Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΝΙΟΥ
Μνήμη τοῦ Ἁγίου μάρτυρος Λεοντίου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν ΤΟ ΑΚΟΥΤΕ
Τὶ
σε ὀνομάσωμεν ἔνδοξε; τῆς Ἑλλάδος προσφοράν,
ὡς ὡρμημένον ἀπ' αὐτῆς, τῆς Φοινίκης
καθαρμόν, ὡς τεθυμένον ἐν αὐτῇ, φωστῆρα,
ὡς ἐν σκότει ἐξαστράψαντα, γενναῖον, ὡς
ἀήττητον τοῖς πλήττουσι. Πολύτροπός σου ἡ
εὔκλεια, Λεόντιε παμμακάριστε, ἱκέτευε, τοῦ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ
σε ἀθλοφόρε προσείπωμεν, στρατιώτην τοῦ Χριστοῦ,
ὡς καθαιρέτην τῶν ἐχθρῶν, βασιλέα τῶν
παθῶν, ὡς εὐσεβείας ἀθλητήν, τροφέα, τῶν
πεινώντων ὡς φιλόπτωχον, δικαίων, ἐραστὴν ὡς
οὐρανόφρονα· Ποικίλα σου τὰ παθήματα, λαμπρότερα
τὰ παλαίσματα, ἱκέτευε, τοῦ σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Τὶς
σε οὐ θαυμάσει Λεόντιε; ὅτι ἔνοικον λαβών, τῆς
ἀληθείας τὴν πηγήν, ποταμοὺς εὐεργεσίας,
ἀναβλύζεις τοῖς πιστοῖς, καὶ πᾶσιν, ἀναργύρως
ἀνεπίφθονα, προσφέρεις τοῖς διψῶσι τὰ δωρήματα,
εὐφραίνεις δὲ τοὺς μετέχοντας, ὑδάτων
τῶν τῆς χρηστότητος, ἱκέτευε, τοῦ σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τίνι
ὡμοιώθης ταλαίπωρε, πρὸς μετάνοιαν οὐδόλως,
ἀνανεύουσα ψυχή, καὶ τὸ πῦρ μὴ δειλιῶσα,
τῶν κακῶν ἐπιμονὴ; Ἀνάστα, καὶ τὴν
μόνην πρὸς ἀντίληψιν, ταχεῖαν, ἐπικάλεσαι
καὶ βόησον· Τὸν σὸν Υἱὸν καὶ Θεὸν
ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, ῥυσθῆναί
με, τῶν παγίδων τοῦ ἀλάστορος.
Ἢ Σταυροθεοτοκίον
Ἄρνα
ἡ ἀμνὰς ὡς ἑώρακεν, ἐπὶ ξύλου
ἡπλωμένον, ἑκουσίως σταυρικοῦ, ἀνεβόα
μητρικῶς, ὀδυρομένη ἐν κλαυθμῷ· Υἱέ
μου, τὶ τὸ ξένον τοῦτο θέαμα; ὁ πᾶσι,
τήν ζωὴν νέμων ὡς Κύριος, πῶς θανατοῦσαι
μακρόθυμε, βροτοῖς παρέχων ἀνάστασιν. Δοξάζω
σου, τὴν πολλὴν Θεέ μου συγκατάβασιν.
Ἀπολυτίκιον
Ἦχος δ'
Ὁ
μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ,
τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ
σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν
ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε
καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ
ταὶς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς
ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθης Στιχολογία καὶ οἱ
Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου
ὁ ἀκόλουθος, οὗ ἡ Ἀκροστιχίς (ἄνευ
τῶν Θεοτοκίων).
Νίκη Θεὸς σοι καὶ
γέρας Λεόντιε.
Ἰωάννου Μοναχοῦ.
ᾨδὴ α' Ἦχος δ'
ᾌσομαί σοι Κύριε ΤΟ ΑΚΟΥΤΕ
Νόμοις
ἐγκωμίων ἡ ἀρετή σου, οὐχ ὑποπίπτει
τοῦ Χριστοῦ, θεράπον Λεόντιε· αὐτὸς γὰρ
σοι ἐγκώμιον, καὶ ὄλβος ἀναφαίρετος.
Ἰέμενος
Μάκαρ τῶν ὑπὲρ φύσιν, τὴν ἀκηλίδωτον
ψυχήν, παρθένῳ τῷ σώματι, κοσμήσας πρὸς
τὴν ἄνοδον, εὐσταλῆ κατεσκεύασας.
