Τῌ Α' ΤΟΥ  ΜΗΝΟΣ

ΙΟΥΝΙΟΥ

 

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουστίνου τοῦ Φιλοσόφου, καὶ ἑτέρου Ἰουστίνου καὶ τῶν σὺν αὐτῷ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων.

 

Ἦχος β'

Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν  ΤΟ ΑΚΟΥΤΕ

Ὅτε, ἀγνωσίας ὁ κρυμός, πᾶσαν ἐπεκράτει τὴν κτίσιν, ταῖς ἐπηρείαις ἐχθροῦ, καὶ ἐθεραπεύετο ἡ τῶν εἰδώλων πληθύς, τότε ἔνδοξοι Μάρτυρες, προθύμῳ καρδίᾳ, ζέσει θείας πίστεως, τοῦτον ἐπαύσατε, πόθῳ ἐκκενοῦντες τὸ αἷμα, ὑπὲρ τοῦ τό, ἴδιον αἷμα, ἐπὶ τὸν Σταυρὸν σαφῶς κενώσαντος.

 

Πέων, ὁ γενναῖος ἀθλητής, Βαλλεριανὸς καὶ Χαρίτων, καὶ Χαριτὼ σὺν αὐτῷ, θεῖος, Ἰουστῖνός τε καὶ ὁ Εὐέλπιστος, καὶ Ἱέραξ ὁ ἔνδοξος, στολὴν ἐξ αἱμάτων, θείαν ἐπιχρώσαντες, καὶ στολισάμενοι, ἅμα τῷ Δεσπότῃ τῶν ὅλων, ἐν τοῖς οὐρανοῖς μετ' Ἀγγέλων τῷ παμβασιλεῖ Χριστῷ παρίστανται.

 

Ὅτε, ἐπινεύσει θεϊκῇ, πρὸς τοὺς ὑπὲρ φύσιν ἀγῶνας, προσεχωρήσατε, σῶμα τὸ φθειρόμενον ἀπαρνησάμενοι, τότε σθένει ῥωννύμενοι, τοῦ Παντοδυνάμου, πῦρ οὐκ ἑπτοήθητε, οὐ ξίφη τέμνοντα· ὅθεν τῷ Θεῷ τὸν αὐχένα, κλίναντες μακάριον τέλος, ἐν ἀγαλλιάσει ὑπεδέξασθε.

Δόξα... Καὶ νν... Θεοτοκίον

Σὺ εἶ, τῶν Ἀγγέλων ἡ χαρά, σὺ εἶ τῶν ἀνθρώπων ἡ δόξα, σὺ τῶν πιστῶν ἡ ἐλπίς, Δέσποινα πανάμωμε, καὶ προστασία ἡμῶν, καὶ πρὸς σὲ καταφεύγοντες, ἐν πίστει βοῶμεν, ὅπως ταῖς πρεσβείαις σου, ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ, λύπης ψυχοφθόρου καὶ πάσης, θλίψεως ῥυσθείημεν πάντες, οἱ ἀνευφημοῦντές σε Θεόνυμφε.

Ἢ Σταυροθεοτοκίον

Πόνους ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρώσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ὁλολύζουσα·Οἴμοι! τέκνον γλυκύτατον, ἀδίκως πῶς πάσχεις, πάντας θέλων ῥύσασθαι, τοὺς ἐξ Ἀδὰμ γηγενεῖς; Ὅθεν Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.

 

Ἀπολυτίκιον  Ἦχος δ'

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων ὁ παρών.

 

ᾨδὴ α'  Ἦχος β'

Δεῦτε λαοὶ  ΤΟ ΑΚΟΥΤΕ

Μαρτυρικαῖς, ἠγλαϊσμένοι φαιδρότησι, τῷ καθαρῷ παρίστασθε, Μάρτυρες βήματι, τοῦ Δεσπότου τῶν ὅλων, ἡμῖν ἁμαρτημάτων λύσιν βραβεύοντες.

 

Οἱ εὐσεβεῖς, τῆς ἀληθείας ὑπέρμαχοι, τυραννικοῦ πρὸ βήματος, ἀγωνισάμενοι, ὁμοφρόνως καθεῖλον, τὴν πλάνην τοῦ Βελίαρ σθένει τοῦ Πνεύματος.

