Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΜΑΡΤΙΟΥ

 

Μνήιμη τῶν ἁγίων μεγάλων Τεσσαράκοντα Μαρτύρων, τῶν ἐν τῇ λίμνη Σεβαστείας μαρτυρησάντων.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι' καὶ ψάλλομεν τὸ Ἰδιόμελον τῆς ἡμέρας δίς, καὶ τὸ Μαρτυρικόν. Εἶτα τὰ γ' Προσόμοια τοῦ Τριῳδίου, ειθ' οὕτω τῶν Ἁγίων τὰ Ἰδιόμελα, δευτεροῦντες τὸ πρῶτον.

 

Ἦχος β'  Ἰωάννου Μοναχοῦ 

Φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις, πρὸς ἀλλήλους ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ γὰρ ἱμάτιον ἀποδυόμεθα; ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα. Δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ Παράδεισος, ἀλγεινὴ ἡ πῆξις, ἀλλὰ ἡδεῖα ἡ ἀπόλαυσις. Μὴ οὖν ἐκκλίνωμεν, ὦ συστρατιῶται· μικρὸν ὑπομείνωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Τοῦ αὐτοῦ

Ῥίπτοντες περιβόλαια πάντα, βαίνοντες ἀτρόμως εἰς λίμνην, ἀλλήλους ἔλεγον οἱ Ἅγιοι πρὸς Μάρτυρες· Διὰ Παράδεισον, ὃν ἀπωλέσαμεν, ἱμάτιον φθαρτὸν σήμερον μὴ ἀντισχώμεθα, δι' ὄφιν ποτὲ φθοροποιὸν ἐνδυσάμενοι, ἐκδυσώμεθα νῦν διὰ τὴν πάντων ἀνάστασιν, καταφρονήσωμεν κρύους λυομένου, καὶ σάρκα μισήσωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Τοῦ αὐτοῦ

Βλέποντες ὡς τρυφὰς τὰς βασάνους, τρέχοντες πρὸς λίμνην κρυώδη, ὡς πρὸς θάλψιν, ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ ὑποπτήξωμεν ὥραν χειμέριον, ἵνα τὴν φοβεράν γέενναν τοῦ πυρὸς φύγωμεν, καυθήτω ὁ ποῦς, ἵνα χορεύῃ αἰώνια· ἡ δὲ χεὶρ ῥυείτω, ἵνα ὑψοῦται πρὸς Κύριον, καὶ μὴ φεισώμεθα φύσεως θνῃσκούσης· ἑλώμεθα θάνατον, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδυσώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Δόξα...

Φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις, πρὸς ἀλλήλους ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ γὰρ ἱμάτιον ἀποδυόμεθα; ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα. Δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ Παράδεισος, ἀλγεινὴ ἡ πῆξις, ἀλλὰ ἡδεῖα ἡ ἀπόλαυσις. Μὴ οὖν ἐκκλίνωμεν, ὦ συστρατιῶται, μικρὸν ὑπομείνωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Ὅτε ἐκ τοῦ ξύλου σε

 Ἔργοις σκοτεινοῖς συναπαχθείς, ὅλον ἀπημαύρωσα κάλλος, τὸ τοῦ Βαπτίσματος, θέλων ὁ πανάθλιος, καὶ περιβέβλημαι, στολισμὸν κατακρίσεως, καὶ σκότους· διό σου, δέομαι Πανάμωμε· Τῇ δυναστείᾳ σου, ῥῆξον τῶν παθῶν μου τὰ νέφη, καὶ τῆς ἀφθαρσίας με χλαῖναν, ἔνδυσον γυμνώττοντα καὶ σῶσόν με.

 

Κατὰ δὲ τὴν τυπικὴν διάταξιν.

 

Δόξα... Ἦχος πλ. β'

 

Ἐν ᾠδαῖς ᾀσμάτων· ὅρα εἰς τὸν Στίχον.

 

Καὶ νῦν... Θεοτοκίον. Εἴσοδος κλπ. καὶ καθεξὴς ἡ Θεία Λειτουργία.

 

Μὴ τελουμένης δὲ τῆς Λειτουργίας.

 

Εἰς τὸν Στίχον ψάλλομεν τὸ Ἰδιόμελον τῆς ἡμέρας, δίς, καὶ τὸ Μαρτυρικόν.

 

Δόξα... Τῶν Ἁγίων

Ἦχος πλ. β'

