Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ
Μνήμη τῶν Ἁγίων Ἀποστόλων
Ἀνδρονίκου καὶ Ἰουνίας, καὶ Μνήμη τοῦ
ἐν Ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου
ἐπισκόπου Χριστιανουπόλεως.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν
τὸ Μακάριος ἀνήρ.
Στιχηρὰ τῶν Ἀποστόλων
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου
θαύματος ΤΟ
ΑΚΟΥΤΕ
Λόγῳ
τὴν ἄλογον ἔπαυσας, τῆς ἀθεΐας φθοράν,
ὡς τοῦ Λόγου ὑπήκοος, καὶ κλεινὸς διάκονος,
καὶ φωστὴρ διαυγέστατος, τῆς οἰκουμένης, θεομακάριστε·
διὸ σε λόγοις, θείοις δοξάζομεν, καὶ τὴν ἁγίαν
σου, μνήμην ἑορτάζομεν, περιχαρῶς, αἴνεσιν προσάγοντες,
τῷ Παντοκράτορι.
Παῦλος
ὁ θεῖος Ἀπόστολος, θείοις ἐπαίνοις ἡμᾶς,
ἐκθειάζων λαμπρότατα, τοῖς πιστοῖς παρίστησι,
τὴν ὑμῶν γενναιότητα, πρὸ τούτου λέγων,
ἀποδειχθῆναι ἡμᾶς, Θεοῦ τοῦ Λόγου, μαθητὰς
πάνσοφοι, καὶ συγγενεῖς αὐτοῦ, Ἰουνία
πάνσοφε, ὡς ἀληθῶς, μάκαρ τε Ἀνδρόνικε,
Θεοῦ θεράποντες.
Πᾶσαν
ἱερῷ κηρύγματι, φωταγωγοῦντες τὴν γῆν, τὴν
ἀχλὺν ἀπελάσατε, τὴν τῆς ματαιότητος,
καὶ πρὸς φῶς ὡδηγήσατε, θεογνωσίας, τοὺς
ἐνυπάρχοντας, ἐν σκότει πάλαι, τῆς ἀθεότητος,
θεῖοι Ἀπόστολοι, ὁδηγοὶ σωτήριοι, καὶ
πρεσβευταί, πάντων τῶν πιστῶς ὑμᾶς, τιμώντων
πάντοτε.
Ἦχος β'
Ποίοις εὐφημιῶν ΤΟ ΑΚΟΥΤΕ
Πάντες
οἱ εὐσεβεῖς σήμερον, ἀνυμνήσωμεν τὸν Ἱεράρχην,
τὸν ἀθανασίας ἐπώνυμον, καὶ Ἀθανασίου
ἐφάμιλλον, Χριστιανουπόλεως ποιμένα. Δοχεῖον λαμπρὸν
γενόμενον τοῦ Πνεύματος, τὸ σῶμα σὺν τῇ
ψυχῇ ἀποκαθάραντα, τῆς τῶν παθῶν τρικυμίας,
Ὅθεν ἠξιώθη, ἀενάως θαυματουργεῖν, Χριστῷ
παριστάμενος, τῷ σώσαντι τὰς ψυχάς ἡμῶν.
Δεῦτε
ἐν ἱεροῖς μέλεσι, καταστέψωμεν τὴν θείαν
Κάραν, εὐωδίας οὖσαν ἀνάπλεων, καὶ πάμπολλα
θαύματα βρύουσαν, καὶ πιστοὺς κινδύνων λυτρουμένην,
βοῶντες· Σὲ ἀνυμνοῦμεν παντοδύναμε, προστάτην
καὶ ἀρωγὸν ἡμῖν ἐκφήναντα, τὸν Ἀθανάσιον
ὄντως, οὗ τὸ θεῖον σκῆνος, εὐωδίας πολλῆς
πληροῖς, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἔχων
τὸ μέγα ἔλεος.
Θαῦμα
ἐκπληκτικὸν γέγονε, καὶ κατέπληξε τοὺς τολμητίας,
τοὺς βεβήλους χεῖρας ἐκτείνοντας, καὶ τὰ
λείψανά σου συλήσαντας. Ἐκλονίσθη πᾶσα ἡ
οἰκία, καὶ κρότος, φρικτὸς καὶ μέγας καὶ
παννύχιος, σὲ ζῶντα καὶ μετὰ θάνατον ἀπέδειξε.
Καὶ οἱ αὐτόπται νῦν ζῶσιν· οὗτοι
μαρτυροῦσιν, ὅτι σὺ εἶ θαυματουργὸς κλεινὲ Ἀθανάσιε.
Εὐχαῖς σου πάντες σωθείημεν.
Πόθῳ
θεοτερπεῖ σήμερον, ἀσπασώμεθα τὸ θεῖον σκῆνος,
τοῦ ἀξιαγάστου Πατρὸς ἡμῶν, Ἀθανασίου
τοῦ μάκαρος, τοῦ κρουνοῖς δακρύων καθαρθέντος,
τὸ μέγα τῆς Γορτυνίας ἐγκαλλώπισμα, καὶ
θεῖον Μονῆς Προδρόμου στῦλον ἄσειστον, τῆς εὐποιΐας
τὸν πλοῦτον, τὸν ἀεὶ δηλοῦντα, ἀγανάκτησιν
τοῦ Θεοῦ, τριγμῷ τῆς σῆς λάρνακος, τιμῶμέν
σε Ἀθανάσιε.
Δόξα... Ἦχος πλ.
α'
Ὡς
θαυμαστά σου τὰ ἔργα Χριστέ! Ἀνέδειξας ἐν
τοῖς ἐσχάτοις χρόνοις, θαυματουργὸν τὸν Ἱεράρχην
σου Ἀθανάσιον. Σὲ γὰρ τὸν βαρύτιμον ποθήσας
μαργαρίτην, τόν πλοῦτον καὶ τὴν δόξαν, σκύβαλα
ἑλογίσατο. Καὶ τοῖς ἴχνεσί σου ἀκολουθῶν,
πνεῦμα καὶ σῶμα ταῖς
ἀρεταῖς ἀπεθέωσεν. Ὅθεν τό “ἐπίβλεψον Κύριε″ ἐκφωνῶν,
λαμπρότατον ἄστρον, πρὸ τοῦ στόματος αὐτοῦ
ἑωρᾶτο. Τὴν δ' ὁλολύζουσαν γοερῶς, ἐπὶ
τοῦ θείου λειψάνου, νεκρῶς τὴν χεῖρα ὕψωσε,
καὶ ταύτην ηὐλόγησε. Μεγαλουργὲ Ἀθανάσιε,
πρέσβευε τοῦ ῥυσθῆναι ἡμᾶς, ἐκ τῶν
βελῶν τοῦ Βελίαρ, καὶ σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Καὶ νῦν... Τῆς Ἑορτῆς
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ
Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. 10, 7 & 3, 13-16 & ἐκλογὴ)
Μνήμη δικαίου μετ' ἐγκωμίων,
καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ,
Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός,
ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι,
ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα
δὲ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται
αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστὸς ἐστι
πᾶσι τοῖς ἐγγίζουσιν
αὐτήν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς
ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης
φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα·
σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος,
ὃς τὰς ἐμὰς ὁδούς φυλάξει. Αἱ γὰρ
ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται
θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς
καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων.
Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ
γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην.
Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις,
ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ
φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες
εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι
πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν.
Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ
ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά.
Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἑβδελυγμένα
δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός
μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς
νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω
γάρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν
Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
Πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. 10, 31-32 & 11, 1-12)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται·
Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας,
στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι
βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον
δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ
ὕβρις, ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ
ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει
αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων
προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα
ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται
ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε
μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος
ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ
ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ.
Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς,
τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι.
Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς,
τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος
ἐκ θήρας ἐκδύνει, ἀντ' αὐτοῦ δὲ
παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν
παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος.
Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ
ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν
εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις,
στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει
πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος
ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ
τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις
ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ
ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη,
μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά,
καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν
ἐκ μέσου πονηρίας, οἱ δὲ λαοὶ ἰδόντες
καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ
διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Ἰδιόμελα εἰς
τὴν Λιτὴν Ἦχος α'
Τοὺς
ὑπὲρ ἄνθρωπον ἀγῶνάς σου, καὶ τὰς
πυκνὰς χαμευνίας, πῶς μὴ θαυμάσωμεν, Ἱεροφάντα
θεσπέσιε. Ἀρχῆθεν γὰρ προορισθείς, τὸν τιμαλφῆ
καὶ ἰσάγγελον τῆς παρθενίας χιτῶνα, ἄσπιλον
διεφύλαξας. Καὶ τοῖς τερπνοῖς καὶ χαμαιζήλοις
τοῦ βίου χαίρειν εἰπών, νύκτωρ τε μεθ' ἡμέραν,
τῷ Σωτῆρι ἐβόας· “Ἡ
ψυχή μου ἐκολλήθη ὀπίσω σου. Γνώρισόν
μοι Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι”. Ὅθεν ἀνελθών, εἰς τὸ περίβλεπον
Ἱεραρχίας ὕψος, ἐπινεύσει τῆς Θεοτόκου,
πᾶσαν ἀρετὴν ἑαυτῷ ἐνεθησαύρισας, καὶ
θαυματουργὸν σεαυτὸν ἐναπέφηνας. Πρέσβευε ὑπὲρ
ἡμῶν, Πάτερ Ἁγιώτατε.
Τὴν
πίστιν τετήρηκε, τὸν δρόμον τετέλεκε, ἀγῶνα
τὸν καλὸν ἀγωνισάμενος, ὁ Χριστιανουπόλεως Ἀθανάσιος.
Ποιμαίνων γὰρ καὶ πυκτεύων, καὶ τὴν σάρκα
δουλαγωγῶν, τοῖς πᾶσι πάντα γέγονεν, ἵνα πάντας
κερδήσῃ. Καὶ τὸν Σωτῆρα μιμούμενος, ὑπὲρ
τῶν προβάτων τὴν ψυχὴν αὐτοῦ ἐτίθει.
Διό, καὶ τοῦτον ἐδόξασεν ὁ Χριστός. Καὶ
ζῶντα καὶ μετὰ θάνατον, τῷ τρισηλίῳ οὖν
φωτί, φαιδρὸς παριστάμενος, πρέσβευε ὑπὲρ ἡμῶν,
τοῦ Εὐαγγελίου κήρυξ διαπρύσιε.
Ὡς
ἀργαλέος ἐστὶν ὁ δρόμος τῆς ἀρετῆς!
Διὸ καὶ παρὰ Θεοῦ στεφανοῦνται, οἱ ἀναβάσεις
ἐν τῇ καρδίᾳ τιθέμενοι, καὶ ἀκλινῶς
πολεμοῦντες, καὶ κόσμον καὶ κοσμοκράτορα. Ἀλλ'
ὦ Κερκύρας βλάστημα, καὶ Γορτυνίας καύχημα,
τῆς Χριστιανουπόλεως Ἱερουργὲ καὶ ποιμάντορ,
ἐν οὐρανοῖς χοροβατῶν, καὶ ἐπὶ γῆς
ἀπείροις θαύμασι δοξασθείς, πρέσβευε ὑπὲρ
ἡμῶν, Πάτερ Ἀθανάσιε.
Δόξα... Ἦχος δ'
Σήμερον
σκιρτήσωμεν, καὶ πνευματικῶς εὐφρανθῶμεν, ἐπὶ
τῇ μνήμῃ τοῦ Ἱεράρχου. Τὸν γὰρ Σωτῆρα
τοῦ παντός, οὗτος ἐπιποθήσας, γονεῖς, μνηστήν,
σὺν τοῖς λοιποῖς τοῦ βίου θελγήτροις ἀπηρνήσατο.
Καὶ τῇ λυχνίᾳ ἐπιβὰς διὰ τῆς Θεοτόκου,
τῇ ἀόκνῳ διδασκαλίᾳ, Θεὸν καὶ ἄνθρωπον
ἐκήρυξε. Φόβῳ καὶ τρόμῳ δὲ τοῦτον
θύων, ὅλην ἐν αὐτῷ τὴν Τριάδα ἐπεσπάσατο.
Καὶ τὴν ψυχὴν τῆς τῶν παθῶν ἀχλύος
ἐκκαθάρας, γυμνητιώντων καὶ πειναλέων, χηρῶν
τε ὀρφανῶν ὑπῆρξε παραμύθιον. Ὅθεν τοῖς
θαύμασιν ἐδοξάσθη, μέλλοντα προειπών, καὶ τοὺς
τῆς λίμνης βατράχους ἀφώνους ἀπειργάσατο,
αὖθις δὲ τούτοις τὸ κοάζειν, μετὰ καιρὸν
ἐχαρίσατο. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ,
εἰρήνην τῇ πίστει δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα
ἔλεος.
Καὶ νῦν... Τῆς Ἑορτῆς
Εἰς τὸν Στίχον ἀπόστιχα
Προσόμοια.
Πανεύφημοι μάρτυρες Ἦχος α'
ΤΟ ΑΚΟΥΤΕ
Διάδοχος
ὤφθης ἀληθής, πάτερ Ἀθανάσιε, τῶν Ἀποστόλων.
Καὶ ἔνδοξος, καὶ διαπρύσιος, τοῦ Χριστοῦ θεράπων,
καὶ ποιμὴν ἐγρήγορος, εἰσάγων καὶ ἐξάγων
τὸ ποίμνιον, ὃ ἐλυτρώσατο, ὁ Σωτὴρ ἰδίῳ
αἵματι, καὶ ἐλαύνων, πρὸς νομὴν σωτήριον.
Στίχ. Διὰ
τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου ἔλαιον
ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Γορτύνιοι
ἅπαντες τορῶς, δεῦτε συναθροίσθητε, καὶ τὸν
ποιμένα ὑμνήσατε, κατασπαζόμενοι, ἐν ἀπλέτῳ
πόθῳ, σῶμα τὸ μυρίπνοον, καὶ Κάραν τὴν
ἁγίαν καὶ πάντιμον, τὴν ἀπελαύνουσαν,
τὰ πολλὰ δεινοπαθήματα, καὶ φρουροῦσαν τοὺς
πιστῶς προστρέχοντας.
Στίχ. Οἱ
Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην.
Τῷ
πόθῳ Χριστοῦ τρωθεὶς σοφέ, Ἱεράρχα ἔνδοξε,
θαυματουργὲ Ἀθανάσιε, καὶ τοῦτον ἀκλινῶς,
ἐν τοῖς στέρνοις φέρων σὺν Πατρὶ καὶ Πνεύματι
προλέγειν ἠξιώθης τὰ μέλλοντα. Αὐτὸν ἱκέτευε,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν,
τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος γ'
Λαμπροφανὴς
καὶ πανένδοξος ἐπέφανε νῦν ἡ μνήμη σου,
Ἀθανάσιε. Ἀγγελικῶς γὰρ βιώσας, ἐν μέσῳ
τύρβης τῆς κοσμικῆς, τὸ χεῖρον τῷ κρείττονι
καθυπέταξας, καὶ τὴν σὴν ποίμνην ἀόκνως,
τῶν κακοδόξων Αἱρετικῶν ἄτρωτον διεφύλαξας.
