Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Συμεών, τοῦ ἐν τῷ θαυμαστῷ ὄρει.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ
τοῦ Ἁγίου γ'.
Στιχηρὰ τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου
θαύματος ΤΟ
ΑΚΟΥΤΕ
Στήλην
γεγραμμένην ἔχουσαν, τὰς γενικὰς ἀρετάς, θεωρίαις
καὶ πράξεσι, Συμεὼν πανόλβιε, τὴν ψυχὴν ἀπετέλεσας,
τὰ τῆς σαρκὸς νικήσας σκιρτήματα, καὶ ζωηφόρον
ἀμφιασάμενος, νέκρωσιν Ὅσιε, καὶ φωστὴρ γενόμενος,
ἀειφανής, πάσης γῆς τοῖς πέρασι, λάμπεις
τῇ χάριτι.
Πόθῳ
τῷ θείῳ πτερούμενος,
ἔτι τὴν σάρκα φορῶν, καὶ τὸν χοῦν περικείμενος,
τοῖς Ἀγγέλοις γέγονας, προφανῶς ὁμοδίαιτος,
τῶν ἐπιγείων μὲν ἀφιστάμενος, πρός οὐρανοὺς
δέ, Πάτερ ὑψούμενος· ὅθεν ἐλήλυθας,
ἔνθα φῶς τὸ ἄδυτον, διηνεκῶς, θείαις ἀναβάσεσιν,
ἐπεκτεινόμενος.
Σάρκα
λεπτύνας ἀσκήσεσιν, ἀνωφερῆ τὴν ψυχήν,
καὶ Θεῷ πλησιάζουσαν, Συμεὼν ἀπέδειξας, καὶ
δοχεῖον τοῦ Πνεύματος, καὶ τῇ δυνάμει, τούτου
τὰ θαύματα, τὰ ὑπέρ φύσιν, τελεῖν ἠξίωσαι·
ἔνθα γὰρ πέφυκε, παντουργὸς ἐνέργεια, τὰ
ὑπὲρ νοῦν, πάντα καὶ διάνοιαν, διαπεραίνεται.
Δόξα... Ἦχος β'
Γερμανοῦ
Εἰς
ὄρος ὑψηλὸν συμβολικῶς, τὸ θαυμαστὸν ἀνελθών,
καὶ τὴν σεπτὴν Κιβωτὸν ὡς ἄδυτον ὑπελθών,
πρᾶξιν ἀρίστην, καὶ ἐπίβασιν θεωριῶν ἐπεδείξω,
τῇ μέν, τὸν βίον λαμπρύνας δεσμοῖς σιδηροῖς,
ὡς ὁρμίσκοις χρυσοῖς κοσμούμενος, τῇ δέ,
Θεὸν ὁρῶν τε καὶ ὁρώμενος, καὶ μόνος
μόνῳ προσλαλών, ὃν ἱκέτευε σεβάσμιε Συμεών,
ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Τῆς Ἑορτῆς
Εἰ τύχοι ἡ νηστεία τῶν
Ἀποστόλων
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος β' Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε,
ἡλιόμορφε ἀστήρ, χαῖρε ἡ αἰτία ἁπάντων,
καλῶν Πανάμωμε, χαῖρε ἡ χωρήσασα, Θεὸν ἀχώρητον,
ἡ τὸν στάχυν βλαστήσασα, τῆς ἀθανασίας,
χαῖρε θεῖον ὄχημα, πύλη ἡ πάμφωτος, χαῖρε,
ἡ ἀρᾶς ἀναιρέτις, τῆς προγονικῆς ἡμῶν,
χαῖρε, ἀγαθῶν ἡ πρόξενος ὑπάρχουσα.