Ἐν ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν πιστοί, τοὺς ἀθλοφόρους τεσσαράκοντα Μάρτυρας, καὶ πρὸς αὐτοὺς μελῳδικῶς ἐκβοήσωμεν λέγοντες· Χαίρετε ἀθλοφόροι τοῦ Χριστοῦ, Ἡσύχιε, Μελίτων, Ἡράκλειε, Σμάραγδε καὶ Δόμνε, Εὐνοϊκὲ Οὐάλη καὶ Βιβιανέ, Κλαύδιε καὶ Πρίσκε, Χαίρετε Θεόδουλε Εὐτύχιε καὶ Ἰωάννη, Ξανθία Ἡλιανὲ Σισίνιε, Κυρίων Ἀγγία, Ἀέτιε καὶ Φλάβιε, Χαίρετε Ἀκάκιε, Ἐκδίκιε, Λυσίμαχε, Ἀλέξανδρε, Ἠλία καὶ Καύδιδε, Θεόφιλε Δομετιανέ καὶ Θεῖε Γάϊε Γοργόνιε, Χαίρετε Εὐτυχές καὶ Ἀθανάσιε, Κύριλλε καὶ Σαρκεδών, Νικόλαε καὶ Οὐαλέριε, Φιλοκτῆμον, Σεβηριανέ, Χουδίων καὶ Ἀγλάϊε. Ὡς ἔχοντες παρρησίαν πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, Μάρτυρες παναοίδιμοι, αὐτὸν ἐκτενῶς πρεσβεύσατε, τοῦ σωθῆναι τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν πανσέβαστον μνήμην ὑμῶν.

Θεοτοκίον  Ἦχος πλ. β'

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἀπολυτίκιον  Ἦχος α'

Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι, Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε, δεόμεθα.

 

Καὶ τό, Θεοτόκε Παρθένε, καὶ τὰ λοιπά.

 

Αἱ γ' μεγάλαι μετάνοιαι, καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν

 

Κάθισμα  Ἦχος δ'

Ἐπεφάνης σήμερον  ΤΟ ΑΚΟΥΤΕ

Τὸ σεπτὸν στερέωμα, τῆς Ἐκκλησίας, ὡς ἀστέρες μέγιστοι, καταλαμπρύνετε ἀεί, καὶ τοὺς πιστοὺς καταγαύζετε, Μάρτυρες θεῖοι, Χριστοῦ τεσσαράκοντα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἐν τῇ σκέπῃ πάναγνε, τῇ σῇ Παρθένε, προσφυγόντων δέησιν, πρσσδεξαμένη παρ' ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, πρὸς τὸν Υἱὸν σσυ, σωθῆναι τοὺς δούλους σου.

 

Μετὰ τὴν β' Στιχολογίαν

 

Κάθισμα  Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ  ΤΟ ΑΚΟΥΤΕ

Ἀνδρειοτάτῳ λογισμῷ ὑπελθόντες, τὴν μαρτυρίαν θαυμαστοὶ Ἀθλοφόροι, διὰ πυρὸς καὶ ὕδατος διήλθετε, καὶ διεβιβάσθητε, σωτηρίας πρὸς πλάτος, κλῆρον κομισάμενοι, οὐρανῶν βασιλείαν, ἐν ᾗ ποιεῖσθε τὰς ὑπὲρ ἡμῶν, θείας δεήσεις, σοφοὶ Τεσσαράκοντα.

Δόξα... καὶ νῦν... Θεοτοκίον

Τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, καὶ ἐξαιτεῖσθαι ἐκτενῶς Θεοτόκε, τὰ σὰ ἐλέη δώρησαι τοῖς δούλοις σου, κράζουσι καὶ λέγουσι· Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν καὶ πάσης ἀπειλῆς· σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.

 

Μετὰ τὸν Πολυέλεον

 

Κάθισμα  Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον  ΤΟ ΑΚΟΥΤΕ

Τῶν Ἁγίων Μαρτύρων τὸ ἐγκαλλώπισμα, ἡ θεόστεπτος αὕτη καὶ θεοσύλλεκτος, τῶν Τεσσαράκοντα πληθύς, ἀνευφημήσθωσαν νῦν· διὰ κρυμοῦ γὰρ καὶ πυρός, δοκιμασθέντες οἱ σοφοί, ἐδείχθησαν στρατιῶται, Χριστοῦ τοῦ παμβασιλέως, καὶ πρεσβεύουσι τοῦ σωθῆναι ἡμᾶς.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὴν ταχεῖάν σου σκέπην, καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα

Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε· οἶδα γὰρ ὅτι Παρθένε, ἰσχύεις ὅσα καὶ βούλεσαι.

 

Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.

    

Ἀντίφωνον Α'

·       Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

·       Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα...

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

 

Προκείμενον

Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

Στίχ. Ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.

 

Εὐαγγέλιον κατὰ Λουκᾶν

Εἶπεν ὁ Κύριος Προσέχετε ἀπὸ τῶν ἀνθρώπων...

 

Ὁ Ν'

 

Δόξα... Ταῖς τῶν Ἀθλοφόρων...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

 

Ἦχος β'  Κυπριανοῦ Μοναχοῦ

Προφητικῶς ἀνεβόα ὁ Δαυῒδ ἐν ψαλμοῖς· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν, ὑμεῖς δὲ Μάρτυρες Χριστοῦ, δι' αὐτῶν τῶν ἔργων τὸ λόγιον πληροῦντες, διήλθετε διὰ πυρός τε καὶ ὕδατος, καὶ εἰσήλθετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διὸ πρεσβεύσατε, τεσσαράκοντα ὄντες Ἀθληταί, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

Οἱ Κανόνες τῶν Ἁγίων εἰς ς' καὶ τὰ Τριῴδια εἰς τὴν τάξιν αὐτῶν.

 

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Εἱρμῶν καὶ τῶν Θεοτοκίων.

 

Θεοστεφῆ φάλαγγα μέλπω Μαρτύρων.