 

Δι' αἰκισμῶν, διὰ μαστίγων καὶ θλίψεων, οἱ εὐσεβεῖς ὠνήσαντο, Μεγαλομάρτυρες, τὴν Χριστοῦ βασιλείαν, ἐν ᾗ στεφανηφόροι νῦν πολιτεύονται.

Θεοτοκίον

Κατοικτιρῶν, σοῦ τῶν χειρῶν τὸ πλαστούργημα, ὁ ἐν ἐλέει πλούσιος, μήτραν κατῴκησας, ἀπειράνδρου Παρθένου, καὶ ταύτην προστασίαν ἡμῶν ἀνέδειξας.

 

ᾨδὴ γ'

Στερέωσον ἡμᾶς  ΤΟ ΑΚΟΥΤΕ

Στερέωμα Χριστὸν ἐν τῇ καρδίᾳ σου, κατέχων ἀνδρείως ἀντικατέστης, Ἰουστῖνε τῷ δικάζοντι, ἀνομεῖν παρανόμως σε προστάττοντι.

 

Χορὸς θεολαμπὴς στρατὸς θεόλεκτος, Ἁγίων Μαρτύρων ἅγιος δῆμος, ἀθροισθεὶς νῦν κατεπάλαισε, δυσμενεῖς ἀσωμάτους μετὰ σώματος.

 

Τὸ σῶμα αἰκισμοῖς οἱ μεγαλόψυχοι, ἐκδόντες ἠγάλλοντο προορῶντες, τὴν αἰώνιον ἀπόλαυσιν, καὶ τὴν μέλλουσαν δόξαν καὶ λαμπρότητα

Θεοτοκίον

Ἀσπόρως ἐν γαστρὶ Θεὸν συνέλαβες, καὶ τίκτεις ἀφράστως σεσαρκωμένον, εἰς ὃν βλέπειν οὐ τολμῶσιν ἀεί, οὐρανῶν αἱ δυνάμεις Ἀειπάρθενε.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Στερέωσον ἡμᾶς, ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

 

Κάθισμα  Ἦχος πλ. δ'

Τὸν συνάναρχον Λόγον  ΤΟ ΑΚΟΥΤΕ

Ἰουστῖνος Χαρίτων, Πέων Εὐέλπιστος, Χαριτὼ καὶ Ἱέραξ καὶ Βαλλεριανός, οἱ φωστῆρες οἱ φαιδροὶ οἱ καταυγάζοντες, τὰ πληρώματα τῆς γῆς, ταῖς φρυκτωρίαις τῶν αὐτῶν ἀγώνων, μεγαλοφώνως, ἀνευφημείσθωσαν πάντες, Χριστῷ πρεσβεύοντες σωθῆναι ἡμᾶς.

Θεοτοκίον

Ἡ θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία καὶ ἀκαταίσχυντος, τεῖχος καὶ σκέπη καὶ λιμὴν τῶν προστρεχόντων σοι, ἀειπάρθενε Ἁγνή, τὸν Υἱὸν σου καὶ Θεόν, ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ, καὶ σωτηρίαν καὶ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον

Ἐν Σταυρῷ σε ὁρῶσα Χριστὲ ἡ Μήτηρ σου, ἑκουσίως ἐν μέσῳ λῃστῶν κρεμάμενον, κοπτομένη μητρικῶς τὰ σπλάγχνα ἔλεγεν· Ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν Σταυρῷ ὥσπερ κακοῦργος ἐπάγης, τὸ γένος τὸ τῶν ἀνθρώπων, ζωῶσαι θέλων ὡς ὑπεράγαθος!

 

ᾨδὴ δ'

Εἰσακήκοα Κύριε  ΤΟ ΑΚΟΥΤΕ

Ἰουστίνου Χαρίτωνος, καὶ Χαριτοῦς καὶ Πέωνος τοὺς ἄθλους, τῶν Ἀγγέλων τάγματα κατεπλάγησαν.

 

Συντριβόμενα σώματα, τοῖς αἰκισμοῖς τὴν θείαν προεξένει, τοῖς γενναιοτάτοις μακαριότητα.

