Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΝΙΟΥ
Μνήμη τοῦ Ἁγίου Προφήτου, Ἀμώς.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ψάλλομεν Στιχηρὰ προσόμοια.
Ἦχος β'
Ὅτε, ἐκ τοῦ
ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Εὗρεν,
ἡ τοῦ Πνεύματος αὐγή, τῆς σῆς διανοίας
Προφῆτα, τὴν καθαρότητα, στίλβουσαν ὡς ἔσοπτρον,
διαφανέστατον, καὶ τὸν κόσμον κατηύγασε, τῆς
θεογνωσίας, φέγγος ἀπαστράψασα, καὶ προτυπώσασα,
θείων μυστηρίων εἰκόνας, χάριν τε τὴν πᾶσαν
ἀνθρώποις, μέλλουσαν δοθήσεσθαι θεσπέσιε.
Στόμα,
χρηματίσας τοῦ Θεοῦ, τοὺς τῆς ἀσεβείας
ἐργάτας, σαφῶς διήλεγξας, δίκην ἀναπόδραστον,
αὐτοῖς καὶ ἄφυκτον, ἀπαρτίσας Πανόλβιε,
τῆς δικαιοσύνης, δόγμασιν ἑπόμενος, καὶ θείοις
κρίμασιν· ὅθεν τῶν σοφῶν σου ῥημάτων, βλέποντες
τὴν ἔκβασιν μάκαρ, ὕμνοις ἐπαξίοις εὐφημοῦμέν
σε.
Μύστης,
τῶν ἀρρήτων τοῦ Θεοῦ, γέγονας κριμάτων
Προφῆτα, θεομακάριστε· ἔθνη γὰρ ἐφώτισας,
καὶ κατελάμπρυνας, καὶ Τριάδα ἐκήρυξας, Ἀμώς
θεηγόρε· ὅθεν σου τὴν ἔνδοξον μνήμην γεραίρομεν.
Ῥῦσαι ἀπὸ πάσης ἀνάγκης, πάντας
τοὺς πιστῶς εὐφημοῦντας, καὶ πανηγυρίζοντάς
σε ἔνδοξε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὕδωρ,
ὡς τεκοῦσα τῆς ζωῆς, τῆς ἀθανασίας τὸ
νέκταρ, Χριστὸν τὸν Κύριον, πότισόν με Πάναγνε,
ὕδωρ ἀφέσεως, καὶ τὸν νοῦν μου χαρίτωσον,
νοήμασι θείοις, ὅπως τὰ σωτήρια, πράττω προστάγματα,
ἵνα σωτηρίας πρὸς ὅρμον, διὰ τῆς αὐτῶν
ἐργασίας, φθάσω καὶ δοξάζω σε τὴν ἄχραντον.
Ἢ Σταυροθεοτοκίον
Πόνους
ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ
καὶ Θεοῦ σου, σταυρώσει Ἄχραντε, ἔστενες δακρύουσα,
καὶ ὀλολύζουσα· Οἴμοι! τέκνον γλυκύτατον,
ἀδίκως πῶς πάσχεις, πάντας θέλων ῥύσασθαι,
τοὺς ἐξ Ἀδὰμ γηγενεῖς! Ὅθεν Παναγία Παρθένε,
σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν
τοῦτον ἀπέργασαι.
Ἀπολυτίκιον τοῦ
Προφήτου
Ἦχος β'
Τοῦ
Προφήτου σου Ἀμὼς τὴν μνήμην, Κύριε ἑορτάζοντες,
δι' αὐτοῦ σε δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς
ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθης Στιχολογία, καὶ
οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Προφήτου
ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.
Ἀμώς σε μέλπω
τὸν Προφήτην τὸν μέγαν.
ᾨδὴ α' Ἦχος βαρὺς
Τῷ ἐκτινάξαντι ΤΟ ΑΚΟΥΤΕ
Ἀνακαθάρας
μου τὸν νοῦν, τοῦ τῶν παθῶν ἀχλυώδους
λογισμοῦ, τὸν Προφήτην σου Ἀμώς, Δέσποτα μέλπειν
καταύγασον.
Μυσταγωγὸς
ἀναδειχθείς, τῶν ὑπὲρ νοῦν μυστηρίων τοῦ
Θεοῦ, ἠξιώθης προορᾶν, Ἔνδοξε τὰ γενησόμενα.