Κράτος
ἀπηνέγκω κατὰ τῆς πλάνης, τῇ εἰς τοὺς
Μάρτυρας τιμῇ, γεραίρων ὁσίως, ἀοίδιμε
Λεόντιε, τὸν ἀεὶ σοι ποθούμενον.
Θεοτοκίον
Πῶς
σε μακαρίσωμεν Θεοτόκε, τὴν ὑπερτέραν οὐρανοῦ,
καὶ πάσης τῆς κτίσεως; Υἱὸν γὰρ ἐγέννησας,
τὸν πλάστην καὶ Θεὸν ἡμῶν.
ᾨδὴ γ'
Τόξον δυνατῶν ἠσθένησε ΤΟ ΑΚΟΥΤΕ
Ἦθος
εὐσταθὲς καὶ φρόνημα, χάριν τε θεόθεν κεκτημένος
Λεόντιε, ἀνεδείχθης τῆς ἀληθείας, ἀθλητὴς
καὶ Μάρτυς ἄριστος.
Θέσθε
τὰς ψυχὰς τῷ ζῶντι Θεῷ, τοῖς συστρατιώταις
ἀνεφώνεις Λεόντιε, Βασιλεῖ τε τῷ αἰωνίως,
διαμένοντι στρατεύεσθε.
Ἔρρει
εὐσεβείας ῥήματα, ἡ μελισταγὴς καὶ φιλόθεος
γλῶσσά σου, τοῖς δὲ δούλοις τῆς ἀσεβείας,
βλασφημεῖν ἐνδιεβάλλετο.
Θεοτοκίον
Χαίροις
Μήτηρ ἀπειρόγαμε, ἡ τὸν Θεὸν Λόγον ἐν
γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς
Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τόξον
δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες,
περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη,
ἐν Κυρίῳ ἡ καρδία μου».
Καθισμα Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Σταυρὸν
ὥσπερ θώρακα, ἀναλαβόμενος πρὸς πάλην ἐχώρησας,
τῶν ἀοράτων ἐχθρῶν, γενναίως τε ἤθλησας·
ὅθεν ἐξαφανίσας, τὴν αὐτῶν δυναστείαν,
ἔπαθλον ἐκομίσω, τῶν θαυμάτων τὴν χάριν,
πρεσβεύων τοῦ σωθῆναι ἡμᾶς, Μάρτυς Λεόντιε,
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐχθροῖς
ἀντιτάχθητι, τοῖς πολεμοῦσιν ἡμῖν· δεινῶς
γὰρ ἐπέθεντο, τῇ κληρουχίᾳ τῇ σῇ,
πανάχραντε Δέσποινα, ὄλεσον σαῖς πρεσβείαις, τῶν
βαρβάρων τὰ θράση, γνώτωσαν τὴν ἰσχύν
σου, φιλοπόλεμα ἔθνη, τῷ νεύματί σου τούτους
πάντας ἀφάνισον.
Ἢ Σταυροθεοτοκίον
Παρθένε
πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία
διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα
σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν
καὶ Θεόν σου, ὅνπερ εὐλογημένη, δυσωποῦσα μὴ
παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.
ᾨδὴ δ'
Τοὺς οὐρανοὺς
ἡ ἀρετή σου ΤΟ
ΑΚΟΥΤΕ
Ὁ
τῷ θυμῷ τῷ δεισιδαίμονι ὑπόσπονδος, σὲ
τὸν πόθῳ τῷ θείῳ πληρούμενον Χριστοῦ,
ἀνηλεῶς ᾐκίζετο, Μάρτυς ἀθλοφόρε Λεόντιε.
Συνεκροτεῖτο
παρρησίᾳ σοι Λεόντιε, ὑπὲρ τῆς ἀληθείας
κινδυνεύοντι, μεθ' ἧς τομῆς καὶ καύσεως, πάσης
κατετόλμας ἀοίδιμε.
Σὲ
σαγηνεύειν καὶ ζωγρεῖν πρὸς τὴν ἀλήθειαν,
θαρσαλέως ἀντέφης, ὡς μακαριστὸν τὸν ἀπειλοῦντα
ἤγημαι, Μάρτυς Ἀθλοφόρε Λεόντιε.
Θεοτοκίον
Χερουβικῶν
ταγμάτων ὑπερέχουσα, καὶ Θεὸν ἐν ἀγκάλαις
ἐποχούμενον, μετὰ σαρκὸς βαστάσασα, χαῖρε Θεοτόκε
πανύμνητε.
ᾨδὴ ε'
Ὁ κτησάμενος ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ἱερεῖον
πρὸς σφαγήν, ἑτοιμότατον ἀχθείς, Λεόντιε
πανένδοξε, τυραννικοῦ πρὸ βήματος, ὑπὲρ Χριστοῦ
αὐθαιρέτως παρίστασο.
