Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΜΑΡΤΙΟΥ

 

Μνήμη τῶν Ἁγίων Μαρτύρων Χρυσάνθου καὶ Δαρείας ἐξ Ἀθηνῶν.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια.

 

Ἦχος δ'

Ἔδωκας σημείωσιν  ΤΟ ΑΚΟΥΤΕ

Θείας ἐπιγνώσεως, εἰσδεδεγμένος τὴν ἔλλαμψιν, ἐφωτίσθης τὰ ὄμματα, Σοφὲ τῆς καρδίας σου, καὶ τῆς πλάνης ζόφον, ἔλιπες ἐμφρόνως, καὶ ὡμολόγησας Χριστόν, σάρκα λαβόντα τὸν πάντων Κύριον, ἐντεῦθεν δυναμούμενος, δυνάμει Πνεύματος Χρύσανθε, τῶν βασάνων ἀνώτερος, ἀνεδείχθης πανεύφημε.

 

Ἐχθροῦ δελεάσματα, καὶ ἡδονῆς ὑπεκκαύματα, ὡς ἀράχνην λελόγισαι, ζοφώδη δὲ κάθειρξιν, ὑποστὰς ἐνθέῳ, φέγγει κατηυγάσθης, καὶ εὐωδίας νοητῆς, ἀπεπληρώθης μέσον ἱστάμενος, βορβόρου καὶ προσήγαγες, ὡς νυμφοστόλος πανάριστος, τῷ  Χριστῷ νύμφην ἄμωμον, τὴν μωμῆσαί σε σπεύσασαν.

 

Ἐτρώθης τῷ  ἔρωτι, τῷ  γλυκυτάτῳ τοῦ κτίσαντος, καὶ τῆς πλάνης τὸ ἄθεον, τέλεον ἐξέκλινας, καὶ νυμφῶνος θείου, ἐχώρησας ἔνδον, νενυμφευμένη τῷ  Χριστῷ, διὰ βασάνων πολλῶν τοῦ σώματος, Δαρεία μεγαλώνυμε, θεῖον δοχεῖον τοῦ Πνεύματος, Ἀθλητῶν ἐγκαλλώπισμα, καὶ Παρθένων ἀγλάϊσμα.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Ἐν κλίνῃ κατάκειμαι, τῆς ἀμελείας Πανάμωμε, καὶ ῥαθύμως διέρχομαι, τὸν βίον καὶ δέδοικα, τὸν τῆς τελευτῆς μου, καιρὸν Θεοτόκε, μὴ ὥσπερ λέων ἀφειδῶς, διασπαράξῃ τὴν ταπεινήν μου ψυχήν, ὁ ὄφις ὁ παμπόνηρος· διὸ τῇ  σῇ ἀγαθότητι, πρὸ τοῦ τέλους προφθάσασα, πρὸς μετάνοιαν ἔγειρον.

Ἢ Σταυροθεοτοκίον

Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ὡς Δεσπότην κλαίουσα, ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς προελθόντα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα ἀνεκραύγαζε· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

 

Ἀπολυτίκιον  Ἦχος δ'

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν συνήθη Στιχολογίαν οἱ Κανόνες, ὡς σύνηθες, καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.

 

Σὲ τὸ χρυσαυγὲς Μαρτύρων ἄνθος σέβω. Ἰωσήφ.

 

ᾨδὴ  α'  Ἦχος δ'

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

 

Στεφάνῳ, ὑπὲρ χρυσὸν ἐκλάμποντι, Μάρτυς κοσμούμενος, καὶ μαρτυρίου λάμπων καλλοναῖς, τῷ  Δεσπότῃ παρίστασαι, ὑπὲρ ἡμῶν δεόμενος, τῶν σὲ τιμώντων ἀξιάγαστε.

 

Ἐτρώθης, τῷ  γλυκυτάτῳ ἔρωτι, Μάρτυς τοῦ κτίσαντος, καὶ τὰ τερπνὰ τοῦ βίου παριδών, τὴν ῥοπὴν ὅλην δέδωκας, τῆς σῆς καρδίας Χρύσανθε, τῷ  ποθουμένῳ προθυμότατα.

 

Τῇ πίστει, θωρακισθεὶς κατέβαλες, τὸν πολυμήχανον, σοὶ προσβαλόντα Μάρτυς γυναικός, ἡδονῆς δελεάσματι, καὶ τῆς ἁγνείας τίμιον, Χρύσανθε σκεῦος ἐχρημάτισας.

Θεοτοκίον

Ὁ φύσει, τῇ  Θεϊκῇ ἀπρόσιτος, προσιτὸς ὤφθη μοι, ἐκ σοῦ Παρθένε σάρκα προσλαβών, ὃν Δαρεία ποθήσασα, καρτερικῶς συνήθλησε, καὶ νυμφικῶς αὐτῷ προσήνεκται.