Ἢ Σταυροθεοτοκίον
Βότρυν,
τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν
μήτρᾳ, ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας,
τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ἠλάλαζες, καὶ
ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, δι' οὗ
ἡ μέθη ἀρθῇ, πᾶσα, τῶν παθῶν εὐεργέτα,
δι' ἐμοῦ τῆς σὲ τετοκυΐας, σοῦ τὴν εὐσπλαγχνίαν
ἐνδεικνύμενος.
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς
Ἑορτῆς
Ἀπολυτίκιον, τοῦ
Ἁγίου
Ἦχος α'
Ὑπομονῆς
στῦλος γέγονας, ζηλώσας τοὺς προπάτορας Ὅσιε,
τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ
ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν ἀσωμάτων
πολιτείαν ὑπάρχων ἐν σώματι, Συμεὼν Πατὴρ
ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Καὶ τῆς Ἑορτῆς
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες τῆς Ἑορτῆς,
καὶ τοῦ Ἁγίου.
Κανὼν τοῦ Ἁγίου, οὗ
ἡ Ἀκροστιχίς.
Θαυμαστὲ μέλπω Συμεὼν
σοῦ τὴν χάριν.
(ἄνευ τῶν Θεοτοκίων)
Ἰωάννου Μοναχοῦ
ᾨδὴ α' Ἦχος πλ. δ'
Ἁρματηλάτην ΤΟ ΑΚΟΥΤΕ
Θεολογίας
ἀληθοῦς ὑπόθεσις, ἐστὶν ἡ μνήμη
σου, θαυματουργὲ Πάτερ, Συμεὼν καὶ ἔλλαμψις, τοῖς
συνελθοῦσιν ἅπασι, καθαραῖς ταῖς καρδίαις, ὑμνῆσαι
ταύτης τὸ μέγεθος, καὶ τὸν ἀξιάγαστον
βίον σου.
Ἀπὸ
φωνῆς τοῦ Βαπτιστοῦ καὶ ὄψεως, εὐηγγελίσθη
σου, ἡ εὐκλεὴς μήτηρ, καὶ σὲ εὐωδέστατον,
καὶ θεῖον καταγώγιον, παμμακάριστε Πάτερ, συνέλαβέ
τε καὶ τέτοκε, τῆς τρισυποστάτου Θεότητος.
Ὑπερφυῶς
δικαιοσύνης ὄχημα, θεοχαρίτωτον, ἐκ σπαργάνων Πάτερ,
μητρικῶν ἐσόμενον, προγνοὺς ὁ μέγας Πρόδρομος,
εὐωνύμου μαστοῦ σε, ἀπέχεσθαι ἐγκελεύεται,
καὶ τοῦ δεξιοῦ ἀποτρέφεσθαι.
Μυστικωτάτης
ἀπαρχὴν δεξάμενος, ζωῆς πανόλβιε, διὰ λουτροῦ
Πάτερ, τῆς ἀναγεννήσεως, τὴν δωρεὰν τοῦ
Πνεύματος, ἀπὸ βρέφους ἐνθέως, τῆς σῆς
ψυχῆς τὴν εὐπρέπειαν, ἔδειξας ἡλίου φαιδρότερον.
Θεοτοκίον
Πεποικιλμένη
ποικιλίᾳ χάριτος, θεοχαρίτωτε, τὸν τοῦ Πατρὸς
Λόγον, σάρκα χρηματίσαντα, δι' εὐσπλαγχνίαν ἄφατον,
ὑπὲρ νοῦν τε καὶ λόγον, εὐλογημένη γεγέννηκας,
μείνασα παρθένος ἀμόλυντος.
ᾨδὴ γ'
Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ
Ἁπαλῶν
ἐξ ὀνύχων, ἀγωνιστὴς ἄριστος, ἔφυς ἐραστής
τε, τοῦ θείου κάλλους διάπυρος· ὅθεν ἐν
μήτρᾳ σε, προεγνωκὼς ὁ Δεσπότης, Συμεὼν ἡγίασε,
Πάτερ ἀοίδιμε.
