Τῌ ΙΒ'
ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς
ἡμῶν Ἰωάννου τοῦ Ἐλεήμονος, καὶ
τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου.
ΕΙΣ
ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς το, Κύριε ἐκέκραξα,
ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια τοῦ Ἱεράρχου.
Ἦχος
δ'
Ἔδωκας
σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐσκόρπισας ἔδωκας, τοῖς δεομένοις
τὸν ἄρτον σου, Ἰωάννη θαυμάσιε, ἔλεος μιμούμενος,
τοῦ συμπαθεστάτου Ὅσιε Δεσπότου· διό σου μένει
ἀληθῶς, εἰς τὸν αἰῶνα ἡ μνήμη Ἅγιε,
ἣν πίστει ἑορτάζοντας, ταῖς σαῖς πρεσβείαις
περίσῳζε, πειρασμῶν τε καὶ θλίψεων, ἱεράρχα
πανόλβιε.
Σοῦ τὴν καθαρότητα, καὶ τοῦ
νοὸς τὴν εὐθύτητα, καὶ τὸν τρόπον τὸν
ἔνθεον, ὁ βλέπων τὰ κρύφια, κατιδών ἀνάγει,
εἰς μέγιστον θρόνον, χρίσας τῷ μύρῳ σε σοφέ, καὶ
τελειώσας, καὶ ποίμνης οἴακας, σαφῶς ἐγχειρισάμενος,
ἣν πρὸς λιμένας ὡδήγησας, τοῦ ἐνθέου
θελήματος, Ἰωάννη θεσπέσιε.
Πάντα τὰ αἰτήματα, τῆς σῆς
καρδίας ὁ Κύριος, ἀξιάγαστε δέδωκε· πάσας
γὰρ ἐτήρησας, τὰς νομοθεσίας τὰς σωτηριώδεις·
τὸν γὰρ Θεὸν ὁλοσχερῶς καὶ τὸν πλησίον
θεομακάριστε, ὡς σεαυτὸν ἠγάπησας, καὶ δεομένοις
ἐπήρκεσας· διὰ τοῦτό σε σήμερον, Ἰωάννη
γεραίρομεν.
Τοῦ
Ὁσίου
Ἦχος
πλ. δ'
Τὶ
ὑμᾶς καλέσωμεν ΤΟ ΑΚΟΥΤΕ
Τὶ σὲ νῦν καλέσωμεν Ἅγιε; ποταμὸν τῆς
νοητῆς, ἐκπορευόμενον Ἐδέμ· ὀχετὸν
τῶν τοῦ Θεοῦ, χορηγουμένων δωρεῶν· πλημμύραν,
διδαγμάτων τῶν τῆς χάριτος, κρατῆρα, τῆς
σοφίας καὶ τῆς γνώσεως· προσεκτικὸν συντονώτατον,
διδακτικὸν πρακτικώτατον· Ἱκέτευε, τοῦ σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Τὶ σε ὀνομάσωμεν Ὅσιε; γεωργὸν
τῶν ἀθανάτων, παμμακάριστε φυτῶν· φυτουργὸν
τοῦ νοουμένου, Παραδείσου τῶν πιστῶν· νομίμων,
θεοσδότων ἐμπειρότατον· δογμάτων, θεοπνεύστων
ἐπιστήμονα, ἑρμηνευτὴν εὐφυέστατον, καὶ
παιδευτὴν ἱκανώτατον· Ἱκέτευε τοῦ σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Τὶ σε νῦν
προσείπω θαυμάσιε; ὁριστὴν τῆς συζυγίας,
σωφροσύνης βραβευτήν· παιδευτὴν τῶν Μοναζόντων,
παρθενίας ὁδηγόν· δικαίως, ἀμφοτέροις
ταλαντεύοντα· ὡς πείρᾳ, διελθόντα τὰ ἑκάτερα.
Πολλὰ τὰ σὰ προτερὴματα, καὶ ἔνθεός
σου ἡ ἄσκησις· Ἱκέτευε, τοῦ σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Δόξα...
Ἦχος β' Ἀνατολίου
Ἡ τοῦ ἐλέους πηγή, τοῖς
ἐνδεέσι πλημμυρεῖ, εὐσυμπαθήτους οἰκτιρμούς,
, Ἰωάννης ὁ Χριστοῦ μιμητής, ὁ μέγας
ποιμὴν τῶν Ἀλεξανδρέων καὶ φωστήρ. Δεῦτε
κορεσθῶμεν οἱ πτωχοὶ κατὰ πνεῦμα, μιμούμενοι
αὐτοῦ τὴν ἱλαρότητα· φιλευσπλάγχνῳ
γὰρ στοργῇ, Χριστὸν ξενίσας διὰ τῶν πενήτων,
ὡς πάλαι Ἀβραάμ, τοῦ μακαρισμοῦ ἠξιώθη,
καὶ παρρησίᾳ πρεσβεύει, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ
νῦν ... Θεοτοκίον
Ὅτε,
ἐκ τοῦ ξύλου σε ΤΟ
ΑΚΟΥΤΕ
Τὶ σοι, ὁ ταλαίπωρος ἐγώ, Δέσποινα
τοῦ κόσμου προσοίσω; εἰ μὴ δακρύων πηγάς,
καὶ ἐξομολόγησιν τῶν πεπραγμένων μοι· ἀλλ'
ἰλέῳ σου ὄμματι, ἐπίβλεψον Κόρη, ἐπὶ
τὴν ἀσθένειαν, τῆς ταπεινῆς μου ψυχῆς·
λῦσον, τῶν παθῶν μου τὰ νέφη, καὶ τῆς
κατεχούσης ἀχλύος, δέομαι ἀπάλλαξον τὸν
δοῦλον σου.
Ἢ
Σταυροθεοτοκίον
Ξύλῳ τοῦ Σταυροῦ σε, Ἰησοῦ,
προσαναρτηθέντα ὁρῶσα, ἡ ἀπειρόγαμος, ἔκλαιε
καὶ ἔλεγε· Τέκνον γλυκύτατον, ἵνα τὶ ἐγκατέλιπες,
ἐμὲ τὴν τεκοῦσαν, μόνην φῶς ἀπρόσιτον,
τοῦ προανάρχου Πατρός;σπεῦσον, καὶ δοξάσθητι
ὅπως, δόξης ἐπιτύχωσι θείας, οἱ τὰ θεῖα
πάθη σου δοξάζοντες.
