Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θαλλελαίου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ
τοῦ Ἁγίου γ'.
Στιχηρὰ τοῦ Ἁγίου
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ὄμβροις
τῶν αἱμάτων σου, μεγαλομάρτυς Θαλλέλαιε, ἀθεΐας
τὴν κάμινον, ἐνθέως κατέσβεσας νῦν δὲ
τῶν θαυμάτων, ῥείθροις ἀπελαύνεις, πάθη
ποικίλα καὶ πιστοῖς, ῥῶσιν παρέχεις ἐν
θείᾳ χάριτι· διὸ τὴν θείαν μνήμην
σου, περιχαρῶς ἑορτάζομεν, καὶ τὴν κόνιν τοῦ
σώματος, ἱερῶς προσπτυσσόμεθα.
Θαλλὸν
σε κατάκαρπον, θείας ἐλαίας γνωρίσαντες, ἀθλοφόρε
Θαλλέλαιε, ἐλαίῳ τῶν πόνων σου, καὶ τῶν
ὑπὲρ φύσιν θαυματουργημάτων, ἱλαρυνόμεθα σαφῶς,
τὸν ἐπὶ πάντων Θεὸν δοξάζοντες, μεγάλως
σε δοξάσαντα, ὑπὲρ αὐτοῦ ὡς ἀθλήσαντα,
καὶ τῆς πλάνης τὸ φρύαγμα, παντελῶς ἀφανίσαντα.
Πελάγει
ῥιπτούμενος, καὶ ταῖς σανίσιν εἱλούμενος,
καὶ εὐτόνως ξεόμενος, μένεις ἀταπείνωτος,
τοῦ Χριστοῦ σε μάκαρ, ἐπενδυναμοῦντος, ἀνδρειοτάτῳ
λογισμῷ, πονηροτάτῳ φθόνῳ μαχόμενον, Θαλλέλαιε
μακάριε, τῶν Ἀσωμάτων ὁμότιμε, ἀθλοφόρων
συνόμιλε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν...
τῆς Ἑορτῆς
Εἰ τύχοι ἡ νηστεία τῶν
Ἀποστόλων
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος δ' Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸν
ῥύπον ἀπόσμηξον, τῆς ταλαιπώρου καρδίας
μου, Θεοτόκε πανύμνητε, καὶ πάντα τὰ τραύματα,
καὶ τὰ ἕλκη ταύτης, τὰ ἐξ ἁμαρτίας,
ἐναποκάθαρον Ἁγνή, καὶ τοῦ νοός μου στῆσον
τὸ ἄστατον, ὅπως τὴν δυναστείαν σου, καὶ τὴν
μεγάλην ἀντίληψιν, μεγαλύνω ὁ ἄθλιος, καὶ
ἀχρεῖος οἰκέτης σου.
Ἢ Σταυροθεοτοκίον
Σταυρούμενον
βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ
λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον,
ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου, τὶ
σοι ἀχάριστος λαός, ἀνταποδίδωσιν ὧν πεποίηκας,
καλῶν αὐτοῖς, καὶ σπεύδεις με, ἀτεκνωθῆναι
παμφίλτατε; Καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον
σταύρωσιν.
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς
Ἑορτῆς.
Ἀπολυτίκιον τῆς
Ἑορτῆς
Ἀπολυτίκιον
Ἦχος δ' Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ὁ
Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ,
τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ
σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν
ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε
καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ
ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς
ψυχὰς ἡμῶν.
Καὶ Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες τῆς Ἑορτῆς,
καὶ τοῦ Ἁγίου.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ
ἡ Ἀκροστιχίς.
Τὸν Θαλλέλαιον εὐφημεῖν
θέμις.
Ποίημα. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος δ'
Τῷ ὁδηγήσαντι ΤΟ ΑΚΟΥΤΕ
Ταῖς
ὑπερφώτοις ἀκτῖσι, τοῦ παντουργοῦ Πνεύματος,
καταλαμπόμενος ἀεί, τοὺς τὴν φωσφόρον σου πάντοτε,
ἐπιτελοῦντας πανήγυριν φώτισον, τοῦ μεγαλύνειν
σε πιστῶς, Μάρτυς Θαλλέλαιε.
