Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΜΑΪΟΥ

 

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰσιδώρου τοῦ ἐν τῇ Χίῳ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Μάρτυρος γ'.

 

Στιχηρὰ τοῦ Μάρτυρος

 

Ἦχος δ'

Ἔδωκας σημείωσιν  ΤΟ ΑΚΟΥΤΕ

Ζήλῳ πυρπολούμενος, τῆς εὐσεβείας Ἰσίδωρε, ὑπεισῆλθες τὸ στάδιον, θερμῶς τῆς ἀθλήσεως, καὶ βραβεῖον νίκης, Μάρτυς ἀπηνέγκω, κατὰ τῆς πλάνης διδαχαῖς, θεοφιλέσιν ὡραϊζόμενος, Σταυροῦ δὲ κρατυνόμενος, τῇ  πανοπλίᾳ κατέβαλες, τὸν ἀλάστορα τύραννον, νικηφόρος δεικνύμενος.

 

Μάστιξι ξεόμενος, τῆς δερματίνης νεκρώσεως, τοὺς χιτῶνας ἐνδέδυσαι, στολὴν ἀφθαρσίας δέ, καὶ λαμπρὰν ἐσθῆτα, περιβεβλημένος, θᾶττον τῷ   ξύλῳ τῆς ζωῆς, ἀποκατέστης ζωὴν δρεψάμενος, τὴν ὄντως ἀκατάλυτον, καὶ ἀτελεύτητον Ἔνδοξε, ἧς περ νῦν ἐμφορούμενος, τοὺς ὑμνοῦντάς σε εὔφρανον.

 

Ὄντως ὑπερβέβηκε, τὰ τῶν Μαρτύρων παλαίσματα, τῶν ἐπαίνων τὴν σύνθεσιν, καὶ λόγον καὶ ἔννοιαν· οἱ στερροὶ γὰρ πύργοι, τῆς θεοσεβείας, σῶμα θνητὸν καὶ παθητόν, ὡς τὸ ἡμέτερον περικείμενοι, πυρός τε κατετόλμησαν, καὶ τῶν πληγῶν κατεφρόνησαν, ὡς ἐν σώματι πάσχοντες, ἀλλοτρίῳ οἱ ἔνδοξοι.

 

Δόξα... Καὶ νν... Τῆς Ἑορτῆς

 

Εἰς τὸν Στίχον. Στιχηρὰ τῆς Ἑορτῆς.

 

Ἀπολυτίκιον τῆς Ἑορτῆς, Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου.

 

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Τὸν κλεινὸν Ἰσίδωρον ὑμνῶ προφρόνως.

Ποίημα Θεοφάνους.

 

ᾨδὴ    α'  Ἠχος πλ δ'

Ὑγρὰν διοδεύσας  ΤΟ ΑΚΟΥΤΕ

Ταῖς σαῖς ἱκεσίαις Μάρτυς Χριστοῦ, Ἰσίδωρε μάκαρ, οὐρανόθεν μοι φωτισμόν, παράσχου καὶ χάριν εὐφημῆσαι, τὴν ἑορτήν σου τὴν σεβάσμιον.

 

Ὁλόκληρον ἔχων πρὸς τὸν Θεόν, Ἰσίδωρε Μάρτυς, τὴν καρδίαν καὶ τὴν ψυχήν, πανάμωμον ἔσχες καὶ τὸν βίον, μαρτυρικῶς ἐγγυμναζόμενος.

 

Νομίμως ῥυθμίσας σου τὴν ζωήν, Ἰσίδωρε μάκαρ, ὥσπερ ἄσυλον θησαυρόν, τὴν πίστιν ἐκράτεις, ἄτρεπτόν τε τὴν σωτηρίαν παμμακάριστε.

Θεοτοκίον

Κυρίως τεκοῦσα φύσει Θεόν, κυρίως ἀκούεις, Θεοτόκος καὶ ἀληθῶς, τὴν προσηγορίαν καταλλήλως, τῷ   θείῳ Λόγῳ Ἁγνὴ περιφέρουσα.

 

ᾨδὴ    γ'

Σὺ εἶ τὸ στερέωμα  ΤΟ ΑΚΟΥΤΕ

Λόγῳ κυβερνώμενος, τὰς τῶν παθῶν ὁρμὰς ἔνδοξε, Μάρτυς Χριστοῦ, ἀρετῶν ἀσκήσει, ἀθλοφόρε ἠμαύρωσας.