Εἰς τὸν Στίχον.
Στίχ.
Προσόμοια τοῦ Ἱεράρχου.
Ἦχος
πλ. α'
Χαίροις
ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Χαίροις τῆς Ἐκκλησίας φωστήρ·
τῆς οἰκουμένης τὸ περίβλεπτον καύχημα, τὸ
κλέος Ἀλεξανδρείας, ὀρθοδοξίας κρηπίς, ἐγκρατείας
στάθμη καὶ ἀσκήσεως, λιμὴν τῶν ἐν ζάλῃ,
κινδυνευόντων ἡ λύτρωσις, πύργος ἰσχύος, καὶ
φρουρὸς ἀσφαλέστατος, νόμος ἔμπρακτος, εὐποιΐας
τὸ πέλαγος· δότης ὁ ἱλαρώτατος, ὁ
πᾶσι τὰ πρόσφορα, νέμων πλουσίως Παμμάκαρ,
τοῖς σοὶ ἐν πίστει προστρέχουσι· Χριστὸν
ἐκδυσώπει, ταῖς
ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. Τίμιος ἐναντίον
Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Χαίροις ὁ τῶν πεινώντων τροφεύς,
τῶν δεομένων παροχεὺς ἀφθονώτατος, ἡ βρύσις
τῆς συμπαθείας, ἡ τοῦ ἐλέους πηγή, καταπονουμένων
ἡ ἀντίληψις· χηρῶν
ὁ προστάτης, τῶν ἀσθενούντων ἐπίσκεψις,
γυμνητευόντων, ἀσφαλὲς περιβόλαιον, ἡ ὀξυτάτη
τῶν πιπτόντων ἀνόρθωσις· Πάτερ ὑπερουράνιε,
ἱλέῳ σου ὄμματι, ἄνωθεν πρόσχες καὶ
θείας, φιλανθρωπίας μετάδοσιν, Χριστὸν καταπέμψαι,
ταῖς ψυχαῖς ἡμῶν δυσώπει, καὶ μέγα ἔλεος.
Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ.
Χαίροις χειραγωγία τυφλῶν, παιδαγωγία
τῆς νεότητος ἔνδοξε, τοῦ γήρως ἡ βακτηρία,
τῶν πλανωμένων ποιμήν, τῶν ἁμαρτανόντων ἡ
διόρθωσις, λειμὼν εὐωδέστατος, μυροθήκη τοῦ
Πνεύματος, τῆς εὐποιΐας, ποταμὸς ὁ ἀέναος,
καταγώγιον, τῆς Ἁγίας Τριάδος σεπτόν·
Μέμνησο τῶν ὑμνούντων σε, ῥυόμενος θλίψεων,
καὶ τῶν κινδύνων καὶ νόσων, καὶ αἰωνίου
κολάσεως· Χριστὸν ἱκετεύων, τὸν παρέχοντα
τῷ κόσμῳ, τὸ μέγα
ἔλεος.
Δόξα...
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν
ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων
σου· δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες
μισθὸν τῶν καμάτων σου· Τῶν δαιμόνων ὤλεσας
τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ
τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας·
Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην
αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Καὶ
νῦν ... Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ
ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς
ζωῆς· Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα,
μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἢ
Σταυροθεοτοκίον
Τριήμερος
ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσά σε σταυρούμενον, Χριστέ,
ἡ σὲ κυήσασα, θρηνῳδοῦσα, ἀνεβόα
μητρικῶς, Υἱέ μου καὶ Θεέ μου, γλυκύτατον
μου Τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον.
Ἀπολυτίκιον τοῦ Ἱεράρχου
Ἦχος
πλ. δ'
Ἐν τῇ ὑπομονῇ σου ἐκτήσω
τὸν μισθόν σου Πάτερ, Ὅσιε, ταῖς προσευχαῖς ἀδιαλείπτως ἐγκαρτερήσας,
τοὺς πτωχοὺς ἀγαπήσας, καὶ τούτοις ἐπαρκέσας·
Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Ἰωάννη Ἐλεῆμον
μακάριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Τοῦ Ὁσίου ὁ αὐτὸς
Ταῖς τῶν δακρύων σου ῥοαῖς,
τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ
τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν
τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ,
τῇ οἰκουμένῃ λάμπων
τοῖς θαύμασι, Νεῖλε Πατὴρ ἡμῶν, Ὅσιε·
πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν ... Θεοτοκίον ὁ αὐτὸς
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ
Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ,
ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν
δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας
τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον,
δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν
ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν,
λαὸν ἀπεγνωσμένον.
Καὶ
ἀπόλυσις
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν,
ἀναγινώσκεται εἷς Κανὼν τῆς Ὀκτωήχου,
καὶ οἱ δύο παρόντες τῶν Ἁγίων.
Ὁ Κανὼν τοῦ
Ἱεράρχου, οὗ ἡ Ἀκροστιχὶς ἐν τῇ
θ' ᾨδῇ.
Ἰωσὴφ
ᾨδὴ α' Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
«Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε,
καὶ εἶδεν ἥλιος γῆν, ἣν οὐκ ἐθεάσατο,
ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε,
καὶ ἄβατον διῆλθεν Ἰσραήλ, ᾠδὴ δὲ
ἐνεμέλπετο, τῷ Κυρίῳ
ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».
Τῇ συμπαθείᾳ τὸν νοῦν
λαμπρυνόμενος, καὶ τῇ ἀγάπῃ Χριστοῦ,
Πάτερ πυρσευόμενος, ἐλεημοσυνῶν, ἀστράπτων
ταῖς λαμπρότησι, τοῦ μόνου ἐλεήμονος Θεοῦ,
δοχεῖον καθαρώτατον, Ἰωάννη γέγονας· διὸ
σε μακαρίζομεν.