Ὀχυρωθεὶς
εὐσεβείᾳ, καὶ κρατυνθεὶς χάριτι, τοῦ πανοικτίρμονος
Θεοῦ, γενναιοφρόνως Θαλλέλαιε, πρὸς τοὺς ἀγῶνας
ἐχώρησας, καὶ ἔλυσας τὰ ὀχυρώματα ἐχθροῦ,
νίκην ἀράμενος.
Νέος
τὸ σῶμα ὑπάρχων ταῖς δὲ φρεσὶ τέλειος,
θεογνωσίαν ἀληθῆ καθάπερ ἥλιος ἔλαμψας, εἰδωλικῆς
ματαιότητος ζόφωσιν, ἀποσεισάμενος σαφῶς, Μάρτυς
Θαλλέλαιε.
Θεοτοκίον
Κυριοτόκε
Παρθένε, τῶν εὐσεβῶν καύχημα, ἡ τῶν Ἀγγέλων
χαρμονή, Χριστιανῶν τὸ διάσωσμα, ἁμαρτανόντων
ἐξίλασμα, γέφυρα ἐκ γῆς μετάγουσα τοὺς
πιστούς, σῷζε τοὺς δούλους σου.
ᾨδὴ γ'
Ὁ στερεῶν βροντὴν ΤΟ ΑΚΟΥΤΕ
Θαυματουργεῖς
ἐξαίσια Παμμάκαρ, καιρῷ τῷ τῆς ἀθλήσεως·
τοῦ γὰρ τυράννου ἀνηλεῶς, σὲ κολάζειν
προθεμένου, αἱ τούτου χεῖρες ὤφθησαν, ξηραὶ
καὶ ἀνενέργητοι.
Ἀποσκοπῶν
πρὸς μόνον τὸν Δεσπότην, τὸν νίκην σοι παρέχοντα,
οὐ παρετράπης τῆς ἀληθοῦς Ἀθλητὰ ὁμολογίας,
ἀλλ' ἀκλινὴς διέμεινας, ἐκπλήττων καὶ
τοὺς ἄφρονας.
Λόγῳ
ζωῆς καὶ ἔργων ἐπιδείξει, Ἀλέξανδρον ἐζώγρησας,
καὶ τόν, Ἀστέριον Ἀθλητά, καὶ Θεῷ
τῷ εὐεργέτῃ, πανευκλεεῖς παρέστησας, Θαλλέλαιε
μάρτυρας.
Θεοτοκίον
Λάμψον
μοι φῶς Παρθένε μετανοίας· ἐν σκότει γὰρ
κατάκειμαι, τῆς ἁμαρτίας φρενοβλαβῶς, καὶ παράσχου
μοι τὴν λύσιν, τῶν ἐπταισμένων ὅπως σε, δοξάζω
πανάμωμε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ
στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, στερέωσόν
με Κύριε, ἵνα ὑμνῶ σε εἰλικρινῶς, καὶ
ποιῶ τὸ θέλημά σου· ὅτι οὐκ ἔστιν
Ἅγιος ὡς σὺ ὁ Θεὸς ἡμῶν».
Κάθισμα Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν
τῷ Σταυρῷ ΤΟ
ΑΚΟΥΤΕ
Φωτοειδὴς
ἀναδειχθεὶς ἀθλοφόρος, τῆς ἀθεΐας σκοτασμὸν
ἀπεκρούσω, καὶ πρὸς ποινὰς καὶ θάνατον
ἐχώρησας· ὅθεν διανύσας σου τοὺς γενναίους
ἀγῶνας, μέγιστον ἀντέλαβες, κληρουχίαν καὶ
δόξαν, τὴν μηδαμῶς γενναῖε ἀθλητά, παρερχομένην,
Θαλλέλαιε ἔνδοξε.
Καὶ τῆς Ἑορτῆς
Εἰ τύχοι ἡ νηστεία τῶν
Ἀποστόλων
Δόξα... Καὶ νῦν... Θεοτοκον
Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ
Σταυρῷ ΤΟ
ΑΚΟΥΤΕ
Τοῦ
εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, καὶ ἐξαιτεῖσθαι
ἐκτενῶς Θεοτόκε, τὰ σὰ ἐλέη Δέσποινα
τοὺς δούλους σου, κράζοντας καὶ λέγοντας· Παναγία
Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν
ἀοράτων, καὶ ὁρατῶν καὶ πάσης ἀπειλῆς·
σὺ γὰρ ὑπάρχεις ἡμῶν ἡ ἀντίληψις,
Σταυροθεοτοκίον
Τῇ
ἐν Σταυρῷ σου Ἰησοῦ ἀνυψώσει, συνανυψώθη
τῶν βροτῶν ἡ οὐσία, ἡ δὲ Παρθένος
ἔκλαιε βοῶσα μητρικῶς· Τὶ σοι ἀνταπέδωκε,
τῶν Ἑβραίων Υἱέ μου, δῆμος ὁ ἀχάριστος,
ὁ πολλῶν σου θαυμάτων, ἐπαπολαύσας, ἄναρχε Θεὲ;
Δόξα τῷ θείῳ Σταυρῷ καὶ τῷ πάθει
σου.
