Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΜΑΪΟΥ

 

Μνήμη τοῦ Ἁγίου Προφήτου Ἡσαΐου, καὶ τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κυριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηχὰ ἀμφοτέρων ἀνὰ γ'.

 

Στιχηρὰ τοῦ Προφήτου

 

Ἦχος δ'

Ἔδωκας σημείωσιν  ΤΟ ΑΚΟΥΤΕ

Ἄνθρακι Θεότητος, τοῦ σαρκωθέντος ῥιπτόμενος, προφητείαν πιστεύεται, ὁ μέγας καὶ ἔνδοξος, καὶ τὴν θείαν δόξαν, βλέπει Ἡσαΐας, διὰ πολλὴν τῆς ἀρετῆς, περιουσίαν καὶ καθαρότητα, καὶ κήρυξ προχειρίζεται, καὶ προμηνύει τὴν μέλλουσαν, σωτηρίαν τοῖς ἔθνεσι, καὶ τὴν θείαν ἐμφάνειαν.

 

Νοῦν τε καὶ διάνοιαν, ἐκκαθαρθεὶς ἀξιάγαστε, Ἡσαΐα τοῦ Πνεύματος, εὐάρμοστον ὄργανον ἐνεργείαις τούτου, καὶ ταῖς ἐπιπνοίαις, ἀνακρουόμενον ἀεί, καὶ θεοφρόνως μεθαρμοζόμενον, ἐγένου παναοίδιμε, τὸν ἐπὶ θρόνου καθήμενον, ἐπηρμένου θεώμενος, καὶ τὰ θεῖα μυούμενος.

 

Μίαν κυριότητα, τρισυποστάτου Θεότητος, τρισαγίῳ φωνήματι, ἀπαύστως δοξάζοντα, Σεραφὶμ τὰ θεῖα, Μάκαρ θεωρήσας, καὶ μυηθεὶς προφητικήν, ἐνεπιστεύθης χάριν θαυμάσιε· διό σου τὸ πανίερον, ἐπιτελοῦντες μνημόσυνον, τῷ Χριστῷ σε προσάγομεν, πρεσβευτὴν δυνατώτατον.

 

Ἔτερα Στιχηρὰ τοῦ Μάρτυρος

 

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων  ΤΟ ΑΚΟΥΤΕ

Τοῦ Χριστοφόρου τοὺς ἄθλους, δεῦτε τιμήσωμεν, δι' ὧν ἡμῖν πηγάζει ἡ ἀέναος χάρις, Χριστοῦ τοῦ ζωοδότου· καὶ γὰρ κραταιῶς, τοὺς ἐχθροὺς τροπωσάμενος, κατὰ παθῶν καὶ δαιμόνων καὶ ὀδυνῶν, τὴν ἐξουσίαν ἐκομίσατο.

 

Ἡ τῶν λειψάνων σου κόνις, θαυμάτων βλύζει πηγάς, τῶν κεραυνῶν τὴν λύσιν, καὶ λοιμῶν καὶ κινδύνων, τὴν λύτρωσιν παρέχει· διὸ σε καὶ νῦν, Χριστοφόρε πολύαθλε, ὁ σὸς λαὸς ἱκετεύει, ὅπως ἀεί, διασώζηται τῆς βλάβης αὐτῶν.

 

Σοῦ τὸ μνημόσυνον Μάρτυς, εὐωδιάζει τρανῶς, ἐαρινὰ ὡς ῥόδα, τὰ πολύαθλα πάθη, τῶν σῶν ἀγωνισμάτων, δι' ὧν ἀσθενεῖς, ἐμπαθεῖς τε καὶ ἄρρωστοι, τὴν εὐρωστίαν πλουτοῦντες, ταῖς σαῖς εὐχαῖς, ἀνυμνοῦσι τὸν δοτῆρα Χριστόν.

Δόξα... Τοῦ Μάρτυρος

Ἦχος δ'  Ἰωάννου Μοναχοῦ

Κογχύλῃ αἵματος τοῦ μαρτυρίου σου, κοσμηθεῖσα ἡ Ἐκκλησία τοῦ Θεοῦ, ἡλιακὰς ἀκτῖνας ἐκπέμπει, Χριστοφόρε πολύαθλε· τῷ γὰρ Σταυρῷ, καθοπλίσας σεαυτόν, καὶ τὸ θανεῖν ὑπὲρ Χριστοῦ προθύμως ἑλόμενος, γενναίως πρὸς παράταξιν τοῦ ἀλλοτρίου ἀντικατέστης, καὶ καταισχύνας πάσας τὰς ἐπινοίας τῶν παρανόμων, νικητής στρατιώτης ὤφθης τοῦ Χριστοῦ. Διὸ δυσωποῦμέν σε, ὡς παρρησίαν ἔχων, Μαρτύρων ἐγκαλλώπισμα, πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νν... Τῆς Ἑορτῆς

 

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.