Τὰ δι' αἰῶνος ἀεὶ διαμένοντα,
σκοπῶν σοφῷ λογισμῷ, Πάτερ Ἱερώτατε, ἠλλάξω
τῶν φθαρτῶν, περιφανῶς τὰ ἄφθαρτα, καὶ νῦν τοὺς οὐρανοὺς περιπολεῖς,
βοῶν σύν ἀσωμάτοις χοροῖς, τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως
γὰρ δεδόξασται.
Ὁ τοῦ ἐλέους δοτὴρ χαριτώσας
σου, τὴν ἐλεήμονα πρίν, Ὅσιε διάνοιαν, ἠλέησε
πολλούς, τῇ θείᾳ μεσιτείᾳ σου· ἐγένου
γὰρ παράκλησις ψυχῶν, πενήτων τε προμήθεια, Ἰωάννη
πάνσοφε, θεόφρον Ἱερώτατε,
Θεοτοκίον
Ἴνα τοὺς κάτω τοῖς ἄνω συνάψειεν,
ὁ μόνος πάντων Θεός, μήτραν ἀπειρόγαμον,
ὑπέδυ καὶ σαρκός, φανεὶς ἐν ὁμοιώματι,
τῆς ἔχθρας τὸ μεσότοιχον ἑλών, εἰρήνην
ἐμεσίτευσε, καὶ ζωὴν ἑβράβευσε, καὶ
θείαν ἀπολύτρωσιν.
Ὁ Κανὼν τοῦ
Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.
Ἄρδει
με Νεῖλος γνωστικῇ παγκαρπίᾳ.
Θεοφάνους
ᾨδὴ
α' Ἦχος
πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,
καὶ τὴν Αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ
Ἰσραηλίτης ἀνεβόα, τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν
ᾄσωμεν».
Ἀρδείαις σου Μάκαρ ταῖς μυστικαῖς,
ἀρδεύων πλουσίως, τὸν ψυγέντα μου λογισμόν,
ὡς στάχυν τὸν ὕμνον σοι προσφέρειν, ταῖς σαῖς
πρεσβείαις καταξίωσον.
Ῥημάτων ῥοαί σου ὡς ἐξ
Ἐδέμ, πανόλβιε Νεῖλε, προερχόμεναι προφανῶς,
τὸ πρόσωπον ἅπαν ἀενάως, τῆς Ἐκκλησίας
καταρδεύουσι.
Δογμάτων καὶ λόγων ὁ ποταμός,
τῶν σῶν θεορρῆμον, τὰς καρδίας τῶν εὐσεβῶν,
ἀρδεύων ποτίζει, δυσσεβῶν δέ, καταποντίζει
τὰ συστὴματα.
Θεοτοκίον
Ἐξήμεσεν Εὔας ταῖς ἀκοαῖς,
ἰὸν ψυχοφθόρον, ὁ ἀλάστωρ καὶ δυσμενής,
Χριστὸν δὲ τεκοῦσα Θεομῆτορ, τὴν τούτου βλάβην
ἐθεράπευσας.
Τοῦ
Ἱεράρχου
ᾨδὴ
γ' ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ
Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ
με στερέωσον, ἐν τῇ ἀγάπη τῇ σῇ, τῶν
ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ
στήριγμα, μόνε φιλάνθρωπε».
Εὐπρεπὴς ὥσπερ κόρη, ἐξ ἐλαιῶν
στέφανον, ἐπιφερομένη ἐπώφθη σοι Ἀξιάγαστε,
τοῦ Ἐλεήμονος, ἡ εὐσυμπάθητος χάρις,
προσεφελκομένη σε, πρὸς θεῖον ἔλεος.
Ἱερὸν ἐπὶ θρόνον, ψήφῳ
Θεοῦ ἔνδοξε, Πάτερ Ἰωάννη καθίσας, καθάπερ
Ἄγγελος, σὺ πεπολίτευσαι, εἰρηνικὰς ἀναφέρων,
ἱερὰς θυσίας τε τῷ
Πανοικτίρμονι.
Τῇ πολλῇ συμπαθείᾳ, τὸν
συμπαθῆ Κύριον, Πάτερ θεραπεύων δι' οἶκτον, σάρκα
πτωχεύσαντα, πτωχοῖς ἐπήρκεσας, ξένους ἀστέγους
συνῆξας, πληρωτὴς προστάξεων, θείων γενόμενος.
Θεοτοκίον
Ἐπὶ σοὶ Παναγία, ὁ τοῦ
παντὸς αἴτιος, δι' ὑπερβολὴν εὐσπλαγχνίας,
θέλων ἐσκήνωσε, καὶ καθηγίασε, τὴν τῶν
ἀνθρώπων οὐσίαν, παραβάσει πρότερον, ἐξολισθήσασαν.
Τοῦ
Ὁσίου
Σὺ
εἶ τὸ στερέωμα ΤΟ
ΑΚΟΥΤΕ
Ἴνα τὰ χαρίσματα, Πάτερ τοῦ
Πνεύματος φέρῃ σου, ὁ λογισμός, τοὺς τῆς
πονηρίας, λογισμοὺς ἀπεδίωξας.
Μύρον εὐωδέστατον, τῆς προσευχῆς
ἡμῖν ἔπνευσας, ἱερουργέ, διὰ θεωρίας,
πρακτικῆς ἐκτιθέμενος.
Ἔβλυσας διδάγματα, σὺ ἐπουράνια
Πάνσοφε, ὡς ἐκ πηγῆς, καὶ τῆς Ἐκκλησίας,
τοὺς τροφίμους, ἐπλούτισας.
Θεοτοκίον
Νέκρωσον τὸ φρόνημα, τὸ τῆς
σαρκὸς ἡμῶν Πάναγνε, ἡ τὴν πηγήν, τῆς
ἀθανασίας, τοῖς ἀνθρώποις πηγάσασα.
Ὁ Εἱρμὸς
«Σὺ εἶ τὸ στερέωμα, τῶν
προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς τῶν
ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμα
μου».
