Τῌ Η'
ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Ἡ σύναξις τῶν Ἀρχιστρατήγων
Μιχαὴλ καὶ Γαβριήλ, καὶ τῶν λοιπῶν Ἀσωμάτων
Δυνάμεων.
ΕΙΣ
ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε
ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια τοῦ Μιχαήλ.
Ἦχος
δ'
Ὡς
γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τρισηλίου θεότητος, παραστάτης φαιδρότατος,
Μιχαὴλ δεικνύμενος Ἀρχιστράτηγε, μετὰ τῶν ἄνω
Δυνάμεων, κραυγάζεις γηθόμενος, Ἅγιος εἶ ὁ
Πατήρ, Ἅγιος ὁ συνάναρχος Λόγος, Ἅγιος καὶ
τὸ Ἅγιον Πνεῦμα, μία δόξα, βασιλεία, μία
φύσις, μία Θεότης καὶ Δύναμις.
Καὶ τὸ εἶδός σου πύρινον,
καὶ τὸ κάλλος θαυμάσιον, Μιχαὴλ πρωτάγγελε·τῇ
ἀΰλῳ γάρ, φύσει διέρχῃ τὰ πέρατα,
πληρῶν τὰ προστάγματα, τοῦ τῶν ὅλων Ποιητοῦ,
δυνατὸς ἐν ἰσχύϊ σου, γνωριζόμενος, καὶ πηγὴν
ἰαμάτων τὸν ναόν σου, ἐργαζόμενος τῇ
κλήσει, σοῦ τῇ ἁγίᾳ τιμώμενον.
Ὁ ποιῶν τοὺς Ἀγγέλους σου, ὥς
περ γέγραπται πνεύματα, καὶ τοὺς λειτουργοῦντάς
σοι φλόγα πύρινον, μέσον ταγμάτων πρωτεύοντα, ἀνέδειξας
Κύριε, σοῦ τῶν Ἀρχαγγελικῶν, Μιχαὴλ Ἀρχιστράτηγον,
σοῦ τοῖς νεύμασι, καθυπείκοντα Λόγε, καὶ τὸν
ὕμνον, τὸν τρισάγιον ἐν φόβῳ, ἀναφωνοῦντα
τῇ δόξῃ σου.
Τοῦ
Γαβριὴλ
Ἦχος ὁ αὐτὸς
Ἔδωκας
σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Νοῦς ὁ προαιώνιος, φῶς ὑπεστήσατο
δεύτερον, Γαβριὴλ σε μεθέξεσιν,
ἐνθέοις φωτίζοντα, πᾶσαν οἰκουμένην, καὶ
τὸ ἀπ' αἰῶνος, ἀνακαλύπτοντα ἡμῖν,
θεῖον καὶ μέγα ὄντως μυστήριον, ἐν μήτρᾳ
σωματούμενον, Παρθενικῇ τὸν ἀσώματον, καὶ
γενόμενον ἄνθρωπον, εἰς τὸ σῷσαι τὸν ἄνθρωπον.
Θρόνῳ παριστάμενος, τῆς τρισηλίου
θεότητος, καὶ πλουσίως λαμπόμενος, ταῖς θείαις
λαμπρότησι, ταῖς ἐκπεμπομέναις, ἀπαύστως ἐκεῖθεν,
τοὺς ἐπὶ γῆς χαρμονικῶς, χοροστατοῦντας καὶ
εὐφημοῦντάς σε, παθῶν ἀχλύος λύτρωσαι,
καὶ φωτισμῷ καταλάμπρυνον, Γαβριὴλ Ἀρχιστράτηγε,
πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Θραῦσον τὰ φρυάγματα, τῶν ἐκ
τῆς Ἄγαρ τῇ ποίμνῃ σου, συνεχῶς ἐπερχόμενα,
κόπασον τὰ σχίσματα, τὰ τῆς Ἐκκλησίας,
πράϋνον τὸν σάλον, τῶν ἀμετρήτων πειρασμῶν·
ῥῦσαι κινδύνων καὶ περιστάσεων, τοὺς πόθῳ
σε γεραίροντας, καὶ σοῦ τῇ σκέπῃ προστρέχοντας,
Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δόξα...
Ἦχος πλ. β' Βυζαντίου
Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν
Ἀγγέλων ταξιαρχίαι· ὁ πρωτοστάτης γὰρ ὑμῶν,
καὶ ἡμέτερος προστάτης, ὁ μέγας Ἀρχιστράτηγος,
τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτοῦ
τεμένει, παραδόξως ἐποπτανόμενος ἁγιάζει·
Ὅθεν κατὰ χρέος, ἀνυμνοῦντες αὐτὸν βοήσωμεν·
Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν
πτερύγων σου, μέγιστε Μιχαήλ Ἀρχάγγελε.
Καὶ
νῦν... Θεοτοκίον
Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν
Παρθένων χοροστασίαι· ἡ προστασία γὰρ ἡμῶν,
καὶ μεσίτρια καὶ σκέπη, καὶ μέγα καταφύγιον,
τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτῆς
τεμένει, παραδόξως ἐποπτανομένη ἁγιάζει·
Ὅθεν κατὰ χρέος ἀνυμνοῦντες αὐτὴν βοήσωμεν·
Σκέπασον ἡμᾶς, ἐν τῇ σκέπῃ τῶν
πτερύγων σου, ἄχραντε Θεοτόκε Δέσποινα.
Εἴσοδος, τὸ Φῶς
ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ
τὰ Ἀναγνώσματα.
Ἰησοῦ
τοῦ Ναυῆ τὸ Ἀνάγνωσμα.
(Κεφ.
5, 13-15)
Ἐγένετο, ὡς ἦν Ἰησοῦς
ἐν Ἱεριχώ, ἀναβλέψας τοῖς ὀφθαλμοῖς
αὐτοῦ, εἶδεν ἄνθρωπον ἐστηκότα ἐναντίον
αὐτοῦ, καὶ ἡ ῥομφαία αὐτοῦ ἐσπασμένη
ἐν τῇ χειρὶ αὐτοῦ, καὶ προσελθὼν Ἰησοῦς,
εἶπεν αὐτῷ. Ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων;
Ὁ δὲ εἶπεν αὐτῷ. Ἐγὼ Ἀρχιστράτηγος
δυνάμεως Κυρίου, νυνὶ παραγέγονα, καὶ Ἰησοῦς
ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν,
καὶ εἶπεν αὐτῷ· Δέσποτα, τὶ προστάσσεις
τῷ σῷ οἰκέτῃ;
Καὶ εἶπεν ὁ Ἀρχιστράτηγος Κυρίου πρὸς
Ἰησοῦν· Λύσον τὸ ὑπόδημα ἐκ τῶν
ποδῶν σου· ὁ γὰρ τόπος ἐφ' οὗ σὺ
ἔστηκας ἐπ αὐτοῦ, ἅγιός ἐστι· καὶ
ἐποίησεν Ἰησοῦς οὕτως.
Κριτῶν
τὸ Ἀνάγνωσμα
(Κεφ.
6, 6, 11-24)
Ἐγένετο ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ, καὶ κατίσχυσε Μαδιὰμ ἐπὶ
τοὺς υἱοὺς Ἰσραήλ, καὶ αὐτοὶ ἐβόησαν
πρὸς τὸν Θεόν. Καὶ ἰδοὺ Ἄγγελος Κυρίου
παρεγένετο, καὶ ἐκάθισεν ὑπὸ τὴν δρῦν,
τὴν οὖσαν ἐν Ἐφραθᾶ, τὴν τοῦ Ἰωάς·
καὶ Γεδεὼν ὁ υἱὸς αὐτοῦ ἐρράβδιζε
πυροὺς ἐν ληνῷ, καὶ ἔσπευδε τοῦ ἐκφυγεῖν
ἀπὸ προσώπου Μαδιάμ. Καὶ ὤφθη αὐτῷ
Ἄγγελος Κυρίου, καὶ εἶπε πρὸς αὐτόν·
Κύριος μετὰ σοῦ δυνατὸς τῇ ἰσχύϊ. Καὶ
εἶπε πρὸς αὐτὸν Γεδεών· Ἐν ἐμοί,
Κύριέ μου, καὶ εἰ ἔστι Κύριος μεθ᾿ ἡμῶν,
ἵνα τὶ εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα;
καὶ ποῦ ἐστι πάντα τὰ θαυμάσια αὐτοῦ,
ὅσα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν,
λέγοντες· Οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν
ἡμᾶς Κύριος; καὶ νῦν ἀπώσατο ἡμᾶς,
καὶ παρέδωκεν ἡμᾶς, ἐν χειρὶ Μαδιάμ.