Σοφισθεὶς
ἐκ βραχείας, θαυματουργὲ ὅσιε, Πάτερ ἡλικίας,
τὴν ὄντως γνῶσιν τοῦ Πνεύματος, τὸν ἀκατάληπτον,
αὐτοπτικῶς ἠξιώθης, κατιδεῖν Δυνάμεσι περικυκλούμενον.
Τῆς
ψυχῆς τὰς αἰσθήσεις, ἐκ τῆς φρικτῆς ὅσιε,
Πάτερ ἐλλαμφθείς, θεωρίας, ξένην διάγνωσιν,
ἐκτήσω τῶν ἀγαθῶν, καὶ τῶν ἑτέρως
ἐχόντων, Συμεών, καὶ ἄπταιστον βίον διήνυσας.
Ἐμφανῶς
σοι παρέστη, ἀποσταλείς, Ἄγγελος, τὸν ἀγγελικόν,
θεοφόρε παρεγγυώμενος, βίον ἀσπάσασθαι, ἀγαλλομένῳ
ποδὶ δέ, τοῦ ὀφθέντος εἴπεσο, Πάτερ τοῖς
ἴχνεσι.
Θεοτοκίον
Νεκρωθέντα
με πάλαι, πρὸς τὴν ζωὴν Πάναγνε, πάλιν ἐπανήγαγες
μόνη, τὴν ἐνυπόστατον, ζωὴν γεννήσασα, ᾗ
προσβαλὼν διερράγη, προφανῶς ὁ θάνατος, ὁ δυσμενέστατος.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας
ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας
δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ
τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν
πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».
Κάθισμα Ἦχος α'
Τὸν τάφον Σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἐν
πέτρᾳ ῥιζωθείς, τῶν Χριστοῦ θελημάτων,
ὡράθης ἐπὶ γῆς, ἐγειρόμενος στῦλος,
στηρίζων ἐπιδείξεσιν, ἰαμάτων τὰ πέρατα·
ὅθεν πίστει σου, ἐπιτελοῦντες τήν μνήμην, φωτιζόμεθα,
ἀναβοῶντές σοι Πάτερ· Πρεσβείαις σου σῷζε
ἡμᾶς.
Καὶ τῆς Ἑορτῆς
Εἰ τύχοι ἡ νηστεία τῶν
Ἀποστόλων
Δόξα... Καὶ νῦν... Θεοτοκον
Ἦχος α' Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Προστάτιν
πρὸς Θεόν, κεκτημένοι σε πάντες, προστρέχομεν σεμνή,
τῷ ἁγίῳ ναῷ σου, αἰτούμενοι βοήθειαν,
παρὰ σοῦ Ἀειπάρθενε, ῥῦσαι οὖν ἡμᾶς,
τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον,
ἐκ καταδίκης φρικώδους, τοὺς σὲ μακαρίζοντας.
Ἢ Σταυροθεοτοκίον
Ὢ
θαύματος καινοῦ! ὢ φρικτοῦ μυστηρίου! ἐβόα
ἡ ἀμνὰς καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ
ὡς ἑώρακεν, ἁπλωθέντα τὸν Κύριον, ὁ
τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιφέρων, πῶς
κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, Σταυρῷ κατακρίνεται;
ᾨδὴ δ'
Σύ μου ἰσχύς,
Κύριε ΤΟ
ΑΚΟΥΤΕ
Μένειν
ἐντός, ἥκιστα κόσμου ὑπέμεινας, ἔτι Πάτερ,
ἔχων ὁδηγοῦσάν σε, τὴν τοῦ Θεοῦ, δύναμιν
Χριστόν, εἰς δὲ τὰς ἀβάτους, ἐρήμους
συνδιαιτώμενος, θηρσὶ συνανεστρέφου, ἀδεῶς παῖς
ὑπάρχων, καὶ τοῖς πόνοις εὐφραίνου τοῦ
σώματος.