Ὅθεν τῶν τῇδε ὑπεραρθείς, τῶν Ἀποστόλων
ὁμόσκηνος γέγονας. Καὶ ὑπερφυῶς θαυματουργῶν,
τοὺς τὴν σὴν μνήμην τελοῦντας ταῖς εὐλογίαις οὐρανόθεν καταστέφεις,
καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Τῆς Ἑορτῆς
Ἀπολυτίκιον τῶν
Ἀποστόλων
Ἦχος γ'
Ἀπόστολοι
Ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα
πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἀπολυτίκιον Ἦχος α'
Τῆς ἐρήμου
πολίτης ΤΟ ΑΚΟΥΤΕ
Τοὺς
τελοῦντας τὴν μνήμην, καὶ τιμῶντας τὸ σῶμά
σου, καὶ πανευλαβῶς προσκυνοῦντας τὴν μυρίπνοον Κάραν
σου, ὡς ἔχων παρρησίαν πρὸς Θεόν, ἱκέτευε
Χριστόν τὸν ἀγαθόν, καὶ ταῖς σαῖς θερμαῖς πρεσβείαις, τῶν
κινδύνων σῷζε, ὦ ἅγιε Ἀθανάσιε. Ἔχων δὲ
καὶ συμπρεσβευτήν, τὸν μέγαν Κυρίου Πρόδρομον,
ἔσο ἀοράτως τῆς Μονῆς, φρουρὸς καὶ προπύργιον.
Δόξα... Καὶ νῦν...
τῆς Ἑορτῆς
Καὶ Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολ.
Κάθισμα α'
Τὴν ὡραιότητα Ἦχος γ'
ΤΟ
ΑΚΟΥΤΕ
Βίον
ἰσάγγελον θεομακάριστε, Πάτερ διήνυσας, ἐν μέσῳ
κλύδωνος, τοῦ κοσμικοῦ καὶ τῶν κακῶν, καὶ
ὕλης τῆς φθειρομένης. Ὅθεν ἀπεξήρανας, τῶν
δακρύων τοῖς ῥεύμασι, τῶν παθῶν μακάριε,
τὸν ἀκάθεκτον χείμαρρον. Διὸ καὶ πρεπωδέστατα
μέλπομεν, πίστει σὴν μνήμην Ἱεράρχα.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Μετὰ τὴν β' Στιχολ.
Κάθισμα β'
Τὸν τάφον σου Σωτὴρ Ἦχος α'
ΤΟ
ΑΚΟΥΤΕ
Πανήγυριν
φαιδράν, ἱερὰν πανδαισίαν, σκιρτῶσα ἐκτελεῖ,
ἡ μονὴ τοῦ Προδρόμου, σοφὲ Ἀθανάσιε, ἐν
τοῖς κόλποις κατέχουσα, τὴν σὴν πάντιμον, καὶ
θεοβράβευτον Κάραν, ἀνυμνοῦσά σου τοὺς ἐναρέτους
ἀγῶνας. Διὸ ταύτην φύλαττε.
Δόξα... Καὶ νῦν...
Παρθένος
ἀληθῶς, πρὸ τοῦ τόκου Παρθένε, Παρθένος
ἀληθῶς, ἐν τῷ τόκῳ Παρθένε, Παρθένος
Ἀειπάρθενος, μετὰ τόκον διέμεινας, καὶ Παρθένον
σε, ὁμολογοῦμεν Παρθένε, καὶ ἐλπίζομεν, ἐν
σοὶ Παρθένε σωθῆναι, Κυρία Ἀειπάρθενε.
Μετὰ τὸν Πολυέλεον
Τὸ προσταχθὲν μυστικῶς Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Τὸν
Γορτυνίας, ἀδελφοὶ φρουρὸν καὶ φύλακα, καὶ
τοῦ Προδρόμου τῆς μονῆς ἔρεισμα ἄσειστον, Ἀθανάσιον
πάντες τὸν ἐν Ἱεράρχαις, προφρόνως νῦν
ἑορτάσωμεν ἐν ᾠδαῖς, Βοῶντες ἀκαταπαύστως,
φρούρει ἡμᾶς, καὶ περίσῳζε Ἅγιε, παντοδαπῶν
ἀσθενειῶν, καὶ πάσης ἄλλης θλίψεως, καὶ
παντοίας κακώσεως.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Ἀντίφωνον Α'
·
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς
ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
·
Οἱ
μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα...
Ἁγίῳ
Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται
λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νύν...
Ἁγίω
Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα,
ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον
Τίμιος
ἐναντίον Κυρίου ὁ θανατος τοῦ Ὁσίου.
Στίχ. Τὶ
ἀνταποδώσωμεν τῷ Κυρίῳ.
Τό, Πᾶσα πνοὴ
Εὐαγγέλιον τοῦ
Ἱεράρχου
Ὁ Ν'
Δόξα... ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν... ταῖς
τῆς Θεοτόκου...
Στίχ. Ἐλέησόν με ὁ Θεός...
Ἰδιόμελον Ἦχος πλ. β'
Ἀθανάσιε
Πάτερ, τῇ πολιτείᾳ Ἰσάγγελε, καὶ πιστὲ
Χριστοῦ θεράπον, ὡς ἔχων παρρησίαν πρὸς Αὐτὸν
περίσῳζε ἡμᾶς ταῖς εὐπροσδέκτοις πρεσβείαις σου,
ἐκ παντοίων κινδύνων, ὅτι πρὸς σὲ καταφεύγομεν.
Ὁ Κανὼν τῶν Ἀποστόλων,
οὗ ἡ Ἀκροστιχίς.
Αἶνον προσοίσω τῷ
σοφῷ Ἀνδρονίκῳ.
Ποίημα Ἰωσήφ.
ᾨδὴ α' Ἦχος πλ. δ'
ᾌσωμεν τῷ Κυρίῳ ΤΟ ΑΚΟΥΤΕ
Αἶνον
Θεῷ προσάγει ἐν τῇ παναγίᾳ Μάκαρ μνήμη
σου, ἡ σεπτὴ Ἐκκλησία, τοὺς ἀγῶνάς
σου πίστει δοξάζουσα.
Ἰθυνας
τοῦ νοός σου, πάσας τὰς κινήσεις ἱερώτατε,
πρὸς Θεοῦ θελημάτων, ἀποπλήρωσιν χαίρων, Ἀνδρόνικε.
Νόσους
ἀποκαθαίρειν, πνεύματα διώκειν πονηρότατα, ἐκ
Θεοῦ θείαν χάριν, ἐκομίσω θεόφρον Ἀνδρόνικε.