Καὶ ἐπέβλεψε πρὸς αὐτὸν ὁ Ἄγγελος
Κυρίου, καὶ εἶπεν αὐτῷ· Πορεύου ἐν
τῇ ἰσχύϊ σου ταύτῃ, καὶ σώσεις τὸν
Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ, ἰδοὺ ἐξαπέστειλά
σε. Καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· Ἐν
ἐμοί, Κύριε, ἐν τίνι σώσω τὸν Ἰσραήλ;
Ἰδοὺ ἡ χιλιάς μου ταπεινοτέρα ἐν Μανασσῇ,
καὶ ἐγὼ εἰμι μικρότερος ἐν τῷ οἴκῳ
τοῦ πατρός μου. Καὶ εἶπε πρὸς αὐτὸν ὁ
Ἄγγελος Κυρίου· Κύριος ἔσται μετὰ σοῦ,
καὶ πατάξεις τὸν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα.
Καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· Εἰ εὗρον
χάριν ἐν ὀφθαλμοῖς σου, καὶ ποιήσεις μοι σήμερον
πᾶν ὅ,τι σὺ λαλεῖς μέτ' ἐμοῦ, μὴ
δὴ χωρισθῇς ἐντεῦθεν, ἕως τοῦ ἐλθεῖν
με πρὸς σέ, καὶ οἴσω τὴν θυσίαν μου, καὶ
θύσω ἐνώπιόν σου. Καὶ εἶπεν· Ἐγὼ
εἰμι, καθήσομαι ἕως τοῦ ἐπιστρέψαι σε. Καὶ
Γεδεὼν εἰσῆλθε, καὶ ἐποίησεν ἔριφον αἰγῶν,
καὶ οἰφὶ ἀλεύρου ἄζυμα· καὶ τὰ
κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ, καὶ τὸν
ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ, καὶ ἐξήνεγκεν
αὐτὰ πρὸς αὐτὸν ὑπὸ τήν δρῦν,
καὶ προσήγγισε. Καὶ εἶπε πρὸς αὐτὸν ὁ
ἄγγελος Κυρίου. Λάβε τὰ κρέα καὶ τοὺς
ἄρτους τοὺς ἀζύμους, καὶ θὲς πρὸς τὴν
πέτραν ἐκείνην, καὶ τὸν ζωμὸν ἐχόμενα
ἔκχεε, καὶ ἐποίησεν οὕτω. Καὶ ἐξέτεινεν
ὁ Ἄγγελος Κυρίου τὸ ἄκρον τῆς ῥάβδου
τῇ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἥψατο
τῶν κρεῶν, καὶ τῶν ἀζύμων, καὶ ἀνήφθη
πῦρ ἐκ τῆς πέτρας, καὶ κατέφαγε τὰ κρέα
καὶ τοὺς ἀζύμους, καὶ ὁ Ἄγγελος Κυρίου ἀπῆλθεν
ἀπ' ὀφθαλμῶν αὐτοῦ. Καὶ εἶδε Γεδεών,
ὅτι Ἀγγελος Κυρίου ἐστί, καὶ εἶπε
Γεδεών·Οἴμοι Κύριε, Κύριε! ὅτι εἶδον τὸν
Ἄγγελον Κυρίου πρόσωπον πρὸς πρόσωπον. Καὶ
εἶπεν αὐτῷ Κύριος. Εἰρήνη σοι, μὴ
φοβοῦ, οὐ μὴ ἀποθάνῃς. Καὶ ᾠκοδόμησεν
ἐκεῖ Γεδεὼν θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἐκάλεσεν
αὐτό, Ε ἰ ρ ή ν η
Κ υ ρ ί ο υ, ἕως τῆς ἡμέρας ταύτης.
Προφητείας
Δανιὴλ τὸ Ἀνάγνωσμα
(Κεφ.
10, 1-21)
Ἐν ἔτει τρίτῳ Κύρου τοῦ
βασιλέως Περσῶν, λόγος ἀπεκαλύφθη τῷ Δανιήλ, οὗ τὸ ὄνομα ἐπεκλήθη
Βαλτάσαρ, καὶ ἀληθινὸς ὁ λόγος, καὶ δύναμις
μεγάλη, καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν
ὀπτασίᾳ. Ἐν ταῖς ἡμέραις ἐκείναις,
ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας
ἡμερῶν. Καὶ ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον
καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν ἐν
τῷ στόματί μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην,
ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν.
Καὶ ἐν ἡμέρᾳ εἰκοστῇ τετάρτῃ
τοῦ μηνὸς τοῦ πρώτου, ἐν τῷ τρίτῳ
ἔτει, ἐγω ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ
μεγάλου, οὗτός ἐστι Τίγρις. Καὶ ἦρα
τοὺς ὀφθαλμούς μου, καὶ εἶδον, καὶ ἰδοὺ
ἀνὴρ εἷς, ἐνδεδυμένος βαδδίν, καὶ ἡ
ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὠφάζ·
καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσίς,
καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις
ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ
ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες
αὐτοῦ καὶ τὰ σκέλη, ὡς ὅρασις χαλκοῦ
στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ,
ὡς φωνὴ ὄχλου. Καὶ εἶδον ἐγὼ Δανιὴλ
μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ
μέτ' ἐμοῦ οὐκ εἶδον, ἀλλ' ἢ ἔκστασις
μεγάλη ἐπέπεσεν ἐπ' αὐτούς, καὶ ἔφυγον
ἐν φόβῳ. Καὶ ἐγὼ ὑπελείφθην μόνος,
καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην,
καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς,
καί ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν, καὶ
οὐκ ἐκράτησα ἰσχύος. Καὶ ἤκουσα τὴν
φωνὴν τῶν λόγων αὐτοῦ, καὶ ἐν τῷ
ἀκοῦσαί με φωνὴν ῥημάτων αὐτοῦ ἤμην
κατανενυγμένος ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν
γῆν. Καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου, καὶ
ἤγειρέ με ἐπὶ τὰ γόνατά μου, καὶ
ταρσοὺς χειρῶν μου. Καὶ εἶπε πρὸς με· Δανιήλ,
ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις,
οἷς ἐγὼ λαλῶ πρὸς σέ, καὶ στῆθι
ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην
πρὸς σέ, καὶ ἐν τῷ λαλῆσαι αὐτὸν
πρὸς με τὸν λόγον τοῦτον, ἀνέστην ἔντρομος.
Καὶ εἶπε πρὸς με· Μὴ φοβοῦ Δανιήλ, ὅτι
ἀπὸ τῆς ἡμέρας τῆς πρώτης, ἧς ἔδωκας
τὴν καρδίαν σου συνιέναι, καὶ κακωθῆναι ἔναντι
Κυρίου τοῦ Θεοῦ σου ἠκούσθησαν οἱ λόγοι
σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις
σου. Καὶ ὁ Ἄρχων τῆς βασιλείας Περσῶν εἱστήκει
ἐξεναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν,
καὶ ἰδοὺ Μιχαήλ, εἷς τῶν Ἀρχόντων
τῶν πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν
κατέλιπον ἐκεῖ μετὰ τοῦ Ἄρχοντος βασιλείας
Περσῶν. Καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσει
τῷ λαῷ σου ἐπ' ἐσχάτων
τῶν ἡμερῶν, ὅτι ἔτι ἡ ὅρασις εἰς
ἡμέρας. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν
μετ' ἐμοῦ κατὰ τοὺς λόγους τούτους, ἔδωκα
τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ
κατενύγην. Καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ
ἀνθρώπου ἥψατο τῶν χειλέων μου, καὶ ἤνοιξα
τὸ στόμα μου καὶ ἐλάλησα, καὶ εἶπα πρὸς
τὸν ἑστῶτα ἐναντίον μου· Κύριε ἐν
τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός
μου ἐν ἐμοί, καὶ οὐκ ἔσχον ἰσχύν.
Καὶ πῶς δυνήσεται ὁ παῖς σου, Κύριε, λαλῆσαι
μετὰ τοῦ Κυρίου μου τούτου; καὶ ἀπὸ
τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς,
καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί.
Καὶ προσέθετο, καὶ ἥψατό μου ὡς ὅρασις
ἀνθρώπου, καὶ ἐνίσχυσέ με καὶ εἶπέ
μοι· Μὴ φοβοῦ ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη
σοι, ἀνδρίζου καὶ ἴσχυε. Καὶ ἐν τῷ
λαλῆσαι αὐτὸν μετ᾿ ἐμοῦ, ἴσχυσα καὶ
εἶπα. Λαλείτω ὁ Κύριός μου, ὅτι ἐνίσχυσάς
με. Καὶ εἶπεν· Εἰ οἶδας ὅτι ἦλθον πρὸς
σὲ; καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι
μετὰ τοῦ Ἄρχοντος Περσῶν, καὶ ἐγὼ ἐξεπορευόμην,
καὶ ὁ Ἄρχων τῶν Ἑλλήνων ἤρχετο. Ἀλλ'
ἢ ἀναγγελῶ σοι τὸ ἐντεταγμένον ἐν
γραφῇ ἀληθείας καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος
μετ' ἐμοῦ περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ
ἄρχων ὑμῶν.