Ἐπιπηδῶν,
ἔλαφος ὥσπερ τοῖς ὄρεσιν, ἐπεπόθεις, Πάτερ
θεορρύτους πηγάς, καὶ εὑρηκώς, ταύτας Συμεών,
τῆς θεοφιλίας, τὴν δίψαν προσανεπλήρωσας, ἐξ
ὧν θεολογίας, πεπωκὼς ἀναβλύζεις, τῷ προσώπῳ Χριστοῦ ὀπτανόμενος.
Λευχειμονῶν,
σὲ ὡσπερεὶ ἐπ' ὀχήματος, διεσκόπει, ὅσιε
φερόμενον τοῖς νοεροῖς, Πάτερ ὀφθαλμοῖς, στύλῳ
φωτεινῷ τε, παιδίῳ συνοδηγούμενον, ὁ θεῖος Ἰωάννης,
ἐφιστάμενος βάσει, πρὸ τῆς σῆς αὐτὸν
ἀναβάσεως.
Ποδηγηθείς,
Ἔνδοξε ὑπὸ τῆς χάριτος, τῆς δοθείσης,
σοι ὡς ἐκ δυνάμεως, εἰς θεουργὸν δύναμιν φοιτᾷς,
πρὸς τὴν Ἰωάννου, καλύβην τοῦ οὐρανόφρονος,
μεθ' οὗ τὴν τῶν ἀγώνων, ἀσπασίως παλαίστραν,
μετερχόμενος ὤφθης ὡς ἄγγελος.
Θεοτοκίον
Δαυϊτικῆς,
ἐκ βασιλίδος βλαστήσασα, συγγενείας, σὺ τὸν
βασιλεύοντα, τὸν πρὸ αἰώνων ἐκ τοῦ Πατρός,
Λόγον ἀπορρήτως, καὶ ὑπὲρ νοῦν ἀναλάμψαντα,
ἐγέννησας Παρθένε, Θεοτόκον· διὸ σε, θεοφρόνως
πιστοὶ μακαρίζομεν.
ᾨδὴ ε'
Ἴνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Ὡραιότητος
πλήρης, παῖς ὡς εὐπρεπέστατος, Πάτερ ὁ
Κύριος, ἐμφανῶς ἐπέστη, ἐν τῇ βάσει
τὴν στάσιν σοι ἔχοντι, καὶ ἀστράψας δόξαν,
ὑπομονῆς καθὼς ᾐτήσω, ἑαυτόν ἐπεδείκνυ
σταυρούμενον.
Συνεξέλαμψεν
αἴγλῃ, τῶν ἀποκαλύψεων ὁ θεῖος βίος
σου, ὧν τῷ θείῳ
μύρῳ εὐωδίας γενόμενος ἔμπλεως, τὰς ἀντικειμένας,
ἀθλητικῶς Θεοῦ θεράπον, τῶν δαιμόνων συνέκοψας
φάλαγγας.
Ὑψωθεὶς
θεωρίαις, θείαις Παμμακάριστε, νοῦ καθαρότητι, καὶ
πηγὴν σοφίας, ζωηφόρους ῥοὰς ἀναβλύζουσαν,
τὴν καρδίαν ἔχων, παρὰ Θεοῦ διδασκαλίαις, τὰς
ψυχάς τῶν συνόντων ἐφώτισας.
Θεοτοκίον
Ὁ
Θεοῦ Θεὸς Λόγος, ὁ πρὸ τῶν αἰώνων
Πατρὶ συννοούμενος, εὐσπλαγχνίας πλούτῳ, ἐν
γαστρί σου σκηνώσας ἑπτώχευσε, καὶ βροτὸς ἐφάνη,
ἐπὶ τῆς γῆς σάρξ χρηματίσας, Θεοτόκε Παρθένε
πανύμνητε.