 

Εὐελπίστου Ἱέρακος, τῶν ἀκλινῶν Μαρτύρων τὴν ἀνδρείαν, οἱ τοῦ σκότους ἄρχοντες ἑπτοήθησαν.

Θεοτοκίον

Δυσωποῦμέν σε Ἄχραντε, τὴν τὸν Θεὸν ἀσπόρως συλλαβοῦσαν, τοῦ ἀεὶ πρεσβεύειν ὑπὲρ τῶν δούλων σου.

 

ᾨδὴ ε'

Ὁ τοῦ φωτὸς χορηγὸς  ΤΟ ΑΚΟΥΤΕ

Πνεύματος θείου πλησθείς, τῆς πονηρίας τὰ δεινὰ πνεύματα, τοῖς ὀχετοῖς, Μάρτυς τῶν αἱμάτων, τῶν σῶν Ἰουστῖνε, ἀπέπνιξας μάκαρ, ἀθλήσας στερρότατα.

 

Ἡ χαριτώνυμος, χάριτος ἔμπλεως Θεοῦ γέγονε, καὶ γυναικῶν, ἐπιλαθομένη σαφῶς τοῦ ἀσθενοῦς, ἤθλησε νομίμως, καὶ δόξης ἠξίωται.

 

Χαριτωθεὶς τὴν ψυχήν, ὁμολογίαις ἱεραῖς ἤμβλυνας, τοῦ παλαιοῦ, ἐχθροῦ τὴν κακίαν Χαρίτων ἀθλητά, θείων ἀθλοφόρων, σεπτὸν ἐγκαλλώπισμα.

Θεοτοκίον

Σοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· Χαῖρε ἡ Ἁγνή, χαῖρε ἡ τὸ φῶς ἀνατείλασα ἡμῖν, χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον.

 

ᾨδὴ ς'

Ἐν ἀβύσσῳ πταισμάτων  ΤΟ ΑΚΟΥΤΕ

Οὐρανόθεν τὴν κλῆσιν δεξάμενος, ὥσπερ ὁ θεσπέσιος Παῦλος θεόσοφε, εὐθυδρομήσας ἄριστα, μαρτυρίου τὸ στάδιον ἤνυσας.

 

Ἀκυμάντως βασάνων τὸ πέλαγος, θείᾳ κυβερνήσει διήλθετε Μάρτυρες, καὶ πρὸς λιμένα εὔδιον, τῆς Χριστοῦ βασιλείας ἐφθάσατε.

 

Ἀπλανεῖς ὡς ἀστέρες ἐμπρέποντες, τῷ τῆς Ἐκκλησίας σεπτῷ, στερεώματι, τὴν οἰκουμένην ἅπασαν, φωταυγείαις τῶν ἄθλων φωτίζετε.

Θεοτοκίον

Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ συμβολα.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουστίνου τοῦ Φιλοσόφου.

Στίχοι

·       Ἰουστῖνον κώνειον ἦρεν ἐκ βίου,

·       Ὡς εἴθε πρῶτον τοὺς πιεῖν δεδωκότας.

·       Πρώτῃ Ἰουνίου Ἰουστῖνε ἐλλεβορίζῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰουστίνου, Χαρίτωνος, Χαριτοῦς, Εὐελπίστου, Ἱέρακος, Πέωνος καὶ Βαλλεριανοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φίρμου τοῦ Μάρτυρος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεσπεσίου.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Εἰκόνος χρυσῆς  ΤΟ ΑΚΟΥΤΕ

Ἀπάτης βυθόν, τῶν αἱμάτων ποταμῷ ἀποξηράναντες, κρουνοὺς θαυμάτων ἀνεβλύσατε, κατασβεννύοντες ἄνθρακας, Μάρτυρες δεινῶν παθημάτων, τῶν βοώντων ἑκάστοτε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Σοφίᾳ Θεοῦ, Ἰουστῖνος ὁ σοφὸς κεκοσμημένος, τὴν τῶν Ἑλλήνων ἀπεμώρανε, φιλοσοφίαν ἐν χάριτι, πείσας προσκυνεῖν τὴν Τριάδα, ὀρθοδόξως κραυγάζειν τε· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ἐνθέῳ πυρί, ἀγαπήσεως σοφοὶ ὕλην κακίας, γενναιοφρόνως κατεφλέξατε, καὶ ὡς πυρσοὶ ἀναλάμψαντες, πάντων τῶν βοώντων καρδίας, εὐσεβῶς ἐφωτίσατε· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Σὲ βάτον Μωσῆς, ἐν τῷ ὄρει τῷ Σινᾷ πυρπολουμένην, προεθεώρει τὴν ἐνέγκασαν, ἀκαταφλέκτως τὴν ἄστεκτον, αἴγλην τῆς ἀρρήτου οὐσίας, ἑνωθείσης παχύτητι, σαρκός μιᾶς τῶν ἐν αὐτῇ, ἁγίων ὑποστάσεων.