Εἰς τὴν Λιτήν,
Στιχηρὰ ἰδιόμελα.
Ἦχος
α' Κυπριανοῦ
Τῶν νοερῶν Δυνάμεων Ἀρχιστράτηγοι,
οἱ παρεστῶτες ἀπαύστως, τῷ δεσποτικῷ θρόνῳ, πρεσβεύσατε
πρὸς Κύριον, εἰρήνην τῷ κόσμῳ δωρήσασθαι,
καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ὁ
αὐτὸς Ἀρσενίου
Ὁ Ταξιάρχης τῶν ἄνω Δυνάμεων,
Μιχαὴλ ὁ πρωτοστάτης τῶν θείων ταγμάτων, σήμερον
ἡμᾶς πρὸς πανήγυριν συνεκάλεσεν, ὁ καθ' ἑκάστην
μεθ' ἡμῶν πορευόμενος, καὶ φυλάττων τοὺς πάντας,
ἐκ πάσης τοῦ διαβόλου περιστάσεως. Δεῦτε οὖν
φιλέορτοι καὶ φιλόχριστοι, τὰ ἄνθη τῶν ἀρετῶν
δρεψάμενοι, καθαραῖς ἐννοίαις, καὶ συνειδότι
εὐστάθμῳ, τοῦ Ἀρχαγγέλου τὴν Σύναξιν
τιμήσωμεν· αὐτὸς γὰρ ἀδιαλείπτως τῷ Θεῷ παριστάμενος, καὶ τὸν
τρισάγιον ὕμνον ἀναμέλπων, πρεσβεύει σωθῆναι
τὰς ψυχάς ἡμῶν.
Ἦχος
β' Τοῦ Στουδίτου
Τῆς ἀΰλου οὐσίας, τῶν
νοερῶν Δυνάμεων προστατεύοντες, καὶ τῆς Τρισηλίου
δόξης ταῖς μαρμαρυγαῖς, φωτοδοτοῦντες τὴν οἰκουμένην,
Ἀρχιστράτηγοι, ἀλήκτῳ φωνῇ, τὸν τρισάγιον
ὕμνον ἐξᾴδετε· διὸ πρεσβεύσατε σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Ὁ
αὐτὸς Ἀρσενίου
Τῷ ἀΰλω θρόνῳ περικυκλοῦντες,
νοεραὶ οὐσίαι θεῖοι Ἀσώματοι, τὴν
τρισάγιον ᾠδήν, τῷ
πρύτανι Θεῷ, φλογεροῖς τοῖς χείλεσιν ᾄδετε,
Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ ἄναρχος, Ἅγιος
ἰσχυρός, ὁ Υἱὸς ὁ συνάναρχος, Ἅγιος
ἀθάνατος, τὸ ὁμοούσιον Πνεῦμα, τὸ σὺν
Πατρὶ καὶ Υἱῷ συνδοξαζόμενον.
Ὁ
αὐτὸς Ἀνατολίου
Ἀσωμάτοις χείλεσι, καὶ νοεροῖς
στόμασι, τῶν Ἀγγέλων αἱ τάξεις, τὸν ἀκατάπαυστον
ὕμνον προσφέρουσι, τῇ σῇ ἀπροσίτῳ Θεότητι
Κύριε, καὶ νόες καθαροὶ καὶ λειτουργοὶ τῆς
σῆς δόξης αἰνοῦσί σε Δέσποτα· Σὺν
αὐτοῖς δὲ Μιχαὴλ ὁ ἀσώματος, καὶ
πρωτοστάτης τῶν ἄνω Δυνάμεων, ὁ Ἀρχιστράτηγος
τῶν Ἀγγέλων, ἑστιάτωρ ἡμῖν σήμερον
γέγονε, τὰ τῶν ἀσωμάτων ᾄσματα προτρεπόμενος
ἡμᾶς ᾄδειν, τῇ ἀπροσίτῳ σου δόξῃ
Φιλάνθρωπε, ἵνα πρεσβεύῃ ἀπαύστως, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Ἦχος
δ'
Ἐφραὶμ
Καρίας
Τῆς ἡλιακῆς ἀκτῖνος τοῦ
θείου φωτός, καταλαμπόμενοι Ἀρχιστράτηγοι, τὰς
τῶν ἀΰλων καταυγάζετε ταξιαρχίας, ὡς φῶς
λευχειμονοῦντες, ἐν ὑψίστοις τὸ πῦρ καταυγάζετε
ἐν κόσμῳ, τῆς ἀπροσίτου θεότητος·
ὅθεν καὶ τὸν τρισάγιον ὕμνον, ἐν φλογεροῖς
τοῖς χείλεσιν ἀκαταπαύστως ᾄδετε· Ἅγιος,
Ἅγιος, Ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν δόξα
σοι.
Ἦχος
πλ. β'
Οἱ Ἄγγελοί σου Χριστέ, τῷ θρόνῳ τῆς μεγαλωσύνης,
ἐν φόβῳ παρεστῶτες, καὶ τῇ σῇ φωτοχυσίᾳ
ἀεὶ λαμπόμενοι, ἐν τοῖς ὑψίστοις ὑμνῳδοί
σου, καὶ τῆς βουλῆς σου λειτουργοί, ὑπὸ σοῦ
ἐκπεμπόμενοι, νέμουσι φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.
Δόξα...
Ἦχος
δ'
Πυρίνοις χείλεσιν, ὑμνεῖ σε τὰ
Χερσυβίμ, Χριστὲ ὁ Θεός, ἀσωμάτοις δὲ
στόμασιν ἀσιγήτως, δοξολογεῖ σε τῶν Ἀρχαγγέλων
ὁ χορός, Μιχαὴλ δὲ ὁ Ἀρχιστράτηγος, τῶν
ἄνω δυνάμεων, τὸν ἐπινίκιον ὕμνον, ἀκαταπαύστως
προσφέρει τῇ δόξῃ σου· Αὐτὸς γὰρ
ἡμᾶς σήμερον κατηύγασε, πρὸς πανήγυριν
φαιδράν, κροτῆσαι ἐπαξίως ψαλμικῶς, αἶνον τὸν
τρισάγιον, τοῖς πηλίνοις χείλεσιν, ὅτι τὰ πάντα
τῆς σῆς αἰνέσεως ἐπλήσθη, καὶ παρέχεις
τῷ κόσμῳ δι' αὐτοῦ τὸ μέγα ἔλεος.
Καὶ
νῦν... Ὁ αὐτὸς Θεοτοκίον
Σήμερον ὁ θεοχώρητος ναός, ἡ
Θεοτόκος, ἐν ναῷ Κυρίου προσάγεται, καὶ
Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν
Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς
τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει· μεθ' ὧν
καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε
Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων
τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον,
Στιχηρὰ Προσόμοια.
Ἦχος
α' Τῶν οὐρανίων ΤΟ ΑΚΟΥΤΕ
Ἀγγελικῶς οἱ ἐν κόσμῳ
πανηγυρίζοντες, τῷ ἐπὶ
θρόνου δόξης, Θεῷ ἐποχουμένῳ, βοήσωμεν
τὸν ὕμνον, Ἅγιος εἶ, ὁ Πατὴρ ὁ οὐράνιος·
ὁ συναΐδιος Λόγος Ἅγιος εἶ, καὶ τὸ
Πνεῦμα τὸ Πανάγιον.
Στίχ. Ὁ ποιῶν τοὺς Ἀγγέλους
αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ
πυρὸς φλόγα
Τῶν οὐρανίων πρωτεύων, ἐν
παρρησίᾳ πολλῇ, καὶ παρεστὼς τῷ θρόνῳ, τῷ ἀστέκτῳ ἐν δόξῃ,
αὐτόπτα τῶν ἀρρήτων, σῶσον ἡμᾶς,
Μιχαὴλ Ἀρχιστράτηγε, τοὺς ἐν ἀνάγκαις
κινδύνων καὶ πειρασμῶν, ταῖς πρεσβείαις σου δεόμεθα.
Στίχ. Εὐλόγει ἡ ψυχή
μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης
σφόδρα.
Τῶν ἀσωμάτων Ἀγγέλων, πρῶτος
ὑπάρχεις σαφῶς, καὶ λειτουργὸς τῆς θείας,
φωταυγείας ἐκείνης, αὐτόπτης τε καὶ μύστης,
σῶσον ἡμᾶς, Μιχαὴλ Ἀρχιστράτηγε, τούς
ἐτησίως τιμῶντάς σε εὐσεβῶς, καὶ ὑμνοῦντας
τὴν Τριάδα πιστῶς.
Δόξα...