Κοντάκιον
τοῦ Ὁσίου
Ἦχος
πλ. δ' Τῇ ὑπερμάχῳ
ΤΟ ΑΚΟΥΤΕ
Τὰς φρυγανώδεις τῶν παθῶν τῶν
ἐκ τοῦ σώματος, ἐπαναστάσεις τμητικῶς Νεῖλε
Μακάριε, ἐν ἀγρύπνῳ σου συνέκοψας ἱκεσίᾳ,
ἀλλ' ὡς ἔχων παρρησίαν πρὸς τὸν Κύριον,
ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω
σοι· Χαίροις Πάτερ παγκόσμιε.
Ὁ
Οἶκος
Τίς σου τῶν ἐπιγείων, ἐξισχύσειε,
Νεῖλε, εἰπεῖν τῆς πολιτείας τὰ ἆθλα,
καὶ τοῦ βίου σου τοὺς ἀμέτρους μόχθους,
καὶ πολλοὺς κόπους σου, οὓς ἐπὶ γῆς ὡς
ἄσαρκος ἐτέλεσας; ἀλλ' ὅμως ἴδε, οὕτω
σοι κράζω·
·
·
Χαίροις, Θεοῦ ποταμὲ χαρίτων, χαίροις, Χριστοῦ
διδαγμάτων πλημμύρα.
·
·
Χαίροις, τῆς σοφίας κρατὴρ καὶ τῆς γνώσεως,
χαίροις, ἀθανάτων φυτῶν τὸ γεώργιον.
·
·
Χαίροις δόγμα πρακτικώτατον θεοπνεύστων λογίων,
χαίροις, νόμου ἐμπειρότατε θεοσδότου ἑρμηνεύς.
·
·
Χαίροις, τοῦ νοουμένου Παραδείσου φυτουργέ,
χαίροις, τῆς παρθενίας φυλακτήριον μέγα.
·
·
Χαίροις, τερπνὴ κιθάρα τοῦ Πνεύματος, χαίροις,
παθῶν ῥιζοτόμος μάχαιρα.
·
·
Χαίροις, ἀνδρῶν δικαίων τὸ ἔρεισμα, χαίροις,
πιστῶν γηγενῶν ὁ προστάτης.
·
·
Χαίροις, Πάτερ παγκόσμιε.
Κάθισμα
τοῦ Ἱεράρχου
Ἦχος
πλ. δ'
Τὴν
Σοφίαν καὶ Λογον ΤΟ ΑΚΟΥΤΕ
Ἐλεήμονα γνώμην ἀναλαβών, εὐσυμπάθητος
ὤφθης προσεπαρκῶν, πτωχοῖς ἐνδεέσι τε, Ἰωάννη
θεόπνευστε, διὰ τοῦτο κλῆσιν, τῇ πράξει κατάλληλον,
παρὰ πάντας μάκαρ, Ἁγίους ἐπλούτησας·
ὅθεν ὁ δοτὴρ σε, τοῦ ἐλέους μεγάλως,
θεόφρον ἠλέησε, καὶ φαιδρῶς κατελάμπρυνεν, Ἱεράρχα
πανόλβιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν
Ἁγίαν μνήμην σου.
Δόξα...
Τοῦ Ὁσίου
Τὸ
προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Καταλαμπρύνας σου τὸν νοῦν θεωρίαις,
θεολογίας ποταμοὺς ἐξηρεύξω, καταρδεύων καρδίας
Νεῖλε θεοφόρε, τῶν πίστει ἀρυομένων σῶν
διδαχῶν, τὸ πόμα τὸ διαυγές τε καὶ καθαρόν,
καὶ τιμώντων τὴν μνήμην σου, τὴν φωταυγῆ τε
καὶ σεπτήν, Ὁσίων ἐγκαλλώπισμα, καὶ
Πατέρων τὸ καύχημα.
Καὶ
νῦν ... Θεοτοκίον
Τῇ σταθηρᾷ σου Θεομῆτορ πρὸς τὸν
Κτίστην, καὶ τῇ ἀλήκτῳ ἱκεσίᾳ
τοὺς ἐν πίστει, τὸν πανάγιον Τόκον τὸν
σὸν σεβομένους, ἐκ πάσης ῥῦσαι ἀνάγκης
καὶ συμφορᾶς, καὶ δίδου πρὸς τὸν Υἱόν
σου οἰκειακήν, παρρησίαν ὡς δυνατή, ἐξευμενίσασθαι
αὐτόν, εὑρεῖν ἡμᾶς διάλυσιν, ὧν
ἐν βίῳ ἡμάρτομεν.
Ἢ
Σταυροθεοτοκίον
Τὸν ἐξ αἱμάτων σου ἀγνῶν
σωματωθέντα, καὶ ὑπὲρ ἔννοιαν ἐκ σοῦ
Σεμνὴ τεχθέντα, ἐπὶ ξύλου κρεμάμενον, μέσον
τῶν κακούργων, ὁρῶσα τὰ σπλάγχνα ἤλγεις
καὶ μητρικῶς, θρηνοῦσα ἐβόας· Οἴμοι! Τέκνον
ἐμόν, τὶς ἡ θεία καὶ ἄφατος, οἰκονομία
σου δι' ἧς, ἐζώωσας τὸ πλάσμα σου; Ἀνυμνῶ
σου τὸ εὔσπλαγχνον.
Τοῦ
Ἱεράρχου
ᾨδὴ
δ' ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας
σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ
ἐδοξασά σου τὴν Θεότητα».
Καθαρὸν καταγώγιον, ὤφθης τῆς Ἁγίας
Τριάδος, Ὅσιε, καὶ ναοῦ θείου κειμήλιον, καὶ
ἀρχιερέων ἀκροθίνιον.
Τῇ πολλῇ συμπαθείᾳ σου, Κύριος
προσέχων ὁ συμπαθέστατος, τὴν ψυχήν σου καθηγίασεν,
Ἰωάννη Πάτερ ἱερώτατε.
Ἐντολῶν ἀκαταίσχυντος, γέγονας
ἐργάτης τοῦ Πανοικτίρμονος, καὶ ἐπλήσθης
ἀγαθῶν αὐτοῦ, ἐν σκηναῖς ἁγίων
αὐλιζόμενος.