ᾨδὴ ς'
Τὴν δέησιν ἐκχεῶ
πρὸς Κύριον ΤΟ
ΑΚΟΥΤΕ
Μετάρσιος
ὡς Μωσῆς ταῖς ἀρεταῖς, ὁ θεσπέσιος γενόμενος
Πάτερ, ἐφ' ὑψηλοῦ, στύλου νεύματι θείῳ,
προσεπιβὰς ὑπερήρθης τῷ πνεύματι, καὶ δύναμιν φωτιστικήν,
εἰληφὼς ὡς ἐκεῖνος δεδόξασαι.
Ἐκένωσεν
ἑαυτοῦ ὁ δυσμενής, τὴν βελῶν τῶν ψυχοφθόρων
φαρέτραν, μανιωδῶς, θεοφόρε τοξεύων, καὶ τῆς
ψυχῆς τὸν πύργον οὐκ ἔσεισε· τῇ πέτρᾳ
γὰρ τῇ ἀρραγεῖ, ἀραρότως Χριστοῦ ἐπεστήρικτο.
Ὡς
φέροντι εὐμαρῶς τοὺς ἱδρῶτας, τῆς ἀσκήσεως
θεσπέσιε Πάτερ, ἐπιτερφθείς, ὁ Δεσπότης σοι
ῥάβδον, παναλκεστάτην Χριστὸς ἐγχειρίζεται,
καὶ ταύτῃ σε τῶν ἀσθενῶν, θεραπεύειν τὰς
νόσους προτρέπεται.
Θεοτοκίον
Εἰδότες
συμβολικαῖς ἐμφάσεσι, τοῦ φρικτοῦ σου μυστηρίου
τὸ βάθος, ὅτι Θεόν, ἐν γαστρί σου συλλήψῃ,
οἱ θεηγόροι Προφῆται προήγγειλαν, Πανάμωμε, καὶ
νῦν ἡμεῖς, τὰς ἐκβάσεις ὁρῶντες
πιστεύομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν
δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ
ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ
ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι
ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τὰ
ἄνω ποθῶν, τῶν κάτω μεθιστάμενος, καὶ ἄλλον
οὐρανόν, τὸν στῦλον τεκτηνάμενος, δι' αὐτοῦ
ἀπήστραψας, τῶν θαυμάτων τὴν αἴγλην Ὅσιε,
καὶ Χριστῷ τῷ πάντων
Θεῷ, πρεσβεύεις ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη
τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ
ἐν τῷ θαυμαστῷ ὄρει.
Στίχοι
·
Θαυμαστὸν
ᾤκει πρὶν Συμεὼν γῆς ὄρος,
·
Πόλου
δὲ πανθαύμαστον οἰκεῖ νῦν ὄρος.
·
Εἰκάδι
ἔνθα νόες Συμεὼν μόλεν ἀμφὶ τετάρτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τῶν ἁγίων μαρτύρων Μελετίου τοῦ στρατηλάτου
καὶ τῶν σὺν αὐτῷ, Ἰωάννου, Στεφάνου,
Σεραπίωνος τοῦ Αἰγυπτίου, Καλλινίκου τοῦ μάγου,
κομήτων καὶ Τριβούνων δώδεκα, γυναικῶν τριῶν,
Μαρκιανῆς, Παλλαδίας καὶ Σωσάννης, νηπίων δύο,
Κυριακοῦ καὶ Χριστιανοῦ, καὶ τῶν σὺν αὐτοῖς
μαρτυρησάντων χιλιάδων ἕνδεκα καὶ διακοσίων ὀκτώ.