Ποίημα Ἰωάννου Μοναχοῦ.

 

ᾨδὴ  α'  Ἦχος β'

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ  Θεῷ, τῷ  διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».

 

Θεοστεφῆ, φάλαγγα μέλπω Μαρτύρων Χριστοῦ, ἐν θεοπνεύστοις ᾄσμασι, τῶν Τεσσαράκοντα, τὴν ἐτήσιον μνήμην, φαιδρῶς πανηγυρίζων, ὅτι δεδόξασται.

 

Ἐπὶ τῆς γῆς, ἅπασαν ἀπαρνησάμενοι προσηγορίαν εἵλοντο οἱ Τεσσαράκοντα, τὴν Χριστώνυμον κλῆσιν, δι' ἧς ἐν τοῖς ὑψίστοις, νῦν πολιτεύονται.

 

Οἱ ἐν Χριστῷ, σάρκα καὶ κόσμον μισήσαντες, τὸν παλαιὸν μὲν ἄνθρωπον συνεξεδύσασθε, τῇ προσκαίρῳ ἐσθῆτι, στολὴν δὲ ἀφθαρσίας περιεβάλεσθε.

Θεοτοκίον

Τὶς ἐξειπεῖν, σοῦ κατ' ἀξίαν δυνήσεται, τὴν ὑπὲρ λόγον σύλληψιν· Θεὸν γὰρ τέτοκας, ἐν σαρκὶ Παναγία, ἡμῖν ἐπιφανέντα Σωτῆρα πάντων ἡμῶν.

 

ᾨδὴ  γ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον εἰς τὰς καρδίας ἡμῶν, τῶν ὑμνούντων σε».

 

Στρατείας καὶ ζωῆς καὶ ὡραιότητος, σωμάτων καὶ ὄλβου ἠλογηκότες, εὐκλεῶς οἱ Τεσσαράκοντα, τὸν Χριστὸν ἀντὶ πάντων ἐκληρώσαντο.

 

Τοῖς λίθοις ἀφειδῶς οἱ Τεσσαράκοντα, προστάξει βαλλόμενοι τῶν τυράννων, τὰς βολὰς διὰ τοῦ Πνεύματος, κατὰ τῶν προσταττόντων ἀπεκρούσαντο.

 

Ἐλάλει κατὰ τῶν τυράννων χείλεσιν, ὁ ὄφις τοῦ Κτίσαντος βλασφημίας, ἀλλ' αὐτοῦ τὸ θεομάχον στόμα, τοῖς κατὰ τῶν Μαρτύρων λίθοις θλάττεται.

Θεοτοκίον

Τοῦ ἄνθρακος χρυσοῦν θυμιατήριον, τοῦ θείου ἀνύμφευτε γενομένη, τὸ δυσῶδες τῆς καρδίας μου, εὐωδίασον μόνη Ἀειπάρθενε.

 

Κάθισμα  Ἦχος πλ. δ'

Τὴν Σοφίαν  ΤΟ ΑΚΟΥΤΕ

Τῷ Χριστῷ στρατευθέντες μαρτυρικῶς, τὸν ἐχθρὸν καθελόντες ἀθλητικῶς, ἔργοις ἐκπληρώσαντες, τοῦ Προφήτου τὰ ῥήματα· διὰ πυρὸς γὰρ καὶ ὕδατος, γενναίως διήλθετε, ἀναψυχὴν εὑράμενοι, ζωὴν τὴν αἰώνιον· ὅθεν καὶ στεφάνους οὐρανόθεν λαβόντες, χοροῖς συνευφραίνεσθε, Ἀσωμάτων δυνάμεων, Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Θεοτοκίον

Ἐνθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, τὴν ἐξέτασιν τρέμω τὴν φοβεράν, φρίττω τὴν ἀπόφασιν, καὶ πτοοῦμαι τὴν κόλασιν, τὴν τοῦ πυρὸς ὀδύνην, τὸ σκότος τὸν τάρταρον, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸν ἄϋπνον σκώληκα· Οἴμοι! τὶ ποιήσω, ὅταν τίθωνται θρόνοι, καὶ βίβλοι ἀνοίγωνται, καὶ αἱ πράξεις ἐλέγχωνται, καὶ κρυπτὰ δημοσιεύωνται! Τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀχρεῖος οἰκέτης σου.

 

ᾨδὴ  δ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε».

 

Φρενοβλαβεῖτε ἔλεγον, οἱ Ἀθληταὶ τὴν πρόξενον ζημίας, δωρεὰν προτείνοντες, ἀθεώτατοι.

 

Ἠκονημένα ξίφει τε, θῆρας καὶ πῦρ, σταυρόν τε τοῖς Ἁγίοις, οἱ Χριστοῦ διῶκται ἐπανετείνοντο.

 

Φοβερὸν ἡμῖν ἔλεγον, οἱ Ἀθληταὶ τὸ πῦρ τῆς γεέννης, τὸ δὲ νῦν, ὡς σύνδουλον, οὐ πτοούμεθα.

 

Ἀπαστράπτοντες Ἔνδοξοι, τῇ νοερᾷ Χριστοῦ φωταγωγίᾳ, πρὸς ἀκτῖνα θείαν με ὁδηγήσατε.