Θεοτοκίον
Ἴασαί μου τὰ τραύματα, Κόρη
τῆς καρδίας καὶ κατευόδωσον, τῆς ψυχῆς μου
τὰ κινήματα, εἰς Θεοῦ Παρθένε τὰ θελήματα.
Τοῦ
Ὁσίου
Ὁ
αὐτὸς
Ἐπανάγαγε Πάνσοφε, τῆς τῶν
παθημάτων αἰχμαλωσίας με, ὡς ἀντίλυτρον καὶ
τίμημα, τῷ Θεῷ προσάγων
τὰς ἐντεύξεις σου.
Ἱερῶς ἀνατάξασθαι, τῆς ἐν
τῷ Χριστῷ σοφίας τὰ δόγματα, δοκιμάσας δι' ἀσκήσεως,
σεαυτὸν Παμμάκαρ προεκάθηρας.
Λογισμῶν ἄπαν ὕψωμα, Πάτερ ἐπαιρόμενον
ἐταπείνωσας, τῇ πλημμύρᾳ τῆς σοφίας
σου, ἀφανίσας τούτων τὸ μνημόσυνον.
Θεοτοκίον
Ὁ Πατρὶ συναΐδιος, καὶ ὡς
Θεὸς Λόγος τὸ πρὶν ἀσώματος, ἐπ' ἐσχάτων
σεσωμάτωται, ἐξ ἁγνῶν αἱμάτων σου Πανύμνητε.
Τοῦ
Ἱεράρχου
ᾨδὴ
ε' ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ νυκτὸς ἀγνωσίας, ἐπὶ
τὴν ψυχάλωτον ὁδὸν ἀεὶ πλανώμενον, τῷ φωτὶ τῆς γνώσεώς σου
Κύριε, ποδηγῶν με ἐν τῇ τρίβῳ, τῶν ἐντολῶν
σου καθοδήγησον».
Τοῦ νεκρωθέντος δι' οἶκτον, νέκρωσιν
ἑκούσιον, Πάτερ σοφὲ μιμούμενος, ἐσταυρώθης
κόσμῳ καὶ τοῖς πάθεσι, καὶ ζωῆς ὑπερκοσμίου,
κατηξιώθης ἀξιάγαστε.
Μακαρισμοῦ ἠξιώθης, πρᾶος εὐσυμπάθητος,
εἰρηνικὸς γενόμενος, καὶ πεινώντων ἄρτος ἀδαπάνητος,
καὶ πενήτων χορηγία, περιβολή τε γυμνητεύουσι.
Θείαις μεθέξεσι Πάτερ, κατακαλλυνόμενος,
οἷὰ περ Ἄγγελος, τῷ
Θεῷ ἀμέμπτως ἱερούργησας, τοὺς πιστοὺς
καταφωτίζων, ταῖς ἱεραῖς διδασκαλίαις σου.
Θεοτοκίον
Τὴν σκοτισθεῖσαν ψυχήν μου, ταῖς
φιληδονίαις τοῦ βίου, ἁγνὴ Πανάμωμε, τῷ φωτὶ τῷ σῷ ταύτην καταύγασον, ἡ
τὸ φῶς Χριστὸν τεκοῦσα, τῆς ἀγνωσίας
σκότος λύοντα.
Τοῦ
Ὁσίου
Ὀρθρίζοντες
βοῶμέν σοι ΤΟ ΑΚΟΥΤΕ
Σοφίας ὀρεγόμενος Πάνσοφε, τῆς
ἐνθέου, σπουδαίως κατέλιπες, τοῦ βίου πᾶσαν
προσπάθειαν.
Γνωστῶς σὺ τὸν ἐπέκεινα γνώσεως,
Θεοφάντορ, νοητῶς κατείληφας, ἑνώσει θείᾳ
μυούμενος.
Νεφέλην σε τοῖς ὄμβροις τῆς γνώσεως,
Θεοφόρε, πᾶσαν κατακλύζουσαν, τὴν ἀγνωσίαν
γινώσκομεν.
Θεοτοκίον
Ὡς κρίνον ἀναμέσον ἐκλάμπουσαν,
τῶν ἀκανθῶν, εὑρὼν ὁ νυμφίος σε,
Παρθενομῆτορ ἠγάπησεν.
Τοῦ
Ἱεράρχου
ᾨδὴ
ς' ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,
καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι
κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή
μου τῷ ᾍδῃ προσήγγισε,
καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ
Θεὸς με ἀνάγαγε».
Δεήσεσι καὶ νηστείᾳ σχολάζων,
καὶ ἀγρύπνως τὸν Θεὸν ἱκετεύων, ὀπτασιῶν,
καὶ ὁράσεων θείων, κατηξιώθης Θεόφρον πανόλβιε,
μυούμενος τὰ ὑπὲρ νοῦν, διανοίας σοφὲ
καθαρότητι.
Ὡς Ἄγγελος μετὰ σώματος Πάτερ,
ἐπὶ γῆς ἐπολιτεύσω θυσίας, εἰρηνικάς,
ἀναιμάκτους τῇ πίστει, συντετριμμένῃ καρδίᾳ
καὶ πνεύματι, Μακάριε τῷ ποιητῇ, Ἰωάννη προσφέρων
γηθόμενος.
Ὁ βίος σου ὑπὲρ ἥλιον λάμψας,
συμπαθείας ἐπαφῆκεν ἀκτῖνας, τὸ σκοτεινόν,
νέφος ἐξελαυνούσας, τῶν δεομένων πενίας πανόλβιε,
θαλπούσας τε τοὺς τῷ
κρυμῷ, τῶν δεινῶν κρατουμένους Θεόπνευστε.
Θεοτοκίον
Νοήσαντες θεηγόροι Προφῆται, μυστηρίου
σου Παρθένε τὸ βάθος, προφητικῶς, προκατήγγειλαν
τοῦτο, φωταγωγούμενοι θείῳ ἐν Πνεύματι, καὶ
νῦν ἡμεῖς περιφανῶς,
τὰς ἐκβάσεις ὁρῶντες πιστεύομεν.