 

Δόξα... τοῦ Μάρτυρος

Ἦχος δ'  Ἀνατολίου

Δεῦτε τῶν πιστῶν τὸ σύστημα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὸν ἀθλοφόρον Χριστοῦ τοῦ Θεοῦ, ἐν ὕμνοις τιμήσωμεν, Χριστοφόρον τὸν ἔνδοξον. Σήμερον γὰρ ὡς ἑωσφόρος ἀνέτειλε, καὶ καταφωτίζει τὰς διανοίας τῶν πιστῶν, τῶν ἐν πίστει καὶ πόθῳ, ἐπιτελούντων τὴν μνήμην αὐτοῦ τὴν σεβάσμιον.

 

Καὶ νν... Τῆς Ἑορτῆς

 

Ἀπολυτίκιον τοῦ Προφήτου

Ἦχος β'  

Τοῦ Προφήτου σου Ἡσαΐου, τὴν μνήμην Κύριε ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν. Σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... τοῦ Μάρτυρος

Ἦχος δ'  Ταχὺ προκατάλαβε  ΤΟ ΑΚΟΥΤΕ

Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε· ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῇ  τρισαγίῳ, καὶ φρικτῇ μελῳδίᾳ· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῷζε τοὺς δούλους σου.

 

Καὶ νν... Τῆς Ἑορτῆς

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Οἱ Κανόνες τῆς ἡμέρας, καὶ τῶν Ἁγίων κοινός.

Ποίημα Θεοφάνους.

 

Τοῦ Προφήτου

 

ᾨδὴ   α'  Ἦχος δ'

ᾌσομαί σοι Κύριε  ΤΟ ΑΚΟΥΤΕ

Φώτισόν με Κύριε ὁ Θεός μου, καὶ καθοδήγησον φαιδρῶς, τοῦ θείου Προφήτου, τὴν ἔνδοξον καὶ ἔντιμον, εὐφημῆσαι πανήγυριν.

 

Θεόφθογγος σάλπιγξ τοῦ Ἡσαΐου, περιηχήσασα τὴν γῆν, τοὺς τῆς Ἐκκλησίας, τροφίμους συνεκάλεσεν, ἑορτάσαι τὴν μνήμην αὐτοῦ.

 

Τὰ πάθη τοῦ σώματος θεοφόρε, τῷ λογισμῷ τῷ τῆς ψυχῆς, σαφῶς ὑποτάξας, τὴν δόξαν κατηξίωσαι, ἰδεῖν τοῦ Παντοκράτορος.

 

Τοῦ Μάρτυρος

 

Ὁ αὐτὸς

Δεῦτε πάντες σήμερον χριστοφόροι, τοῦ Χριστοφόρου τὴν μνήμην, τοῦ τῆς ἀληθείας, Μάρτυρος θεόφρονες, εὐσεβῶς ἀνυμνήσωμεν.

 

Ἀνδρείως ἠγωνίσω κατὰ τῆς πλάνης, καὶ τὰς Τυράννων ἀπειλάς, Μάρτυς ἀθλοφόρε, ἰσχὺϊ ῥωννύμενος, τοῦ Σταυροῦ κατεπάτησας.

Θεοτοκίον

Ῥάβδον προορῶν σε τὴν Θεοτόκον, ἄνθος δὲ πάλιν τὸ ἐκ σοῦ, σαρκούμενον Λόγον, προήγγειλεν ὁ ἔνδοξος, Ἡσαΐας Πανάχραντε.

 

ᾨδὴ   γ'

Τόξον δυνατῶν ἠσθένησεν  ΤΟ ΑΚΟΥΤΕ

Ὅλην τὴν αὐγὴν τοῦ Πνεύματος, ὑποδεδεγμένος προηγόρευσας Ἔνδοξε, τῆς τοῦ Λόγου οἰκονομίας, τὸ ἀπόρρητον μυστήριον.