Καὶ νῦν... Ἦχος πλ. δ'
Ἰωάννου
Μοναχοῦ
Ὡς ταξιάρχης καὶ πρόμαχος, καὶ
τῶν Ἀγγέλων Ἀρχηγὸς Ἀρχιστράτηγε, πάσης
ἀνάγκης καὶ θλίψεως, νόσου καὶ δεινῶν
ἁμαρτημάτων ἐλευθέρωσον, τοὺς εἰλικρινῶς
ἀνυμνοῦντας, καὶ αἰτουμένους σε Ἔνδοξε, ἐναργῶς
ὡς ἄϋλος τὸν ἄϋλον καθορῶν, καὶ τῷ ἀπροσίτῳ φωτί, τῆς
τοῦ Δεσπότου δόξης καταλαμπόμενος· αὐτὸς
γὰρ φιλανθρώπως, σάρκα δι' ἡμᾶς ἐκ Παρθένου
προσείληφε, σῶσαι βουληθεὶς τὸ ἀνθρώπινον.
Ἀπολυτίκιον Ἦχος δ'
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι,
δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι,
ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς,
σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν
δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς
καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε
ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.
Καὶ
ἀπόλυσις
Μετὰ τὴν α'
Στιχολογίαν
Κάθισμα Ἦχος δ'
Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τῶν ἀσωμάτων λειτουργῶν Ἀρχιστράτηγε,
ὁ κατ' ἐνώπιον Θεοῦ παριστάμενος, καὶ ταῖς
ἐκεῖθεν λάμψεσι λαμπόμενος, φαίδρυνον ἁγίασον,
τοὺς πιστῶς σε ὑμνοῦντας, πάσης ἀπολύτρωσαι,
τοῦ ἐχθροῦ τυραννίδος, καὶ εἰρηναίαν
αἴτησαι ζωήν, τοῖς Βασιλεῦσι καὶ πᾶσι τοῖς
πέρασιν.
Δόξα... τὸ αὐτὸ
Καὶ
νῦν... Θεοτοκίον
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τοῦ
εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, τὰ σὰ
ἐλέη Δέσποινα οἱ δοῦλοί σου, κράζοντες
καὶ λέγοντες· Παναγία Παρθένε, πρόφθασον καὶ
λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν
καὶ πάσης ἀπειλῆς· σοὺς γὰρ δούλους
σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Μετὰ τὴν β'
Στιχολογίαν
Κάθισμα
Ἦχος
δ'
Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τὰ Χερουβὶμ καὶ Σεραφὶμ πολυόμματα,
τῶν Ἀρχαγγέλων λειτουργῶν τὰ στρατεύματα, σὺν
Ἐξουσίαις Θρόνοι Κυριότητες, Ἄγγελοι Δυνάμεις
τε, καὶ Ἀρχαὶ δυσωποῦσι, σὲ τὸν Ποιητὴν
ἡμῶν, καὶ Θεὸν καὶ Δεσπότην· Μὴ ὑπερίδῃς
δέησιν λαοῦ, ἡμαρτηκότος, Χριστὲ πολυέλεε.
Δόξα...
Τὸ αὐτὸ
Καὶ
νῦν... Θεοτοκίον αὐτόμελον
Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι
ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν
ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἄνελε
τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς
πολεμοῦντας· γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων
ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Μετὰ τὸν Πολυέλεον
Κάθισμα
Ἦχος
πλ. δ' Τὸ προσταχθὲν ΤΟ ΑΚΟΥΤΕ
Τῶν οὐρανίων ἀρχηγοὶ καὶ
πρωτοστάται, τῶν ὑψιθρόνων καὶ φρικτῶν τῆς
θείας δόξης, Μιχαὴλ καὶ Γαβριὴλ Ἀρχιστράτηγοι,
σὺν πᾶσι τοῖς ἀσωμάτοις ὦ Λειτουργοί,
Δεσπότου ὑπὲρ τοῦ κόσμου διαπαντός, πρεσβεύοντες
αἰτήσασθε τὴν ἄφεσιν, τῶν ἐπταισμένων
ἡμῖν, καὶ ἔλεος καὶ χάριν εὑρεῖν,
ἐν ἡμέρᾳ τῆς κρίσεως.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Θεοχαρίτωτε Ἁγνὴ εὐλογημένη,
τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ
τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι καὶ τοῖς
Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς ἀσωμάτοις ὑπὲρ
ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν,
πρὸ τοῦ τέλους συγχώρησιν, καὶ ἱλασμὸν
ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως
εὔρωμεν ἔλεος.
Τὸ α' Ἀντίφωνον
τοῦ δ' Ἤχου.
Ἀντίφωνον
Α'
·
Ἐκ νεότητός μου
πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ,
καὶ σῶσον Σωτήρ μου.
·
Οἱ μισοῦντες Σιών,
αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος
γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα...
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ
ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται,
τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν
τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ'
Ὁ ποιῶν τους Ἀγγέλους αὐτοῦ
πνεύματα, καὶ τοὺς Λειτουργοὺς αὐτοῦ πυρὸς
φλόγα.
Στίχ. Εὐλόγει ἡ ψυχή
μου, τὸν Κύριον.
Εὐαγγέλιον
κατὰ Ἰωάννην
Ζήτει
τῇ β' τῆς Πεντηκοστῆς
Ὁ
Ν'
Δόξα...
Ταῖς τῶν Ἀσωμάτων, Οἰκτίρμον, προστασίαις,
ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ
νῦν... Ταῖς τῆς Θεοτόκου...
Εἶτα, Ἐλέησόν
με ὁ Θεός, κτλ. Καὶ ψάλλομεν Στιχηρὸν ἰδιόμελον.
Ἦχος
β'
Τῷ ἀΰλῳ θρόνῳ
περικυκλοῦντες, νοεραὶ οὐσίαι θεῖοι Ἀσώματοι,
τὴν τρισάγιον ᾠδήν, τῷ πρύτανι Θεῷ, φλογεροῖς τοῖς
χείλεσιν ᾄδετε, Ἅγιος ὁ Θεός, ὁ Πατὴρ
ὁ ἄναρχος, Ἅγιος ἰσχυρός, ὁ Υἱὸς
ὁ συνάναρχος, Ἅγιος ἀθάνατος, τὸ ὁμοούσιον
Πνεῦμα, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συνδοξαζόμενον.
Εἶτα ψάλλονται οἱ Κανόνες,
ὁ τῆς Θεοτόκου εἰς ς' καὶ οἱ δύο παρόντες
τῶν Ἀσωμάτων εἰς η'.
Κανὼν
πρῶτος τῶν Ἀσωμάτων
Ποίημα
Ἰωάννου Μοναχοῦ
ᾨδὴ
α' Ἦχος
πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
«ᾌσμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ
ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον, ᾄδοντες
καὶ βοῶντες, ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότῃ».
Πάντες ἀνυμνήσωμεν πιστοί, τὴν
πάσας διευθύνουσαν, τὰς ἀΰλους τῶν ἄνω,
χορῶν ταξιαρχίας, Τριάδα τὴν ἄκτιστον, ἐκβοῶντες·
Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Θεὲ παντοκράτορ.
Ἔθου τῶν κτισμάτων σου ἀρχήν,
οὐσίαν τὴν ἀσώματον, Ποιητὰ τῶν Ἀγγέλων,
τὸν ἄχραντόν σου θρόνον, κυκλοῦσαν κραυγάζειν
σοι, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Θεὲ παντοκράτορ.
Χαίροις Γαβριὴλ μυσταγωγέ, τῆς τοῦ
Θεοῦ σαρκώσεως, Μιχαήλ τε ταγμάτων, ἀΰλων
πρωτοστάτα, ἀπαύστως κραυγάζοντες· Ἅγιος, Ἅγιος,
Ἅγιος εἶ, Θεὲ παντοκράτορ.
Θεοτοκίον
Εὔα ἡ προμήτωρ τῇ ἀρᾷ,
τὸ γένος καθυπέβαλε, τῇ παραβάσει ποτέ, τὸ
τῶν ἀνθρώπων· σὺ δὲ Παρθένε Θεόνυμφε,
ὅλον πρὸς εὐλογίαν, μετηγάγου τὸν Κτίστην
τεκοῦσα.
Κανὼν
δεύτερος, οὗ ἡ Ἀκροστιχίς
Τοῖς
Ταξιάρχαις τῶν Ἀσωμάτων Νόων
Ἐν
δὲ τοῖς Θεοτοκίοις
Κλήμεντος
ᾨδὴ
α' Ἦχος ὁ
αὐτὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε,
τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως
πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ
φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ
Θεῷ ἀναμέλποντα».
Τοὺς νοεροὺς τῶν ἀσωμάτων τάξεων,
χοροὺς ἐν ᾄσμασιν, ὡς Λειτουργοὺς θείους,
δεῦτε εὐφημήσωμεν, χορείαν συγκροτήσαντες, τὴν
ἡμῶν σωτηρίαν, ἀδιαλείπτως πρεσβεύοντας, καὶ
τῇ μετανοίᾳ συγχαίροντας.
