡμᾶς, τοῖς σεπτοῖς χαρίσμασιν ἁγνή,
τοῖς τῶν θαυμασίων
σου, Θεοτόκε πανύμνητε.
Κανὼν
δεύτερος
Τὸ
φαεινὸν ἡμῖν ἐξανάτειλον ΤΟ ΑΚΟΥΤΕ
Λαμπροφορήσωμεν οἱ Ὀρθόδοξοι, πάντες
συντρέχοντες, καὶ δοξάζοντες, τὴν θεομήτορα, ὅτι Κυρίῳ,
σήμερον προσφέρεται, ὡς θῦμα εὐπρόσδεκτον.
Ἀγαλλιάσθωσαν οἱ Προπάτορες, σήμερον
Δέσποινα, καὶ εὐφραινέσθω ἡ τεκοῦσά
σε, σὺν τῷ πατρί σου· ὅτι ὁ καρπὸς αὐτῶν, Κυρίῳ
προσάγεται.
Τὴν πολυώνυμον καὶ περίδοξον, ἄμωμον
δάμαλιν, ὡς ἐν σαρκὶ κυοφορήσασαν, τὸν θεῖον
μόσχον, πάντες ἀνυμνήσωμεν, πιστῶς ἑορτάζοντες.
Τὰ τῆς νυμφεύσεως ἀπογράφονται,
θεῖα συμβόλαια, τῆς ὑπὲρ νοῦν κυοφορίας
σου, ἁγνὴ Παρθένε, σήμερον ἐν Πνεύματι, ἁγίῳ
ἐν οἴκῳ Θεοῦ.
Ἐξανοιγέσθωσαν τὰ προπύλαια, δόξης
Θεοῦ ἡμῶν, καὶ δεχέσθωσαν τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα,
ὥς περ τριετίζουσαν, ἀμίαντον δάμαλιν.
Τὸ πολυτίμητον καὶ κατάσκιον, ὄρος
ὑμνήσωμεν, τὴν ἀειπάρθενον, Θεοῦ Μητέρα
γενομένην· αὐτὴ γὰρ ἐξήστραψε,
τὸ φῶς ἐν τοῖς πέρασι.
Δόξα...
Τὴν ὑπεράρχιον καὶ ἀΐδιον,
μίαν θεότητα, δοξολογοῦντες προσκυνήσωμεν, τρισὶ
προσώποις, φύσει ἀδιαίρετον, καὶ δόξῃ
ἰσότιμον.
Καὶ
νῦν ...
Λιμένα εὔδιον καὶ ἀπόρθητον,
τεῖχος κεκτήμεθα, τὴν πρεσβείαν σου ἐν περιστάσεσι,
Θεοκυῆτορ, πάντοτε λυτρούμενοι, κινδύνων καὶ θλίψεων.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν,
τῆς μεγάλης βουλῆς σου τὸν Ἀγγελον, εἰρήνην
παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν
θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός
ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε».
ᾨδὴ
ς'
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Tὴν θείαν, ταύτην καὶ πάντιμον,
τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος,
δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς
τεχθέντα Θεὸν δοξάζοντες».
Ὁ πάντα φέρων τῷ ῥήματι, εὐχῆς τῆς
τῶν Δικαίων ἐπήκουσε· διὸ στειρώσεως,
λύσας τὴν νόσον ὡς
εὔσπλαγχνος, τὴν τῆς χαρᾶς αἰτίαν τούτοις
δεδώρηται.
Γνωρίσαι θέλων ὁ Κύριος, τοῖς ἔθνεσιν αὐτοῦ τὸ σωτήριον,
τὴν Ἀπειρόγαμον, νῦν ἐξ ἀνθρώπων παρέλαβε,
καταλλαγῆς σημεῖον καὶ ἀναπλάσεως.