Καθελεῖν
σου τὸ στερρόν, ἐπειρᾶτο τῆς ψυχῆς, τῆς
πλάνης ὁ ὑπεύθυνος, τὸν σταυρωθέντα Κύριον,
ὥσπερ κακοῦργον βροτὸν λοιδορούμενον.
Ἀπολέσθωσαν
θεοί, οἱ τὴν γῆν καὶ οὐρανόν, σαφῶς
μὴ τεκτηνάμενοι· ὁ σταυρωθεὶς ἁπάντων γάρ,
Δημιουργὸς ἐστι Μάρτυς ἀντέλεγες.
Θεοτοκίον
Ἡ
Θεὸν ὑπερφυῶς, συλλαβοῦσα ἐν γαστρί, Παρθενομῆτορ
ἄχραντε, τὴν σὴν εἰρήνην δὸς ἡμῖν,
τοῖς Θεοτόκον σε ὕμνοις δοξάζουσιν.
ᾨδὴ ς'
Ἐβόησε, προτυπῶν ΤΟ ΑΚΟΥΤΕ
Ἱλαρὸς
μέν, τοῖς προστρέχουσι πίστει Λεόντιε, καὶ τὸν
λόγον, ἠρτυμένος τῷ θείῳ σου ἅλατι, ἰταμώτατος
δὲ τοῖς ἐχθροῖς τοῦ Χριστοῦ ἀνεδείκνυσο.
Γεγηθὼς
μέν, ὁ πιστός σου θεράπων Λεόντιος, ἀπεδίδου,
τὸ μαρτύριον τῆς βασιλείας σου, ἀλλ' οὐκ ἔφερον,
οἱ ἐχθροί σου Χριστὲ τὴν ἀλήθειαν.
Ἐξήπτοντο,
τῷ θυμῷ ὥσπερ θῆρες οἱ ἄνομοι, καὶ τὰς
χεῖρας, ἐπετίθουν ὡς ἀρνίῳ τῷ Μάρτυρι,
ἐπειγόμενοι, διασπᾶν ἀφειδῶς τὸν ἀήττητον.
Θεοτοκίον
Δεόμεθα
ὑπὲρ τῶν ἱκετῶν σου ἀλόχευτε, Θεοτόκε,
τὸν ἐκ σοῦ σαρκωθέντα δυσώπησον, ὅτι σὲ
καὶ μόνην, προστασίαν ἡμῶν ἐπιστάμεθα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησε,
προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης,
Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος. Ἐκ φθορᾶς
με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων».
Κοντάκιον Ἦχος γ'
Ἡ Παρθένος ΤΟ ΑΚΟΥΤΕ
Τῶν
τυράννων ἤλεγξας, τὰς πονηρὰς ἐπινοίας, καὶ
Ἑλλήνων ᾔσχυνας, τὴν ἀθεώτατον πλάνην,
ηὔφρανας τὰς τῶν Ἀγγέλων χοροστασίας, ἴασιν
τῶν νοσημάτων πιστοῖς παρέχεις· διὰ τοῦτό
σου τὴν μνήμην, τιμῶμεν πόθῳ, σοφὲ Λεόντιε.
Συναξάριον
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη
τοῦ Ἁγίου Μάρτυρος Λεοντίου καὶ τῶν σὺν
αὐτῷ, Ὑπατίου καὶ Θεοδούλου.
Στίχοι
·
Ἄκμων
τὸ σῶμα τοῦ Λεοντίου τάχα,
·
Ἄκμων
σιδηροῦς, πρὸς σφύρας τὰς αἰκίας.
·
Ὀγδοάτῃ
δεκάτῃ πληγῇσι Λεόντιος ἐκπνεῖ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου Μάρτυρος Αἰθερίου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ διασώσας ἐν
πυρὶ ΤΟ
ΑΚΟΥΤΕ
Ῥωμαλεότητι
φρενῶν, ὥσπερ οἱ αἰχμάλωτοι Παῖδες, σὺν
τῇ φλογὶ τῶν πειρασμῶν, καὶ τὴν πλάνην
ἐπάτει Λεόντιος, ἀναμέλπων σοι Κύριε ὁ
Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Ἀπροσπαθείᾳ
τῆς σαρκός, ἐπιλελησμένος εὐτόνως, τοὺς
αἰκισμοὺς ὑπὲρ Χριστοῦ, ὡς ἀήττητος
Μάρτυς ὑπέφερες, μελῳδῶν σου τῷ κτίσαντι,
ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Σοφίᾳ
πόθῳ τε Χριστοῦ, φύσεως βιαίως κρατήσας, τῆς
ἐπικήρου βιοτῆς, ζωηφόρον προέκρινας θάνατον,
ἀναμέλπων Λεόντιε, ὁ Θεὸς ὁ τῶν Πατέρων
εὐλογητὸς εἶ.