Οἱ τῶν Ἀγγέλων ἀρχηγοὶ
καὶ πρόκριτοι, καὶ ταξιάρχαι φαιδροί, τοὺς ἀσωμάτους
Νόας, σήμερον ἐγείρουσι, πρὸς τελετὴν ἑόρτιον,
τῆς αὐτῶν λαμπρᾶς μνήμης, μεθ' ὧν συγχαίρουσιν
ἄνθρωποι, ὕμνον τῇ Τριάδι προσάγοντες.
Συνευφρανθῶμεν τοῖς Ἀγγέλοις ἄνθρωποι,
πνευματικῶς ἐν χαρᾷ, ὁ Γαβριὴλ αὖθις, νῦν
εὐαγγελίζεται, Ἐκκλησιῶν τὴν ἕνωσιν, καὶ
καθαίρεσιν πάσης, τῆς ἐναντίας αἱρέσεως,
ἐν τῇ παρουσίᾳ τῆς μνήμης αὐτῶν.
Θεοτοκίον
Κυοφορεῖς τὸν ὑπὲρ φύσιν Ἄχραντε,
ἐν σοὶ σκηνώσαντα, τοῦ Πατρὸς λόγον, ἐν
Ἁγίῳ Πνεύματι δυσὶ μὲν ἐν ταῖς
φύσεσι, καὶ θελήσεσιν ὄντα, ἐν ὑποστάσει
δ' ἀτρέπτως μιᾷ, ἧς καὶ τὴν μορφὴν ἀσπαζομεθα.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ἀνοίξω τὸ στόμα μου, καὶ
πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι
τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι,φαιδρῶς
πανηγυρίζων, καὶ ᾄσω γηθόμενος,ταύτης τὰ θαύματα.
ᾨδὴ
γ' ΤΟ ΑΚΟΥΤΕ
«Τὸν φόβον σου Κύριε, ἐμφύτευσον
ταῖς καρδίαις τῶν δούλων σου, καὶ γενοῦ ἡμῖν
στερέωμα, τοῖς σὲ ἐν ἀληθείᾳ, ἐπικαλουμένοις».
Ἰσχὺϊ κατέστησας Ἀθάνατε,
δυνατοὺς ἐξανύοντας, τὸ πανάγιόν σου θέλημα,
τοὺς σοὶ ἐν τοῖς ὑψίστοις, ἀεὶ
παρεστῶτας.
Τοὺς μύστας τῆς σῆς ἐνανθρωπήσεως,
τῆς σεπτῆς τε ἐγέρσεως, τῶν Ἀγγέλων
τοὺς ἐξάρχους Χριστέ, ὑπὲρ ἡμῶν
προσδέχου, ἐπικαλουμένους.
Ἀγγέλους ἐπέστησας φύλακας,
τοῖς ἀνθρώποις ὡς εὔσπλαγχνος, διακόνους τε
ἀνέδειξας Χριστέ, τῆς σωτηρίας τῶν σῶν
θεραπόντων.
Θεοτοκίον
Ἀρρήτως συνέλαβες τὸν Κύριον,
Σωτῆρα Θεόνυμφε, τὸν λυτρούμενον ἡμᾶς τῶν
δεινῶν, τοὺς σὲ ἐν ἀληθείᾳ ἐπικαλουμένους.
Κανὼν
δεύτερος
Σὺ
εἶ τὸ στερέωμα ΤΟ
ΑΚΟΥΤΕ
Τῶν Ἀγγέλων πρώτιστος, καὶ
τῆς Τριάδος φῶς δεύτερον, ὤφθης ἡμῖν,
Μιχαὴλ ὁ ἄρχων, τοῖς πιστῶς εὐφημοῦσί
σε.
Αἴγλῃ θείας χάριτος, ὁ
Γαβριὴλ πιστῶς ἔπληξε, πᾶσαν τὴν γῆν, τοῦ
Θεοῦ κηρύξας, τὴν ἐν σώματι κάθοδον.
Ξυνωρὶς ἀοίδιμε, καὶ φωταυγὴς
δυὰς ἄϋλε, φῶτα Θεοῦ, τοὺς πιστῶς τελοῦντας,
τὴν ὑμῶν μνήμην δείξατε.
Θεοτοκίον
ᾞσεν Ἡσαΐας, σοῦ τὴν ὑπὲρ
νοῦν Ἁγνὴ κύησιν, ᾄδω κἀγώ, ἵνα
τῆς ἐκείνου, ἐπιτύχω καθάρσεως.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε,
ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας,
πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ
δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Κάθισμα
Ἦχος
πλ. δ'
Τὸ
προσταχθὲν ΤΟ ΑΚΟΥΤΕ
Τῶν ἀσωμάτων τοὺς χοροὺς ἐφιέμενοι,
ἀνευφημεῖν οἱ ἐπὶ γῆς μιμησώμεθα, ὡς
ἐφικτὸν τούτων τὴν ἁγιότητα, νεκροῦντες
πάντα τὰ μέλη τὰ τῆς σαρκός, αἰτοῦντες,
ὡς ὑπερμάχους τε καὶ φρουρούς, πάσης πλάνης
λυτρώσασθαι, τοῦ ἀοράτου ἐχθροῦ, ἡμᾶς
τοὺς ἀνυμνοῦντας αὐτούς, ὅπως εὕρωμεν
ἔλεος.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Εὐχαριστοῦμέν σοι ἀεὶ Θεοτόκε,
καὶ μεγαλύνομεν ἁγνή καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες
τὸν τόκον σου κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως,
σῶσον ἡμᾶς, Παρθένε Παντελεῆμον ὡς ἀγαθή,
καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ,
ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν
οἱ δοῦλοί σου.
ᾨδὴ
δ' ΤΟ ΑΚΟΥΤΕ
«Ἐπέβης ἐφ' ἵππους, τοὺς Ἀποστόλους
σου Κύριε, καὶ ἐδέξω χερσί σου ἡνίας
αὐτῶν, καὶ σωτηρία γέγονεν ἡ ἱππασία
σου, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ
δυνάμει σου Κύριε».
Ἐπέβης Ἀγγέλοις, ὥσπερ ἐφ'
ἵπποις Φιλάνθρωπε, καὶ ἐδέξω χερσί σου ἡνίας
αὐτῶν, καὶ σωτηρία γέγονεν ἡ ἱππασία
σου, τοῖς ἀπαύστως βοῶσι· Δόξα τῇ δυνάμει
σου Κύριε.
Καλύπτει Ἀγγέλους, ἡ ἀρετή
σου Φιλάνθρωπε, καὶ τῆς γῆς ἐπληρώθη τὰ
πέρατα, τῆς σῆς ἐνδόξου ἄναρχε θείας
αἰνέσεως, σὺν αὐτοῖς σοι βοώσης· Δόξα
τῇ δυνάμει σου Κύριε.
Ἐξῆλθες οἰκτίρμον, εἰς
σωτηρίαν λαοῦ σου Χριστέ· συγκαλεῖς δὲ τὰς
φίλας Δυνάμεις σου, καὶ εὐφροσύνη γέγονεν ἡ
παρουσία σου, τοῖς πιστῶς σοι βοῶσι· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Παρθένος καὶ Μήτηρ, ὑπερφυῶς
ὤφθης Πάναγνε, ὡς Θεὸν τὸν αὐτόν τε
καὶ ἄνθρωπον, Χριστὸν τεκοῦσα, ᾧ μετὰ δέους
κραυγάζουσι, τῶν Ἀγγέλων αἱ τάξεις· Δόξα
τῇ δυνάμει σου Κύριε.
Κανὼν
δεύτερος
Σύ
μου ἰσχύς, Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἱεριχώ, ὤφθη δυνάμεως Ἀρχιστράτηγος,
πολεμοῦντι, πάλαι Ἰησοῦ τῷ Ναυῆ, νικοποιῶν καὶ ὑπερμαχῶν,
Μιχαὴλ ὁ μέγας, τῶν Ἀσωμάτων ὁ ἔξαρχος,
ὑφ' οὗ λαβὼν τὸ σθένος, ὁ θεράπων Κυρίου,
δορυάλωτον εἷλε τὸ φρούριον.
Ἄρχων ποτέ, τῶν ἀσωμάτων
Δυνάμεων, ὤφθη φέρων, τέκνου εὐαγγέλια, τῷ Ζαχαρίᾳ τῷ ἱερεῖ, Γαβριὴλ ὁ μέγας,
ὁ θεῖος ὄντως Ἀρχάγγελος· διὸ φωνὴ
τοῦ Λόγου, γεννηθείς, Ἰωάννης, τῷ πατρὶ τὴν φωνὴν ἀποδίδωσιν.