 

ᾨδὴ  γ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

 

Χρυσίον δοκιμασθέν, τῇ  τῶν κολάσεων πυρᾷ πέφηνας, Βασιλικῶς Χρύσανθε, φέρων παθημάτων ἐκσφράγισμα.

 

Ῥητόρων καταλιπών, ἀδολεσχίαν ταῖς πλοκαῖς ἤγρευσαι, τῶν μαθητῶν Χρύσανθε, τοῦ περιφανῶς σε σοφίσαντος.

 

Ὑπείκεις τῷ  ἐραστῇ, νυμφαγωγοῦντί σε Χριστῷ Πάνσοφε, διὰ σεπτῆς πίστεως, ἔρωτα σαρκὸς καταλείψασα.

Θεοτοκίον

Σαρκὶ τεχθεὶς ἐκ γαστρός, σοῦ τῆς Παρθένου Ἰησοῦς Ἄχραντε, Νύμφην ἁγνὴν Μάρτυρα, ἑαυτῷ Δαρείαν μνηστεύεται.

 

Κάθισμα  Ἦχος γ'

Τὴν ὡραιότητα  ΤΟ ΑΚΟΥΤΕ

Τὸ ὡραιότατον κάλλος ἐπόθησας καὶ τὰ ὁρώμενα κάλλη παρέδραμες, καὶ προσηγάγω τῷ  Χριστῷ, χρυσέοις Μάρτυς λόγοις σου, Χρύσανθε μακάριε, τὴν Δαρείαν τὴν ἔνδοξον, ἄθλους διανύσασαν, καὶ τυράννους αἰσχύνασαν, μεθ' ἧς ἡμῶν μνημόνευσε πάντων, τῶν πίστει τελούντων τὴν μνήμην ὑμῶν.

Θεοτοκίον

Ὡς ἀγεώργητος Παρθένε ἄμπελος, τὸν ὡραιότατον βότρυν ἐβλάστησας, ἀναπηγάζοντα ἡμῖν, τὸν οἶνον τὸν σωτήριον, πάντων τὸν εὐφραίνοντα, τὰς ψυχὰς καὶ τὰ σώματα· ὅθεν ὡς αἰτίαν σε, τῶν καλῶν μακαρίζοντες, ἀεὶ σὺν τῷ  Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἐπονείδιστον Οἰκτίρμον θάνατον, διὰ σταυρώσεως ἑκὼν ὑπέμεινας, ὃν ἡ τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο· Οἴμοι τέκνον ἔλεγε, τὶ τὸ ξένον μυστήριον· Ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, οἰκτείρησον καὶ σῶσον τὸν κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν.

 

ᾨδὴ  δ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ  δυνάμει σου Κύριε».

 

Αἱ τοῦ Πνεύματος ἀστράψασαι λαμπηδόνες, τῇ  καθαρᾷ καρδίᾳ σου ὅλον φωταυγῆ σε, Μάρτυς ἀπειργάσαντο, προθύμως κραυγάζοντα· Δόξα τῇ  δυνάμει σου Κύριε.

 

Ὑφαντὸν σε θείας χάριτος ἐκ τῶν ἄνω, ὁ Ποιητὴς ἐνέδυσεν ἄφθαρτον χιτῶνα, ἄμωμον τηρήσαντα, τὸ σῶμα Μακάριε, καὶ ὡς νικητὴν ἐστεφάνωσε.

 

Γενναιότητι καρδίας ἀπετινάξω, τὰς ἡδονὰς τοῦ σώματος, κάλλει ἀσυγκρίτῳ, θείῳ ἐνηδόμενος, καὶ χαίρων διήνυσας, τὸ τῆς μαρτυρίας σου στάδιον.

 

Ἐθεώθης κατὰ μέθεξιν Ἀθλοφόρε, θεοποιοῦ ἑνώσεως καὶ πρὸς οὐρανίους, εἰσῳκίσθης χαίρουσα, θαλάμους ὡς ἄμωμος, Νύμφη τοῦ Δεσπότου τῆς κτίσεως.

Θεοτοκίον

Συντηρήσας σε Παρθένον ὡς πρὸ τοῦ τόκου, μετὰ τὸν τόκον ἄχραντε, ἐκ σοῦ ἐσαρκώθη, ὁ ἀπερινόητος, Δαρείαν τὴν Μάρτυρα, Νύμφην ἑαυτῷ ἐπαγόμενος.