 

ᾨδὴ η'

Τον ἐν καμίνῳ τοῦ πυρὸς  ΤΟ ΑΚΟΥΤΕ

Ὡς ἐν καμίνῳ τῷ πυρί, τῶν βασάνων καρτερῶς δοκιμασθέντες, Ἀθλοφόροι Κυρίου, ὑπὲρ χρυσὸν ἀληθῶς, ἐνθέως βοῶντες ἠστράψατε· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τούς αἰῶνας.

 

Σὺν Ἰουστίνῳ τῷ σοφῷ, ἀνυμνείσθω Χαριτὼ Πέων Χαρίτων, καὶ Ἱέραξ ὁ μέγας, σὺν Βαλλεριανῷ, ἀθλήσει τὴν πλάνην μειώσαντες, καὶ ταῖς τῶν Ἀγγέλων, χορείαις συναφθέντες.

 

Πρὸς τὴν αἰώνιον ζωήν, ἐπειγόμενοι σοφοὶ γενναιοφρόνως, τὸν αὐχένα τῷ ξίφει, ἐν ὁμονοίᾳ ψυχῆς, οἱ πάντες ἐκλίνατε Μάρτυρες, θύματα καθάπερ, Θεῷ προσενεχθέντες.

Θεοτοκίον

Μύρον κενούμενον ἡμῖν, Θεοτόκε τὸν Χριστὸν κυοφοροῦσα, εὐωδίασας κόσμον, ἐν θεοπνεύστοις ὀσμαῖς· διὸ σοι τὸ Χαῖρε κραυγάζομεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον  ΤΟ ΑΚΟΥΤΕ

Θείᾳ λαμπόμενοι δόξη, τὸν κρυμὸν τῆς ἀπάτης ἐλύσατε, γενναῖοι Ἀθληταί, καὶ κοινωνοὶ χρηματίσαντες ἱερῶν παθημάτων, τοῦ σάρκα εἰληφότος δι' ἡμᾶς, σὺν αὐτῷ αἰωνίως, εἰς οὐρανοὺς ἀγάλλεσθε.

 

Τὴν Ἰουστίνου σοφίαν, Χαριτοῦς τὴν ἀνδρείαν, Χαρίτωνος τὴν τόλμαν ἀληθῶς, Πέωνός τε Ἱέρακος, τοὺς γενναίους ἀγῶνας, καὶ Βαλλεριανοῦ πρὸς τὰ δεινά, τὴν πολλήν καρτερίαν, οἱ Ἄγγελοι ἐθαύμασαν.

 

Ὥσπερ ἐν ἅρματι θείῳ, ἐπιβάντες ἐνδόξως, τῷ αἵματι ὑμῶν πρὸς οὐρανόν, χαρμονικῶς ἀνεδράμετε, καὶ χειρὶ ζωηφόρῳ, τῆς νίκης ἐκομίσασθε Σοφοί, τοὺς στεφάνους ἀπαύστως, ὑπὲρ ἡμῶν πρεσβεύοντες.

Θεοτοκίον

Σωματωθεὶς ἀπορρήτως, ἐξ ἁγνῶν σου αἱμάτων, ὡς ἥλιος ἐπέφανεν ἡμῖν, πάναγνε Μήτηρ ἀνύμφευτε, τῶν αἰώνων ἁπάντων, ὁ πρὶν Πατρὶ συνάναρχος Υἱός, καὶ τὸ σκότος διώξας, ἐφώτισε τὰ σύμπαντα.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθεντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».

 

Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.