ᾨδὴ δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἐν
θαλάσσῃ ἀπορριφείς, δυνάμει θείᾳ οὐκ
ἐβυθίσθης, ἀσεβεῖς δὲ κατεπόντισας, τῷ
βυθῷ Θαλλέλαιε, τῶν ἱερῶν αἱμάτων σου
Μάρτυς σοφέ.
Λαμπροφόρος
ταῖς θεϊκαῖς, Μάρτυς ἀστράπτων φωτοχυσίαις,
ἐπεφάνης τῷ δικάζοντι, διελέγχων ἔνδοξε, τὴν
ζοφερὰν δυσσέβειαν τούτου τρανῶς.
Ἁγιώτατόν
σε ναόν, καὶ οἶκον τῆς τρισηλίου δόξης, γεγονότα
Μάκαρ ἔγνωμεν, ναούς τε καὶ ξόανα, τῶν πονηρῶν
δαιμόνων συντρίψαντα.
Θεοτοκίον
Ἱεροὶ
Προφῆται, τὴν σὴν λοχείαν πάλαι προανεφώνουν,
ὄρος μέγα καὶ κατάσκιον, Πύλην τε καλοῦντές
σε, δι' ἧς Κύριος μόνος Ἁγνὴ διώδευσεν.
ᾨδὴ ε'
Ἀνάτειλόν μοι
Κύριε ΤΟ
ΑΚΟΥΤΕ
Οἱ
πόνοι σου μακάριε, εὐῶδες ὡς θυμίαμα, τῷ
Εὐεργέτῃ προσηνέχθησαν, τὴν ἄπονον ἐντεῦθεν,
βασιλείαν Ἅγιε, καὶ ζωὴν κεκλήρωσαι, μετὰ πάντων
ἐκλεκτῶν.
Ναμάτων
θείων ἔμπλεως, ὑπάρχων τῶν τοῦ Πνεύματος,
ψυχὰς φλεχθείσας, φλογμῷ τῆς ἀσεβείας, καὶ
πρὸς ὕδωρ Ἔνδοξε, τὸ τῆς ἀναπαύσεως, καθωδήγησας
σαφῶς.
Ἐλαία
ὡς κατάκαρπος, ἐν οἴκῳ τοῦ Θεοῦ ἡμῶν,
Μάρτυς Θαλλέλαιε πεφύτευσαι, ἐλαίῳ εὐσεβείας,
πάντων ἱλαρύνουσα, τὰς καρδίας πάνσοφε, καὶ
τὰ πρόσωπα ἀεί.
Θεοτοκίον
Υἱοὺς
φωτὸς ἀπέδειξας, τοὺς σκοτισθέντας πάθεσι, Πατρὸς
ἀπαύγασμα κυήσασα, Χριστὸν τὸν φωτοδότην, Παναγία
Δέσποινα· διὰ τοῦτο πόθῳ σε, μακαρίζομεν
ἀεί.
ᾨδὴ ς'
Ζάλη με λογισμῶν ΤΟ ΑΚΟΥΤΕ
Φάλαγγας
δαιμόνων ἐτροπώσω, συνεργοὺς Θαλλέλαιε, ἁγίους
ἔχων Ἀγγέλους, ἐν καιρῷ τῶν ἀγώνων
σου σοφέ, δι' ὧν στεφανηφόρος, ἀναδειχθεὶς δόξης
ἔτυχες.
Ἡ
φύσις τῶν ἀλόγων ἐπιγνοῦσα, τοῦ Λόγου
σε Μάρτυρα, ὁρμὴν τὴν ἄλογον φεύγει, καὶ
τιμᾷ σε ἐν λόγῳ εὐσεβεῖ, ἐν μέσῳ
τοῦ σταδίου, ἀγωνιζόμενον ἔνδοξε.