Θεοτοκίον
Ὄμβρισὸν
μοι Παρθένε, πάντων τῶν πταισμάτων ἀπολύτρωσιν,
καὶ διόρθωσιν βίου, τῇ ἐν σοὶ μεσιτείᾳ
καὶ χάριτι.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ
ἡ Ἀκροστιχὶς
Μέλπω τὸν Χριστοῦ θεῖον Ἱεροφάντην
Ἐν δὲ τοῖς
Θεοτοκίοις
Μαρτῖνος
ᾨδὴ α' Ἦχος α'
ᾨδὴν ἐπινίκιον ΤΟ ΑΚΟΥΤΕ
Μολπὴν
σοι προσάγοντι, κανόνος τούτου, προσδέχου, ὦ Ἅγιε,
καὶ τὰ μὰ πταίσματα, νοός μου τὰς ἐκτροπάς,
σαῖς πρὸς Θεὸν θερμαῖς λιταῖς, ἄρδην ἐξάλειψον.
Ἐχθρὸν
τὸν παμπόνηρον, ᾔσχυνας Πάτερ στερρὲ Ἀθανάσιε,
Χριστιανουπόλεως, ποιμὴν καὶ ἱερουργέ, πατήσας
ταῖς σαῖς ἀρεταῖς
τούτου τὰ ἔνεδρα.
Λαμπρῶς
σε ἐδόξασε, θαύμασι πλείστοις Τριὰς ἡ ὑπέρθεος,
καὶ τὴν θείαν Κάραν σου, πανέντιμον θησαυρόν,
καὶ τῶν δεινῶν ἀπαλλαγὴν πᾶσι δεδώρηται.
Παντοίοις
δεδόξασαι, καὶ ἐν τῷ βίῳ Πάτερ, Ἀθανάσιε,
θαυμαστοῖς τέρασιν· ἀρᾷ γὰρ σῇ ὑποβαλών,
βατράχους κοάζοντας ἀφώνους κατέστησας.
Θεοτοκίον
Μαρία
πανάχραντε, εὐλογημένη, φωτὸς οἰκητήριον, καὶ
ναὸς τοῦ Πνεύματος σὺ γέγονας ἀληθῶς·
τὸν γὰρ Υἱὸν τὸν τοῦ Θεοῦ Παρθένος
ἐκύησας.
Τῶν Ἀποστόλων
ᾨδὴ γ'
Οὐκ ἔστιν Ἅγιος ΤΟ ΑΚΟΥΤΕ
Νεκρώσας
τὰ μέλη σου ἀγωνίσμασι, τὴν ζωὴν κατηξίωσαι,
τῶν ζώντων θεάσασθαι, ἐπὶ γῆς σαρκοφόρον,
Χριστὸν τὸν Θεὸν ἡμῶν, Ἀνδρόνικε Ἀπόστολε.
Πυρίπνοος
γέγονας θείου Πνεύματος, καθαρᾷ διανοίᾳ σου,
τὴν θέρμην Ἀπόστολε, περιφέρων καὶ φλέγων,
τῆς πλάνης τὴν ἄκανθαν, Ἀνδρόνικε πανεύφημε.
Ῥημάτων
ὁ φθόγγος σου καὶ ἡ δύναμις, τῶν θαυμάτων
ἐπέδραμε, τοῦ κόσμου τὰ πέρατα, μαθητὰ
τοῦ Κυρίου, πιστοὺς ἐκδιδάσκουσα χάριν τὴν
σωτήριον
Θεοτοκίον
Οὐκ
ἔστιν ἄχραντος πλήν σου Δέσποινα, καὶ οὐκ ἔστιν
ἄμεμπτος πλήν σου πανάμωμε· τοῦ Θεοῦ γὰρ
τῶν ὅλων, χωρίον μόνη ἐχρημάτισας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ
ἔστιν, Ἅγιος ὡς ὁ Κύριος καὶ οὐκ ἔστι
δίκαιος ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ
πᾶσα Κτίσις, οὐκ ἔστι δίκαιος πλήν σου Κύριε».
ᾨδὴ γ'
Στερεωθήτω ἡ καρδία
μου ΤΟ ΑΚΟΥΤΕ
Ὦ
Ἀθανάσιε ἰσάγγελε, σὺ ἀπηρνήσω σοὺς
γεννήτορας, καὶ ἐγκατέλιπες μνηστὴν καὶ τοῦ
βίου τὰ θέλγητρα, καὶ τὸν Κύριον ἠγάπησας,
τὸν ἡμᾶς ἀγαπήσαντα.
Τὸν
γοητεύτριαν δεσμεύσαντα, καὶ νεκρᾷ χειρὶ εὐλογήσαντα,
τὴν ἐπὶ φέρετρον τὸ σόν, γοερῶς ὀλολύζουσαν,
ἀνυμνοῦμέν σε προφρόνως, Ἱερὲ Ἀθανάσιε.
Ὅτε
εὐλόγεις τὸ σὸν ποίμνιον, καὶ ἐξεφώνεις
τό «ἐπίβλεψον», οἱ τὴν καρδίαν καθαροί,
ἄστρον φεγγοβολώτατον, πρὸ τοῦ στόματός σου
ἔβλεπον, εὐλαβῶς ἐξιστάμενοι.
Θεοτοκίον
Ἁγιωτέρα
πάσης κτίσεως, σὺ ὦ Παρθένε ἀναδέδειξαι,
καὶ καθαρώτατος ναός, καὶ πυρίμορφον ὄχημα,
καὶ παλάτιον τοῦ Λόγου, τοῦ τὸν κόσμον
λυτρώσαντος.
Κάθισμα τῶν Ἀποστόλων Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ὁ
θεῖος Ἀνδρόνικος, φωτοειδὴς πεφυκώς, καρδίας
ἐφώτισε, θεογνωσίας φωτί, Κυρίῳ προσέρχεσθαι·
ὅθεν καὶ μετὰ τέλος, ἀναβλύζει ἰάσεις,
πίστει τοῖς προσιοῦσι, τῷ σεπτῷ αὐτοῦ
οἴκῳ, καὶ πᾶσιν ἐξαιτεῖται πιστοῖς τὸ
μέγα ἔλεος.
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Αἰσχύνθητε
ἐχθροί, τῆς Χριστοῦ Ἐκκλησίας, καὶ πάντες
ὑλισταί, τῆς ἀθέου μωρίας, οἱ θαύματα
τεράστια, ἀναιδῶς μὴ πιστεύοντες, καὶ νῦν
ἔλθετε, Ἀθανασίου τὸ σκῆνος, ἰδεῖν πῶς
αὐτό, εὐωδιάζει ἀρρήτως, καὶ δαίμονας
τρέπεται.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Τῶν Ἀποστόλων
ᾨδὴ δ'
Ἐξ ὄρους κατασκίου ΤΟ ΑΚΟΥΤΕ
Σὲ
ὡς συγγενῆ, ἀσπάζεται ὁ Παῦλος, ἔναντι
πιστῶν, τοὺς θείους σου ἐπαίνους, ἀνακηρύττων
Ἀνδρόνικε θεορρῆμον, φωταγωγὲ τῶν εὐφημούντων
σε.
Οἶκος
γεγονώς, Τριάδος παναγίας, οἴκους καὶ βωμούς,
κατέστρεψας τῆς πλάνης, καὶ ἐδομήσω Πανεύφημε
ἐκκλησίας, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἴσχυσας
Θεοῦ, τὸ σθένος περιφέρων, τὰ τοῦ δυνατοῦ,
ἁρπάσαι σκεύη μάκαρ, καὶ ἐκτελέσαι τοῦ
Πνεύματος τοῦ Ἁγίου, κατοικητήριον Ἀνδρόνικε.
Θεοτοκίον
Σὲ
διὰ παντός, Παρθένε Θεοτόκε, πάντες οἱ πιστοί,
συμφώνως ἀνυμνοῦμεν, ὡς ἀσφαλῆ καὶ ὑπέρμαχον
προστασίαν, καὶ τῶν ψυχῶν ἡμῶν τὴν λύτρωσιν.
