Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τῆς Ὁσίας Μακρίνης, ἀδελφῆς
τοῦ Μεγάλου Βασιλείου, καὶ τοῦ Ὁσίου Πατρὸς
ἡμῶν Δίου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ψάλλομεν Στιχηρὰ Προσόμοια ἀμφοτέρων τῶν Ἁγίων
ἀνὰ τρία.
Στιχηρὰ τῆς Ὁσίας
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐμφιλοσοφώτατα,
τὸ τῆς ψυχῆς αὐτοκίνητον, καὶ ἀθάνατον
ἔδειξας· διὸ καὶ ἐσπούδασας, ἀμιγὴς
κηλίδων, τῶν τῆς ἁμαρτίας, καὶ καθαρὰ
ῥύπου παντός, ἀπαλλαγῆναι δεσμῶν τοῦ σώματος,
μηδένα σπίλον ἔχουσα, μηδὲ ῥυτίδα Θεόληπτε,
ἀλλ' ἁγνὴ καὶ πανάμωμος, τῷ νυμφίῳ παρίστασθαι.
Ἄφθορον
ἐτήρησας, τὴν παρθενίαν καὶ ἄσπιλον, καθαρῶς
βιοτεύσασα, καὶ πλοῦτον διένειμας, τοῦ Χριστοῦ
πληροῦσα, τὴν νομοθεσίαν, ᾧ ἠκολούθησας τὴν
γῆν, καταλιποῦσα καὶ τὰ περίγεια· διὸ σοι
τὰ οὐράνια, καὶ οὐρανὸν ἐχαρίσατο,
Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν
ἡμῶν.
Αἴγλῃ
κατελάμπετο, φωτοειδεῖ σου τὸ πρόσωπον, καὶ θανούσης
Πανεύφημε, Χριστοῦ σε δοξάσαντος, ὡς αὐτοῦ παρθένον,
θεοειδεστάτην, ὡς ἐλεήμονα φαιδράν, ὡς συμπαθῆ
τε καὶ θεορρήμονα· ζωὴν γὰρ τὴν ἰσάγγελον,
ἐπὶ τῆς γῆς πεπολίτευσαι, καὶ Θεῷ εὐηρέστησας,
διὰ βίου λαμπρότητος.
Στιχηρὰ τοῦ Ὁσίου
Ὡς γενναῖον ἐν
Μάρτυσι ΤΟ
ΑΚΟΥΤΕ
Ὡς
ἀστέρα παγκόσμιον, νοητῶς ἀνατείλαντα, τῷ τῆς Ἐκκλησίας σε στερεώματι,
ἀνευφημοῦμεν μακάριε, ταῖς θείαις σου λάμψεσι,
φωτιζόμενοι ἀεί, καὶ ψυχὴν καὶ διάνοιαν,
οἱ τιμῶντές σου, τὴν φωσφόρον ἡμέραν ἐτησίως,
ἱερὲ θαυματοφόρε, τῶν μοναστῶν ἐγκαλλώπισμα.
Ἀαρὼν
ὥσπερ δεύτερος, τῷ τῆς
ῥάβδου βλαστήματι, θεῖον ἱεράτευμα Πάτερ
γέγονας, καὶ ὡς Μωσῆς ὕδωρ Ὅσιε, ἐκ πέτρας
ἐξήγαγες, ὡς Ἠλίας δὲ νεκρόν, προσευχῇ
σου ἐξήγειρας, θαυμαζόμενος, τοῖς μεγίστοις σημείοις, καὶ ταῖς θείαις, λαμπρυνόμενος εὐκλείαις,
Δίε θεόφρον πανόλβιε.
Τὴν
τοῦ πνεύματος ἔλλαμψιν, προφανῶς κληρωσάμενος, πονηρίας
πνεύματα ἀπεδίωξας, καὶ ἱερὸν φροντιστήριον,
ψυχῶν κατεσκεύασας, ἐν ᾧ σῴζεται πληθύς, καθ'
ἑκάστην τιμῶσά σου, τὰ μνημόσυνα, τοὺς
ἀνδρείους ἀγῶνας, καὶ θαυμάτων, τὰ παράδοξα
ἐν πίστει, Δίε Πατέρων τὸ καύχημα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Κατακρίσεως
λύτρωσαι, Παναγία Θεόνυμφε, καὶ δεινῶν πταισμάτων
με, τὸν ἀνάξιον, καὶ τοῦ θανάτου ἀπάλλαξον,
εὐχαῖς σου καὶ δώρησαι, δικαιώσεως τυχεῖν, ἐν
ἡμέρᾳ ἐτάσεως, ἧς ἐπέτυχον, τῶν
Ἁγίων οἱ δῆμοι μετανοίᾳ, καθαρθέντα με
πρὸ τέλους, καὶ τῶν δακρύων ταῖς χύσεσιν.