Ὡς οἶκος οὖσα τῆς χάριτος, ἐν
ᾧ οἱ θησαυροὶ ἐναπόκεινται, τῆς ἀπορρήτου
Θεοῦ, οἰκονομίας Πανάχραντε, ἐν τῷ Ναῷ μετέσχες τῆς ἀκηράτου
τρυφῆς.
Διάδημά σε βασίλειον, δεξάμενος
Ναὸς Θεονύμφευτε, κατεφαιδρύνετο, καὶ ὑπεχώρει
τοῖς κρείττοσι, τῶν
προρρηθέντων βλέπων ἐν σοὶ τὴν ἔκβασιν.
Κανὼν
δεύτερος
Τὸν
Προφήτην Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Ἑορτάσωμεν Πιστοί, ἑορτὴν
πνευματικήν, τὴν Μητέρα τοῦ Θεοῦ, ἀνυμνοῦντες
εὐσεβῶς· ὑπάρχει γάρ, ἁγιωτέρα τῶν
οὐρανίων Νοῶν.
Ἐν ᾠδαῖς πνευματικαῖς, εὐφημήσωμεν
πιστοί, τὴν Μητέρα τοῦ Φωτός, ὅτι σήμερον
ἡμῖν, ἐπέφανε, προερχομένη ἐν τῷ ναῷ τοῦ Θεοῦ.
Ἡ ἀμίαντος ἀμνάς, καὶ
ἁγνὴ περιστερά, προσηνέχθη κατοικεῖν, ἐν τῷ
οἴκῳ τοῦ Θεοῦ, ἡ ἄμωμος, προορισθεῖσα
γενέσθαι Μήτηρ Θεοῦ.
Ἐν Ναῷ τῷ νoμικῷ, τὰς εἰσόδους ἐκτελεῖ,
ὁ ναὸς ὁ τοῦ Θεοῦ, ἡ οὐράνιος
σκηνή, ἐξ ἧς ἡμῖν, τοῖς ἐν τῷ
σκότει τὸ φῶς ἐξέλαμψεν.
Νηπιάζουσα σαρκί, καὶ τελεία τῇ
ψυχῇ, ἡ ἁγία κιβωτός, ἐν τῷ οἴκῳ
τοῦ Θεοῦ, εἰσέρχεται, κατατρυφῆσαι τῆς θείας
χάριτος.
Ἐκ παντοίων πειρασμῶν, καὶ κινδύνων
ψυχικῶν, ἐλευθέρωσον ἡμᾶς, τοὺς προστρέχοντας
εἰς σέ, πανύμνητε ταῖς
σαῖς πρεσβείαις, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
Δοξα...
Ὁ Πατὴρ καὶ ὁ Υἱός,
καὶ τὸ Πνεῦμα τὸ εὐθές, τρισυπόστατε
Μονάς, καὶ ἀχώριστε Τριάς, ἐλέησον τοὺς
προσκυνοῦντας, τὸ θεῖον κράτος σου.
Καὶ
νῦν ...
Ἐν γαστρί σου χωρητός, ὁ ἀχώρητος
παντί, Θεομῆτορ γεγονώς, προελήλυθεν ἐκ σοῦ,
πανάχραντε, διπλοῦς τῇ φύσει, Θεὸς καὶ ἄνθρωπος.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν,
ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ
δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών,
διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως,
τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».
Κοντάκιον Ἦχος δ'
Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος,
ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν
θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται,
ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα,
τὴν ἐν Πνευματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ·
Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Ὁ
Οἶκος
Τῶν ἀπορρήτων τοῦ Θεοῦ καὶ
θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ,
τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς,
χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόρρητον,
πῶς ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη
ὑπὲρ ἅπασαν τὴν
κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην.
Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι
σφοδρῶς νοῦν τε καὶ λόγον, ὅμως δὲ τολμῶν,
κηρύττω καὶ μεγαλύνω· Αὕτη ὑπάρχει
σκηνὴ ἐπουράνιος.