Θεοτοκίον

Δυσωποῦμέν σε  Ἄχραντε, τὴν τὸν Θεὸν ἀσπόρως συλλαβοῦσαν, τοῦ ἀεὶ πρεσβευειν ὑπὲρ τῶν δούλων σου.

 

ᾨδὴ  ε'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων Ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν».

 

Λύσσῃ παράφρονι, τῶν διωκτῶν οἱ Ἀθληταὶ αἴθριοι, ἐν τῷ κρυμῷ διανυκτερεύειν καταδικασθέντες, ἀνέμελπον ὕμνον, Θεῷ χαριστήριον.

 

Ἀγαλλιώμενοι, οἱ Τεσσαράκοντα Χριστοῦ Μάρτυρες, τὴν ἀλγεινὴν ὑπέμειναν πῆξιν ἐν λίμνῃ ἑστῶτες, ἐλπίδι τῶν θείων στεφάνων νευρούμενοι.

 

Γέλως προτίθεται, τοῖς Τεσσαράκοντα Χριστοῦ Μάρτυσιν, ἀποπνιγεὶς ὁ πρὶν ἐμφωλεύων, τοῖς ὕδασιν ὄφις, τὴν ὀλεθροτόκον· ἰσχὺν γὰρ ἀφῄρηται.

Θεοτοκίον

Σοὶ τῇ Τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· Χαῖρε Ἁγνή, χαῖρε ἡ τὸ φῶς ἀνατείλασα ἡμῖν, χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον.

 

ᾨδὴ  ς'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

 

Γεγηθὼς ὁ ἀρχέκακος ἥρπασεν, ὡς τῆς δωδεκάδος Ἰούδαν τὸν δείλαιον, καὶ τῆς Ἐδὲμ τὸν ἄνθρωπον, τῆς τεσσαρακοντάδος τὸν ἔκπτωτον.

 

Ἀναιδὴς ὢν δικαίως φρυάττεται, οἷα γὰρ Λῃστῇ, καὶ Ματθίᾳ τὸ πρότερον, οὕτω καὶ νῦν ὁ τύραννος, τοῦ φρουροῦντος τῇ κλήσει σπαράττεται.

 

Ματαιόφρων καὶ θρήνων ἐπάξιος, ὃς τις τῶν ζωῶν ἀμφοτέρων διήμαρτε· διὰ πυρὸς γὰρ λέλυται, καὶ πρὸς πῦρ ἐξεδήμησεν ἄσβεστον.

Θεοτοκίον

Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

 

Κοντάκιον  Ἦχος πλ. β'

Τὴν ὑπὲρ ἡμῶν  ΤΟ ΑΚΟΥΤΕ

Πᾶσαν στρατιὰν τοῦ κόσμου καταλιπόντες, τῷ  ἐν οὐρανοῖς Δεσπότῃ προσεκολλήθητε, Ἀθλοφόροι Κυρίου Τεσσαράκοντα· διὰ πυρὸς γὰρ καὶ ὕδατος, διελθόντες μακάριοι, ἐπαξίως ἐκομίσασθε, δόξαν ἐκ τῶν οὐρανῶν, καὶ στεφάνων πληθύν.

Ὁ Οἶκος

Τῷ ἐν θρόνῳ ἀστέκτῳ ἐποχουμένῳ, τῷ  ἐκτείναντι τὸν οὐρανὸν καθάπερ δέρριν, τῷ  τὴν γῆν ἑδράσαντι, καὶ συνάξαντι τὰ ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν, τῷ  τὰ πάντα ἐκ μὴ ὄντων ποιήσαντι ὑπάρχειν, καὶ πᾶσι χορηγοῦντι πνοὴν καὶ ζωήν, τῷ  προσδεχομένῳ τῶν Ἀρχαγγέλων τὸν ὕμνον, καὶ ὑπ' ἀγγέλων δοξαζομένῳ, καὶ ὑπὸ πάντων προσκυνουμένῳ, Χριστῷ τῷ  παντοκράτορι, τῷ  Πλάστῃ καὶ Θεῷ ἡμῶν, προσπίπτω ὁ ἀνάξιος προσάγων μου τὴν δέησιν, λόγου χάριν αἰτῶν, ἵνα ἰσχύσω εὐσεβῶς ὑμνῆσαι κἀγὼ τοὺς Ἁγίους, οὓς αὐτὸς ἔδειξας νικητάς, δωρησάμενος αὐτοῖς δόξαν ἐκ τῶν οὐρανῶν, καὶ στεφάνων πληθύν.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων μεγάλων Τεσσαράκοντα Μαρτύρων, τῶν ἐν Σεβαστείᾳ τῇ πόλει μαρτυρησάντων.

Στίχοι

·       Πληροῦμεν ὑστέρημα σοῦ, Σῶτερ, πάθους,

·       Τεσσαράκοντα, συντριβέντες τὰ σκέλη.

·       Ἀμφ' ἐνάτῃ ἐάγη σκέλη ἀνδρῶν τεσσαράκοντα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐρπασιανοῦ.