Μέγιστα
ἐπὶ σοὶ θαύματα βλέπων, ὄχλος ὁ παράνομος,
τελούμενα παραδόξως, καταβάλλεται νεύσει θεϊκῇ, Θαλλέλαιε
καὶ φέγγος, θεογνωσίας εἰσδέχεται
Θεοτοκίον
Ἔλυσας
τῶν δεσμῶν με τῆς ἁμαρτίας, τεκοῦσα τὸν
Κύριον, τὸν λύσαντα τὰ τοῦ ᾍδου Θεοτόκε,
βασίλεια Ἁγνή, καὶ πάντας συνδεσμοῦντα πρὸς
τὴν οἰκείαν ἐπίγνωσιν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ζάλη
με λογισμῶν καταλαβοῦσα, εἰς βυθὸν καθέλκει με, ἀμέτρων
ἁμαρτημάτων· ἀλλὰ σὺ Κυβερνήτα ἀγαθέ,
προφθάσας διάσωσον, ὡς τὸν Προφήτην, καὶ σῶσόν
με».
Κοντάκιον Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῶν
Μαρτύρων σύναθλος, ἀναδειχθεὶς καὶ ὁπλίτης,
στρατιώτης ἄριστος, τοῦ Βασιλέως τῆς δόξης,
γέγονας διὰ βασάνων καὶ τιμωρίας, ἔπαρσιν εἰδωλολατρῶν
καταπατήσας· διὰ τοῦτο τὴν σεπτήν σου, ὑμνοῦμεν
μνήμην σοφὲ Θαλλέλαιε.
Συναξάριον
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη
τοῦ Ἁγίου Μάρτυρος Θαλλελαίου.
Στίχοι
·
Ἀκέστορι
τμηθέντι τῷ Θαλλελαίῳ.
·
Θεὸς
βοτάνην πρὸς λύσιν πέμπει πάθους.
·
Εἰκοστῇ
Θαλλέλαιος τὴν κεφαλὴν ἀπεκάρθη.
Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀσηλᾶ,
ὅστις ἐν ποταμῷ ῥιφείς, τελειοῦται.
Οἱ τρεῖς ὅσιοι καὶ θεοφόροι πατέρες
ἡμῶν Νικήτας, Ἰωάννης καί, Ἰωσήφ,
οἱ κτίτορες τῆς ἐν Χίῳ Ἱερὰς καὶ
βασιλικῆς Νέας Μονῆς, ἐν εἰρήνῃ τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ
καὶ μετακομιδὴ τοῦ λειψάνου τοῦ ἐν ἁγίοις
πατρὸς ἡμῶν Νικολάου Μύρων τῆς Λυκίας
τοῦ θαυματουργοῦ.
Ὁ ὅσιος πατὴρ ἡμῶν Θαλάσσιος
ἐν εἰρήνῃ τελειοῦται.
Ὁ ὅσιος Μᾶρκος ὁ ἐρημίτης
ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Εὐλογητὸς εἶ
ὁ Θεὸς ΤΟ
ΑΚΟΥΤΕ
Ἵστατο
μέσον τῆς φλογός, τῶν πειρασμῶν ὡς οἱ
Παῖδες, τὴν θείαν δρόσον ἐξ ὕψους Ἔνδοξε,
δεχόμενος σαφῶς, καὶ τὸν ἐπὶ πάντων Θεὸν
δοξολογῶν.
Νέος
ὡς ἄλλος Δανιήλ, μέσον λεόντων ἐβλήθης,
τῆς τούτων βλάβης οὐδόλως χάριτι, τῇ θείᾳ
μετασχών, μάρτυς ἀθλοφόρε Θαλλέλαιε.
Θαυματουργίαις
τοὺς πιστούς, νόσων παντοίων λυτροῦσαι, τὰς
τῶν δαιμόνων ἐλαύνων φάλαγγας, καὶ λύων
πειρασμῶν, ταῖς σαῖς ἱκεσίαις Μαρτύρων καλλονή.
Θεοτοκίον
Εἰς
τὴν βοήθειαν ἡμῶν, θεοχαρίτωτε Κόρη, σὲ
δυσωποῦμεν θερμῶς, ἀνάστηθι καὶ λύτρωσαι ἡμᾶς,
πειρασμῶν αἰωνίων καὶ πάσης ἀπειλῆς.