Χαίρει χαρὰ πάντα τὰ πέρατα
σήμερον, τὴν αἰσίαν, μνήμην ἑορτάζοντα,
τῶν Ἀρχαγγέλων σου ὁ
Θεός, Μιχαὴλ τοῦ θείου, καὶ Γαβριὴλ
τοῦ θεόφρονος· συγχαίρει δὲ καὶ πᾶσα,
τῶν Ἀγγέλων ἡ τάξις, ὅτι σῴζεται κόσμος
τῇ σκέπῃ αὐτῶν.
Θεοτοκίον
Μόνη ἁγνή, πέφυκας καὶ μετὰ
γέννησιν, μόνη ὤφθης, ἄνανδρος θηλάζουσα, τὸν
τοῦ Πατρὸς Λόγον ἀληθῆ, Πνεύματι Ἁγίῳ,
λαβόντα δούλου μορφὴν καθ' ἡμᾶς, Παρθένε
Θεοτόκε, οὗ τὴν θέαν τιμῶντες, τῆς μορφῆς
τὴν ἐμφέρειαν σέβομεν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν,
τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ
Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν
ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
ᾨδὴ
ε' ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ νυκτὸς ἀγνωσίας, ἐπὶ
τὴν ψυχάλωτον ὁδὸν ἀεὶ πλανώμενον,
φωτὶ τῆς γνώσεώς σου Κύριε, ποδηγῶν μὲ
ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου καθοδήγησον».
Ἀνεπιστρέπτῳ τῷ πόθῳ, ἀεὶ πρὸς
τὸ ἄναντες, πρὸς σὲ Χριστὲ φερόμεναι, τὸ
ἀκρότατον ἁπάντων τῶν ἐφετῶν, Ἀγγέλων
αἱ δυνάμεις, ἀκαταπαύστως σε δοξάζουσιν.
Σὺ νοεροὺς κατ' οὐσίαν, ἀφθάρτους
τῇ χάριτι, τῇ σῇ Χριστὲ κατέστησας, ὑμνῳδοὺς
τῆς σῆς μεγαλειότητος, τοὺς Ἀγγέλους σου
κατ' εἰκόνα, ἐδημιούργησας ἀκατάληπτε.
Σὺ ἀκλινεῖς πρὸς τὸ χεῖρον,
τῇ πρὸς σὲ ἐγγύτητι Χριστέ, τοὺς σοὺς
ἐφύλαξας λειτουργούς· πηγὴ γὰρ ἀγαθότητος,
σὺ ὑπάρχων ἀγαθύνεις, τοὺς ἐπαξίως
σοι λατρεύοντας.
Θεοτοκίον
Ἡ μετὰ τόκον Παρθένος, μόνη
ἀπειρόγαμε ἁγνή, Μαρία ἄχραντε, τῷ λιμένι σου ἡμᾶς καθόρμισον,
ἐκ κινδύνων ὁδηγοῦσα, πρὸς σωτηρίαν τὴν
αἰώνιον.
Κανὼν
δεύτερος
Ἴνα
τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Ἀπειθοῦντι τὸ πάλαι, τοῦ
Θεοῦ πρὸς ἄρρητα καὶ θεῖα θαύματα, Βαλαὰμ
τῷ μάντει, ἐν ἀμφόδῳ
ὁ Ἄγγελος ὄνῳ φανείς, φοβερῶς ἤλεγξε,
καὶ λογικὸν τὸ ζῶον δείξας, τὸ τῆς φύσεως
ἤμειψε γνώρισμα.
Συσχεθέντι τῷ
Πέτρω, καὶ εἱρκτῇ προσμένοντι, Ἄγγελος
ὤφθη Θεοῦ, τῶν χειρῶν Ἡρῴδου, καὶ
δεσμῶν καὶ θανάτου λυτρούμενος· διὸ δεῦτε
πάντες, ὡς τῶν ψυχῶν φρουρούς ἐνθέους,
τοὺς σοφοὺς Ἀρχαγγέλους τιμήσωμεν.
Τῶν πολέμων τὰς στάσεις, Ἄγγελοι
Ἀρχάγγελοι θεῖαι Δυνάμεις Θεοῦ, καὶ τῆς
Ἐκκλησίας, τὰς αἱρέσεις καὶ πάντα τὰ
σκάνδαλα, ταῖς ὑμῶν λύσατε, πρὸς τὸν
Θεόν ἀεὶ πρεσβείαις, καὶ ἡμᾶς ἐν
εἰρήνῃ φρουρήσατε.
Θεοτοκίον
Ἐν δυσὶ ταῖς οὐσίαις, ἕνα
σε γινώσκομεν Θεὸν τῆς κτίσεως, ἐνεργείαις ἄμφω,
καὶ θελήσεσιν ὄντα ἀσύγχυτον, τὸν Υἱὸν
τοῦ Θεοῦ, ἐκ γυναικὸς σάρκα λαβόντα, ἧς
τὴν θέαν τιμῶμεν τοῖς πίναξιν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ
τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε
Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ
πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν,
πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην
βραβεύουσα.
ᾨδὴ
ς' ΤΟ ΑΚΟΥΤΕ
«Τὸν Ἰωνᾶν ἐν τῷ κήτει
Κύριε, μονώτατον κατῴκισας, ἐμὲ δὲ τὸν
πεπεδημένον, ἐν ἄρκυσι τοῦ ἐχθροῦ, ὡς
ἐκ φθορᾶς ἐκεῖνον διάσωσον».
Θεοπρεπῶς, ἐκ μὴ ὄντων Κύριε,
τῷ λόγῳ σου παρήγαγες,
οὐσίας τῶν ἐπουρανίων, ἀθανάτων
στρατιῶν, φωτοειδεῖς αὐτὰς ἐργασάμενος.
Μύσται σεπτοί, τῆς Θεοῦ αἰνέσεως,
γεγόνατε Ἀσώματοι, πολῖται τῆς ἐπουρανίου,
καὶ θείας ὄντως σκηνῆς, τῷ Ποιητῇ ἀξίως λατρεύοντες.
Τῶν Ἀσωμάτων, τάξεις νοεραὶ
σε, Υἱὲ Θεοῦ προάναρχε, αἰνοῦσιν ἀκαταπαύστως,
καὶ δοξολογοῦσιν, ὡς Ποιητὴν καὶ Κτίστην τοῦ
σύμπαντος.
Θεοτοκίον
Τὸν τῷ
Πατρί, ἐν ὑψίστοις ἄχραντε, ἀνάρχως
συνεδρεύοντα, ἀγκάλαις σαῖς ἐπανακλῖναι ἠξίωσαι,
ὃν ἡμῖν δίδου Ἁγνή, τοῖς δούλοις
σου ἵλεων.
Κανὼν
δεύτερος
Ἱλάσθητί
μοι Σωτὴρ ΤΟ
ΑΚΟΥΤΕ
Ὡς πῦρ καὶ φλόγα καὶ φῶς,
τοὺς ἀσωμάτους ὑπάρχοντας, ἐκ τῆς ὑλώδους
φθοράς, τὸν νοῦν ἀνιπτάμενοι, ὑλαίοις
ἐν χείλεσι, τοὺς ἀΰλους φόβῳ, ἐν
τοῖς ᾄσμασι τιμήσωμεν.
Νεκρώσατε τῶν παθῶν, τὰς καταιγίδας
Ἀρχάγγελοι, καὶ παύσατε σὺν αὐτοῖς, τὰ
σκάνδαλα ἅπαντα, τῆς πίστεως Ἅγιοι, τῆς Τριάδος
ὄντες, Ἀρχιστράτηγοι πυρίμορφοι.
Ἀρχάγγελοι τοῦ Θεοῦ, τῶν Ἀσωμάτων
οἱ ἔξαρχοι, τῇ παρρησίᾳ ὑμῶν, ἐκ
πάσης αἱρέσεως, ἡμᾶς διασώσατε, Μιχαὴλ
ὁ Ἄρχων, καὶ Γαβριὴλ οἱ Ἀρχιστράτηγοι.
Θεοτοκίον
Νηδύος ὤφθης ἑκών, ἐξ ἀπειράνδρου
σαρκούμενος, ὁ ἄσαρκος ὡς Θεός, Χριστὲ
σαρκοφόρος δέ, ὡς ἄνθρωπος πέφυκας, οὗ τῆς
ἐμφερείας, οἱ πιστοὶ τὸ εἶδος σέβομεν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Τὴν θείαν ταυτην καὶ πάντιμον,
τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος,
δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς
τεχθέντα Θεὸν δοξάζοντες.
Κοντάκιον Ἦχος β' ΤΟ
ΑΚΟΥΤΕ
Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας
δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ
Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἰτήσασθε,
καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων
Ἀρχιστράτηγοι.