 

Ἤρθης πρὸς ὕψος οὐράνιον, καὶ τῆς εὐσεβείας τὴν λαμπρότητα ἔδειξας, τῶν εἰδώλων ματαιοτάτην, διελέγξας τὴν ἀσθένειαν.

 

Λίθον ἐν Σιὼν ὑπέρτιμον, ἀκρογωνιαῖον, τὴν οἰκουμένην συνδέοντα, τὸν Δεσπότην ὁ Ἡσαΐας, προφητεύει τεθησόμενον.

 

Τοῦ Μάρτυρος

 

Ὁ αὐτὸς

Ὅπλῳ τοῦ Σταυροῦ φραξάμενος, Μάρτυς ἀθλοφόρε, τὰς ἀλγηδόνας ὑπέμεινας, ἀενάως τῷ ποθουμένῳ, ἐντρυφῶν καὶ ἀγαλλόμενος.

 

Σάρξ μὲν αἰκισμοῖς ἐτέμνετο, ἡ θεοφιλὴς δέ σου ψυχή, δι' ἀγάπης ἐτρέφετο, μελετῶσα τῆς βασιλείας, Χριστοφόρε τὴν ἀπόλαυσιν.

Θεοτοκίον

Ῥῆσις ἀληθῶς πεπλήρωται, ἡ τοῦ Ἡσαΐου· ἡ Παρθένος γὰρ τέτοκε, σαρκωθέντα τὸν ζωοδότην, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».

 

Κάθισμα  Ἦχος γ'

Θείας πίστεως  ΤΟ ΑΚΟΥΤΕ

Θείας χάριτος κατηξιώθης, ὅτι ἤκουσας φωνῆς Κυρίου, Ἡσαΐα ὦ Προφήτα πανένδοξε, τῆς ἀληθείας προρρήσεις ἐκήρυξας, καὶ ἀνομοῦντας τυράννους διήλεγξας· ὅθεν πρίονι, ξυλίνῳ πρισθεὶς παρίστασαι Χριστῷ, ἐκλιπαρὼν ὑπὲρ τῶν δούλων σου.

Τοῦ Μάρτυρος

Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον  ΤΟ ΑΚΟΥΤΕ

Εὐσεβείας τὴν γνῶσιν καταλαβών, ἀγνωσίας τὸν ζόφον ἀποβαλών, Μάρτυς κατεπάτησας, τὸν ἀρχέκακον ὄφιν, τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τῶν εἰδώλων ἔσβεσας, τὸ ἄθεον φρύαγμα· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, ἐδέξω τὸν στέφανον, καὶ παρέχεις ἰάματα, Χριστοφόρε πολύαθλε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

 

Καὶ τῆς Ἑορτῆς

 

Τοῦ Προφήτου

 

ᾨδὴ   δ'

Τῆς σῆς ἐπὶ γῆς παρουσίας  ΤΟ ΑΚΟΥΤΕ

Τῆς ἀρετῆς ἀνυψώθης πρὸς τὴν ἀκρότητα, καὶ καθαρῶς τῷ ποθουμένῳ προσωμίλησας, καὶ γεγηθότως ἔψαλλες· Δόξα τῇ  δυνάμει σου Κύριε.

 

Προφητικὴν Ἡσαΐα χάριν πεπίστευσαι, καὶ Θεοῦ ἐνδιαίτημα θεῖον δέδειξαι, καὶ οὐρανῶν σκηνώμασι, δόξης ἀκηράτου ἠξίωσαι.

 

Ἐγκαινίζεσθαι νήσους ἔφης αἰνιττόμενος, τὰς ἐθνῶν Ἐκκλησίας, τοῦ θείου Πνεύματος, πλησθησομένας Ἔνδοξε, μύστης ἀρρήτων γενόμενος.

 

Τοῦ Μάρτυρος

 

Ὁ αὐτὸς

Τῶν οὐρανῶν τὴν κληρουχίαν Μάρτυς εἴληφας, ἐπὶ γῆς ὑπὲρ Χριστοῦ ἀγωνισάμενος, καὶ τῶν εἰδώλων ἔσβεσας, πλάνην ἀνδρικῶς δεισιδαίμονα.

 

Τῶν γυναικῶν σοι τὴν πεῖραν Μάρτυς προσέφερεν, ὡς Ἀδὰμ τῷ προπάτορι, ὁ ὄφις ποτέ, ἀλλ' ἡττηθεὶς ᾐσχύνετο, βρόχους καθεαυτοῦ τεκταινόμενος.