ᾨδὴ δ'
Ἐν πνεύματι προβλέπων ΤΟ ΑΚΟΥΤΕ
Νοσήματα
διώκεις, καὶ πάθη χαλεπά, καὶ τὰ σπερματοφθόρα
ζιζάνια σοβεῖς. Τῶν ἐν θερμῇ καρδίᾳ σε
ἐπικαλουμένων, καὶ τὴν ἁγίαν κάραν σου
κατασπαζομένων, ὦ θεοφόρε Ἀθανάσιε.
Χριστὸν
ἐπιποθήσας τὸν θεῖον Λυτρωτήν, ἐκ τῶν
γηΐνων Πάτερ, ἀνύψωσας σαυτόν. Δι' ἐγκρατείας
ἐκάθηρας τὸ σαρκίον, καὶ ὄντως ἀνεδείχθης
τροφεὺς τῶν πενομένων. Ὅθεν τὴν μνήμην σου γεραίρομεν.
Ῥηγνύεις
σὺ τὸ ὄρος ποινῇ τῇ τοῦ δεσμοῦ, ὡς
παρρησίαν ἔχων πρὸς Κύριον πολλήν. Ὅθεν ὑμνοῦμεν
Θεόν τόν καλῶς εἰδότα, τοὺς λατρευτὰς
καὶ φίλους αὐτοῦ ἀντιδοξάζειν, καὶ θαυμαστοῦν
ἀπείροις θαύμασιν.
Ἰάσεων
πλημμύρα ἡ σὴ λάρναξ σοφέ, καὶ νοσημάτων
πέλει ταχὺς φυγαδευτής. Διὸ ἀκέστορα ἔχει
σε ἡ Προδρόμου, μονὴ καὶ Γορτυνία καύχημα καὶ
προστάτην, Ἱερουργὲ πανιερώτατε.
Θεοτοκίον
Ῥοώδη
φύσιν κόσμου τῷ τόκῳ σου Ἁγνή, ἐπαναφέρεις
αὖθις εἰς ὃ ἦν ἀπ' ἀρχῆς. Διὸ Παρθένον
πρὸ τόκου καὶ ἐν τῷ τόκῳ, καὶ μετὰ
τόκον πάντες ὦ Κεχαριτωμένη, ὁμολογοῦμεν ἐμμελέστατα.
Τῶν Ἀποστόλων
ᾨδὴ ε'
Ὁ ἐκ νυκτὸς
ἀγνοίας ΤΟ
ΑΚΟΥΤΕ
Ὡς
συγγενῆ σε Παύλου, καὶ πρὸ αὐτοῦ μαθητὴν
χρηματίσαντα, σὺν αὐτῷ νῦν τιμῶμεν, πίστει
συνελθόντες Ἀνδρόνικε.
Τοὺς
φωταυγεῖς ἀστέρας, καὶ ἱεροὺς Ἀποστόλους
τιμήσωμεν, Ἰουνίαν ἐνθέως, καὶ τὸν θεοφόρον
Ἀνδρόνικον.
Ὡς
ἐπισήμους ὄντως, ἐν Ἀποστόλοις ὑμᾶς
ὁ μακάριος, Παῦλος ἀνακηρύττει, ἐν τῇ
Ἐκκλησίᾳ μακάριοι.
Θεοτοκίον
Σὲ
παναγία Κόρη, τῶν Προφητῶν ὁ χορὸς προεχάραξεν,
ἱεροῖς ἐν συμβόλοις, ἔσεσθαι Κυρίου λοχεύτριαν.
ᾨδὴ ε'
Τὴν σὴν εἰρήνην ΤΟ ΑΚΟΥΤΕ
Στενὴν
καὶ τεθλιμμένην σὺ βαδίσας ὁδόν, ῥεύμασι
δακρύων τὴν σάρκα ἐμάρανας, ἐν τῷ κρυπτῷ
ταῦτα ποιούμενος. Ὅθεν ὁ Χριστὸς σὲ τοῖς
θαύμασι δοξάζει.
Ταῖς
σαῖς πρεσβείαις Ἱεράρχα, φρούρει ἡμᾶς,
ὅτι πλήν σου ἄλλον ἀρωγὸν οὐ γινώσκομεν,
ἐν Γορτυνίᾳ οἱ τιμῶντές σε· ἐλατὴρ
γὰρ πέλεις ποικίλων νοσημάτων.
Ὀργὴν
Θεοῦ φρικώδη, τριγμῷ δηλοῖς σῆς σοροῦ, καὶ
τὰ ἀναρίθμητα στίφη τῆς ἀκρίδος ἀπήλασας,
καὶ κατεξήρανας τὸν δάκτυλον, τοῦ τολμήσαντός
σου τῇ Κάρᾳ προσεγγίσαι.
Ὑγρὰν
αὐχμῶσαν σαῖς εὐχαῖς ποιεῖς σὺ τὴν
γῆν, καὶ τὴν ἀπειθοῦσάν σοι κώμην ἐρημίᾳ
παρέδωκας· τοὺς γὰρ νεκροὺς οὗτοι κατέκαιον,
ἐκ πολλῆς ἀνοίας καὶ δεισιδαιμονίας.
Θεοτοκίον
Τὴν
σὴν βοήθειαν, Κόρη δίδου ἡμῖν· ἄλλην
γὰρ ἐκτός σου Παρθένον οὐκ ἔγνωμεν, μετὰ
τὸν τόκον, ὦ Πανάσπιλε. Ὅθεν Σὲ τιμῶμεν
Ἁγνὴ ὡς Θεοτόκον.
Τῶν Ἀποστόλων
ᾨδὴ ς'
Χιτῶνά μοι παράσχου ΤΟ ΑΚΟΥΤΕ
Ὁ
οἶκός σου ἰάσεων πηγάς, τοῖς πόθῳ
προστρέχουσι, πηγάζει Ἀπόστολε, ἀποπλύνων ψυχικὰ
ἀρρωστήματα.
Φθαρεῖσαν
ἀθεΐᾳ τὴν πληθύν, ἐθνῶν ἀνεκαίνισας,
νοστίμοις σου δόγμασι, τοῦ ἀφθάρτου Ἰησοῦ
φίλε γνήσιε.
Ὡς
ἥλιος ἐπέδραμες τὴν γῆν, Ἀνδρόνικε πάνσοφε,
τρισήλιον ἄκτιστον, καταγγέλλων τοῖς πιστοῖς φῶς
Θεότητος.
Θεοτοκίον
Αἱ
θεῖαι τοῦ Δεσπότου ἐπὶ σοί, πορεῖαι ἐγνώσθησαν,
τοῦ σάρκα πτωχεύσαντος, καὶ πλουτίσαντος πιστοὺς
Ἀπειρόγαμε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χιτῶνά
μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος, φῶς
ὥσπερ ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς
ἡμῶν».
ᾨδὴ ς'
Τὸν προφήτην Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Θαυματόβρυτος
πηγή, Ἀθανάσιε σοφέ, ἡ σὴ Κάρα ἀληθῶς,
ἀνεδείχθη τοῖς πιστοῖς, καὶ καύχημα, τῶν
Γορτυνίων βοώντων πρόφθασον.
Ἔχρισὲ
σε ὁ Θεός, μύρῳ θείῳ νοητῷ, Ἀρχιποίμενα
ἡμῶν, καὶ τὸ σῶμά σου λαμπρῶς, ἐδόξασε,
σὺν εὐωδίᾳ νῦν σῳζόμενον.