Ὡς
ἀκηλίδωτον Θεοῦ, καὶ καθαρὸν οἰκητήριον
φανείς, τὴν τοῦ Πνεύματος Ἀμώς, εἴληφας
θείαν ἐνέργειαν.
Θεοτοκίον
Σὺ
τὴν πεσοῦσαν τοῦ Ἀδάμ, προφητικῶς ἐξανέστησας
σκηνήν, τὸν Σωτῆρα καὶ Θεόν, Ἄχραντε κυοφορήσασα.
ᾨδὴ γ'
Ἐστερεώθη τῇ
πίστει ΤΟ ΑΚΟΥΤΕ
Σὺ
παρανόμους ἐλέγχων, Ἀμὼς τὴν τοῦ Κυρίου,
δικαιοσύνην ἐδείκνυς, βοῶν θεοφάντορ· Ἅγιος
εἶ Κύριε, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.
Ἐτέθης
στῦλος Προφῆτα, τῆς Καινῆς Διαθήκης, ἀνέχων
ταύτης τὴν στέγην, καὶ πίστει κραυγάζων·
Ἅγιος εἶ Κύριε, καὶ σὲ ὑμνεῖ τὸ
πνεῦμά μου.
Μεμυημένος
τὰ θεῖα, Προφῆτα θεηγόρε, Ἀμὼς ἐνθέως
φωτίζων, λαοὺς ἐμελῴδεις· Ἅγιος εἶ Κύριε,
ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἐστερεώθην
τὸν θεῖον, τόκον ἐπεγνωκώς σου, καὶ προστασίαν
Παρθένε, πλουτῶ σε κραυγάζων· Ἅγιος εἶ Κύριε,
ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐστερεώθη
τῇ πίστει, Χριστοῦ ἡ Ἐκκλησία· καὶ
γὰρ ἀπαύστως ἐν ὕμνοις, βοᾷ μελῳδοῦσα·
Ἅγιος εἶ Κύριε, καὶ σὲ ὑμνεῖ τὸ
πνεῦμά μου».
Κάθισμα Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Θεῖον
ὄργανον τοῦ Παρακλήτου, ἐχρημάτισας ταῖς τούτου μάκαρ, διηνεκέσι πνοαῖς
ὑπηχούμενον· ἀναφωνεῖς γὰρ ἀδήλων
τὴν δήλωσιν, καὶ καταυγάζεις τοὺς πίστει προστρέχοντας,
Ἀμὼς ἔνδοξε, Χριστὸν τὸν Θεὸν αἰτούμενος,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Θείας
φύσεως, οὐκ ἐχωρίσθη, σάρξ γενόμενος, ἐν
τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας
μεμένηκεν, ὁ μετὰ τόκον Παρθένον Μητέρα σε,
ὡς πρὸ τοῦ τόκου φυλάξας Πανάμωμε, μόνος
Κύριος· Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι
ἡμῖν τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον
Ἡ
ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος
Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον,
τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς
θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι! τέκνον μου,
πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς
ἀτιμίας τὸν ἄνθρωπον;
ᾨδὴ δ'
Ἀκήκοα τὴν
ἀκοήν σου ΤΟ
ΑΚΟΥΤΕ
Λατρεύοντα
κωφοῖς εἰδώλοις, τὸν λαὸν τοῦ Ἰσραὴλ
ἤλεγξας· ὅθεν αἰχμάλωτον γενέσθαι, τοῦτον
ἔφης Ἀξιάγαστε.
Προφήτην
σὲ τὸν πρὶν ποιμένα, ἔδειξεν ὁ Θεὸς ἀναλαβών,
Ἱεροφάντορ Ἀμώς· διὸ σε πάντες πίστει
μακαρίζομεν.
Ὡς
ἔσοπτρον τὰς τοῦ Ἁγίου Πνεύματος, δεδεγμένος
ἀστραπάς, τὰς φωτοβόλους Ἀμώς, πᾶσι προφαίνεις,
χαίρων τὴν εὐσέβειαν.