Σ
υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΑ' τοῦ αὐτοῦ
μηνός, Μνήμη τῆς ἐν τῷ Ναῷ Εἰσόδου τῆς Θεομήτορος.
Στίχοι
·
·
Ἔνδον τρέφει σε Γαβριὴλ ναοῦ, Κόρη,
·
·
Ἥξει δὲ μικρὸν καὶ τὸ Χαῖρέ σοι λέξων.
·
·
Βῆ ἱερὸν Μαρίη τέμενος παρὰ εἰκάδι
πρώτῃ.
Ταῖς τῆς Θεοτόκου
πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὀδὴ
ζ'
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ
θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς
ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων
Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».
Ἰδοὺ σήμερον, ἐπέλαμψε τοῖς πέρασιν, ἔαρ, εὐφρόσυνον,
καταφαιδρῦνoν ἡμῶν,
ψυχὴν καὶ διάνοιαν, καὶ νοῦν τῇ χάριτι,
ἡ πανήγυρις, τῆς Θεοτόκου σήμερον, μυστικῶς
εὐωχηθῶμεν.
Δορυφορείτωσαν, σήμερον τὰ σύμπαντα,
τῇ Βασιλίδι Μητρί, ὁ οὐρανὸς καὶ ἡ
γῆ, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν
ἡ πληθύς, καὶ βοάτωσαν, ἐν τῷ Ναῷ εἰσάγεται, ἡ χαρὰ καὶ
ἡ λύτρωσις.
Ὁ τοῦ γράμματος, παρέδραμεν ἐξέλιπε,
νόμος καθάπερ σκιά, καὶ αἱ τῆς χάριτος,
ἀκτῖνες ἐπέλαμψαν, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, εἰσαχθείσης
σου, Παρθενομῆτορ Ἄχραντε, εἰσαεὶ εὐλογημένη.
Ὑποτέτακται, τῷ τόκῳ σου Πανάχραντε, ὡς
Ποιητῇ καὶ Θεῷ, ὁ οὐρανὸς καὶ ἡ
γῆ, καὶ τὰ καταχθόνια, καὶ πᾶσα γλῶσσα
βροτῶν, ὅτι Κύριος, ὁμολογεῖ ἐπέφανεν,
ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Κανὼν
δεύτερος
Ἡ
κάμινος Σωτὴρ ἑδροσίζετο ΤΟ ΑΚΟΥΤΕ
Χορεύσωμεν φιλέορτοι σήμερον, ὑμνήσωμεν
τὴν ἄχραντον Δέσποιναν, Ἰωακεὶμ καὶ Ἄνναν,
ἐπαξίως γεραίροντες.
Προφήτευσον ὁ λέγων ἐν Πνεύματι·
Ἀχθήσονται παρθένοι ὀπίσω σου, ἀπενεχθήσονταί
σοι, εἰς Ναὸν τῇ Βασιλίδι Μητρί.
Ἠγάλλοντο Ἀγγέλων τὰ τάγματα,
ηὐφραίνοντο Δικαίων τὰ πνεύματα, ὅτε Θεοῦ
ἡ Μήτηρ εἰς τὰ Ἅγια προσήγετο.
Καὶ σώματι καὶ πνεύματι ἔχαιρε,
σχολάζουσα Μαρία ἡ ἄμωμος, ἐν τῷ Ναῷ Κυρίου, ὥσπερ σκεῦος Ἱερώτατον.
Λαμβάνουσα τροφὴν τὴν οὐράνιον,
προέκοπτε σοφίᾳ καὶ χάριτι, ἡ γενομένη
Μήτηρ, κατὰ σάρκα τοῦ Σωτῆρος Χριστοῦ.
Εἰσέφερον Ναοῦ εἰς ἐνδότατον,
οἱ σώφρονες Πατέρες σου Ἄχραντε, ἀνατραφῆναι
ξένως, εἰς κατοίκησιν Χριστοῦ τοῦ Θεοῦ.
Δόξα...