Θεοτοκίον

Παιδίον ἡμῖν ἐδόθη ἐκ τῆς Προφήτιδος, τὸ τεχθὲν πρὸ ὠδίνων τῆς Θεομήτορος, οὗ ἡ ἀρχὴ ἐπώμιος, θεῖος Ἡσαΐας ἐκήρυξεν.

 

Τοῦ Προφήτου

 

ᾨδὴ   ε'

Τὸν φωτισμόν σου Κύριε  ΤΟ ΑΚΟΥΤΕ

Τὸ κεκρυμμένον ἄνωθεν, μυστήριον ὁρῶν, καὶ τὴν ἀρχαίαν βουλὴν τοῦ Ὑψίστου, τῆς περὶ ἡμᾶς οἰκονομίας, θεορρῆμον κατήγγειλας.

 

Ἡ τῶν παθῶν σου Κύριε, ἀέναος πηγή, τῶν παθημάτων ἡμᾶς ἀποπλύνει· ἥκεις γὰρ Σωτήρ, ὡς Ἡσαΐας, ὁ Προφήτης ἐδίδαξε.

 

Τοῦ Μάρτυρος

 

Ὁ αὐτὸς

Τῷ φωτισμῷ τῆς πίστεως, σαφῶς ἐζώγρησας λαούς, καὶ τὴν μανίαν ἀθέων τυράννων, ἔλυσας, ἐνδεδυμένος, τὴν ἐξ ὕψους ἐνέργειαν.

 

Οὐρανῶν ὡς προέκρινας, ἀπόλαυσιν σαφῶς, τῆς ἐπιγείου, σοφὲ Χριστοφόρε, ἔφερες στερρῶς βασάνων πόνους, τῷ Σταυρῷ δυναμούμενος.

Θεοτοκίον

Ἐπὶ νεφέλης Κύριε, καθήμενον ἁγνῆς, τῆς πανυμνήτου Μητρός, Ἡσαΐας βλέπει σε τρανῶς, τῶν Αἰγυπτίων καθαιροῦντα τὰ ξόανα.

 

Τοῦ Προφήτου

 

ᾨδὴ   ς'

Ἐβόησε προτυπῶν  ΤΟ ΑΚΟΥΤΕ

Τῷ Πνεύματι, τυπωθεὶς Ἡσαΐας ἑώρακεν, ἐπὶ θρόνου, κυριότητα δόξης ἀστράπτουσαν, ὑμνολογουμένην, τρισαγίᾳ φωνῇ τὴν τρισάριθμον.

 

Τῷ στόματι, δεδοικὸς σοι προσάγει τὸν ἄνθρακα, Ἡσαΐα, Σεραφὶμ τῇ  λαβίδι δραξάμενον, καὶ Θεοῦ Προφήτην, ἐκτελεῖ μυστικῶς ἱερώτατον.

 

Τὴν ἔκβασιν, τηλαυγῶς θεωρῶν τῶν προρρήσεων, Ἡσαΐας, νοερῶς σὺν Ἀγγέλοις ἀγάλλεται, καὶ σκιρτῶν δοξάζει, τὸν πληροῦντα αὐτοῦ τὰ κηρύγματα.

 

Τοῦ Μάρτυρος

 

Ὁ αὐτὸς

Οὐ πρὸς αἷμα, οὐ πρὸς σάρκα τὴν πάλην ἀράμενος ὁ γενναῖος, ἀλλ' ἀρχὰς ἐτροποῦτο καὶ δαίμονας, ἀοράτῳ σθένει, τοῦ Υἱοῦ τοῦ Θεοῦ κρατυνόμενος.

 

Ἀγαπήσας, εὐπρεπῶς ὀρεκτῶν τὴν ἀκρότητα, Ἀθλοφόρε, οὐκ ᾐσθάνου τῶν πόνων ξεόμενος, τὴν διάνοιάν σου, ἐπερείδων ἀεὶ τῷ Δεσπότῃ σου.

Θεοτοκίον

Τὴν Παρθένον, ἐν γαστρὶ συλλαβοῦσαν θεώμενος, καὶ τεκοῦσαν, Ἡσαΐας ὡς ἔφη ὁ ἔνδοξος, σαρκωθέντα Λόγον, καὶ Υἱὸν τοῦ Θεοῦ νῦν ἀγάλλεται.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων».