Στίχοι

·       Ὁ κλωβὸς ἅρμα πυρός, αἱ δ' αὖ λαμπάδες,

·       Οὐρπασιανέ, σοὶ τέθριππος ἀνόδου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Καισαρίου, ἀδελφοῦ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου.

Στίχοι

·       Ὁ Γρηγορίου πρὸς νεκρὸν Καισαρίου,

·       Γλώττης χαλινοῖ τῆς ἐμῆς λόγους λόγος.

 

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες, Πάππος, Μάμμη, Πατήρ, Μήτηρ, καὶ δύο τέκνα, ξίφη τελειοῦνται.

Στίχοι

·       Διὰ ξίφους ἤθλησε συγγενὲς γένος,

·       Ἡ παππόμμαμος πατρομητροτεκνία.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ  ζ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου, προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

 

Ἐξέστη ὁρῶν, τοὺς στεφάνους ὁ φρουρὸς τῶν Τεσσαράκοντα, καὶ παρωσάμενος τὸ φιλόζωον, ἀνεπτερώθη τῷ  ἔρωτι, τῆς ἐπιφανείσης σου δόξης, καὶ σὺν τοῖς Μάρτυσιν ἔψαλλεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Λουτρῷ προσδραμών, ψυχοφθόρῳ θανατοῦται ὁ φιλόζωος, ὁ δὲ φιλόχριστος ἅρπαξ ἄριστος, τῶν θεαθέντων γενόμενος, ὥσπερ ἐν λουτρῷ ἀφθαρσίας, σὺν τοῖς Μάρτυσιν ἔψαλλεν·Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Πυρὸς νοητοῦ, ἀναφθέντος ἐν φρεσὶ τῶν Τεσσαράκοντα, ἡ πολυμήχανος κατεφλέγετο, τῶν ἀσεβούντων ἀπόνοια, ὥσπέρ τις κηρὸς τηκομένη, σοὶ δὲ Χριστὲ ἀνεμέλπετο· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ὡς λίαν φαιδρά, εὐπρεπής τε τοῦ Σταυροῦ Χριστὲ ἡ δύναμις, δι' ἐναντίων στέφη πλέκουσα, τοῖς τεσσαράκοντα Μάρτυσιν· ὕδωρ γὰρ καὶ πῦρ διελθόντες, ἐν ἀφθαρσίᾳ κραυγάζουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Σὲ βὰτον Μωσῆς, ἐν τῷ ὄρει τῷ  Σινᾷ πυρπολουμένην, Ἁγνὴ προεθεώρει τὴν ἐνέγκασαν, ἀκαταφλέκτως τὴν ἄστεκτον, αἴγλην τῆς ἀρρήτου οὐσίας, ἑνωθείσης παχύτητι, σαρκὸς μιᾶς τῶν ἐν αὐτῇ, Ἁγίων ὑποστάσεων.

 

ᾨδὴ  η'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Μανιωδῶς τοῖς Ἀθληταῖς, ἐποτρύνας ὁ ἐχθρὸς ἅπασαν κτίσιν, διὰ πάσης ᾐσχύνθη· οἱ Τεσσαράκοντα γὰρ ἀπαύστως· Ὑμνεῖτε κραυγάζουσι, καὶ ὑπερυψοῦτε, Χριστόν εἰς τοὺς αἰῶνας.

 

Ἀνηλεῶς ὑπὲρ Χριστοῦ, τὰ τοῦ σώματος ὑμῶν μέλη θλασθέντες, ὁλοκαύτωμα θεῖον προσενεχθέντες Θεῷ, ἀγγέλων χοροῖς συναγάλλεσθε, Μάρτυρες ὑμνοῦντες, Χριστόν εἰς τοὺς αἰῶνας.

 

Ῥωμαλεότητι φρενῶν, ὃν ἐκύησεν ἐπ' ὤμων ἀραμένη, ἡ φιλόθεος μήτηρ, τῆς εὐσεβείας καρπόν, προσάγει σὺν Μάρτυσι Μάρτυρα, τὴν ἱερουργίαν, Ἀβραὰμ μιμουμένη.

 

Τὴν πρὸς τὴν ἄληκτον ζωήν, εὐθυδρόμως, ὦ υἱέ, στέλλου πορείαν, ἡ φιλόχριστος μήτηρ, τῷ  φιλοχρίστῳ παιδί, ἐβόα· Οὐ φέρω σε δεύτερον, τῷ  ἀγωνοθέτῃ, Θεῷ ἐμφανισθῆναι.

Τριαδικὸν

Τὴν ὡς ἡλίοις ἐν τρισίν, ἑνιαίαν εὐσεβῶς φύσιν νοοῦντες, ἐχομένοις ἀλλήλων, τὸ τρισυπόστατον Φῶς, ὑμνοῦμεν τὰ ἔργα ὡς Κύριον καὶ ὑπερυψοῦμεν, εἰς πάντας τους αἰῶνας.

Θεοτοκίον

Νεῦσον δεήσεσιν ἡμῶν, τῶν σῶν δούλων ἀγαθὴ Θεοκυῆτορ, καὶ δεινῶν τὰς ἐφόδους, καὶ πειρασμῶν προσβολάς, ταχέως κατάπαυσον Δέσποινα, ἵνα σε τιμῶμεν, ὑπερευλογημένη.