Ἢ Σταυροθεοτοκίον
Ἡ
ἀμνὰς ἡ κυήσασα, τὸ ἀρνίον τὸ ἄκακον,
τὸ τὴν ἁμαρτίαν ἐλθὸν ἰάσασθαι,
παντὸς τοῦ κόσμου πανάμωμε, οἰκείῳ ἐν
αἵματι, τὸ σφαγὲν ὑπὲρ ἡμῶν, καὶ
ζωῶσαν τὰ σύμπαντα, σὺ με ἔνδυσον, γυμνωθέντα
τῆς πάλαι ἀφθαρσίας, ἐξ ἐρίου τοῦ
σοῦ τόκου, περιβολὴν θείας χάριτος.
Ἀπολυτίκιον τῆς
Ὁσίας
Ἦχος πλ. δ'
Ἐν
σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα·
λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες,
ὑπερορᾶν μὲν σαρκός· παρέρχεται γὰρ ἐπιμελεῖσθαι
δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ
μετὰ Ἀγγέλων συναγάλλεται, ὁσία Μακρῖνα
τὸ πνεῦμά σου.
Ἀπολυτίκιον τοῦ
Ὁσίου
Ἦχος πλ. δ'
Ἐν
σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα·
λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες,
ὑπερορᾶν μὲν σαρκός· παρέρχεται γὰρ ἐπιμελεῖσθαι
δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ
μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Δίε τὸ
πνεῦμά σου.
Καὶ Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν,
οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων
οἱ ἑπόμενοι δύο.
Ὁ κανὼν τῆς Ἁγίας, οὗ
ἡ Ἀκροστιχίς.
Νύμφην ἁγνὴν Χριστοῦ
σὲ Μακρῖνα στέφω.
Θεοφάνους.
ᾨδὴ α' Ἦχος δ'
Ἀνοίξω τὸ στόμα
μου ΤΟ ΑΚΟΥΤΕ
Νυμφίον
τὸν ἄχραντον, τῆς τῶν ψυχῶν ὡραιότητος,
Μακρῖνα πανένδοξε, ὃν ἐπεπόθησας, ὃν ἠγάπησας,
ἐξ ὅλης τῆς καρδίας, φωτίσαι δυσώπησον, τοὺς
ἀνυμνοῦντάς σε.
Ὑπάρχων
ἡ ἄβυσσος, τῆς ὑπὲρ νοῦν ἀγαθότητος,
Χριστὲ σοῦ τὴν ἄσπιλον, νύμφην ἐδόξασας,
τὴν τῷ ἔρωτι, τῷ σῷ καθηλουμένην, Μακρῖναν τὴν
ἄμωμον, καὶ παναοίδιμον.
Μακρῖνα
πανεύφημε, τῆς παρθενίας τὸ καύχημα, θερμῶς
διετήρησας, ἀδιαλώβητον, δι' ἀσκήσεως, τῆς σῆς
καὶ πολιτείας, τὴν σάρκα τῷ πνεύματι, καθυποτάξασα.
Θεοτοκίον
Φωσφόρος
ἀνέτειλεν, ἐν ταῖς καρδίαις Πανάμωμε, τῶν
πίστει τιμώντων σε, τὴν Θεομήτορα, καὶ διηύγασεν,
ἡμέρα σελασφόρος, Χριστὸς ὁ ἐκ μήτρας
σου, λάμψας Θεόνυμφε.
Ὁ κανὼν τοῦ Ὁσίου, φέρων
Ἀκροστιχίδα.
Δόξης κροτῶ σε τὸν φερώνυμον
μάκαρ. Ἰωσήφ.
Ἦχος δ'
Θαλάσσης, τὸ ἐρυθραῖον
πέλαγος ΤΟ
ΑΚΟΥΤΕ
Διόλου,
ταῖς πρὸς τὸ θεῖον νεύσεσι, καλλωπιζόμενος,
τὸν σὸν Σταυρὸν ἀνέλαβες σοφέ, καὶ Χριστῷ
ἠκολούθησας, τὸ τῆς σαρκός σου φρόνημα, Δίε
νεκρώσας δι' ἀσκήσεως.