Δοξάσωμεν Τριάδα ἀχώριστον, ὑμνήσωμεν
τὴν μίαν Θεότητα, σὺν τῷ Πατρὶ τὸν Λόγον, καὶ
τὸ Πνεῦμα τὸ Πανάγιον.
Καὶ
νῦν ...
Ἱκέτευε ὃν ἔτεκες Κύριον, ὡς
εὔσπλαγχνoν τῇ φύσει
ὑπάρχοντα, Θεογεννῆτορ σῶσαι, τὰς ψυχὰς τῶν
ἀνυμνoύντων
σε.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
«Oι Παῖδες εὐσεβείᾳ συντραφέντες,
δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν
οὐκ ἑπτοήθησαν· ἀλλ' ἐν μέσῳ τῆς
φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων,
Θεὸς εὐλογητὸς εἶ».
ᾨδὴ
η'
Ἧς
ἡ Ἀκροστιχὶς κατὰ ἀλφάβητον
Ὁ
Εἱρμος ΤΟ ΑΚΟΥΤΕ
«Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω
δὴ ὁ Γαβριήλ, βουλήν Ὑψίστου, ἀρχαίαν
ἀληθινήν, γενοῦ πρὸς ὑποδοχήν, ἑτοίμη
Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος,
βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ·
Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».
Ἄχραντον ναὸν ἐν οἴκῳ Θεοῦ,
προσάγουσα Ἄννα ποτέ, Boῶσα ἔφη, ἐν πίστει
τῷ Ἱερεῖ, Γονὴν
τὴν ὑπὸ Θεοῦ, δοθεῖσαν κἀμoί, Δεδεγμένος νῦν
εἰσάγαγε, ἐν τῷ ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων
ψάλλε αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα
Κυρίου τὸν Κύριον.
Ἔφησεν ἰδὼν τῇ Ἄννῃ
ποτέ, ἐν πνεύματι ὁ Ζαχαρίας· Ζωῆς Mητέρα, εἰσάγεις ἀληθινήν.
Ἥν περ τηλαυγῶς οἱ Προφῆται Θεοῦ, Θεοτόκον
προεκήρυξαν, καὶ πῶς Ναός χωρήσει αὐτήν;
διὸ θαυμάζων βοῶ· Εὐλογεῖτε, πάντα τὰ
ἔργα Κυρίου τὸν Κύριον.
Ἱκέτις Θεοῦ κατέστην ἐγώ,
ἀντέφησεν Ἄννα αὐτῷ· Καλοῦσα τοῦτον
ἐν πίστει καὶ προσευχῇ, Λαβεῖν τῆς ἐμῆς
ὠδῖνος καρπόν· Μετὰ τόκον δὲ τὸ
κύημα, προσάγειν τῷ
παρέχοντι· διὸ σκιρτῶσα βοῶ·Νόμιμον
ὄντως τὸ ἔργον ἐστίν, ὁ Ἱερεὺς ἔφη
αὐτῇ· Ξένον
δὲ πάντῃ, τὸ πρᾶγμα κατανοῶ. Ὁρῶν
τὴν προσαγομένην ἐν οἴκῳ Θεοῦ, Παραδόξως
ὑπερβαίνουσαν, τὰ Ἅγια τῇ χάριτι· διὸ
καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ
ἔργα Κυρίου τὸν Κύριον.
Ῥώννυμαι ἔφη ἡ Ἄννα αὐτῷ,
μανθάνουσα ἅπερ λαλεῖς. Συνεὶς γὰρ ταῦτα τῷ Πνεύματι τοῦ Θεοῦ. Τρανῶς
τὰ τῆς Παρθένου ἐκήρυξας. Yποδέχου οὖν τὴν ἄχραντον, ἐν τῷ Ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων
ψάλλε αὐτῷ. Εὐλογεῖτε, πάντα τὰ ἔργα
Κυρίου τὸν Κύριον.