Τοῦ
Ὁσίου
Ὁ
αὐτὸς
Σοφίας τῇ δωρεᾷ κοσμούμενος, καὶ
τὸν βίον πολιτεία φαιδρύνας, ἱερουργός, ἐχρημάτισας
θεῖος, τῷ Πλαστουργῷ
μεσιτεύων καὶ πλάσματι, καὶ γέγονας περιφανής,
καὶ περίβλεπτος Πάτερ διδάσκαλος.
Τῷ ὄρει τῶν ἀρετῶν προσήγγισας,
καὶ τῷ θείῳ
καλυφθεὶς Πάτερ γνόφῳ παρὰ Θεοῦ, τῶν
δογμάτων τὰς πλάκας, τὰς θεογράφους ἐδέξω
πανόλβιε, καὶ δεύτερος ἡμῖν Μωσῆς, νομοθέτης
ἐδείχθης τῆς χάριτος.
Ἱέρευσας σεαυτὸν ἑκουσίως,
μυστικῶς ὡς ἐθελόθυτον θῦμα, τῷ Πλαστουργῷ, παριστάμενος Νεῖλε,
καὶ θεωρίᾳ καὶ πράξει κοσμούμενος, μνημόνευε
οὖν καὶ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων
τὴν μνήμην σου.
Θεοτοκίον
Ἰδόντες συμβολικαῖς ἐμφάσεσι,
τοῦ φρικτοῦ σου μυστηρίου τὸ βάθος, ὅτι Θεός,
ἐν γαστρί σου σκηνώσει, οἱ θεηγόροι Προφῆται
προήγγειλαν, Πανάμωμε, καὶ νῦν ἡμεῖς, τὰς ἐκβάσεις
ὁρῶντες δοξάζομεν.
Ὁ
Εἱρμὸς
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ
μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη,
καὶ ἡ ζωή μου τῷ
ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς·
Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον
τοῦ Ἱεράρχου
Ἦχος
β' Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τὸν πλοῦτον τὸν σόν, ἐσκόρπισας
τοῖς πένησι, καὶ τῶν οὐρανῶν, τὸν πλοῦτον
νῦν ἀπείληφας, Ἰωάννη
πάνσοφε· διὰ τοῦτο πάντες σε γεραίρομεν, ἐκτελοῦντες
τήν μνήμην σου, τῆς ἐλεημοσύνης ὦ ἐπώνυμε.
Ὁ
Οἶκος
Ἴδιον κάλλος ἐνθεὶς τῇ ψυχῇ
σου, τὴν γνησίαν ἀγάπην, καὶ τὴν ὡραίαν
συμπάθειαν, κόρην ὡραίως κεκοσμημένην, τὴν ἐλεημοσύνην,
κλάδοις ἐλαίας ἐν τῇ νυκτὶ ἀψευδῶς,
Ἰωάννη ἑώρακας, ἱλαρῶς σοι φθεγγομένην.
Ἐὰν κτήσῃ με φίλην καὶ σύνοικον, ἄξω
σε ἐνώπιον τοῦ Βασιλέως Χριστοῦ, καὶ πεισθείς,
τοῦ σκοποῦ οὐ διήμαρτες, τῆς ἐλεημοσύνης
ὦ ἐπώνυμε.
Συναξάριον
Τῇ ΙΒ' τοῦ αὐτοῦ
μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν
Ἰωάννου Ἀρχιεπισκόπου Ἀλεξανδρείας, τοῦ
Ἐλεήμονος.
Στίχοι
·
·
Ἰωάννης πένησι δοὺς καὶ σκορπίσας,
·
·
Ὢ ποῖα Χριστῷ νῦν
παρεστὼς λαμβάνει!
·
·
ᾬχετο ἀκτεάνων δυοκαιδεκάτῃ Ἐλεητής.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου
τοῦ Ἀσκητοῦ.
Στίχοι
·
·
Αἴγυπτον ἄρδει Νεῖλος, ἀλλὰ καὶ κτίσιν.
·
·
Λόγῳ κατάρδει, καὶ θανών, Νεῖλος μέγας.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου
τοῦ θαυματουργοῦ, Ἐπισκόπου Φραγκίας.
Στίχοι
·
·
Οὐκ ἦν ὁ κόσμος ἄξιός σου, Μαρτῖνε.
·
·
Ὃν καὶ λιπὼν ἀπῆλθες εἰς κόσμον μέγαν.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀχιά.
Στίχοι
·
·
Ὅτι Προφήτης Ἀχιά, πρὶν τεθνάναι,
·
·
Ἱεροβοὰμ μάρτυς, υἱὸς Ναβάτου.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου,
Ἐπισκόπου Ταρακίνης.
Στίχοι
·
·
Κλέος κράτιστον ἐκ Θεοῦ ὁ Μαρτῖνος,
·
·
Εἴληφεν, ὡς ἔλεον ἐνδεδυμένος.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀντωνίου καὶ
τῶν σὺν αὐτῷ.
Στίχοι
·
·
Ξίφος Ζεβινᾶν, Γερμανόν, Νικηφόρον.
·
·
Σὺν Ἀντωνίῳ δεικνύει νικηφόρους.
Ὁ Ὅσιος Νεῖλος ὁ
ἐκ Κυνουρίας, ἀσκήσας ἐν τοῖς ὁρίοις
τῆς μεγίστης Λαύρας τοῦ Ἄθω, ὁ μετὰ θάνατον
μυροβλύτης γενόμενος, καὶ πολλοὺς τῶν ἀσθενῶν
ἰασάμενος, ἐν εἰρήνῃ τελειοῦται.
Ὁ ἅγιος πατριάρχης
Κωνσταντινουπολεως Λέων ὁ Στύππης, ἐν εἰρήνῃ
τελειοῦται.
Ὁ ἅγιος νεομάρτυς
Σάββας ὁ Νιγδελῆς καὶ Σαμολαδᾶς, ὁ ἐν
Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὸ 1726, ξίφει
τελειοῦται.