 

ᾨδὴ  θ'  Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ ἥκοντα, καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».

 

Ὑπὲρ Χριστοῦ γυμνωθέντες, καὶ τοῖς λίθοις βληθέντες, ἀέρος ὑπεμείνατε κρυμόν, ὕδατος πῆξιν, καὶ θλᾶσιν μελῶν, καὶ πυρὶ φλογισθέντες, ἐν ποταμίῳ λάμπετε ῥοΐ, τηλαυγεῖς ὡς φωστῆρες, Μάρτυρες τεσσαράκοντα.

 

Ῥάβδον δυνάμεως θείας, τὸν Σταυρὸν κεκτημένοι, ἐβόων τῷ  Χριστῷ οἱ Ἀθληταί, οἱ τεσσαράκοντα, Δέσποτα πανσθενεῖ τροπαιούχῳ, τῇ σῇ στεφανωθείημεν χειρί, ἵνα πάντες σε ὕμνοις, ἀπαύστως μεγαλύνωμεν.

 

Ὡς ἀλγεινὴ μὲν ἡ πῆξις, ὡς δὲ λίαν ἐκτόπως, δριμὺς ὃν ὑπεμείνατε κρυμόν, ἀλλὰ γλυκὺς ὁ Παράδεισος· Ἀβραὰμ γὰρ οἱ κόλποι, τοῦ Πατριάρχου θάλπουσιν ὑμᾶς, ἐν σκηναῖς αἰωνίοις, Μάρτυρες τεσσαράκοντα.

 

Νενικηκότες τοῖς ἄθλοις, καὶ τῇ τρισυποστάτῳ Τριάδι, παρεστῶτες, Ἀθληταί, νῦν δωρηθῆναι πρεσβεύσατε, τὴν εἰρήνην τῷ  κόσμῳ, νίκας τῷ  φιλοχρίστῳ Βασιλεῖ, καὶ ἡμῖν σωτηρίαν, Μάρτυρες τεσσαράκοντα.

Θεοτοκίον

Χαῖρε πηγὴ ἀφθαρσίας, χαῖρε κούφη νεφέλη, χαῖρε τερπνὲ Παράδεισε Θεοῦ, χαῖρε πηγὴ ἰαμάτων ψυχῶν, χαῖρε ἅγιον ὄρος, ὃ εἶδεν ὁ Προφήτης Δανιήλ, χαῖρε Μήτηρ Παρθένε, χαῖρε ἡ πάντων Ἄνασσα.

 

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε  ΤΟ ΑΚΟΥΤΕ

Χορὸς τετραδεκάριθμος, Μαρτύρων Τεσσαράκοντα, τῆς ὑπερθέου Τριάδος, τῶν ἀρετῶν τετρακτύϊ, πυρὸς ἀέρος ὕδατος, καὶ γῆς στοιχείων τετράδος, ᾄσμασι θείοις ὑμνείσθω, ὑπὲρ Χριστοῦ ὡς ἀθλήσας, τοῦ τῶν ἁπάντων Δεσπότου.

Θεοτοκίον

Χαῖρε κατάρας λύτρωσις, καὶ τοῦ Ἀδὰμ ἀνάκλησις, χαῖρε Ἁγνὴ Θεοτόκε, ἐλπὶς καὶ σκέπη τοῦ κόσμου, χαῖρε σεμνὴ μητρόθεε, χαῖρε τὸ θεῖον ὄχημα, χαῖρε ἡ κλῖμαξ καὶ πύλη, χαῖρε κούφη νεφέλη, χαῖρε τῆς Εὔας ἡ λύσις.

 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ'. Εἰ βούλει δέ, ψάλλε τὰ Ἰδιόμελα τῶν Ἁγίων, καὶ ποίησον Στίχους ἕξ.

 

Στιχηρὰ Προσόμοια

 

Ἦχος πλ. α'

Χαίροις ἀσκητικῶν  ΤΟ ΑΚΟΥΤΕ

Δεῦτε μαρτυρικὴν Ἀδελφοί, μέτ' ἐγκωμίων ἀνυμνήσωμεν φάλαγγα, τῷ  κρύει πυρποληθεῖσαν, καὶ τὸν τῆς πλάνης κρυμόν, διαπύρῳ ζήλῳ πυρπολήσασαν, στρατὸν γενναιότατον, ἱερώτατον σύνταγμα, συνασπισμόν τε, ἀρραγῆ καὶ ἀνίκητον, τοὺς τῆς πίστεως, περιβόλους καὶ φύλακας, Μάρτυρας τεσσαράκοντα, χορείαν τὴν ἔνθεον, τῆς ἐκκλησίας τοὺς πρέσβεις, τοὺς δυνατῶς ἱκετεύοντας, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμών εἰρήνην, καὶ μέγα ἔλεος.