Φωσφόρος ἡμῖν ἀνῆψε λαμπάς,
ἐβόησεν ὁ Ἱερεύς. Χαρὰν μεγίστην ἐκλάμπουσαν
ἐν Ναῷ. Ψυχαὶ Προφητῶν συνευφραινέσθωσαν. Ὡς
παράδοξα θεώμεναι, τελούμενα ἐν οἴκῳ Θεοῦ,
καὶ ἐκβοάτωσαν νῦν. Εὐλογεῖτε, πάντα
τὰ ἔργα Κυρίου τὸν Κύριον.
Κανὼν
δεύτερος
Ὃν
φρίττουσιν Ἄγγελοι ΤΟ ΑΚΟΥΤΕ
Εὐφραίνεται σήμερον, φαιδρῶς Ἰωακείμ,
καὶ Ἄννα ἡ ἄμεμπτος, Κυρίῳ τῷ Θεῷ, προσφέρει θυσίαν τὴν
δοθεῖσαν αὐτῇ, ἐξ ἐπαγγελίας, ἁγίαν
θυγατέρα.
Kαυχῶνται
οἳ Ἅγιοι, Δαυῒδ καὶ Ἰεσσαὶ· Ἰούδας
σεμνύνεται· ἐκ ῥίζης
γὰρ αὐτῶν, ἐβλάστησε γόνος, ἡ Παρθένος
ἁγνή, ἐξ ἧς ἐγεννήθη, Θεὸς ὁ πρὸ
αἰώνων.
Μαρία ἡ ἄχραντος, καὶ ἔμψυχος
σκηνή, προσφέρεται σήμερον, ἐν οἴκῳ τοῦ
Θεοῦ, καὶ δέχεται ταύτην, Ζαχαρίας χερσίν, ὡς
ἡγιασμένον, κειμήλιον Kυρίου.
Ὡς πύλην σωτήριον, καὶ ὄρος
νοητόν, ὡς κλίμακα ἔμψυχον, Τιμήσωμεν πιστοί,
τὴν ὄντως Παρθένον,
καὶ Mητέρα
Θεοῦ, τὴν εὐλογηθεῖσαν, χερσὶ τῶν Ἱερέων.
Προφῆται, Ἀπόστολοι, καὶ Μάρτυρες
Χριστοῦ, Ἀγγέλων τὰ τάγματα, καὶ πάντες
γηγενεῖς, τιμήσωμεν ὕμνοις, τὴν Παρθένον ἁγνήν, ὡς εὐλογημένην,
Mητέρα
τοῦ Ὑψίστου.
Ναῷ σε προσέφερον,
πανάχραντε Ἁγνή, οἱ θείως τεκόντες σε, ὡς
θῦμα καθαρόν, καὶ ξένως αὐλίζῃ, ἐν
ἀδύτοις Θεοῦ, προετοιμασθῆναι, εἰς κατοικίαν
Λόγου.
Εὐλογοῦμεν Πατέρα,
Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Kύριον.
Ὑμνείσθω τρισάγιος, Πατὴρ καὶ
ὁ Υἱός, καὶ Πνεῦμα, τὸ Ἅγιον, ἀμέριστος
Μονάς, ἡ μία θεότης, ἡ κρατοῦσα δρακί,
τὴν σύμπασαν κτίσιν, εἰς πάντας τοὺς αἰῶνας.
Καὶ
νῦν ...
Ὁ ἄναρχος ἄρχεται, ὁ Λόγος ἐν
σαρκί, τεχθεὶς ὡς ηὐδόκησε, Θεός τε καὶ
βροτός, ἐκ Κόρης Παρθένου, ἀναπλάττων ἡμᾶς,
τοὺς πρὶν πεπτωκότας, δι' ἄκραν εὐσπλαγχνίαν.
Καταβασία
ΤΟ ΑΚΟΥΤΕ
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος,
ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς
ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ
τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν·
διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν
Kύριον,
καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας».