Τελεῖται δὲ ἡ σύναξις πάντων τούτων,
εἰς τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Πλάτωνος
τὸν εὑρισκόμενον εἰς τὰ προαύλια τὰ ὀνομαζόμενα
τοῦ Δομνίου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Οἱ τῆς Χαλδαίας
καμίνου ΤΟ
ΑΚΟΥΤΕ
Νεανικῷ
θεοφόρε, τῷ φρονήματι κόσμου τὴν ὄχλησιν, κενῆς
τε δόξης τὰς καταπτώσεις, φεύγων ἡσυχάζειν ἐπόθεις
ἐν πνεύματι, βοῶν ἀπαύστως· Εὐλογητός,
ὁ Θεός τῶν Πατέρων ἡμῶν.
Σταυροειδῶς
ἀνατείνων, τὰς παλάμας σου καὶ προσευχόμενος,
Χριστὸν ἐν δόξῃ μετὰ Ἀγγέλων, ὀφθαλμοφανῶς
θεοφόρε τεθέασαι, πρὸς τοῦτο ὄρος τὸ θαυμαστόν,
ἀναβῆναί σε προστάττοντα.
Οὐρανοδρόμῳ
τῇ γνώμῃ, ἐπειγόμενος Πάτερ τοῦ κίονος,
ἐκβὰς προθύμως σὺ τοῦ Δεσπότου, θείοις
πειθαρχήσας ἐντάλμασιν, ἔφθασας τὸ ὄρος τοῦτο,
ὁ θαυμαστῶς, θαυμαστόν αὐτὸς ὠνόμασας.
Ὑψηλοτάτην
κορυφήν, ἐπουράνιον ὥσπερ Παράδεισον, εὐωδεστάτοις
πεφυτευμένον, ἄνθεσι παντοίοις εὑράμενος, ᾤκησας,
μονὴν δὲ ταύτην θαυματουργέ, θεοχάρακτον κατέπηξας.
Θεοτοκίον
Ἐν
τῷ φωτὶ τοῦ Κυρίου, πορευόμενοι δεῦτε ὑμνήσωμεν,
τὴν θείαν πόλιν τοῦ Βασιλέως, τῶν βασιλευόντων,
Μαρίαν τὴν ἄχραντον, τὴν Θεοτόκον τὴν ἀληθῆ,
τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ η'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ταῖς
εὐαρμόστοις Ὅσιε, τῆς ψυχῆς σου δυνάμεσιν, ἡ
τρισσοφαὴς συγκατεκράθη ἔλλαμψις, ἐξ ἧς δᾳδουχούμενος,
ὡς ἐκ μιᾶς Θεότητος, ταύτης πρὸ τοῦ στύλου,
σοῦ τρισόλβιον οἶκον, ἐνδόξως ἐδομήσω,
καὶ τὴν ἄκτιστον σέβειν, ἐθέσπισας ἐν
τούτῳ, τριάδα εἰς αἰῶνας.
Ἡ
πανσθενὴς τοῦ Πνεύματος, τοῦ Ἁγίου ἐνέργεια,
σοὶ θεοειδῶς Παμμάκαρ ἐνσκηνώσασα, συντρέχειν
κεκίνηκεν, ἐκ τῶν περάτων ἅπαντας, τοὺς ὑπὸ
πνευμάτων, πονηρῶν μαινομένους, καὶ τούτους θεραπεύων
τῇ βαΐνῃ σου ῥάβδῳ, ἐδίδασκες·
Τὸν Κτίστην, ὑμνεῖτε εἰς αἰῶνας.
Νεανικῶς
τὸ φρόνημα, τῆς σαρκὸς καθυπέταξας, Πάτερ ἐν
νηστείαις, καὶ εὐχαῖς τῷ πνεύματι, γαστρός τε τὴν πύρωσιν,
ἀπεσβεκὼς ἠφάνισας, καὶ ὡς μὴ ἐσθίων,
ὑπέρ ἀνθρώπων ὤφθης, τροφῇ τῇ οὐρανίῳ,
διαιτώμενος μόνῃ· καὶ ταύτης τὸν δοτῆρα,
ὑμνῶν εἰς τοὺς αἰῶνας.