 

Κοντάκιον  Ἦχος β'

Τὴν ἐν πρεσβείαις ἀκοίμητον  ΤΟ ΑΚΟΥΤΕ

Τῆς Προφητείας τὸ χάρισμα δεδεγμένος, προφητομάρτυς Ἡσαΐα θεοκήρυξ, πᾶσιν ἐτράνωσας τοῖς ὑφ' ἥλιον, τὴν τοῦ Θεοῦ φωνήσας μεγαλοφώνως σάρκωσιν· Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται.

Ὁ Οἶκος

Ὅλος ὑπάρχων νενεκρωμένος καὶ ἀκάθαρτα χείλη κεκτημένος Χριστέ, πῶς οἴσω σοι αἶνον ἐπάξιον. Ὄντως γινώσκων τὴν σὴν εὐσπλαγχνίαν, ὅτι σῴζει τοὺς πίστει σοι προσιόντας, ὥσπερ ποτὲ καὶ ἡ χήρα ἐκείνη τὰ δύω λεπτά, προσφέρω λόγους χειλέων ῥυπαρῶν, καὶ προσπίπτω κραυγάζων σοι· Τὸν νοῦν μου φώτισον Δέσποτα, ἵνα λέγω μετὰ τοῦ Προφήτου σου· Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται.

 

Συναξάριον

Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἡσαΐου.

Στίχοι

·       Ὃς ἄσπορον προεῖδεν υἱομητρίαν,

·       Πρισθεὶς ἄναρχον εἶδεν υἱοπατρίαν.

·       Ἡσαΐας δ' ὁρόων μέλλοντ' ἐνάτῃ χερὶ πρίσθη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου.

Στίχοι

·       Τὸν Χριστοφόρον οἶδά σε Χριστοφόρος,

·       Χριστῷ τυθέντα τῷ Θεῷ διὰ ξίφους.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἐπιμάχου καὶ Γορδιανοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ ἅγιαι μάρτυρες Καλλινίκη καὶ Ἀκυλῖνα, αἱ διὰ τοῦ ἁγίου Χριστοφόρου πιστεύσασαι τῷ Χριστῷ, σούβλαις ἀπὸ ποδῶν ἕως ὤμων διαπαρεῖσαι τελειοῦνται.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ   ζ'

Ἀβραμιαῖοι ποτὲ  ΤΟ ΑΚΟΥΤΕ

Τὴν τοῦ Σωτῆρος ἡμῖν, παρεσομένην βλέπων, ὁ Ἡσαΐας ἀπολύτρωσιν· Ἥξει ἀνεβόησεν, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογημένος.

 

Καὶ προφητείας χάριν, καὶ μαρτυρίου στέφος, ὁ Ἡσαΐας ἀνεδήσατο, ἰσχύς μου καὶ ὕμνησις, ὁ τῶν Πατέρων βοῶν· Θεὸς εὐλογητὸς εἶ.

 

Τῆς εὐσεβείας ὅρους, καὶ πολιτείας νόμους, θεοφορήτῳ γλώσσῃ τέθεικας, Προφῆτα θεσπέσιε· ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Τοῦ Μάρτυρος

 

Ὁ αὐτὸς

Τῆς μαρτυρίας ὁδόν, τῇ  καρτερίᾳ τρέχων, ὁ Χριστοφόρος τὰ οὐράνια, πολεύει σκηνώματα· ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Τῆς ἀσεβείας φλόγα, τῆς εὐσεβείας δρόσῳ, ὁ Χριστοφόρος κατεμάρανε, καὶ ὕμνοις ἐκραύγαζεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Θεοτοκίον

Τῆς παρθενίας ὁρῶν, τὸν ὑπὲρ φύσιν τόκον, καὶ τῆς ἁγνείας τὴν λαμπρότητα, Ἡσαΐα βόησον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Τοῦ Προφήτου

 

ᾨδὴ   η'

Οἱ ἐν Βαβυλῶνι παῖδες  ΤΟ ΑΚΟΥΤΕ

Εὐφροσύνης τὸν χιτῶνα, νυμφίου περικείμενος τρόπον, ἀγάλλεται νῦν χαρμονικῶς, Ἡσαΐας ὁ ἔνδοξος, καὶ θείας τρυφῆς ἀπολαύων, τοῖς Ἀγγέλοις συμφθέγγεται· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Οἱ Θεοῦ πρὶν χωρισθέντες, δαιμόνων ἀπατώμενοι λόγοις, ἐνδίκως ἀπανίστανται γῆς, τῆς ἁγίας οἱ τάλανες, Προφήτου φωναῖς ἀκολούθως, καὶ νῦν μέλπειν οὐ δύνανται· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Τὴν πλάνην καταλιπόντα, τῷ θείῳ προσεπέδραμον φέγγει, τὰ πλήθη τῶν ἐθνῶν, καὶ Χριστοῦ, τῷ κλήρῳ προσηρμόσθησαν, ὡς πάλαι φησὶν Ἡσαΐας, καὶ ὑμνοῦντες νῦν μέλπουσιν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Τοῦ Μάρτυρος