Ὁ ἅγιος νεομάρτυς
Νικόλαος, ὁ κατὰ τὸ 1732 ἐν Κωνσταντινουπόλει
μαρτυρήσας, ἐκ τῆς ἐνορίας τῶν ἓξ
Μαρμάρων, ξίφει τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ
Ἱεράρχου
ᾨδὴ
ζ' ΤΟ ΑΚΟΥΤΕ
«Παῖδες Ἑβραίων ἐν καμίνῳ,
κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον
τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ
Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».
Ἔργοις τοὺς λόγους τοῦ Σωτῆρος,
ἐβεβαίωσας καὶ μακαριζομένων, συνετάγης χορῷ,
ὑπάρξας ἐλεήμων, καὶ καθαρὸς τῷ πνεύματι, Ἰωάννη θεοφόρε.
Μέλιτος γεῦσις ἡδυτάτη, μετενήνεκται
εἰς δόκιμον χρυσὸν σοι· τῇ πλουσίᾳ σου
γάρ, προσέχων προαιρέσει, ὁ Ποιητὴς πλουσίας
σοι, χορηγεῖ τὰς ἀντιδόσεις.
Φέγγει Τριάδος ἀνεσπέρου, λαμπρυνόμενος
θεράπων τῆς Τριάδος, τους τιμῶντάς σε νῦν ,
φωτίζεις μελῳδοῦντας· Εὐλογητὸς εἶ Κύριε,
ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Μόνη τὸν ἕνα τῆς Τριάδος, ἀπεγέννησας
ἐν δύο ταῖς οὐσίαις, ὑποστάσει μιᾷ,
ὁρώμενον Παρθένε, ᾧ μελῳδοῦμεν, Κύριε,
ὁ Θεος εὐλογητὸς εἶ.
Τοῦ
Ὁσίου
Οἱ
ἐκ τῆς Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ
Καταρδόμενος Πάτερ, ὑετοῖς οὐρανίοις
ὤφθης πολύφορος, καρποὺς ὡραιοτάτους, προσάγων
τῷ Δεσπότῃ, τοὺς
ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν,
Θεὸς Εὐλογητός εἶ.
Ἡ σὴ Παμμάκαρ γλῶσσα, καταρράκτας
δογμάτων, ἀναπετάσσασα, αἱρέσεως τὴν πλάνην,
συντόμως κατακλύζει, τοὺς πιστοὺς ἐκδιδάσκουσα·
Ὁ τῶν Πατέρων βοᾶν, Θεὸς εὐλογητός εἶ.
Πολιτείαν Ἀγγέλων, μετὰ σώματος
Πάτερ, ἐν γῇ ἐβίωσας, καὶ θείαις θεωρίαις,
τῶν ἄνω θεαμάτων, ἐνετρύφας καὶ ἔψαλλες·
Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Θεοτοκίον
Παρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης,
εἰς σωτηρίαν ἡμῶν· διό σου τὴν Μητέρα,
εἰδότες Θεοτόκον, εὐχαρίστως κραυγάζομεν·
Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός
εἶ.
Τοῦ
Ἱεράρχου
ᾨδὴ
η' ΤΟ ΑΚΟΥΤΕ
Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ
τῶν ἐντολῶν σου, σφόδρα ἀντεχόμενοι Παῖδες
ἐβόων· Εὐλογεῖτε πάντα τὰ ἔργα
Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας.
Φωταυγῆ ἀστέρα, ὁ Χριστὸς ἐν
ὕψει σε τῆς Ἐκκλησίας, ἀναδείξας Πάτερ,
διὰ σοῦ τοὺς μέλποντας πίστει φωτίζει·
Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐλεήμων ὤφθης, πρᾶος εὐσυμπάθητος,
ἄκακος Πάτερ, πλοῦτος πενομένων, καὶ στολὴ
καὶ ἔνδυμα γυμνητευόντων· Εὐλογεῖτε μέλπων
τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας.
Τὸν τοῦ Μάρκου θρόνον, ἱερῶς
ἐκόσμησας, ἔργοις ἐνθέοις, ἐξαιρέτως
Πάτερ, ἐλεημοσύνῃ τε καὶ συμπαθείᾳ·
Ἐλεήμων ὅθεν, ὑπὲρ πάντας κέκλησαι,
τοὺς ἐν συμπαθείᾳ, ἐκλάμψαντας Ἁγίους.
Θεοτοκίον
Ῥείθρου ζῶντος ὤφθης, Παναγία
σκήνωμα, ἐξ οὗ πιόντες, οἱ θανατωθέντες, τὴν
ζωὴν κληρούμεθα ἀναβοῶντες· Εὐλογεῖτε
πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε,
εἰς πάντας τους αἰῶνας.
Τοῦ
Ὁσίου
Μουσικῶν
ὀργάνων ΤΟ ΑΚΟΥΤΕ
Ἀρετῆς ἀντείχου τῆς τελείας,
ἀγαθῶν τὸ πρῶτον ἀγαπήσας, καὶ ταῖς
αὐτοῦ νῦν ἀστραπαῖς,
λαμπόμενος κραυγάζεις· Τὸν Κύριον ὑμνεῖτε
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Γνωστικὴν πλουτήσας ἐπιστήμην,
πρακτικῆς ἐπέβης εὐδοξίας, τῆς χάριτος
μαρμαρυγάς, ἐκπέμπων τοῖς βοῶσι· Τὸν Κύριον
ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τούς αἰῶνας.
Κοσμικοὺς θορύβους ἀποδράσας, ἡσυχίας
ὅρμῳ προσωρμίσθης, καὶ τῶν παθῶν τὰς
προσβολάς, ἐνέκρωσας κραυγάζων· Τὸν Κύριον
ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Θεοτοκίον
Ἀσφαλῶς γινώσκοντες Παρθένε, τὸν
ἐκ σοῦ τεχθέντα Θεὸν Λογον, ὑμνοῦμέν
σε πανευσεβῶς, οἱ πίστει μελῳδοῦντες· Τὸν
Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Ὁ
Εἱρμὸς
«Μουσικῶν ὀργάνων συμφωνούντων,
καὶ λαῶν ἀπείρων προσκυνούντων, εἰκόνι
τῇ ἐν Δεηρᾷ, τρεῖς
Παῖδες μὴ πεισθέντες, τὸν Κύριον ἀνύμνουν,
καὶ ἐδοξολόγουν, εἰς πάντας τοὺς αἰῶνας».