ᾨδὴ
θ'
Ἦς ἡ Ἀκροστιχίς,
κατ' ἀλφάβητον ἀντιστρόφως.
Mεγαλυνάριον
Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου,
ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν,
εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ,
ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ
πιστῶν, τῇ Θεοτόκῳ
ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα,
ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις
Παρθένε ἁγνή».
Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου,
ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης
εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὡς ὑπέρλαμπρον Θεοτόκε ἁγνή,
Ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος· Χάριτος
Θεοῦ δ' ἐμπιπλαμένη οὐρανόθεν· Φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί,
τοὺς ἐν εὐφροσύνῃ βοῶντας· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις
Παρθένε ἁγνή.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου,
ὁρῶντες ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν,
εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὑπερίπταται Θεοτόκε ἁγνή Τὸ
θαῦμά σου τὴν δύναμιν τῶν λόγων· Σῶμα
γὰρ ἐν σοὶ κατανοῶ
ὑπὲρ λόγον, Ῥοῆς ἁμαρτίας ἀνεπίδεκτον·
ὅθεν εὐχαρίστως βοῷ
σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις
Παρθένε ἁγνή.
Ἄγγελοι καὶ ἄνθρωποι τῆς Παρθένου,
τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν,
εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Παραδόξως προδιετύπου Ἁγνή, ὁ
Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, Ξένην
κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, Ναὸν
ἀκατάλυτον, καὶ πύλην Θεοῦ· Ὅθεν ἐκδιδάσκει
σοι κράζειν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις
Παρθένε ἁγνή.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου,
ὁρῶντες κατεπλήττοντο, πῶς θεαρέστως εἰσῆλθεν,
εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Μελῳδῶν σοι προεκελάδει Δαυῒδ,
Λαλῶν σε θυγατέρα Βασιλέως, Κάλλει ἀρετῶν, ἐκ
δεξιῶν παρισταμένην, ἰδὼν τοῦ Θεοῦ
πεποικιλμένην σε· ὅθεν προφητεύων ἐβόα·
Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε
ἁγνή.
Ἄγγελοι σκιρτήσατε σὺν Ἁγίοις,
Παρθένοι συγχορεύσατε· ἡ γὰρ
Θεόπαις εἰσῆλθεν, εἰς τὰ Ἅγια των Ἁγίων.
Θεοδόχον προθεωρῶν Σολομῶν, Ἠνοίξατο
σε πύλην Βασιλέως, Ζῶσάν τε πηγὴν ἐσφραγισμένην,
Ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν,
ὕδωρ τοῖς ἐν πίστει
βοῶσιν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις
Παρθένε ἁγνή.
Ἄγγελοι καὶ ἄνθρωποι τὴν Παρθένον,
ἐν ὕμνοις μεγαλύνωμεν· θεοπρεπῶς
γὰρ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Διανέμοις τῶν χαρισμάτων τὴν σήν,
Γαλήνην Θεοτόκε τῇ ψυχῇ μου, βρύουσα ζωήν,
τοῖς σὲ τιμῶσι κατὰ χρέος, Αὐτὴ περιέπουσα
καὶ σκέπουσα, καὶ διατηροῦσα βοᾶν σοι· Ὄντως
ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Κανων
δεύτερος
Τὴν
φωτοφόρον Νεφέλην ΤΟ
ΑΚΟΥΤΕ
Μεγαλυνάριον
Μεγάλυνον ψυχή μου, τὴν προσενεχθεῖσαν,
ἐν τῷ ναῷ Κυρίου,
καὶ εὐλογηθεῖσαν, χερσὶ τῶν Ἱερέων.
Σ
η μ ε ί ω σ ι ς
Τὸ Μεγαλυνάριον τοῦτο ἐπαναλαμβάνεται
καὶ εἰς τὰ ἐφεξῆς Τροπάρια μέχρι τοῦ
Δοξαστικοῦ.