Ἵνα
σαῖς εὐχαῖς κἀγώ, εὕρω ἵλεων Χριστόν,
τὸν Δεσπότην τοῦ παντός, ἐν ἡμέρᾳ
τῇ φρικτῇ, ἐξύφανα, τὰ τῆς σῆς μνήμης
ἑόρτια.
Θεοτοκίον
Ἵλεών
μοι τὸν Υἱόν, Σοῦ ἀπέργασαι Ἁγνή,
τὸν συνάναρχον Πατρί, καὶ τῷ Πνεύματι ὅνπερ,
κηρύττομεν, Θεὸν ἀεί τε καὶ ἄνθρωπον.
Κοντάκιον Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν
τῷ Σταυρῷ ΤΟ
ΑΚΟΥΤΕ
Ὁ
δοξασθεὶς παρὰ Θεοῦ θαυμασίως, δι' εὐωδίας καὶ
θαυμάτων ποικίλων, ἐν τοῖς ἐσχάτοις χρόνοις,
Ἀθανάσιε, φάνηθι ταχύτατος, καὶ θερμὸς ἀντιλήπτωρ,
τῶν δεινῶν λυτρούμενος, τοὺς πιστῶς σε τιμῶντας,
καὶ τοὺς τὰ λείψανα κατέχοντας τὰ σά,
πρὸς μετανοίας ὁδὸν χειραγώγησον.
Ὁ Οἶκος
Φώτισόν
μου τὴν φρένα, σθένωσόν μου τὴν χεῖρα, ὦ
Πνεῦμα ζωοποιὸν καὶ αὐτάγαθον, ὅπως ὑμνήσω
ἀριπρεπῶς τὸν χθιζά τε καὶ πρώιζα ἐκ Κερκύρας
ἀνατείλαντα φαεινόν φωστῆρα τῆς Ἐκκλησίας
καὶ λάτρην Χριστοῦ Ἀθανάσιον. Καταφρονήσας γὰρ
τῶν γεηρῶν καὶ χαμαιζήλων, ὡς δυνατὸν τὸ
κατ' εἰκόνα ἀκηλίδωτον διετήρησεν, ἀγγελικῶς
τὸν βίον διήνυσε, καὶ τῷ διττῷ τῆς ἀρχιερωσύνης
τε καὶ ἀσκήσεως χαρίσματι λαμπρυνθείς, ἐν οὐρανῷ
τὴν ψυχὴν ἀνεβίβασε. Τῶν δὲ νομιζόντων
μύθους εἶναι τήν ἀρετὴν καὶ τὰ θαύματα
δυσσεβῶν τὰ στόματα κατεφίμωσεν. Ὅθεν τῆς μυριπνόου
ἐμπιπλάμενοι εὐωδίας, καὶ τὴν πανίερον
αὐτοῦ μνήμην τελοῦντες βοῶμεν· Ὦ θεῖε
Πάτερ, πρὸς μετανοίας ὁδὸν ἡμᾶς χειραγώγησον.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη
τῶν Ἁγίων Ἀποστόλων Ἀνδρονίκου καὶ
Ἰουνίας.
Στίχοι
·
Ἔθνη
διδάξας Ἀνδρόνικος μυρία,
·
Πρὸς
Χριστὸν ἦλθεν, ὃς καλεῖ πρὸς φῶς ἔθνη.
·
Ἰουνία
τέθνηκε μηνὶ Μαΐῳ,
·
'Ὃς
πρῶτός ἐστιν εἰσιὼν Ἰουνίου,
·
Ἑβδομάτῃ
δεκάτῃ θάν' Ἰουνίη Ἀνδρόνικός τε.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη,
τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου
τοῦ νέου, Ἐπισκόπου Χριστιανουπόλεως, τοῦ θαυματουργοῦ.
Στίχοι
·
Πέφευγεν
ἐχθροῦ τοῦ βροτοκτόνου βέλη
·
Ὁ
εὐλογητὸς καὶ μέγας Χριστοῦ λάτρις.
·
Ἆλτο
ἄημα φαεσφόρον νῦν γε Ἀθανασίοιο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου Μάρτυρος Σολόχωνος, καὶ τῶν
σὺν αὐτῷ, Παμφαμὴρ καὶ Παμφυλών.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῶν Ἀποστόλων
ᾨδὴ ζ'
Ὁ ἐν ἀρχῇ
τὴν γῆν ΤΟ ΑΚΟΥΤΕ
Νόσους
δεινὰς καὶ πάσας μαλακίας, ἐκ τῶν ψυχῶν
ὁμοῦ καὶ τῶν σωμάτων, ἀποδιώκεις τῶν
προστρεχόντων, ἐν τῷ οἴκῳ σου σοφὲ Μαθητὰ
τοῦ Χριστοῦ.
Δαιμονικὰς
ἐφόδους ἀπελαύνων, πάθη δεινὰ καθαίρεις
τῶν ἀνθρώπων, ἐν συμπαθείᾳ Χριστοῦ αὐτόπτα·
διὰ τοῦτό σε πιστῶς μακαρίζομεν.
Ῥητορικὴν
Σοφὲ ἀδολεσχίαν, καταβαλὼν ἁπλότητι δογμάτων,
Θεὸν κηρύττεις σαρκὸς ἐν εἴδει, ὁμιλήσαντα
βροτοῖς ἀγαθότητι.
Θεοτοκίον
Ὁ
ἐν γαστρὶ τῆς Παρθένου οἰκήσας, καὶ ἐν
αὐτῇ τὸν Ἀδὰμ ἀναπλάσας, εὐλογητὸς
εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς
ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ ζ'
Τοὺς ἐν καμίνῳ
παῖδας ΤΟ ΑΚΟΥΤΕ
Ὁ
χαμευνίαις καὶ δεήσεσι πυκναῖς, καὶ τῇ ἐγκρατείᾳ
τὸν ῥοῦν τῶν παθῶν χειρωσάμενος, πνευματικὴν
εὐωχίαν ἐν τῇ μνήμῃ αὐτοῦ σήμερον
παρατίθεται, καὶ βοᾶν ἐπείγει· Εὐλογητὸς
ὁ Θεὸς Ἀθανασίου.
Νικήσας
νίκην κατὰ τοῦ ἐχθροῦ, ἥνπερ κατενίκησαν
Προφῆται καὶ Μάρτυρες, καὶ ὁ κλεινὸς τῶν
Ἀποστόλων θίασος, Ἀγγέλους καὶ ἀνθρώπους
ἐξέπληξας. Ἡμᾶς οὖν σῷζε ἀεὶ τοῦ
λαοφθόρου λοιμοῦ.
Ἱερατεύσας
νεύσει θεϊκῇ, τοῦ Εὐαγγελίου διαπρύσιος κήρυξ
Σὺ γέγονας, καὶ τοῦ Χριστοῦ τοῖς ἴχνεσιν
ἑπόμενος, ὑπογραμμὸς ἀρετῆς ἀναδέδειξαι,
καὶ εὐλογεῖς τὸν Θεὸν ἐν οὐρανοῖς
κατοικῶν.
Ἐπὶ
τὴν θείαν ἤρθης σκοπιάν, ἀρχιερωσύνης καθαρότητι
νοῦ Ἀθανάσιε, καὶ τὸν σταυρόν σου ἐπ'
ὤμων ἀράμενος, τῷ κόσμῳ ἐνεκρώθης
Ἰσάγγελε, καὶ ἀπεδείχθης τρανῶς τῶν πενομένων
τροφεύς.