Χοροστασίαν
ἔνθεον, φοιτητῶν σοι θεσπέσιε, Πάτερ ἐγχειρίζεται,
Χριστὸς ὁ Κύριος οὓς πόθῳ δεξάμενος διδασκαλίαις
ἤλειφας, πρὸς τὸν ἐν ἀσκήσει, ἐπεκτείνεσθαι
δρόμον, μεθ' ὧν τὰς ἀναπαύσεις, τῶν νοσηλευομένων,
τελῶν ἐδοξολόγεις, αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὑπὲρ
ἡμῶν δυσώπησον, τὸν Υἱόν σου καὶ Κύριον,
τῶν εἰλικρινῶς, καὶ καθαρῶς βοώντων σοι·
καὶ σὲ Θεομήτορα ὁμολογούντων Πάναγνε, τῶν
ἁμαρτημάτων, αἰτουμένη τὴν λύσιν, τυχεῖν
τε σωτηρίας, τοὺς πιστῶς μελῳδοῦντας· Λαὸς
ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως
κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν
ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι,
περισωθέντας τούτους ἰδών, Τὸν Δημιουργὸν καὶ
Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε,
ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας».
ᾨδὴ θ'
Ἔφριξε πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ
Ἄρτοις
ὀλίγοις Συμεών, τὸν χορτάσαντα πληθὺν πολυάνθρωπον,
Χριστὸν τρισόλβιε, ταῖς προσευχαῖς σου ἐκμειλιξάμενος,
τοὺς ἐν τῇ μάνδρᾳ κενοὺς σιτῶνας ἐπλήρωσας,
ταῖς εὐλογίαις σου, καὶ ἐκ πείνης ἐλυτρώσω
τὴν ποίμνην σου.
Ῥήμασι
Μάρθας τῆς σεμνῆς, καὶ ὁσίας σου μητρὸς
Παμμακάριστε, ἱκετηρίοις σε, προσλιπαρούσης ἐκδυσωπῆσαι
Χριστὸν οὐκ ἀπηξίωσας αὐτῆς, πληρῶσαι
τὴν αἴτησιν, καὶ θεουπόλεως, τὴν θεήλατον ὀργὴν
ἀπελήλακας.
Ἴδες
τὸ πέρας Συμεών, τῶν ἀγώνων σου λυθεὶς
ἐκ τοῦ σώματος τὴν ὑπεράρρητον, ἐν τοῖς
ὑψίστοις παμμάκαρ θέωσιν πρὸς ἣν ἐνθένδε
ἀναπτάς, ἀγάλλῃ τῷ πνεύματι, κατοπτριζόμενος δι' αὐτῆς
τὴν τρισυπόστατον ἔλλαμψιν.
Θεοτοκίον
Ναὸς
σὺ γέγονας Θεοῦ, τὸν ἀχώρητον ἐν μήτρᾳ,
χωρήσασα καὶ τὸν πρὶν ἄσαρκον, σεσαρκωμένον
Λόγον γεννήσασα, ὃν ἐκδυσώπησον Ἁγνή,
πταισμάτων συγχώρησιν, πᾶσι δωρήσασθαι, τοῖς ἐν
πίστει σε ἀεὶ μεγαλύνουσιν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε
πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκαταβασιν,
ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ
σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος·
διὸ τήν ἄχραντον Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».
Ἐξαποστειλάριον
Φῶς ἀναλλοίωτον
Λόγε ΤΟ
ΑΚΟΥΤΕ
Ἐκ
τῆς ἐρήμου ἀστράψας, τὴν οἰκουμένην
φωτίζεις, τῶν μοναζόντων τὰ πλήθη, ἀγάλλονται
τῇ σῇ μνήμῃ· Ὦ Συμεὼν θεοφόρε, μὴ
διαλίπῃς, ὑπὲρ τοῦ κόσμου πρεσβεύων.
Καὶ τῆς Ἑορτῆς
Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.