 

Ἔχων ἀκατάπληκτον, τὴν τῆς ψυχῆς ὁρμὴν ἔνδοξε, πανευσεβῶς, τὴν ὁμολογίαν, ἀρραγῆ διετήρησας.

 

Ἵλεων πρεσβείαις σου, τὸν τοῦ παντὸς Κριτὴν ἔργασαι, τοῖς   εὐλαβῶς, τὴν σὴν εὐφημοῦσιν, Ἀθλοφόρε πανήγυριν.

Θεοτοκίον

Νέκρωσον τὸ φρόνημα, τὸ τῆς σαρκὸς ἡμῶν Δέσποινα, καὶ τὴν ψυχήν, ζώωσον Παρθένε, τῶν ἐν πίστει ὑμνούντων σε.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

 

Κάθισμα  Ἦχος γ'

Τὴν ὡραιότητα  ΤΟ ΑΚΟΥΤΕ

Ἀγωνισάμενος, κατὰ τοῦ ὄφεως, ἔστησας τρόπαιον, Μάρτυς Ἰσίδωρε· ἐκ τῆς Αἰγύπτου γὰρ φωστήρ, αὐγάζων τὴν ὑφήλιον, πᾶσιν ἐξανέτειλας, τὰς κινήσεις ποιούμενος, πρὸς τὸν ἀνατείλαντα, ἐκ Παρθένου θεόπαιδος, δι' ὃν σφαγιασθεὶς ἀθλοφόρε, θῦμα εὐῶδες γεγένησαι.

 

Καὶ τῆς Ἑορτῆς

 

ᾨδὴ    δ'

Σύ μου ἰσχύς, Κύριε  ΤΟ ΑΚΟΥΤΕ

Ὅλον ἐν σοί, τὸν λόγον εἰσοικισάμενος, στρατιώτης, ὡς ἀκαταγώνιστος, τυραννικὴν ᾔσχυνας ὀφρύν, καὶ τροπαιοφόρος, ἐντεῦθεν μάκαρ γενόμενος, στεφάνους ἀμαράντους, ἐκ Θεοῦ ἐκομίσω, παναοίδιμε Μάρτυς, Ἰσίδωρε.

 

Νεανικῶς, καταδιώξας, Ἰσίδωρε, τοὺς ἐχθρούς σου, τούτους κατελέανας, τῷ   φοβερῷ ὅπλῳ τοῦ Σταυροῦ, περιπεφραγμένος, ἰσχύν τε περιζωσάμενος, καὶ τοὺς μισήσαντάς σε, ἐξωλόθρευσας κράζων· τῇ  δυνάμει σου δόξα Φιλάνθρωπε.

 

Ἰχνηλατῶν, τὰ τοῦ Δεσπότου παθήματα, ἐμιμήσω, θάνατον ἑκούσιον, τὸ δι' αὐτόν, θέλων ὑποστάς· ὅθεν ἀκηράτου, ζωῆς σε Μάρτυς ἠξίωσεν, ὁ Κύριος τῆς δόξης, οὗ χερσὶν ἐναπέθου, τὴν ψυχήν σου παμμάκαρ, Ἰσίδωρε.

Θεοτοκίον

Σωματωθείς, ἀνακαινίζει τὸν ἄνθρωπον, ὅλως ὅλῳ, Πάναγνε ἑνούμενος, ὁ πατρικούς, κόλπους μὴ λιπών, καὶ τὴν σὴν γαστέρα, οἰκῆσαι καταδεξάμενος, ὁ πλούτῳ εὐσπλαγχνίας, ἑκουσίως πτωχεύσας, καὶ πλουτίσας τὸν κόσμον Θεότητι.

 

Ὠδή ε'

Ἵνα τὶ με ἀπώσω  ΤΟ ΑΚΟΥΤΕ

Ἱερεῖον προσήχθης, ἄμωμον καὶ τέλειον τῷ σῷ Δεσπότῃ Χριστῷ, καὶ τυθεὶς προθύμως, καὶ τὸ αἷμά σου ῥάνας Ἰσίδωρε, κοινωνὸς τοῦ πάθους, καὶ τῆς αὐτοῦ νῦν βασιλείας, χρηματίζεις ἀξίως συμμέτοχος.

 

Δυναμούμενος Σῶτερ, τῷ   παντοδυνάμῳ σου σθένει κατέσβεσε, τὴν ἀχλὺν τῆς πλάνης, ὁ καλλίνικος Μάρτυς Ἰσίδωρος, καὶ τμηθεὶς τὴν κάραν, σοὶ τὴν ψυχὴν τῷ   ζωοδότῃ, εὐκλεῶς ἐναπέθετο Δέσποτα.