Ὁ Οἶκος
Ἔφης φιλάνθρωπε ἐν Γραφαῖς σου,
πλήθη χαίρειν Ἀγγέλων ἐν οὐρανῷ, ἐπ'
ἀνθρώπῳ ἑνὶ μετανοοῦντι, Ἀθάνατε·
ὅθεν ἡμεῖς οἱ ἐν ἀνομίαις, ἀναμάρτητε,
μόνε καρδιογνῶστα, σὲ δυσωπεῖν καθ' ἑκάστην
τολμῶμεν ὡς εὔσπλαγχνον, οἰκτεῖραι καὶ
καταπέμψαι ἀναξίοις κατάνυξιν, Δέσποτα, παρέχων
ἡμῖν συγχώρησιν· ὑπὲρ πάντων γὰρ
ἡμῶν πρεσβεύουσιν, οἱ τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.
Σ
υ ν α ξ ά ρ ι ο ν
Τῇ Η' τοῦ αὐτοῦ
μηνός, ἡ Σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ
λοιπῶν καὶ Γαβριήλ, καί των ἁγίων ἀσωμάτων
καὶ οὐρανίων Ταγμάτων.
Στίχοι
·
Ἐβουλόμην σοι, Μιχαήλ,
ᾄσμα πρέπον
·
ᾎσαι πρεπόντως, ἀλλ'
ἄϋλον, οὐκ ἔχω.
·
Ὀγδόη οὐρανίης
κυδαίνει τάξιος Ἀρχούς.
Εἰς τὴν Σύναξιν τῶν
ἐννέα Ταγμάτων, Σεραφίμ, Χερουβίμ, Θρόνων,
Κυριοτήτων, Ἐξουσιῶν, Ἀρχῶν, Δυνάμεων, Ἀρχαγγέλων
καὶ Ἀγγέλων.
Στίχοι
·
Ἐπάξιόν τι Ταγμάτων
τῶν ἐννέα
·
Τὶς ἂν γόνος φθέγξαιτο
μηνῶν ἐννέα;
Ταῖς τῶν Ἁγίων
σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ' ΤΟ ΑΚΟΥΤΕ
«Παῖδες Ἑβραίων ἐν καμίνῳ,
κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον
τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ
Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».
ᾯ παρειστήκεισαν ἀπαύστως,
λειτουργοῦσαι μυριάδες τῶν Ἀγγέλων, τοῦ
προσώπου ὁρᾶν μὴ φέρουσαι τὴν θέαν·
εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ἀναβοῶσιν.
Φῶτα ἀνέδειξας οἰκτίρμον, τῶν
Ἀγγέλων σου τὴν ἄϋλον οὐσίαν, τοῦ ἀρρήτου
φωτὸς πληρούμενα ἀπαύστως· Εὐλογητὸς εἶ
κράζοντα, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Λόγῳ σου τῷ ἐνυποστάτῳ, τῶν Ἀγγέλων
τὴν πληθὺν δημιουργήσας, ἁγιάσας δὲ θείῳ Πνεύματι Τριάδα, θεολογεῖν ἐδίδαξας,
ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Τριαδικὸν
Τρεῖς ἐννοοῦντες ὑποστάσεις,
ἀπερίγραπτον δοξάζομεν οὐσίαν, τὸν Πατέρα
καὶ Υἱὸν καὶ τὸ Πνεῦμα βοῶντες·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς
αἰῶνας.
Κανὼν
δεύτερος
Οἱ
ἐκ τῆς, Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ
Σὺν χοροῖς Ἀσωμάτων, τῶν ἀνθρώπων
τὸ γένος δεῦτε κροτήσωμεν, τὴν αἴσιον ἡμέραν,
τῆς μνήμης ἐκτελοῦντες, τῶν σοφῶν Ἀρχαγγέλων
Χριστοῦ· Εὐλογητὸς εἶ Θεέ, βοῶντες τῶν
Πατέρων.
Ὡς φιλόξενοι πάλαι, Ἀβραὰμ ὁ
θεόπτης, καὶ Λὼτ ὁ Ἔνδοξος, ἐξένισαν Ἀγγέλους,
καὶ εὗρον κοινωνίαν, σὺν Ἀγγέλοις κραυγάζοντες·
Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός
εἶ.
Μανωὲ τῷ
γενναίῳ, καὶ Τωβὶτ τῷ πανσόφῳ, ὤφθησαν Ἄγγελοι,
ἀμείβοντες τὰ ἄθλα, τοῦ βίου κατ' ἀξίαν·
καὶ τῶν Παίδων ὁ Ἄγγελος, ἔσβεσε φλόγα
ποτέ, πυρὸς καμίνου ὄντως.
Θεοτοκίον
Τὸ ἡμέτερον ὅλον, ἐκ Παρθένου
λαβόντα, δίχα τροπῆς, Ἰησοῦ, ταῖς φύσεσι
διπλοῦν σε, ἀλλ' ἕνα ὑποστάσει, πατρικῶς σε
κηρύττομεν· ἧς καὶ τὸ εἶδος πιστῶς, σέβομεν
ἐκτυποῦντες.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ
θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς
ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον·
Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ
Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ
η' ΤΟ
ΑΚΟΥΤΕ
«Τὸν ἐν ὄρει, ἁγίῳ
δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς
Παρθένου, τῷ Μωϋσῇ
μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας».
Τῶν Ἀγγέλων, ζηλώσωμεν τὸν
βίον, καὶ τὰς φρένας, πτερώσωμεν εἰς ὕψος,
καὶ σὺν αὐτοῖς ἀΰλως ἀναμέλψωμεν,
Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς
πάντας τούς αἰῶνας.
Θιασῶται, χορείας οὐρανίου, οἱ
τὸν θρόνον ἀμφέποντες τῆς δόξης, περὶ
Θεόν τε πάντοτε στρεφόμενοι, Ἄγγελοι ὑμνοῦσι,
καὶ ὑπερυψοῦσιν, αὐτὸν εἰς τοὺς αἰῶνας.
Τὴν ἀΰλου, πυρὸς ποιοῦσαν
φλόγα, τοὺς ἐν ὕψει, ἀπαύστως λειτουργοῦντας,
καί τους Ἀγγέλους πνεύματα δεικνύουσαν, Τριάδα
προσκυνοῦμεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς
αἰῶνας.
Θεοτοκίον
Ὡς ἐν πόλῳ, παρειστήκεισαν
τρόμῳ, μυριάδες, Ἀγγέλων Ἀρχαγγέλων, ἐν
ταῖς ἀγκάλαις φέρειν κατηξίωσαι, τούτῳ
Θεοτόκε, πρέσβευε σωθῆναι, τοὺς δοξολογοῦντας, αὐτὸν
εἰς τοὺς αἰῶνας.
Κανὼν
δεύτερος
Ἑπταπλασίως
κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ἄρχων Ἀγγέλων πέφυκε, Μιχαὴλ
ὁ Ἀρχάγγελος, ἀλλὰ συνδοξάζεται, αὐτῷ
λαμπρότατα, ὁ μύστης
τῆς χάριτος, καὶ τῆς Παρθένου μνήστωρ σεπτός,
ὁ τῶν Ἀσωμάτων, Στρατηγός ἐπαξίως,
χαρὰν προδιαγγέλλων, Γαβριὴλ τοῖς βοῶσι· Λαὸς
ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τὰ τῶν Ἀγγέλων τάγματα, ἐν
ποικίλῃ μορφῇ κατιδών, Ἰεζεκιὴλ προϊστορῶν
ἐκήρυττεν, ἐν οἷς ἑξαπτέρυγα, τὰ
Σεραφὶμ παρίστανται, καὶ τὰ Χερουβίμ, πολυομμάτως
ἐκύκλουν, μεθ' ὧν τοὺς Ἀρχαγγέλους, ἠλεκτρίνους
ἑώρα, Χριστὸν δοξολογοῦντας, εἰς πάντας τοὺς
αἰῶνας.
Ὡς φοβερὰν τὴν ἔλευσιν, τῆς
δευτέρας καθόδου σου, ἐκδηλοποιῶν ὁ Δανιὴλ
προέλεγεν· Ὡς θρόνοι ἐτέθησαν, καὶ
παλαιὸς ἐκάθησε, καὶ τὰς τῶν Ἀγγέλων,
μυριάδας εἰσάγει, ἐν φόβῳ, παρεστώσας,
καὶ φωναῖς ἀσιγήτοις, βοώσας τῇ Τριάδι,
εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὁ τῷ
Πατρὶ καὶ Πνεύματι, ὁμοούσιος Λόγος ἑκών,
ὤφθη καὶ ἡμῖν, ἐκ τῆς Παρθένου σύμμορφος,
οὐ φύρας εἰς ἄλληλα, τὰ τῆς φρικτῆς ἑνώσεως·
εἷς γὰρ ὁ αὐτός, ἐν ἑκατέροις
δείκνυται, ἐν δύο ταῖς οὐσίαις, καὶ
μιᾷ, ὑποστάσει, ἧς νῦν τῆς ἐμφερείας,
τὸν τύπον προσκυνοῦμεν.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,
ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν
τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην
ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε
τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
ᾨδὴ
θ' ΤΟ ΑΚΟΥΤΕ
«Ὅρους παρῆλθες τῆς φύσεως, τὸν
Δημιουργὸν συλλαβοῦσα καὶ Κύριον, καὶ πύλη
σωτηρίας τῷ κόσμῳ
γέγονας· διὸ σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν».