Θεοτοκίον
Νενεκρωμένον
πάθεσι δεινοῖς, καὶ τῶν ἀκαθάρτων λογισμῶν
τοῖς βελέμνοις βεβλημένον με ἔγειρον, ὦ Θεοῦ
Λόγου ὑπέραγνον σκήνωμα, Μαρία Θεοτόκε Μητράνανδρε,
ἡ τέξασα, τὸν Θεὸν δίχα τροπῆς καὶ φυρμοῦ.
Τῶν Ἀποστόλων
ᾨδὴ η'
Τον ἐν ὄρει ἁγίῳ ΤΟ ΑΚΟΥΤΕ
Νεμομένην
κακίας σηπεδόνα, τῶν ἀνθρώπων Ἀνδρόνικε
καρδίας, ἅλατι θείῳ ἔστησας δογμάτων σου, καὶ
τῷ κενωθέντι, Λόγῳ σῳζομένας, παρέστησας
τρισμάκαρ.
Ἱερεύς
τε καὶ θύτης καὶ θυσία, τῷ τυθέντι δι' οἶκτον
ἐγνωρίσθης, καὶ πρὸς αὐτὸν ἀνέδραμες
Ἀνδρόνικε, στέφος ἀφθαρσίας, καὶ δικαιοσύνης,
πρὸς τούτου δεδεγμένος.
Κήρυξ
θεῖος Ἀπόστολος θεόπτης, καθαιρέτης ξοάνων ἀπωλείας,
καὶ πλουτιστὴς ἀπόρων ὤφθης ἔνδοξε, καὶ
Σιὼν τῆς ἄνω, μέγιστος οἰκήτωρ, Ἀνδρόνικε
θεόφρον.
Θεοτοκίον
Ὡς
λαβίδι χερσὶν ἄνθρακα φέρεις, δρόσον θεῖον πηγάζοντα
Παρθένε, τοῖς τῷ φλογμῷ τῆς πλάνης κινδυνεύουσι,
φλέγοντα δὲ πάθη, τῶν ὑμνολογούντων, αὐτοῦ
τήν βασιλείαν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν
ἐν ὄρει ἁγίῳ δοξασθέντα, καὶ ἐν
βάτῳ πυρὶ τὸ τῆς Ἀειπάρθενου, τῷ
Μωϋσῇ Μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε,
καὶ δοξολογεῖτε, αὐτὸν εἰς τοὺς αἰῶνας».
ᾨδὴ η'
Ὃν φρίττουσιν Ἄγγελοι ΤΟ ΑΚΟΥΤΕ
Ῥαθάμιγγες
κόνεως ἐκ λάρνακος τῆς σῆς, ἐκβλύζουσιν
Ἅγιε, καὶ πάντας τοὺς πιστοὺς λυτροῦνται κινδύνων,
τελοῦντας πιστῶς, καὶ ἀνευφημοῦντας, τὴν γεραράν
σου μνήμην.
Ὦ
οὐράνιοι Ἄγγελοι καὶ πᾶσα ἡ σεπτή, Ἱεραρχῶν
ὁμήγυρις, κροτοῦσι τοὺς σοὺς πανσέπτους ἀγῶνας,
καὶ ἔχουσι νῦν σύσκηνόν σε Πάτερ, εἰς
πάντας τους αἰῶνας.
Φαιδρύνεται
σήμερον ἐνδόξως καὶ τερπνῶς, ἡ Γορτυνία
ἅπασα. Σκιρτᾷ δὲ εὐαγῶς τιμία Προδρόμου
καὶ ὁσία μονή, θησαυρὸν εὑροῦσα, τὰ
λείψανά σου Πάτερ.
Ἁγνείαν
ἐξήσκησας, νηστείαν προσευχὴν ἐκ βρέφους, ὦ
Ἅγιε πενήτων καὶ γυμνῶν τροφεὺς καὶ προστάτης,
διόρθωσις ἀκριβής, τῶν ἁμαρτανόντων σὺ
ἀνεδείχθης Πάτερ.
Θεοτοκίον
Ὁ
τόκος σου ἔθλασε πανύμνητε Ἁγνή, τὴν κεφαλὴν
τοῦ δράκοντος· κρημνίσας γὰρ δολερῶς τὴν
Εὔαν ἀπάτῃ, συνέσυρεν ἅπαν τὸ γένος
τῶν ἀνθρώπων, εἰς τὴν παρανομίαν.
Τῶν Ἀποστόλων
ᾨδὴ θ'
Τὸν προδηλωθέντα ΤΟ ΑΚΟΥΤΕ
Ἵνα
τῆς ἐκεῖθεν ζωῆς ὀφθῇς κληρονόμος, τοὺς
νενεκρωμένους τὸ πρίν, δαιμόνων ἐπηρείαις, ἀνεζώωσας
ζωηφόρῳ σου λόγῳ, ἀξιομακάριστε Ἀνδρόνικε.
Ὡς
τῆς ἀληθοὺς γεγονὼς ἀμπέλου παμμάκαρ,
κλῆμα εὐφορώτατον, οἶνον ἀθανασίας, ἐναπέσταξας,
καὶ ἀνθρώπων καρδίας, εὔφρανας πανεύφημε Ἀνδρόνικε.
Σὲ
τὸν ἀστραπαῖς φλέξαντα δογμάτων τὴν ὕλην,
τῆς πολυθεΐας σαφῶς, καὶ φῶς θεογνωσίας, καταλάμψαντα
τοῖς ἐν σκότει τοῦ βίου, πάντες μακαρίζομεν
Ἀπόστολε.
Ἡ
ἱερωτάτη σου μνήμη ἐφαπλουμένη, εἰς τὰ
πέρατα σήμερον, φωτίζει τὰς καρδίας, τῶν ἐν
ταύτῃ σε ἱερῶς ἀνυμνούντων, ἀξιομακάριστε
Ἀνδρόνικε.
Θεοτοκίον
Φωτισμὸν
ἡμῖν αἴτησαι ἡ τὸ φῶς τεκοῦσα, καὶ
ἁμαρτιῶν ἄφεσιν, καὶ ψυχῶν σωτηρίαν, τοῖς
εἰδόσι σε ἀληθῆ Θεοτόκον, ἄχραντε Παρθένε
παναμώμητε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν
προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ, ἐν πυρὶ
καὶ βάτῳ τόκον τὸν τῆς Ἀειπαρθένου,
εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις
μεγαλύνομεν».
ᾨδὴ θ'
Τὴν φωτοφόρον Νεφέλην ΤΟ ΑΚΟΥΤΕ
Νῦν
οὖν Γορτύνιοι πάντες, δεῦτε ἀθροίσθητε πόθῳ,
καὶ περιπτύξασθε θερμῶς, τὴν πανσέβαστον Κάραν,
καὶ ἐμφορήθητε ὀσμῆς εὐώδους, καὶ
θείας ἐκ τῆς λάρνακος, ἀνυμνοῦντες καὶ
βοῶντες· σῶσον πάντας Ἱεράρχα σαῖς εὐχαῖς.
Τὴν
φωτοφόρον σου μνήμην, ἐπιτελοῦμεν ἐνθέως, ᾠδαῖς
καὶ ὕμνοις ἱεροῖς, Ἀθανάσιε Πάτερ·
θαυματουργὸς γὰρ ἀληθῶς, ἡμῖν ὁσημέραι
ἀναδείκνυσαι, καὶ τὴν θείαν σου Κάραν, ἐγκατέλιπες
ἡμῖν ὡς θησαυρόν.