 

Ὡραΐζεται μάκαρ, τοῖς σοῖς προτερήμασιν ἡ Ἐκκλησία Χριστοῦ, καὶ φαιδρύνεταί σου, ταῖς τῶν ἄθλων ἐνστάσεσιν ἔνδοξε πρὸς τὴν ἁμαρτίαν· σὺ γὰρ στερρῶς μέχρις αἱμάτων, ἀνθιστάμενος ὤφθης Ἰσίδωρε.

Θεοτοκίον

Ῥυπωθεῖσαν τὴν φύσιν, τὴν τῆς ἀνθρωπότητος τῇ  παραβάσει τῇ  πρίν, καὶ δεινῶς φθαρεῖσαν, καὶ θνητὴν γενομένην ἀνέστησας, τὴν πηγὴν τεκοῦσα, τῆς ὑπὲρ νοῦν ἀθανασίας, Θεοτόκε πανάμωμε Δέσποινα.

 

ᾨδὴ    ς'

Τὴν δέησιν ἐκχεῶ  ΤΟ ΑΚΟΥΤΕ

Ὁλόκληρον πρὸς Θεὸν τὴν ἔφεσιν, κεκτημένος ἀθλοφόρε παμμάκαρ, τῶν ἀγαθῶν, τὸ ἀκήρατον ὄντως, τῶν ἐπιγείων τὸν πόθον ἠμαύρωσας, καὶ ἔδραμες ἀναβοῶν· Ἐκολλήθην ὀπίσω σου Δέσποτα.

 

Νυμφίος ὡς εὐπρεπὴς Ἰσίδωρε, καλλοναῖς μαρτυρικαῖς διαπρέπων, πρὸς οὐρανούς, ἀνελήλυθας χαίρων, καλλοποιῷ λαμπηδόνι παρίστασθαι, δεόμενος, διαπαντός, ὑπέρ τῶν ἐκτελούντων τὴν μνήμην σου.

 

Ὑπέφερες ἀθλητὰ σφαττόμενος, προορῶν τὴν δι' αἰῶνος δόξαν, καὶ τὴν τρυφήν, τὴν ἀΐδιον ὄντως, μετὰ Μαρτύρων, ὡς Μάρτυς ἀήττητος, ἀπείληφας παναληθῶς, στεφηφόρε παμμάκαρ, Ἰσίδωρε.

Θεοτοκίον

Μαρία, τὸ τοῦ Δεσπότου σκήνωμα, τὸ λαμπραῖς τῆς παρθενίας ἀκτῖσι, φωτοειδῶς, ὥσπερ κρίνον ἐκλάμψαν, τῆς ἀκανθώδους ἐν μέσῳ συγχύσεως, σοῦ δέομαι τῆς ἀγαθῆς, τῶν πταισμάτων παράσχου μοι ἄφεσιν.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ   ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

 

Κοντάκιον τῆς Ἑορτῆς

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰσιδώρου.

Στίχοι

·       Ἔσαινεν Ἰσίδωρον ἐλπὶς τοῦ στέφους,

·       Καὶ πρὸς τομὴν ἤπειγεν, ἐξ ἧς τὸ στέφος.

·       Ἐν δ' Ἰσίδωρον ἄορ δεκάτῃ τάμεν ἠδὲ τετάρτῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεράποντος.

Στίχοι

·       Ὤφθης Θεράπων, οἷα θύτης τοῦ Λόγου,

·       Ὤφθης Θεράπων, καὶ δι' αἵματος Πάτερ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀλεξάνδρου τοῦ ἐν Κεντουκέλλαις.

 

Μνήμη τῶν ἁγίων μαρτύρων Ἀλεξάνδρου, Βαρβάρου καὶ Ἀκολούθου.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ    ζ'

Παῖδες Ἑβραίων  ΤΟ ΑΚΟΥΤΕ

Νῦν ἐλλαμπόμενος Τρισμάκαρ, τῇ  τοῦ πνεύματος αὐγῇ τοὺς σὲ ὑμνοῦντας, ἐλλαμφθῆναι σὸν σοὶ εὐδόκησον βοῶντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

 

Ὢ τῶν καλλίστων σου ἀγώνων, δι' ὧν ἔλυσας τὴν πλάνην τῶν εἰδώλων καὶ τυράννους δεινούς, κατῄσχυνας κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Πάναγνε Δέσποινα Παρθένε, τῶν πταισμάτων μου τοὺς μώλωπας ἐλαίῳ, συμπαθείας τῆς σῆς, θεράπευσον βοῶντος· Εὐλογημένος Δέσποινα, ὁ καρπὸς τῆς σῆς κοιλίας.