Τὴν
ἄμεμπτόν σου πολιτείαν Ἔνδοξε, θεασάμενος Θεός,
κήρυκα δόξης αὐτοῦ προβάλλεταί σε, θείας
τε σαρκώσεως.
Θεοτοκίον
Ὁ
λόγος σοι κατασκηνώσας, Ἄχραντε, τὴν οὐσίαν
τὴν ἐμήν, ἀνεμορφώσατο διαπεσοῦσαν, ταῖς πρὶν παραβάσεσιν.
ᾨδὴ ε'
Πρὸς σὲ ὀρθρίζω ΤΟ ΑΚΟΥΤΕ
Νενεκρωμένους,
τρυφῆς βολίσι Μάκαρ ὠνείδισας, ὡς λογιζομένους,
πεπηγέναι τὰ ῥευστά, τὰ τρεπτὴν κεκτημένα,
καὶ φθειρομένην τὴν ἀπόλαυσιν.
Πλουσιωτάταις,
φωτοχυσίαις περιχεόμενος, ὤφθης θεορρῆμον, καὶ συνόμιλος
Θεοῦ, διαγγέλλων τοῖς πᾶσι, τῆς ἀσεβείας
τὰ ἐπίχειρα.
Ῥυσθῆναι
πάντας, τοὺς σὲ ὑμνοῦντας Μάκαρ δυσώπησον,
τῶν δελεασμάτων, καὶ τῶν βρόχων τοῦ ἐχθροῦ,
καὶ φωτὶ λαμπρυνθῆναι, τῆς οὐρανίου προφητείας
σου.
Θεοτοκίον
Οἱ
Θεοτόκον, ὁμολογοῦντές σε Μητροπάρθενε, τῆς
ἀδιαδόχου, βασιλείας καὶ τρυφῆς, διὰ σοῦ
Θεομῆτορ, ἐπιτυχεῖν ἀξιωθείημεν.
ᾨδὴ ς'
Ὁ Ἰωνᾶς ἐκ
κοιλίας ΤΟ ΑΚΟΥΤΕ
Φωτιστικαῖς,
ἀληθείας ἀκτῖσιν ἐκλάμπων, ἐρράπισας
τὸν τοῦ ψεύδους προφήτην, εὐτόνως διελέγχων,
καὶ προλέγων τὴν αὐτοῦ ἐξολόθρευσιν.
Ἠμαύρωσας,
τῆς ἀπάτης τὴν φλόγα Προφῆτα, ὡς ἥλιος
εὐσεβείας τὴν αἴγλην, τοῖς πᾶσιν ἀνατέλλων,
ὡς τοῦ Πνεύματος αὐγὴν εἰσδεξάμενος.
Θεοτοκίον
Τὴν
ἄχραντον, παρθενίαν ὑμνῶ σου Παρθένε, τὸν ἄφθαρτον
καὶ σεβάσμιον τόκον, τιμῶ σου Παναγία, δι' οὗ
σέσωσμαι φθορᾶς καὶ νεκρώσεως.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ
Ἰωνᾶς ἐκ κοιλίας ᾍδου ἐβόα· ἀνάγαγε
ἐκ φθορᾶς τὴν ζωήν μου· ἡμεῖς δὲ
σοι βοῶμεν, Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς».
Συναξάριον
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη
τοῦ Ἁγίου Προφήτου Ἀμώς.
Στίχοι
·
Ἀμώς,
ὁ συκάμινα κνίζων αἰπόλος,
·
Ἐδὲμ
τρυγᾷ τὰ δένδρα κνίζων οὐκέτι.
·
Πέμπτῃ
ἐκ βιότοιο Ἀμὼς δεκάτῃ τε ἀπέπτη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου Μάρτυρος Δουλᾶ.
Στίχοι
·
Δουλᾶς,
ξοάνοις δουλικὸν μὴ δοὺς σέβας,
·
Ἤνεγκε
σαρκός, ὡς Θεοῦ δοῦλος, ξέσεις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου Μάρτυρος Νερσῆ· καὶ ἡ σύναξις
τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου
πέραν ἐν τοῖς Μαρανακίου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Οἱ ἐν καμίνῳ
πυρὸς ΤΟ
ΑΚΟΥΤΕ
Ἣν
προηγόρευσας θείαν σωτηρίαν, ἐφανερώθη, Ἀμὼς
προφῆτα θαυμάσιε, φωτισμοῖς εὐσεβείας λάμπουσα
κόσμῳ· Εὐλογητὸς εἶ κράζοντι, ὁ Θεὸς
ὁ τῶν Πατέρων ἡμῶν.