Τοῦ
Ἱεράρχου
ᾨδὴ
θ' ΤΟ ΑΚΟΥΤΕ
«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν,
οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν
Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες».
Ἰδοὺ σε μετὰ τέλος, μέσον
συλλαμβάνει, δυάς, Ἁγίων Πατέρων ἐν μνήματι,
ἱερωτάτην τιμὴν σοι, Πάτερ προσνέμουσα.
Ὡς ὄρθρος ὡς ἡμέρα, Πάτερ
Ἰωάννη, ἡ φωταυγής σου ἐξέλαμψε κοίμησις,
φωταγωγοῦσα τους πίστει, σὲ μακαρίζοντας.
Συνήφθης ταῖς χορείαις, τῶν Ἀρχιερέων,
τῶν Προφητῶν Ἀποστόλων Μαρτύρων τε, μεθ' ὧν
μνημόνευε Πάτερ, τῶν ἀνυμνούντων σε.
Ἡ θήκη ἔνθα κεῖται, Πάτερ Ἰωάννη,
τὸ ἱερόν σου καὶ Ἅγιον λείψανον, πηγὴ
θαυμάτων ὑπάρχει, τοῖς σοὶ προστρέχουσι.
Θεοτοκίον
Φανεῖσα πλατυτέρα, οὐρανῶν Παρθένε,
τὸν λογισμόν μου στενούμενον πλάτυνον, χωρητικὸν
χαρισμάτων, θείων δεικνύουσα.
Τοῦ
Ὁσίου
Ἐξέστη
ἐπὶ τούτῳ ὁ οὐρανὸς ΤΟ ΑΚΟΥΤΕ
Ῥηγνὺντα προσπαθείας τῆς κοσμικῆς,
τὰ δεσμὰ καὶ Θεῷ συγγινόμενον, σὲ καθορῶν,
Πάτερ ὁ ἀλάστωρ βαρβαρικάς, σοὶ τρικυμίας
ἤγειρε, λύειν σου νομίζων τὸ σταθηρόν, τῇ
θείᾳ δὲ προνοίᾳ, τὰς τούτου διεκρούσω,
μηχανουργίας παναοίδιμε.
Πλουσίαις διαλάμπων μαρμαρυγαῖς, διδαχαῖς
πολυτρόποις ἐλάμπρυνας, τῶν εὐσεβῶς, πίστει
προσιόντων σοι τὰς ψυχάς, καὶ γὰρ κρατῆρι πάνσοφε,
Νεῖλε τῆς σοφίας τῷ
καθαρῷ, τὰ χείλη προσπελάσας, ἑξήντλησας
ἀφθόνως, καὶ τοῖς ποθοῦσι μεταδέδωκας.
Ἱέρευσας προθύμως Πάτερ σαυτόν,
μυστικῶς ὡς ἀμώμητον σφάγιον, τῷ Πλαστουργῷ, τοῦτον ἀγαπήσας
εἰλικρινῶς, οὗ νῦν
τῷ θρόνῳ πάνσοφε,
Νεῖλε παριστάμενος ἐκτενῶς, δυσώπει τοὺς ἐν
πίστει, τελοῦντάς σου τὴν μνήμην, ἐπιτυχεῖν
σου τῆς λαμπρότητος.
Θεοτοκίον
Ἀνώρθωσας Παρθένε τῆς γυναικός,
τὸ ὀλίσθημα Λόγον κυήσασα, τὸν ἀνορθοῦν,
τοὺς κατερραγμένους ὡς ἀγαθόν, καὶ κραταιὸν
δυνάμενον, τὸν δι' εὐσπλαγχνίας ὑπερβολήν, ἐκ
σοῦ σωματωθέντα, καὶ σώσαντα τὸν κόσμον, τοῖς
παθοκτόνοις αὐτοῦ πάθεσιν.
Ὁ Εἱρμὸς
«Ἐξέστη ἐπὶ τούτῳ ὁ
οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα,
ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς,
καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν
οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ
ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».
Ἐξαποστειλάριον
Ὁ
οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Τὸν μιμητὴν φανέντα, τοῦ φιλοικτίρμονος
Θεοῦ, ὑμνήσωμεν Ἰωάννην, ὅπως χρεῶν ἀποκοπήν,
καὶ λύσιν πλημμελημάτων, δι' αὐτοῦ τύχωμεν
πάντες.
Τοῦ
Ὁσίου
Ταῖς τῶν δακρύων ἀρδείαις, τὴν
σὴν ψυχὴν ἐκπιάνας, Νεῖλε θεόφρον δυσώπει,
τὰς τῶν ψυχῶν ἡμῶν πλῦναι, ἀκαθαρσίας
τῶν πόθῳ, σὲ ἀνυμνούντων καὶ ζέσει.
Θεοτοκίον
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν
θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις,
Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι,
τῶν αἰωνίων βασάνων.
Εἰς τὸν Στίχον,
Στιχηρὰ τῆς Ὀκτωήχου.
Δόξα...
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν,
ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι'
ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν
καμάτων σου· Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας,
τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν
βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων
πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι
ταῖς ψυχαῖς ἡμῶν.
Καὶ
νῦν ... Θεοτοκίον
Τριήμερος
ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Παρθένε παναμώμητε, δυσώπησον ὃν ἔτεκες,
ὅπως σώσῃ, ἄπαν γένος τῶν βροτῶν·
καὶ γὰρ σε Θεοτόκον, καὶ γλώσσῃ καὶ
καρδίᾳ, ὁμολογοῦμεν Μητροπάρθενε.
Ἢ
Σταυροθεοτοκίον
Ἡ Ἄμεμπτος ὡς εἶδέ σε, ἐπὶ
Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα
μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν
μου Τέκνον, μὴ καταλίπῃς με τὴν δούλην σου.
Ἡ λοιπή του
Ὄρθρου Ἀκολουθία, κατὰ τὴν τάξιν, καὶ
Ἀπόλυσις.