Τριαδικὸν
Λόγον
καὶ Πνεῦμα σὺν Πατρί, μίαν τρισυπόστατον φύσιν,
θεολογῶν ὁ ἀκλινής, καὶ ἀήττητος Μάρτυς
ἐκραύγαζεν· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς
ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον
Τὴν
ἀλοχεύτως ἐν γαστρί, καὶ ὑπερφυῶς, δεξαμένην,
τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγχνίᾳ βροτοῖς
ὁμιλήσαντα, εὐσεβῶς ἀνυμνήσωμεν, ὡς μητέρα
γενομένην τοῦ πάντων Κτίστου.
ᾨδὴ η'
Τὸν ἐν τῷ Σταυρῷ
προσηλωθέντα ΤΟ
ΑΚΟΥΤΕ
Ἔφερε
σαρκὸς πληγὰς ὁ Μάρτυς, καὶ τὸν ἀσώματον
ἐχθρόν, σφοδρότερον ἡνία, μέλπων· Ὑπερυψοῦτε,
Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.
Ὄρθιον
τὸν νοῦν πρὸς τὸν Δεσπότην, ἐν ταῖς βολαῖς
τῶν ἀκανθῶν, ἀνέτεινας τῷ πόθῳ,
Μάρτυς· Ὑπερυψοῦτε, βοῶν τὸν Θεὸν ἡμῶν
εἰς τοὺς αἰῶνας.
Νίκη
σοι Χριστὸς ὑπάρχει Μάρτυς, ὃν ταῖς αἰκίαις
τῆς σαρκός, ἐδόξασας κραυγάζων· Πάντες
ὑπερυψοῦτε, Χριστόν, τὸν Θεὸν ἡμῶν εἰς
τοὺς αἰῶνας.
Θεοτοκίον
Τὸν
ἐκ τῆς Ἁγνῆς τεχθέντα Λόγον, καὶ δωρησάμενον
ζωήν, τῷ γένει τῶν ἀνθρώπων· Παῖδες
ὑπερυψοῦτε Χριστόν, τὸν Θεὸν ἡμῶν εἰς
τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν
ἐν τῷ Σταυρῷ προσηλωθέντα, καὶ ἀποδείξαντα
ἡμῖν, ὅπλον εἰς σωτηρίαν· Παῖδες ὑπερυψοῦτε
Χριστόν, τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας».
ᾨδὴ θ'
Ὁ τόκος σου ἄφθορος ΤΟ ΑΚΟΥΤΕ
Τριάδος
θεράπων ἀνεδείχθης, λατρεύσας Λεόντιε ἀμέμπτως,
ᾧ καὶ πᾶν γόνυ κάμπτει, οὐρανίων ἐπιγείων
καταχθονίων, ὃν ἀνυμνοῦντες, ὡς Σωτῆρα μεγαλύνομεν.
Ἰδεῖν
ἐφιέμενος ἀϋλως, προσώπῳ ἀνακεκαλυμμένῳ,
τοῦ Κυρίου τὴν δόξαν, τὰς ἀρχὰς ἀπεξεδύσω
καὶ ἐξουσίας, μίαν κηρύξας, Τρισυπόστατον Θεότητα.
Εὐφράνθη
τῇ σῇ ὁμολογίᾳ, καὶ σὲ ὡμολόγησεν
ἀξίως, τοῦ Πατρὸς ἐναντίον, ὁ Σωτήρ,
ὃν ἐξιλέωσε, Ἀθλοφόρε, πᾶσι τοῖς πίστει,
μεγαλύνουσι τὴν μνήμην σου.
Θεοτοκίον
Φανεῖσα
τῶν Ἀγγέλων ἀνωτέρα, ὡς πάντων τεκοῦσα
τὸν Σωτῆρα, Παναγία Παρθένε, σῶσον οἰκτίρησον
λαὸν ἡμαρτηκότα, καὶ τῇ σκέπῃ τῶν
πτερύγων σου προστρέχοντα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ
τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων
σου προῆλθε, σαρκοφόρος ὡς ὤφθη ἐπὶ γῆς,
καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε·
διὸ πάντες μεγαλύνομεν».
Ἡ λοιπή, Ἀκολουθία,
ὡς σύνηθες, καὶ Ἀπόλυσις.