Ἐκ τῶν Δικαίων προῆλθεν, Ἰωακεὶμ
καὶ τῆς Ἄννης, ἐπαγγελίας ὁ καρπός, ἡ
θεόπαις Μαρία, καὶ ὡς θυμίαμα δεκτόν, σαρκὶ
νηπιάζουσα προσφέρεται, Ἱερῷ ἐν ἁγίῳ, ὡς Ἁγία,
εἰς τὰ Ἅγια οἰκεῖν.
Τὴν νηπιάζουσαν φύσει, καὶ ὑπὲρ
φύσιν Μητέρα, ἀναδειχθεῖσαν τοῦ Θεοῦ, εὐφημήσωμεν
ὕμνοις, ἐν τῷ Ναῷ
τῷ νομικῷ· Κυρίῳ γὰρ σήμερον προσφέρεται,
εἰς ὀσμήν εὐωδίας, τῶν Δικαίων, ὡς
καρπὸς πνευματικός.
Σὺν τῷ
Ἀγγέλῳ τὸ χαῖρε, τῇ Θεοτόκῳ προσφόρως, ἀναβοήσωμεν
πιστοί· Χαῖρε πάγκαλε Νύμφη, χαῖρε νεφέλη
φωτεινή, ἐξ ἧς ἡμῖν ἔλαμψεν ὁ Κύριος,
τοῖς ἐν σκότει ἀγνοίας, καθημένοις, χαῖρε
πάντων ἡ ἐλπίς.
Ὕμνον ἐπάξιον πᾶσα, τῇ Θεοτόκῳ ἡ κτίσις, σὺν
τῷ Ἀγγέλῳ Γαβριήλ,
ἀνακράζει βοῶσα, Χαῖρε ἡ Μήτηρ τοῦ
Θεοῦ, δι' ἧς ἐλυτρώθημεν πανάμωμε, τῆς ἀρχαίας
κατάρας, γεγονότες ἀφθαρσίας κοινωνοί.
Ἡ τῶν Ἁγίων Ἁγία, καὶ
Θεομήτωρ Μαρία, ταῖς ἱκεσίαις
σου Ἁγνή, ἐλευθέρωσον ἡμᾶς, ἐκ τῶν
παγίδων τοῦ ἐχθροῦ, καὶ πάσης αἱρέσεως
καὶ θλίψεως, τοὺς πιστῶς προσκυνοῦντας, τὴν
εἰκόνα, τῆς ἁγίας σου μορφῆς.
Τῶν Χερουβὶμ ὑπερτέρα, τῶν
Σεραφὶμ ἀνωτέρα, καὶ πλατυτέρα οὐρανῶν,
ἀνεδείχθης Παρθένε, ὡς τὸν ἀχώρητον
παντί, ἐν μήτρᾳ χωρήσασα Θεὸν ἡμῶν,
καὶ τεκοῦσα ἀφράστως, ὃν δυσώπει, ἐκτενῶς
ὑπὲρ ἡμῶν.
Δόξα...
Μεγάλυνον, ψυχή μου, τῆς Τρισυποστάτου,
καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.
Τὴν Τρισυμόστατον φύσιν, καὶ ἀδιαίρετον
δόξαν, τὴν ἐν Θεότητι μιᾷ, ὑμνουμένην
ἀπαύστως, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.
Τριάδα ἀχώριστον δοξάσωμεν, σὺν Υἱῷ τὸν Πατέρα, καὶ τὸ
Πνεῦμα προσκυνοῦντες εὐσεβῶς.
Καὶ
νῦν ...
Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν
τῶν ἄνω Στρατευμάτων.