Ὀρθρίσας,
πρὸς τὸν τῆς δόξης ἄδυτον, Ἥλιον Ὅσιε,
ὁλοφανὴς γεγένησαι ἀστήρ, καὶ πιστοὺς
κατεφώτισας, τῶν ἀρετῶν μακάριε, καὶ τῶν
θαυμάτων σου λαμπρότησι.
Ξενώσας,
τὸν λογισμόν σου Πάνσοφε, τῶν ἐν τῷ κόσμῳ
τερπνῶν, ὑπερκοσμίου δόξης ἐραστής, ἀληθέστατος
γέγονας, μετὰ σαρκὸς τὸν ἄσαρκον, καταπαλαίσας
θείᾳ χάριτι.
Θεοτοκίον
Ἡλίου
τοῦ νοητοῦ Πανάμωμε, σκήνωμα γέγονας, ταῖς θεϊκαῖς
λαμπρότησιν ἡμᾶς, εὐσεβῶς καταυγάσαντος, καὶ
τὴν ἀχλὺν διώξαντος, τῆς ἀγνωσίας ἀειπάρθενε.
Τῆς Ὁσίας
ᾨδὴ γ'
Οὐκ ἐν σοφίᾳ ΤΟ ΑΚΟΥΤΕ
Ἠγλαϊσμένη,
καλλονῇ θεοσδότῳ καὶ χάριτι, καὶ Μαρτύρων
εὐκλεῶς, καταγομένη τὸ γένος Σεμνή, τὸν
τρόπον ἐζήλωσας, τούτων τὸν ἔνθεον.
Νόμῳ
τῷ θείῳ, πειθαρχοῦσα
Παρθένε κατέλιπες, τὴν τοῦ βίου ταραχήν, καὶ
τοὺς θορύβους διέφυγες, νηστείαις δεήσεσι, πόθῳ
σχολάζουσα.
Ἁγιωσύνην,
ἁπαλῶν ἐξ ὀνύχων ἐπόθησας, ὀφθαλμοῖς
τε μητρικοῖς, τετηρημένη διέμεινας, Μακρῖνα πανάφθορος,
καὶ παναμώμητος.
Θεοτοκίον
Γῆν
σε παρθένον, Παναγία Παρθένε γινώσκομεν, ὡς τὸν
στάχυν τῆς ζωῆς, ἡμῖν ἀσπόρως βλαστήσασα,
δι' οὗ στηριζόμενοι, σὲ μακαρίζομεν.
Τοῦ Ὁσίου
Εὐφραίνεται ἐπὶ
σοὶ ΤΟ ΑΚΟΥΤΕ
Ταῖς
θείαις μαρμαρυγαῖς, καταστραπτόμενος φωστὴρ γέγονας,
φωταγωγῶν πίστει σοι, τοὺς προσερχομένους μακάριε.
Ὡδήγησας
πρὸς ζωήν, τοὺς ἑπομένους σοι καλῶς Ὅσιε·
τὰ τῆς σαρκὸς πάθη γάρ, θείᾳ δυναστείᾳ
ἐνέκρωσας.
Συνήφθης
θεοπρεπῶς, τοῖς οὐρανίοις· ἐπὶ γῆς
βίον γάρ, ἀγγελικὸν ἔζησας, Δίε θεοφόρε
Πατὴρ ἡμῶν.
Θεοτοκίον
Ἐνῴκησεν
ἐπὶ σοί, ὁ κατοικῶν τοὺς οὐρανοὺς
Ἄχραντε, ὃν ἐκτενῶς αἴτησαι, σῶσαι τὰς
ψυχὰς τῶν ὑμνούντων σε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται
ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα·
Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγή, καὶ
στερέωμα».
Κάθισμα τῆς Ὁσίας
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἡ
ἄμωμος ἀμνάς, καὶ ἁγνὴ τῷ Κυρίῳ,
συνήφθης μυστικῶς, ἐν σεμνότητι βίου, τῷ κάλλει τῆς χάριτος, σεαυτὴν
ὡραΐσασα· ὅθεν εἴληφας, τῶν ἰαμάτων
τὴν χάριν, ἰατρεύουσα, τὰ ἀρρωστήματα
πάντα, δυνάμει τοῦ Πνεύματος.