 

Χαίροις συναγωγὴ κραταιά, καὶ Ἱερὰ καὶ τροπαιοῦχος παράταξις, οἱ πύργοι τῆς εὐσεβείας, οἱ στρατιῶται Χριστοῦ, οἱ στερροὶ ὁπλῖται καὶ ἀήττητοι, τὸν νοῦν εὐτονώτατοι, καὶ ψυχὴν ἀνδρειότατοι, τῷ  ὄντι θεῖοι, καὶ Θεῷ ποθεινότατοι, χορὸς Ἅγιος καὶ θεόλεκτον σύστημα, Μάρτυρες τεσσαράκοντα, οἱ ἴσοι τὴν ἄθλησιν, ἴσοι τὴν γνώμην καὶ ἴσους, καὶ τοὺς στεφάνους δεξάμενοι, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Χαίροις τροπαιοφόρος πληθύς, ἡ ἐν πολέμοις ἀνδρικῶς ἀριστεύσασα, ἀστέρες οἱ διελθόντες, διὰ πυρὸς καὶ κρυμοῦ, καὶ ὑδάτων πῆξιν διαλύσαντες, οἱ γῆν οὐρανώσαντες, καὶ τὰ πάντα φωτίσαντες, οἱ ἐν τοῖς κόλποις, Ἀβραὰμ νῦν θαλπόμενοι, οἱ χορεύοντες, σὺν Ἀγγέλων στρατεύμασι, Μάρτυρες τεσσαράκοντα, τὰ ἄνθη τὰ πνέοντα, τήν εὐωδίαν τῆς ὄντως, πνευματικῆς διαδόσεως, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Τὰ Ἰδιμελα  χος α'

Χορὸς τετραδεκαπύρσευτος, στρατὸς ὅλος θεοσύλλεκτος, συνεξέλαμψε τῇ νηστείᾳ ἄθλοις σεπτοῖς, ἁγιάζων καὶ φωτίζων τὰς ψυχὰς ἡμῶν.

Ἕτερον  Ἦχος β'

Τὴν τετραδεκάριθμον χορείαν τῶν Μαρτύρων, τὶς μὴ ἀνυμνήσει; τῷ  γὰρ ὕδατι τῆς λίμνης εἰσῆλθον θαρσαλέως, καὶ τῷ  κρύει σφιγγόμενοι, τὴν ᾠδὴν ἀνέμελπον τῷ  Κυρίῳ. Μὴ ἐν ποταμοῖς ὀργισθῇς ἡμῖν Κύριε, μὴ ἐν ποταμοῖς ὀργισθῇς ἡμῖν φιλάνθρωπε, ἐλάφρυνον τὸ βάρος, καὶ τὴν πικρότητα τοῦ ἀέρος· τῷ  οἰκείῳ γὰρ αἵματι, ἐβάφησαν ἡμῶν οἱ πόδες, καὶ εἰσήγαγες ἡμᾶς ὁ Θεὸς εἰς τὰς αἰωνίους σου σκηνάς, ἵνα ὁ κόλπος ἡμᾶς θάλψῃ τοῦ Πατριάρχου Ἀβραάμ.

Ἕτερον, ὁ αὐτὸς

Ἀληθείας κρατῆρα, ἐξ οἰκείων αἱμάτων, τῷ  πυρὶ τῶν βασάνων, καὶ τῇ τοῦ ὕδατος πήξει, τοῖς πιστοῖς κατήρδευσαν· τετραρίθμῳ γὰρ ᾄδοντες, δεκάδι τῷ  Σωτῆρι, εἷς μὲν ὄντες τοῖς πνεύμασιν, ἐν σώματι δὲ πλείους, προσηνέχθησαν Χριστῷ, καὶ Θεόνυμφος Μήτηρ τῷ  φιλοχρίστῳ παιδί, ἐπ' ὤμων ἀραμένη ἔλεγε· Δεῦρο Ἀθλητά, καὶ συναγωνίζου τοῖς προλοίποις.

Δόξα...  Ἦχος πλ. α'

Ἰωάννου Μοναχοῦ

Ἀθλοφόροι Χριστοῦ, τὴν πάνσεπτον νηστείαν φαιδροτέραν ἀπειργάσασθε, τῇ μνήμῃ τῆς ἐνδόξου ὑμῶν ἀθλήσεως· Τεσσαράκοντα γὰρ ὄντες, τὴν τεσσαρακονθήμερον ἁγιάζετε, τὸ σωτήριον πάθος μιμησάμενοι, διὰ τῆς ὑπὲρ Χριστοῦ ὑμῶν ἀθλήσεως. Διὸ ἔχοντες παρρησίαν πρεσβεύσατε, ἐν εἰρήνῃ καταντῆσαι ἡμᾶς, εἰς τὴν τριήμερον Ἀνάστασιν τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη

 

Ἡ πρώτη Ὥρα, καὶ αἱ λοιπαὶ ἐφεξῆς, ἐν αἷς λέγομεν Ἀπολυτίκιον καὶ Κοντάκιον τῶν Ἁγίων, ποιοῦντες καὶ τὰς τρεῖς μεγάλας Μετανοίας.

 

Ἐὰν δὲ μὴ ψάλληται Δοξολογία.

 

Εἰς τὸν Στίχον, τὸ Ἰδιόμελον τῆς ἡμέρας δίς, καὶ τὸ Μαρτυρικόν.