ᾨδὴ η'
Ἐν φλογὶ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Μίαν
φύσιν μίαν θέλησιν, καὶ βουλὴν καὶ ἰσχὺν
Ἔνδοξε, Τριάδος θείας καταγγέλλων εὐσεβῶς, πολύθεον
ἐμφρόνως, καθεῖλες βλασφημίαν, καὶ πόνους ὑπομείνας
πολλούς, μεγάλως ἐδοξάσθης.
Ἱερεῖον
ὥσπερ ἄμωμον, τῷ τυθέντι ἀμνῷ ἅγιον, σὺ
προσηνέχθης τῇ τοῦ ξίφους ἐκτομῇ, καὶ
ἔκτεινας τὸν ὄφιν, τὸν πρὶν ἐν Παραδείσῳ,
παρακοῆς θανάτῳ Ἀδάμ, καὶ Εὔαν ἀνελόντα.
Συγχορεύουσι
τῇ μνήμη σου, τοῖς πιστοῖς ἀθληταὶ Ὅσιοι,
Ἀγγέλων δῆμοι, Ἀποστόλων Προφητῶν, μεθ´ ὧν τὰς οὐρανίους,
κληρούμενος σκηνώσεις, μὴ παύσῃ ὑπὲρ πάντων
ἡμῶν, πρεσβεύων ἀθλοφόρε.
Θεοτοκίον
Ἱλασμὸν
τῶν ἐπταισμένων μοι, Παναγία ἁγνὴ αἴτησαι,
καὶ δὸς μοι χεῖρα ἐν πελάγει τῶν δεινῶν,
δεινῶς χειμαζομένῳ, ἵνα σε μακαρίζω, καὶ πιστῶς
κηρύττω τήν σήν, βεβαίαν προστασίαν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν
φλογὶ πυρὸς παρίστανταί σοι, Χερουβὶμ Σεραφὶμ
Κύριε, καὶ πᾶσα κτίσις ὕμνον ᾄδει σοι τερπνόν·
Ὑμνεῖτε εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν
τὸν μόνον δημιουργόν, εἰς πάντας τοὺς αἰῶνας».
ᾨδὴ θ'
Παρθενομάρτυς πολύαθλος ΤΟ ΑΚΟΥΤΕ
Ὡς
καθαιρέτην τῆς πλάνης σε, ὡς θεῖον ναὸν τοῦ
θείου Πνεύματος, σήμερον ἀνευφημοῦμεν Σοφέ,
τοὺς μακαρίους σου πόνους, τὰ τίμια στίγματα,
καὶ τὴν κόνιν, τῶν λειψάνων ἀσπαζόμενοι.
Σαρκὸς
ἡμῶν τὰ νοσήματα, ψυχῆς τε τὰ δυσίατα
τραύματα, ἴασαι τῶν ἰαμάτων χάριν πλουτήσας,
Μάρτυς τοῦ Χριστοῦ, καὶ τῆς αἰωνίου ῥυσθῆναι
κολάσεως, τοὺς τιμῶντάς σε, δυσώπει τὸν φιλάνθρωπον.
Ἡ
γῆ χυθέν σου τὸ αἷμα, ἐδέξατο τὸ τίμιον
Θαλλέλαιε, καὶ γέγονε πηγὴ ἰάσεων, ἐν
ᾗ προστρέχοντες πιστοί, τῶν δεινῶν λυτροῦνται,
Χριστὸν μεγαλύνοντες, καὶ συμφώνως σε τιμῶντες μακαρίζουσι.
Θεοτοκίον
Φωτὸς
δοχεῖον γεγένησαι Παρθένε, καὶ θρόνος τοῦ Παντάνακτος
ἄχραντε, ἐν ᾧ καθίσας τοῦ παλαιοῦ, πτώματος
ἤγειρεν ἡμᾶς, καὶ τῇ συνεδρίᾳ τῇ
θείᾳ ἐτίμησε, τούς ἐν πίστει καὶ
πόθῳ σε μεγαλύνοντας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παρθενομάρτυς
πολύαθλος, Παρθένον Μητέρα πολύΰμνητον, σήμερον ἐν
τῷ αὐτῆς νυμφῶνι, ἐπιδημοῦσαν ξεναγεῖ,
νυμφοστόλοι πάντες χορεύσωμεν πάτρια, εὐσεβῶς
τήν Βασιλίδα μεγαλύνοντες».
Ἐξαποστειλάριον τῆς
Ἑορτῆς
Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.