Τοῦ Ὁσίου Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ
Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῷ
Θεῷ ἀπὸ βρέφους ἀνατεθείς, καὶ αὐτῷ
μέχρι τέλους ἀκολουθῶν, Πατὴρ ἡμῶν Ὅσιε,
χαρισμάτων τετύχηκας, καὶ τῶν δαιμόνων πλήθη,
διώξας τῇ χάριτι, εἰς τοῦ Κυρίου αἶνον,
μονὴν ᾠκοδόμησας· ὅθεν παραδόξως, καὶ νεκροὺς
ἠξιώθης, ἐγεῖραι πανεύφημε, ἀδιστάκτῳ
δεήσει σου· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε
Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Πειρασμοῖς
πολυπλόκοις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων
καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι τῶν
ἀμέτρων πταισμάτων μου, καὶ ὡς θερμὴν ἀντίληψιν,
καὶ σκέπην γινώσκων σε, τῷ λιμένι προστρέχω, τῆς ἀγαθότητος·
ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως
ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν
ἀπαύστως ὑμνούντων σε, πρεσβεύουσα αὐτῷ
ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.
Ἢ Σταυροθεοτοκίον
Τῆς
πλευρᾶς λογχευθείσης σου πλαστουργέ, τοῦ τὴν μήτραν
ἀλόχευτον τὴν ἐμήν, τηρήσαντος τῷ τόκῳ σου, καὶ λογχεύσαντος
τύραννον, ἀναπλάττεις Εὔαν, τὴν θείαν ἀνάπλασιν,
πλαστουργηθεὶς τῇ φύσει, Ἀδὰμ πρώτου δεύτερος·
ὅθεν ἀφυπνώσας, τὸν φυσίζωον ὕπνον, ζωὴν
πᾶσι δέδωκας· ὡς ἐξ ὕπνου γὰρ ἥγειρας,
πάντας Λόγε ὑπνώσει σου, ἐμοῦ δὲ τὴν
καρδίαν δεινῶς, κατελόγχευσας Τέκνον τῷ πάθει σου, καὶ τῇ σὴ
ἀφυπνώσει, ζωῆς με ἐστέρησας.
Τῆς Ὁσίας
ᾨδὴ δ'
Ὁ καθήμενος ἐν
δόξῃ ΤΟ
ΑΚΟΥΤΕ
Νεκρωθεῖσα
νῦν τῷ κόσμῳ, καὶ
τοῦ κόσμου τοῖς πράγμασι, τῷ Θεῷ ζῆν μόνῳ,
πόθῳ θεϊκῷ ἐδικαίωσας, τοῦ σοῦ νυμφίου
τὸ κάλλος διασῴζουσα, ἀδιάφθορον, καὶ καθαρόν
Πανσεβάσμιε.
Ἡ
ζηλώσασα τὴν Θέκλαν, τὴν σεπτὴν πρωτομάρτυρα,
καὶ τὸν θεῖον ταύτης, βίον μιμουμένη τῆς
πίστεως, ἐξ ἐπιπνοίας ἐνθέου, ταύτης ἄνωθεν,
καὶ τὸ ὄνομα, συμβολικῶς ὑπεδέξατο.
Νυμφαγωγοῦσα
παρθένους, σὺ Μακρῖνα προσήγαγες, τῷ παρθένῳ Λόγῳ, τῷ ἐκ τῆς Παρθένου ἐκλάμψαντι·
τῷ ἀπαθεῖ γὰρ οἰκείαν καὶ ἁρμόδιον,
τὴν ἀπάθειαν, ταύταις σαφῶς ὑπεδείκνυες.
Θεοτοκίον
Χαρισμάτων
θεῖα ῥεῖθρα, καὶ πηγαὶ τῶν ἰάσεων,
καὶ τοῦ θείου πλούτου, αἱ διανομαὶ διαδίδονται,
ζωαρχικῆς ἐκ παλάμης Θεονύμφευτε, τοῦ τεχθέντος,
ἐκ τῆς σῆς γαστρὸς χαριτώνυμε.
Τοῦ Ὁσίου
Ἐπαρθέντα σε ἰδοῦσα ΤΟ ΑΚΟΥΤΕ
Τῇ
τοῦ Πνεύματος ἀΰλῳ λαμπαδουχίᾳ, τὸν
νοῦν σου φωτιζόμενος, σαρκὸς τὴν ἀπάτην, ὄνειρον
λελόγισαι, τὴν ἄνω σε μένουσαν, πόλιν θεοφόρε
σκοπούμενος.