 

Δόξα... τῶν Ἁγίων

Ἦχος β'

Τὴν λίμνην ὡς Παράδεισον, καὶ τὸ κρύος ὡς καύσωνα, οἱ Μάρτυρες ἡγήσαντο, Χριστὲ ὁ Θεός, οὐκ ἔπτηξαν τὸν λογισμὸν αἱ τῶν τυράννων ἀπειλαί, οὐκ ἐδειλίασαν οἱ γενναῖοι τῶν βασάνων τὰς προσβολάς, ὅπλον θεῖον κεκτημένοι τὸν Σταυρόν· δι' αὐτοῦ γὰρ τὸν ἐχθρόν, ὡς κραταιοὶ ἐτροπώσαντο· ὅθεν καὶ τὸν στέφανον ἐκομίσαντο τῆς χάριτος.

Καὶ νῦν... Θεοτοκίον

Ἀδιόδευτε πύλη μυστικῶς ἐσφραγισμένη, εὐλογημένη Θεοτόκε Παρθένε, δέξαι τὰς δεήσεις ἡμῶν, καὶ προσάγαγε τῷ  Υἱῷ σου καὶ Θεῷ, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.

 

Εἶτα, Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι.

 

Καὶ ἡ λοιπή, Ἀκολουθία, αἱ γ' μεγάλαι Μετάνοιαι, καὶ ἡ α' Ὥρα καὶ Ἀπόλυσις.

 

ΕΝ ΔΕ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὴν συνήθη Στιχολογίαν.

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι' καὶ ψάλλομεν τὸ Ἰδιόμελον τῆς ἡμέρας δίς, τὸ Μαρτυρικόν, τὰ γ' Προσόμοια τοῦ Τριῳδίου, καὶ τῶν Ἁγίων δ'. Δευτεροῦντες τὸ α'.

 

Ἦχος β'  Ἰωάννου Μοναχοῦ

Φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις, πρὸς ἀλλήλους ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ γὰρ ἱμάτιον ἀποδυόμεθα; ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα· Δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ Παράδεισος, ἀλγεινὴ ἡ πῆξις, ἀλλὰ ἡδεῖα ἡ ἀπόλαυσις. Μὴ οὖν ἐκκλίνωμεν, ὦ συστρατιῶται, μικρὸν ὑπομείνωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Τοῦ αὐτοῦ

Ῥίπτοντες περιβόλαια πάντα, βαίνοντες ἀτρόμως εἰς λίμνην, ἀλλήλους ἔλεγον οἱ Ἅγιοι πρὸς Μάρτυρες· Διὰ Παράδεισον, ὃν ἀπωλέσαμεν, ἱμάτιον φθαρτὸν σήμερον μὴ ἀντισχώμεθα, δι' ὄφιν ποτὲ φθοροποιὸν ἐνδυσάμενοι, ἐκδυσώμεθα νῦν διὰ τὴν πάντων ἀνάστασιν, καταφρονήσωμεν κρύους λυομένου, καὶ σάρκα μισήσωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Τοῦ αὐτοῦ

Βλέποντες ὡς τρυφὰς τὰς βασάνους, τρέχοντες πρὸς λίμνην κρυώδη, ὡς πρὸς θάλψιν, ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ ὑποπτήξωμεν ὥραν χειμέριον, ἵνα τὴν φοβεράν γέενναν τοῦ πυρὸς φύγωμεν, καυθήτω ὁ ποῦς, ἵνα χορεύῃ αἰώνια· ἡ δὲ χεὶρ ῥυείτω, ἵνα ὑψοῦται πρὸς Κύριον, καὶ μὴ φεισώμεθα φύσεως θνῃσκούσης, ἑλώμεθα θάνατον, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδυσώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος β'

Κυπριανοῦ Μοναχοῦ

Προφητικῶς ἀνεβόα ὁ Δαυῒδ ἐν ψαλμοῖς· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν, ὑμεῖς δὲ Μάρτυρες Χριστοῦ, δι' αὐτῶν τῶν ἔργων τὸ λόγιον πληροῦντες, διήλθετε διὰ πυρός τε καὶ ὕδατος, καὶ εἰσήλθετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διὸ Πρεσβεύσατε, τεσσαράκοντα ὄντες Ἀθληταί, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου.

 

Τό, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Μετὰ δὲ τὴν συμπλήρωσιν τῶν Ἀναγνωσμάτων, τό, Κατευθυνθήτω.

 

Προκείμενον τοῦ Ἀποστόλου

Σὺ Κύριε φυλάξαις ἡμᾶς, καὶ διατηρήσαις ἡμᾶς.

Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.

 

Ὁ Ἀπόστολος πρὸς Ἑβραίους

Ἀδελφοὶ τοσοῦτον ἔχοντες περικείμενον...

 

Ἀλληλούϊα  Ἦχος β'

Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

 

Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ματθαῖον

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπω οἰκοδεσπότῃ... Πολλοὶ γὰρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

 

Καὶ ἡ Θεία Λειτουργία τῶν Προηγιασμένων.

 

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.

 

Εἰς δὲ τὴν Τράπεζαν ἐσθίομεν ἔλαιον καὶ οἶνον. Εἰ δὲ ἐν τῇ Α' Ἑβδομάδι τύχοι, οἶνον μόνον.