Ἡνίκα
μέλλει ὁ Κτίστης τὰ ἔθνη ἅπαντα κρῖναι,
τότε παράστηθι γοργῶς, καὶ λιπάρησον Πάτερ,
ἵνα ὁ δύστηνος ῥυσθῶ, τῆς γεέννης ἐκείνης
καὶ τοῦ σκώληκος, καὶ τὸ πλῆθος παρίδῃ,
τῶν ἐμῶν πταισμάτων ὁ Κριτής.
Νικητικὰ
μὲν βραβεῖα, τῆς ἀρετῆς ἤρω Πάτερ·
ὡς γὰρ ποιμὴν ἀληθινὸς καὶ τυφλῶν ποδηγέτης,
ὑπερετίθεις σὴν ψυχήν, καὶ τοῖς πᾶσι πάντα
γέγονας οὐράνιε, ἵνα πάντας κερδήσῃς,
καὶ προσάξῃς τὸ σὸν ποίμνιον Χριστῷ.
Θεοτοκίον
Σῶσον
ἡμᾶς Θεοτόκε, τοὺς ἐπὶ σοὶ πεποιθότας,
καὶ Θεοτόκον ἀληθῶς, καὶ Παρθένον πρὸ
τόκου, καὶ μετὰ τόκον ἀψευδῶς, καὶ ἐν
τόκῳ σὲ ἀνακηρύττοντας. Προσκυνοῦμεν οὖν
Μῆτερ, καὶ λατρεύομεν τὸν τόκον σου Ἁγνή.
Ἐξαποστειλάριον
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ἀθανασίου
σήμερον, τοῦ σεπτοῦ Ἱεράρχου, καὶ Χριστιανουπόλεως,
ὑπερκάλου ποιμένος, καὶ Γορτυνίων προστάτου,
χαρμονικῶς ἐκτελοῦντες, μνήμην τὴν παναοίδιμον,
ἀπαντλοῦμεν ἀφθόνως, ἐκ τῆς σοροῦ, δαψιλῆ
χαρίσματα καὶ ἰάσεις, καὶ πρὸς Θεὸν κεκτήμεθα,
ἀκαταίσχυντον πρέσβυν.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν
Στίχους ἓξ καὶ ψάλλομεν τὰ ἐφεξῆς Προσόμοια
τέσσαρα.
Ἦχος α'
Τῶν οὐρανίων
ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τῆς
καλλιγόνου τὸ θρέμμα, Κερκύρας μέλψωμεν, καὶ
τὸν τῆς Γορτυνίας, ἀρωγὸν καὶ προστάτην,
καὶ θεῖον Ἱεράρχην θαυματουργόν, τῆς Χριστιανουπόλεως.
Αὐτῷ βοήσωμεν πάντες εἰλικρινῶς, χαίροις
Πάτερ ἁγιώτατε.
Δεῦτε
πιστοὶ συνελθόντες, περικυκλώσωμεν, τὴν θήκην τῶν
λειψάνων, ἵνα ἐμφορηθῶμεν, εὐώδους καὶ
ἀπλέτου θείας ὀσμῆς, καὶ τερπνῶς ἐκβοήσωμεν,
τοὺς ἐκ κινδύνων καὶ θλίψεων πολλαπλῶν, τρυχομένους
Πάτερ πρόφθασον.
Οὔτε
λαμπρότης χρυσίου, οὔτε γονέων στοργή, κατίσχυσαν
σαλεῦσαι, τὸν στερέμνιον Πάτερ, πύργον τῆς ψυχῆς
σου, ἀλλ' ἀτρεκῶς τῷ Χριστῷ ἠκολούθησας,
καὶ ἐκμαγεῖον τοῦ σκεύους τῆς ἐκλογῆς,
ἀνεδείχθης ἱερώτατε.
Τέρπου,
ἀγάλλου καὶ σκίρτα, μονὴ Προδρόμου λαμπρῶς,
κατέχουσα ἐν κόλποις, χρῆμα μέγα καὶ θεῖον,
Χριστοῦ τὸν Ἱεράρχην τὸν θαυμαστόν, καὶ
σεπτὸν Ἀθανάσιον, τῶν Γορτυνίων προπύργιον ἀρραγές,
καὶ φρουρὸν ἀκαταμάχητον.
Δόξα... Ἦχος πλ.
α'
Ὡς
σμυρναλόης φιάλη, καὶ πολυτίμητος νάρδος, προτέθειται
νῦν ἡ πάντιμος Κάρα σου Ἀθανάσιε, τοῖς
μετὰ πόθου προσιοῦσι, ῥεῖθρα ἰάσεων πελαγίζουσα.
Τὸ γάρ τρισάκτινον φῶς, τῆς ὑπερφώτου
Τριάδος λατρεύσασα, φαιδρὰς καὶ αἰγληέσσας ἀστράπτει
τὰς μαρμαρυγάς. Ὅθεν καὶ ἡμεῖς σήμερον,
μεταρσιούμενοι τῷ πνεύματι, ἐν κατανύξει καρδίας
βοῶμεν· Ἄναψον ἡμῖν τὸ πῦρ Χριστὲ
τῆς σῆς ἀγάπης, ταῖς λιταῖς τοῦ θεράποντός
Σου, καὶ ταῖς ψυχαῖς ἡμῶν
ῥίζωσον τὸν φόβον τῶν ἐντολῶν Σου. Ἐνίσχυσον
δέ, ὅπως κατ' ἔτος τελῶμεν, τὴν παναγίαν τοῦ
Ἱεράρχου σου κοίμησιν.
Καὶ νῦν... τῆς
Ἑορτῆς
Δοξολογία Μεγάλη
Εἰς τὴν Λειτουργίαν τὰ Τυπικὰ
ἐκ τοῦ κανόνος τοῦ Ἁγίου ᾠδὴ γ'
καὶ ς' εἰ δόξει τῷ προεστῶτι, Ἀπόστολον
καὶ Εὐαγγέλιον ζήτει εἰς Ἱεράρχην ΙΓ'
Νοεμβρίου.
Κοινωνικὸν
Εἰς
μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.
ΜΕΓΑΛΥΝΑΡΙΑ
Ψαλλόμενα
εἰς τὴν ὑποδοχὴν τῆς Τιμίας Κάρας, εἰς
Παράκλησιν καὶ εἰς τοὺς Ἁγιασμούς.
Χριστιανουπόλεως
τὸν καλόν, καὶ σεπτὸν ποιμένα, Ἀθανάσιον
τὸν κλεινόν, Τιμήσωμεν πάντες, ὡς μέγαν Θεοῦ
φίλον, καὶ Γορτυνίων σθένος ἀκαταμάχητον.
Τὸν
ἐν Ἱεράρχαις θαυματουργόν, καὶ τὸν ἐν
κινδύνοις, ἀπροσμάχητον βοηθόν, τὸν θεῖον ποιμένα,
καὶ λειτουργὸν Κυρίου, Ἀθανάσιον τὸν νέον
πάντες τιμήσωμεν.
Ἔχοντες τὴν Κάραν σου τὴν σεπτήν, Ἀθανάσιε Πάτερ, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ταύτῃ, ἐν πᾶσι τοῖς κινδύνοις, καὶ λοιμικῆς τῆς νόσου ἀπολυτρούμεθα.