Ὑπὸ τὴν σὺν εὐσπλαγχνίαν,
τοὺς καταφεύγοντας πίστει, καὶ προσκυνoῦντας εὐσεβῶς, τὸν
Υἱόν σου Παρθένε, Θεογεννῆτορ ὡς Θεόν, τοῦ
κόσμου καὶ Κύριον ἱκέτευε, ἐκ φθορᾶς
καὶ κινδύνων λυτρωθῆναι, καὶ παντοίων πειρασμῶν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Μυστήριον ξένoν, ὁρῶ καὶ παράδοξον, οὐρανὸν
τὸ σπήλαιον θρόνον Χερουβικὸν τὴν Παρθένον
τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη
ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες
μεγαλύνομεν».
Ἐξαποστειλάριον
Γυναῖκες
ἀκουτίσθητε ΤΟ
ΑΚΟΥΤΕ
Ἣν πάλαι προκατήγγειλε, τῶν
Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον
καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν
τὴν Θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν· σήμερον
γὰρ εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων,
ἀνατραφῆναι Κυρίῳ.
Ἐκ
τρίτου
Εἰς τοὺς Αἴνους,
ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια.
Ἦχος
α'
Τῶν
οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Λαμπαδηφόροι παρθένοι, τὴν Ἀειπάρθενον,
φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν
Πνεύματι τὸ μέλλον· ναὸς
γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς
τὸν ναόν μετὰ δόξης Παρθενικῆς, νηπιόθεν ἐμβιβαζεται.
Ἐπαγγελίας ἁγίας, καὶ ὁ
καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη
τῷ κόσμῳ, ὡς πάντων
ὑπερτέρα· ἣ εὐσεβῶς, προσαγομένη ἐν
οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων
ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.
Ἐπουρανίῳ τραφεῖσα, Παρθένε
ἄρτῳ πιστῶς, ἐν τῷ Nαῷ Κυρίου, ἀπεκύησας κόσμῳ,
ζωῆς ἄρτον τὸν Λόγον, οὗ ὡς ναός, ἐκλεκτὸς
καὶ πανάμωμος, προεμνηστεύθης τῷ Πνεύματι μυστικῶς, νυμφευθεῖσα
τῷ Θεῷ καὶ Πατρί.
Ἐξανοιγέσθω ἡ πύλη, τοῦ
θεοδόχου Ναοῦ· τὸν γὰρ
ναὸν τοῦ πάντων, Βασιλέως καὶ θρόνον, σήμερον
ἐν δόξῃ, ἔνδον λαβών, Ἰωακεὶμ ἀνατίθεται,
ἀφιερώσας Κυρίῳ τήν ἐξ αὐτοῦ, ἐκλεχθεῖσαν
ὡς Μητέρα αὐτοῦ.
Δόξα...
Καὶ νῦν ...
Ἦχος
β' Λέοντος Μαΐστορος
Σήμερον τῷ
Ναῷ προσάγεται, ἡ
Πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος
Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ.
Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα
δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται·
Tαύτῃ
ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη
ἐν γυναιξὶν εὐλογημένη.
Δοξολογία
Μεγάλη, καὶ Ἀπόλυσις.
Δίδοται καὶ ἅγιον
ἔλαιον τοῖς Ἀδελφοῖς.
Εἰς
τὴν Λειτουργίαν
Τὰ Τυπικὰ καὶ
τῶν Κανόνων ἡ γ' καὶ ς' ᾨδή.
Ἀντίφωνον
α'
·
·
Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
·
·
Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις
τοῦ Θεοῦ.
·
·
Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.
·
·
Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν.
Ἀντίφωνον
β'
·
·
Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ
ἐν Ἁγίοις θαυμαστός...
·
·
Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι
αὐτοῦ.
·
·
Αὕτη ἡ πύλη Κυρίου, δίκαιοι εἰσελεύσονται
ἐν αὐτῇ.
·
·
Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.
Ἀντίφωνον
γ'
·
·
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι
τοῦ λαοῦ.
Ἦχος
δ'
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ
προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας
ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ
Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται· Αὐτῇ
καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε
τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
·
·
Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως
ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη,
πεποικιλμένη.
·
·
Ἀπενεχθήσονται τῷ
Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς.
Κοινωνικὸν
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ
ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.