 

Ὁ αὐτὸς

Τὸ τῆς εἰδωλομανίας, θρασέως προσρηγνύμενον κῦμα, Μαρτύρων προσεθραύσθη στερραῖς, ἀντιτύποις ἐνστάσεσι, τῶν ὑπὲρ Χριστοῦ ἑλομένων, κινδύνους καὶ μελπόντων αὐτῷ· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Βασιλικὴν ἁλουργίδα, βαφεῖσαν ἐξ αἱμάτων σου Μάρτυς, ὡραίως ἐνδυσάμενος νῦν, Χριστοφόρε ἀήττητε, Ἀγγέλων χοροῖς συγχορεύεις, καὶ συμμέλπεις τῷ Κτίστῃ σου· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Ἡ παρθενομήτωρ Κόρη, ὡς βρέφος ἀγκαλίζεται Λόγον, τὸν πᾶσι διδόντα τὴν ζωήν, καὶ τὰ πάντα ποιήσαντα, ὡς ἔφη τὸ πρὶν Ἡσαΐας, ὃς καὶ χαίρων ἐκραύγαζεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».

 

Τοῦ Προφήτου

 

ᾨδὴ   θ'

Εὔα μὲν τῷ τῆς παρακοῆς  ΤΟ ΑΚΟΥΤΕ

Βήματι παρέστηκας φαιδρῶς θεόληπτε, τοῦ Δεσπότου τῶν Δυνάμεων, δόξῃ δὲ τούτου ἐπευφραίνῃ τὰς τῆς σῆς εὐσεβείας καρπούμενος, ἐπικαρπίας παμμάκαρ ἀοίδιμε· ὅθεν σε πάντες μακαρίζομεν.

 

Δεῦτε νῦν φωτὸς προφητικοῦ χαρίσματος, οἱ ποθοῦντες ἀπαρύσασθε, βίβλῳ προθύμως Ἡσαΐου, τῇ  τῆς θεογνωσίας ἐγκύμονι, συντόνῳ ἐπιθυμίᾳ προσέλθωμεν, καὶ θείας αἴγλης πλησθησόμεθα.

 

Πνεύματι φωτιστικῷ σαφῶς λαμπόμενος, Ἡσαΐα θεοφόρητε, πάντας φωτίζεις τοὺς τελοῦντας, τὸ θεῖον καὶ σεπτόν σου μνημόσυνον, πρεσβεύων τῆς σωτηρίας τυχεῖν αὐτούς, καὶ τῆς τερπνῆς ἀγαλλιάσεως,

 

Τοῦ Μάρτυρος

 

Ὁ αὐτὸς

Στέφανον ὡς νικητὴς λαμπρὸν δεξάμενος, Χριστοφόρε παναοίδιμε, συμβασιλεύεις τῷ Δεσπότῃ, τῷ σὲ ἐν ταῖς βασάνοις κρατύναντι, καὶ χεῖρα ζωηφόρον ὀρέξαντι, καταπαλαῖσαι τὸν ἀρχέκακον.

 

Αἵματι μαρτυρικῷ φαιδρῶς λουσάμενος, κατηυγάσθης Ὑπερένδοξε, νῦν δὲ παρθένων ἐν νυμφῶνι, σὺν τῷ νυμφίῳ χαίρων εἰσέδραμες, εἰρήνην δὲ τῷ κόσμῳ αἰτσύμενος, μὴ διαλίπῃς Μάρτυς ἔνδοξε.

Θεοτοκίον

Ἄνθρακα τὸν νοητὸν ἁγνὴ Θεόνυμφε, Ἡσαΐας ὃν τεθέαται, φέρεις ἀγκάλαις Θεομῆτορ, μορφῇ τῇ  ἡμετέρᾳ ἑνούμενον, καὶ κόσμῳ τὴν σωτηρίαν δωρούμενον· ὅθεν σε πάντες μεγαλύνομεν.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».

 

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

 

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

 

Ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.