Νενευρωμένος
τῇ θείᾳ δυναστείᾳ τοῖς ἀντιθέοις,
ἐχθροῖς ἀνάλωτος γέγονας, καρτερῶς ὡς
ἀδάμας μείνας κραυγάζων· Εὐλογητὸς εἶ
Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Τὸν
ἀκατάληπτον τόκον τῆς Παρθένου, δοξολογοῦμεν,
δι' οὗ θανάτου ἐρρύσθημεν, δι' αὐτοῦ γεννηθέντες
εἰς ἀφθαρσίαν· Εὐλογητὸς εἶ κράζοντες·
ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η'
Τὸν μόνον ἄναρχον ΤΟ ΑΚΟΥΤΕ
Ὅλος
ἀνέδραμες εἰς αἰθέριον ὕψος, καὶ ἐμυήθης
τῶν ἀρρήτων τὴν γνῶσιν, καὶ γέγονας μηνυτὴς
τῆς τοῦ Λόγου σαρκώσεως Ἀμώς· διὸ
σε ἀνυμνοῦμεν, εἰς πάντας τούς αἰῶνας.
Νοὸς
ὀξύτητι τὸν τῶν ὅλων Δεσπότην, κατανοεῖν
ὡς ἐφικτὸν ἠξιώθης, μυοῦντά σε, τῶν
ἀρρήτων τὴν γνῶσιν κραυγάζων εὐσεβῶς·
Λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τούς αἰῶνας.
Μακαριότητος
καὶ χαρᾶς ἀνεκφράστου, καὶ βασιλείας οὐρανῶν
ὡς προφήτης, ἐπέτυχες οὐρανίων ἐπόπτα,
κραυγάζων εὐσεβῶς· Λαὸς ὑπερυψοῦτε, Χριστὸν
εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἐν
δύο φύσεσι τῆς Τριάδος, τὸν ἕνα θεοπρεπῶς
ἄνευ σπορᾶς Θεομῆτορ, ἐγέννησας τὸν Σωτῆρα
τοῦ κόσμου· διὸ σε οἱ πιστοί, πόθῳ
ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν
μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν
οὐρανῶν αἱ δυνάμεις, καὶ φρίττουσι τῶν
Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς,
λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας».
ᾨδὴ θ'
Πανύμνητε τῶν οὐρανῶν ΤΟ ΑΚΟΥΤΕ
Γενόμενος
προφητικῆς ἐκφαντορίας, θεοκίνητος γλῶσσα, τὰ
θεῖα φθεγγόμενος, πᾶσιν ἀναγγέλλεις Ἀμώς,
τὴν θείαν εὐσπλαγχνίαν. Διὸ πάντες σε ἀεὶ
μακαρίζομεν.
Ἀνέκφραστος
τῶν Προφητῶν ἡ εὐδοξία· τὸ γὰρ Ἅγιον
Πνεῦμα ἐν τούτοις κατοικῆσαν, τῆς φωτοχυσίας
αὐτοῦ, ἀνέδειξε μετόχους, ἐξ ὧν πάντες
οἱ πιστοὶ φωτιζόμεθα.
Θεοτοκίον
Νεκρώσεως
καὶ φθορᾶς μου τοὺς χιτῶνας, περιεῖλες Παρθένε,
σωτήριον χιτῶνα, τὸν σεσαρκωμένον Θεόν, τεκοῦσα
τοῖς ἀνθρώποις. Διὸ πάντες σε ἀεὶ μεγαλύνομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πανύμνητε
τῶν οὐρανῶν ὑψηλοτέρα εἶ, τὸν ἄναρχον
Λόγον ἀσπόρως συλλαβοῦσα, καὶ σεσαρκωμένον Θεόν,
τεκοῦσα τοῖς ἀνθρώποις· Διὸ πάντες σε ἀεὶ
μεγαλύνομεν».
Καὶ ἡ λοιπὴ
Ἀκολουθία, ὡς συνηθες, καὶ Ἀπόλυσις.