 

ᾨδὴ  ε'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

 

Μετάρσιον τὸν νοῦν, τῶν ἐνύλων ποιούμενος, δεσμούμενος τὴν κακίαν, τοῦ ἐχθροῦ Ἀθλοφόρε, διέλυσας μακάριε.

 

Ἁγνείας ἐραστής, γεγονὼς ἱερώτατε, μετήνεγκας τῆς Παρθένου, τὸ διάπυρον φίλτρον, εἰς Κύριον πανεύφημε.

 

Ῥηγνύμενον ὁρῶν, καὶ ποσὶ συμπατούμενον, τὸν τύραννον γεγηθότι, λογισμῷ τὸν Δεσπότην, Παμμάκαρ ἐμεγάλυνας.

Θεοτοκίον

Τὶς δύναται τὸ σόν, ἑρμηνεῦσαι μυστήριον, ὦ πάναγνε Θεὸν Λόγον· ὑπὲρ νοῦν γὰρ καὶ λόγον, διπλοῦν τῇ  φύσει τέτοκας.

 

ᾨδὴ  ς'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ  δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

 

Ὑμνοῦντα, τὸν Δεσπότην τῶν ὅλων ἀοίδιμε, φῶς οὐρανόθεν δι' ὅλου, σὲ περικυκλῶσαν καταφωτίζει, καθειργμένον, ζοφωτάτῳ οἰκήματι Χρύσανθε.

 

Ῥώμῃ σε, μαρτυρίῳ σεπτῷ κλεϊζόμενον, χρυσοειδῆ ὡς ἀστέρα, κεκτημένη Μάρτυς στολίζεται, τοῖς ἀγῶσι, καὶ τοῖς θείοις σου Χρύσανθε θαύμασιν.

 

Ὡραία, περικαλής τε καὶ περιδέξιος, Μάρτυς Δαρεία Παρθένε, δεδειγμένη, Λόγῳ ὡραιοτάτῳ, ἐνυμφεύθης, διὰ πόνων παντοίων τοῦ σώματος.

Θεοτοκίον

Νέον σε, ὡς παιδίον Παρθένος ἐκύησε, τὸν προαιώνιον Λόγον, ὃν ποθοῦσαι Κόραι, ταύτης ὀπίσω, σοὶ τῷ  πάντων, Βασιλεῖ νυμφικῶς ἀπηνέχθησαν.

 

Τὸ Μαρτυρικὸν τοῦ Ἤχου.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Χρυσάνθου καὶ Δαρείας.

Στίχοι

·       Ζῶσι Χρύσανθος καὶ Δαρεία ἐν πόλῳ,

·       Κἂν ἐκπνέωσι, ζῶντες εἰσδύντες βόθρῳ.

·       Χῶσαν συζυγίην δεκάτῃ ἐνάτῃ ὁμόλεκτρον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Κλαύδιος ὁ Τριβοῦνος, ἐν θαλάσσῃ βληθείς, τελειοῦται.

Στίχοι

·       Φυγὼν θάλασσαν Κλαύδιος, τὴν τῆς πλάνης.

·       Ἔνδον θαλάσσης βάλλεται παρὰ πλάνων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἱλαρία, ἡ τούτου σύζυγος, ξίφει τελειοῦται.

Στίχοι

·       Ἱλαρία τμηθεῖσα τὴν κάραν ξίφει,

·       Θεοῦ πρόσωπον ἱλαρώτατα βλέπει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἰάσων καὶ Μαῦρος, οἱ υἱοὶ αὐτῶν, ξίφει τελειοῦνται.

Στίχοι

·       Σὺν αὐταδέλφῳ τέμνεται Μαύρῳ κάραν,

·       Ἀδελφὰ τούτῳ συμφρονήσας Ἰάσων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παγχαρίου.

Στίχοι

·       Ὁ Παγχάριος πᾶσαν ἦν πλουτῶν χάριν,

·       Ὃν πρὸς τομὴν ἤλειψεν ἡ Θεοῦ χάρις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Διόδωρος Πρεσβύτερος καὶ Μαριανὸς Διάκονος, σπηλαίῳ ἐγκλεισθέντες, τελειοῦνται.

Στίχοι

·       Ὡς βῆμα τὸ σπήλαιον· ἔνδον γὰρ φέρει

·       Θύτην τε Χριστοῦ καὶ σὺν αὐτῷ Λευΐτην.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ  ζ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι παῖδες τῇ  Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ  φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

 

Ἄνθος Μαρτύρων, χρυσοειδὲς σὺ γεγένησαι· δῆμον ἀθλητῶν προσῆξας γὰρ τῷ  Χριστῷ, θείοις λόγοις σου καὶ θαύμασι, Μάρτυς θεόληπτε, μεθ' ὧν πιστῶς σὲ νῦν μακαρίζομεν.