Σὲ τὸν ἀρρήτως ἑνώσαντα,
τοῖς ἐπουρανίοις Χριστὲ τὰ ἐπίγεια,
καὶ μίαν Ἐκκλησίαν, ἀποτελέσαντα Ἀγγέλων
καὶ ἀνθρώπων, ἀκαταπαύστως μεγαλύνομεν.
Ἄγγελοί τε καὶ Ἀρχάγγελοι,
Θρόνοι, Ἐξουσίαι καὶ Κυριότητες, Ἀρχαί
τε καὶ Δυνάμεις, Χερουβὶμ καὶ Σεραφίμ, μετὰ
τῆς Θεοτόκου, ὑπὲρ τοῦ κόσμου ἱκετεύσατε.
Πάντων προστάται δεικνύμενοι Μιχαὴλ
σὺν τῷ, Γαβριήλ, ἐπισκέψασθε τοὺς ἐκ
πόθου τιμῶντας, τὴν πανέορτον ὑμῶν μνήμην,
καὶ πιστῶς ἀνυμνοῦντας, σῴζεσθε παντοίας
περιστασεως.
Θεοτοκίον
Λόγον ἐδέξω τὸν ἄναρχον, φύσιν
τὴν ἐμήν, ἀναπλάσαι βουλόμενον, καὶ
τοῦτον σαρκωθέντα, Παρθένε τέτοκας· διὸ σε
Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.
Κανὼν
δεύτερος
Κυρίως
Θεοτόκον ΤΟ ΑΚΟΥΤΕ
Νοσούντων καὶ πλεόντων, καὶ τῶν
ἐν ἀνάγκαις, πρὸς σωτηρίαν ὑπέρμαχοι ὤφθητε,
τῶν Ἀσωμάτων οἱ πρῶτοι, Μιχαὴλ καὶ
Γαβριήλ.
Δυνάμεων καὶ θρόνων, χοροῖς
συγχορεύων, ὡς Στρατηγὸς τῶν Ἀγγέλων καὶ
μύστης Θεοῦ, ὑπὲρ ἡμῶν τῷ Σωτῆρι, Γαβριὴλ πρέσβευε.
Ὡς φύλακες τοῦ κόσμου, καὶ
τῆς Ἐκκλησίας, καὶ Ταξιάρχαι τῶν ἄνω
Δυνάμεων, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα,
καθικετεύσατε.
Θεοτοκίον
Συμφώνως Θεοτόκε, Σὲ δοξολογοῦμεν,
ὅτι παθῶν καὶ κινδύνων λυτροῦσαι ἡμᾶς,
καὶ τὰς ἡμῶν ἱκεσίας, ἐπ' ἀγαθοῖς
ἐκπληροῖς.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος,
πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα,
τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ
βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ
ἀειπάρθενε.
Ἐξαποστειλάριον
Ἐν
πνεύματι τῷ Ἱερῷ
ΤΟ ΑΚΟΥΤΕ
Ὡς πρόμαχον καὶ πρύτανιν, τοῦ
βροτείου σε γένους, καὶ προνομέα ἄριστον, Ἀρχιστράτηγε
θεῖε, ἀνέδειξεν ὁ Ποιητής, καὶ Θεὸς
καὶ δόξῃ σε, τετίμηκεν ἀπορρήτως, τοῦ
προσφωνεῖν ἀνενδότως, τὸν τρισάγιον καὶ θεῖον,
ἐπινίκιον ὕμνον.
Ἕτερον
Γυναῖκες
ἀκουτίσθητε ΤΟ
ΑΚΟΥΤΕ
Ἀρρήτως πυρσευόμενος, ταῖς θεϊκαῖς
ἐλλάμψεσι, τῆς ὑπερφώτου Τριάδος, διέρχῃ
πᾶσαν τὴν κτίσιν, ὡς ἀστραπὴ Ἀρχάγγελε,
πληρῶν τὸ θεῖον πρόσταγμα, Μιχαὴλ ἀστραπόμορφε,
φρουρῶν φυλάττων καὶ σκέπων, τοὺς σὲ φαιδρῶς
ἀνυμνοῦντας.
Ἕτερον
Τοῖς
Μαθηταῖς ΤΟ
ΑΚΟΥΤΕ
Ἐξουσιῶν Δυνάμεων, Ἀρχαγγέλων
Ἀγγέλων, Κυριοτήτων Θρόνων τε, καὶ Ἀρχῶν
πρωτοστάτης, ὑπὸ Θεοῦ κατεστάθης, Ἀρχιστράτηγε
θεῖε, Μιχαὴλ ὑπερένδοξε· τῷ ἀστέκτῳ οὖν θρόνῳ,
παρεστηκώς, σκέπε φρούρει φύλαττε σῷζε πάντας,
τοὺς πίστει σε γεραίροντας, τὸν τοῦ κόσμου
προστάτην.
Θεοτοκίον
Τιμιωτέρα πέφυκας, Χερουβὶμ τῶν ἐνδόξων,
καὶ Σεραφὶμ Πανύμνητε, τῶν φρικτῶν ἀσυγκρίτως,
ἐνδοξοτέρα καὶ πάντων, τῶν Ἁγίων Ἀγγέλων,
ἁγιωτέρα Πάναγνε· τόν γὰρ Κτίστην τῶν
ὅλων, σωματικῶς, ἀπορρήτως τέτοκας Θεοτόκε,
ὃν αἴτησαι τοῖς δούλοις σου, λύτρον δοῦναι
πταισμάτων.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν
Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τρία,
δευτεροῦντες τὸ πρῶτον.
Ἦχος
α' Τῶν οὐρανίων ταγμάτων
ΤΟ ΑΚΟΥΤΕ
Τῶν οὐρανίων ταγμάτων ὡς
προεξάρχοντα, καὶ τῶν ἐν γῇ ἀνθρώπων,
ἰσχυρὸν σε προστάτην, φύλακα καὶ ῥύστην
ὑμνοῦμεν πιστῶς, Μιχαὴλ Ἀρχιστράτηγε,
καθικετεύοντες πάσης φθοροποιοῦ, ἀλγηδόνος ἡμᾶς
ῥύσασθαι. (Δίς)
Ὁ ταξιάρχης τῶν ἄνω θείων
Δυνάμεων, σήμερον συγκαλεῖται, τῶν βροτῶν τὰς
χορείας, μίαν σὺν Ἀγγέλοις φαιδρὰν ἑορτήν,
συγκροτῆσαι Συνάξεως, αὐτῶν τῆς θείας καὶ
ἅμα ὕμνον Θεῷ, ἀναμέλψαι τὸν τρισάγιον.
Ὑπὸ τὴν σκέπην τῶν θείων
ἡμᾶς πτερύγων σου, προσπεφευγότας πίστει, Μιχαὴλ
θεῖε νόε, φύλαττε καὶ σκέπε ἐν βίῳ
παντί, καὶ ἐν ὥρᾳ Ἀρχάγγελε, τῇ
τοῦ θανάτου σὺ πάρεσο βοηθός, ἡμῖν πᾶσιν
εὐμενέστατος.
Δόξα...
Ἦχος πλ. α'
Ὅπου ἐπισκιάσῃ ἡ χάρις
σου Ἀρχάγγελε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται
ἡ δύναμις· οὐ φέρει γὰρ τῷ φωτί σου προσμένειν, ὁ πεσὼν
Ἑωσφόρος· Διὸ αἰτοῦμέν σε τὰ πυρφόρα
αὐτοῦ βέλη, τὰ καθ' ἡμῶν κινούμενα ἀπόσβεσον,
τῇ μεσιτείᾳ σου λυτρούμενος ἡμᾶς, ἐκ
τῶν σκανδάλων αὐτοῦ, ἀξιΰμνητε Μιχαὴλ
Ἀρχάγγελε.
Καὶ
νῦν... Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,
καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος,
τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον,
τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν
ψυχῶν ἡμῶν.
Δοξολογία
μεγάλη, καὶ Ἀπόλυσις
Εἰς τὴν
Λειτουργίαν, Τὰ Τυπικά, καὶ ἀπὸ τῶν
Κανόνων ἡ γ' καὶ ς' ᾨδή.
Ἀπόστολος
Ἀδελφοί,
εἰ ὁ δι' Ἀγγέλων λαληθείς...
Εὐαγγέλιον
κατὰ Λουκᾶν
Εἶπεν ὁ
Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς, Ὁ ἀκούων
ὑμῶν ἐμοῦ ἀκούει...
Κοινωνικὸν
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ,
πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς
φλόγα. Ἀλληλούϊα.