 

ᾨδὴ  η'

Ἑπταπλασίως κάμινον  ΤΟ ΑΚΟΥΤΕ

Ῥαδιουργίαις ᾤετο, ὑποκλέπτειν ὁ τύραννος, τῆς σῆς καρτερίας, τὸ στερρὸν καὶ εὔτονον, παμμάκαρ, Ἰσίδωρε, πρὸς τὴν αὐτοῦ κακόνοιαν· ἀλλὰ σὺ θεόφρον, τόν Χριστὸν ἀνεβόας· φοβοῦμαι, ᾧ λατρεύω, προσκυνῶ τε καὶ μέλπω· λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

 

Ὁλολαμπὲς ὡς ἥλιος, ἱλαρόν σου τὸ πρόσωπον, τῇ  τοῦ μαρτυρίου χαρμονῇ ἐφαίνετο· ἀμνὸς γὰρ ὡς ἄμωμος σφαγιασθεὶς προσήχθης Θεῷ, ὃν ὡς πλαστουργόν, μελῳδικῶς ἀνεβόας· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Φωτοειδὲς τὸ σῶμά σου, τοῖς ποθοῦσιν ἐδείκνυτο, τῆς Ἀγγελικῆς δορυφορούσης τάξεως, ἀστράπτον Ἰσίδωρε, μαρμαρυγαῖς τῆς χάριτος, θαυματοποιΐαις τε ποικίλαις ἐμπρέπον, δωρούμενον ἑκάστῳ, τὰς ἰάσεις ἀφθόνως, καὶ σάλου ἐξαρπάζων, σαφῶς καὶ ἐκ κινδύνων.

Θεοτοκίον

Ῥητορευόντων γλῶσσαί σε, εὐφημῆσαι οὐ σθένουσιν, ὦ Θεογεννῆτορ, Μαριὰμ Θεόνυμφε· Θεὸν γὰρ ἐγέννησας, τὸν ἐπὶ πάντων Κόρη ἁγνή, ἐκ παρθενικῆς, ἀπειρογάμου νηδύος· ὃν Παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς   θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ    θ'

Ἐξέστη ἐπὶ τούτῳ  ΤΟ ΑΚΟΥΤΕ

Ὁ πλούτῳ εὐσπλαγχνίας συγκαταβάς, καὶ πτωχεύσας, σταυρόν τε καὶ θάνατον ὑπὲρ ἡμῶν, θέλων ὑπομείνας ὡς ἀγαθός, τὸν δι' αὐτὸν σε θάνατον, βλέπων ὑπομείναντα καρτερῶς, αὐτοῦ τῆς βασιλείας, Ἰσίδωρε τρισμάκαρ, συγκληρονόμον ἀπειργάσατο.

 

Νομίμως σῶν αἱμάτων ἐπὶ τῆς γῆς, οἱ κρουνοὶ ἐκχυθέντες Ἰσίδωρε, ἐν οὐρανοῖς χλαῖνάν σοι ἐφοίνιξαν εὐπρεπῶς, ἐξυφασμένην χάριτι, ἣν νῦν ἐνδυσάμενος τῷ   Χριστῷ, παρέστης ἐν θαλάμοις, παμμάκαρ οὐρανίοις, στεφανηφόρε Μάρτυς ἔνδοξε.

 

Ὡς ἔχων παρρησίαν πρὸς τὸν Χριστόν, ἱκετεύων μὴ παύσῃ Ἰσίδωρε, ἐκ πειρασμῶν, ζάλης τε καὶ θλίψεως καὶ παθῶν, τοὺς ἐκτελοῦντας ῥύσασθαι, μνήμην σου ἀξίως τὴν ἱεράν, ψυχῶν τε σωτηρίαν, αἰτούμενος τρισμάκαρ, σῆς κληρουχίας καταξίωσον.

Θεοτοκίον

Σωτῆρα ὡς τεκοῦσα καὶ λυτρωτήν, σωτηρίας με Κόρη ἀξίωσον, ἐπιτυχεῖν, πάναγνε πταισμάτων μου τὰς σειράς, ταῖς σαῖς πρεσβείαις λύουσα· πάντα γὰρ ὡς θέλεις σὺ κατορθοῖς, ὡς φέρουσα ἐν κόλποις, τὸν πάντων Βασιλέα, τὸν ἀγαθότητι ἀσύγκριτον.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς   ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».

 

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.