 

Νομῇ βορβόρου, συγκλεισθέντα γυμνὸν σε πανένδοξε, θείας εὐωδίας δόξῃ φωτοειδεῖ, Ἰησοῦς καταφαιδρύνει σε, ὃν καθαρότητι, διανοίας πανσόφως ἠγάπησας.

 

Θῆρα φρουρὸν σοι, παρθενίας Χριστὸς ἐξαπέστειλε, λύμην ἀσεβῶν ἀπείργοντα προφανῶς, μελῳδοῦντί σοι Πανεύφημε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Θεοτοκίον

Ὁ κατ' οὐσίαν, τὴν θεϊκὴν ὢν ἀπερίγραπτος, κόλποις σου Παρθένε γέγονε καθ' ἡμᾶς, τῇ  σαρκὶ περιγραφόμενος· Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.

 

ᾨδὴ  η'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

 

Στερρότητι μάκαρ λογισμοῦ, ἀντιταξάμενος τῷ  ματαιόφρονι, ξεσμοὺς τοῦ σώματος ἤνεγκας, καὶ λαμπάσι φλογιζόμενος, οὐ κατεφλέχθης, τοῖς Παισὶ συμψάλλων Χρύσανθε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Σοφίᾳ κοσμούμενος Χριστοῦ, ἐναπεμώρανας, ἀσόφων φρύαγμα, καὶ νοῦν ἀλάστορα ᾔσχυνας, τοῦ τὴν Εὔαν ἀπατήσαντος, αἰχμαλωτίσας εὐσεβῶς, τούτου τὸ ὅπλον Σοφέ, καὶ προσάξας, Νύμφην Θεῷ ἐκλεκτὴν διὰ πίστεως.

 

Ἑνώσει ψυχῆς τὴν τῆς σαρκός, φυγόντες ἕνωσιν, ἁγνὰ κειμήλια, τοῦ Παντοκράτορος ὤφθητε, καὶ Ναῷ προσανετέθητε, ἐπουρανίῳ Ἀθληταί, ἀναβοῶντες Χριστῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Βουλήσει Θεοῦ τῶν τῆς σαρκός, παθῶν κρατήσαντες, πῦρ ἀπετέφρωσαν, τὸ τῶν κολάσεων Χρύσανθος, καὶ Δαρεία δρόσῳ Πνεύματος, καὶ τῶν στεφάνων τῆς ζωῆς ἔτυχον μέλποντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Ὡς ῥόδον ἐν μέσῳ ἀκανθῶν, τοῦ βίου Πάναγνε, Θεὸς εὑράμενος, σὲ τὴν ἀμώμητον ᾤκησε, τὴν γαστέρα σου τὴν ἄχραντον, καὶ εὐωδίας μυστικῆς κόσμον ἐπλήρωσεν, ἐκβοῶντα· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

 

ᾨδὴ  θ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

 

Ἱερολογοῦντι τὰ θεῖα, θεῖος στρατὸς σοι προσετέθη, πλάνης ἀνιέρου λυτρωθείς, καὶ διὰ ξίφους ἄμωμα θύματα, τῷ  δι' ἡμᾶς ὡς πρόβατον, Μάρτυς τυθέντι προσηνέχθησαν.

 

Ὤφθητε θηρίων ἐν μέσῳ, οἷά περ ἄρνες Ἀθλοφόροι, σάρκωσιν κηρύττοντες θείαν, τοῦ κενωθέντος καὶ μέχρις αἵματος, καὶ διὰ πόνων ἄπονον, λῆξιν ἐνθέως ἐκληρώσασθε.

 

Σήμερον φαιδρῶς ἑορτάζειν, ἅπασαν πόλιν τε καὶ χώραν, Ῥώμη συγκαλεῖται ἡ Πόλις, τοὺς θείους ἄθλους καὶ τὰ παλαίσματα, ὡς πανδαισίαν ἄϋλον, προβαλλομένη ὑμῶν Ἅγιοι.

 

Ἤρθητε πρὸς ἄπειρον δόξαν, Χρύσανθε Μάρτυς καὶ Δαρεία, καὶ τῷ  Παντοκράτορι Λόγῳ, στεφανηφόροι ἅμα παρίστασθε, ὑπὲρ ἡμῶν πρεσβεύοντες, μακαριζόντων ὑμᾶς πάντοτε.

Θεοτοκίον

Φρίττει λογισμὸς καὶ καρδία, κατανοοῦντα σὴν λοχείαν, τὴν ἀκατανόητον Κόρη· Θεὸν γὰρ Λόγον ἐκυοφόρησας, τὸν διὰ σοῦ ῥυόμενον, πάσης ἀνάγκης τοὺς τιμῶντάς σε.

 

Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.