Ὀμβροτόκος
ὡς νεφέλη τῇ Βυζαντίδι, ἐπιφανεὶς κατήρδευσας,
ταύτην ταῖς ἀρδείαις, τῆς διδασκαλίας σου, ψυχῶν
φροντιστήριον, Δίε ἀνεγείρας λαμπρότατον.
Νεκρωθεὶς
τῇ ἁμαρτίᾳ δι' ἐγκρατείας, νεκροῖς τὸ
ζῆν δεδώρησαι, θείᾳ συμμαχίᾳ· ὕδωρ
δὲ ἀνέβλυσας ἡμῖν κατανύξεως, Δίε τοῖς
τελοῦσι τὴν μνήμην σου.
Θεοτοκίον
Φωτοφόρον
σε λυχνίαν τὸ θεῖον φέγγος, ἐν σῇ γαστρὶ
βαστάσασαν, ἔγνωμεν, Παρθένε· ὅθεν δυσωποῦμέν
σε, φωτί σου καταύγασον, πάντων τὰς ψυχὰς τῶν
ὑμνούντων σε.
Τῆς Ὁσίας
ᾨδὴ ε'
Ἀσεβεῖς οὐκ
ὄψονται ΤΟ
ΑΚΟΥΤΕ
Ῥυπωθῆναι
πάθεσι, τὸ κάλλος τὸ σεπτόν, τῆς ψυχῆς
καὶ θεοειδές, οὐκ ἠνέσχου πάνσοφε, κάλλος
τὸ ἄφραστον, τοῦ σεπτοῦ Νυμφίου σου, ἐννοοῦσα
Καλλιπάρθενε.
Ἰσχυρὰν
παράκλησιν, πλουτοῦσα τὸν Χριστόν, ἀσφαλῆ τε
καὶ ἀρραγῆ, τῶν παθῶν ἐνέκρωσας, τὸ
πολυτάραχον, ἐκ νυκτὸς ὀρθρίζουσα, καὶ δοξάζουσα
τὸν Κύριον.
Σταθηρὰν
ἐτήρησας, τὴν γνώμην τῷ Χριστῷ· ἐπ' αὐτῷ
γὰρ ἀπὸ γαστρός, ἐπερρίφης ἄμωμε, ᾧ
καὶ ἀνέθηκας, καὶ ψυχὴν καὶ σῶμά
σου, ἐκ νεότητος ἀσκήσασα.
Θεοτοκίον
Τὸν
Χριστὸν ἐγέννησας, τὸν Κτίστην τοῦ παντός,
τὸν ἡμᾶς πρὸς διαφθοράν, ἑκουσίως ῥεύσαντας,
ἀναμορφώσαντα, καὶ πρὸς δόξαν ἄφραστον, Θεομῆτορ
ἀνυψώσαντα.
Τοῦ Ὁσίου
Σὺ Κύριέ μου
φῶς ΤΟ ΑΚΟΥΤΕ
Ἐν
ὄρει ἱερᾶς, πολιτείας ἱστάμενος, τῶν βάσεων
τῆς καρδίας, ὑπελύσω τὰ πάθη, καὶ τῷ Θεῷ ὡμίλησας.
Ῥάβδου
ὡς Ἀαρών, ξενοτρόπῳ βλαστήματι, γεγένησαι
θεοφόρε, ἱερὸν τοῦ Δεσπότου, καὶ θεῖον
ἱεράτευμα.
Ὢ
θείων δωρεῶν, ἐκ Θεοῦ δωρουμένων σοι! δικέλλῃ
γὰρ προσευχῶν σου, ὕδωρ ζῶν ἐκ λαγόνων τῆς
γῆς, Πάτερ ἐξήγαγες.
Θεοτοκίον
Νοῦς
οὐκ ἀγγελικός, οὐκ ἀνθρώπινος δύναται,
Πανάμωμε ἑρμηνεῦσαι, τῆς φρικτῆς σου λοχείας,
τὸ βάθος τὸ ἀπόρρητον.
Τῆς Ὁσίας
ᾨδὴ ς'
Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Ὁ
πόθος, τοῦ Χριστοῦ ἐνακμάζων σαφέστατα, τῇ
διανοίᾳ σου πᾶσαν, ἀρετῆς ἰδέαν διαφερόντως,
ἐμφυτεύει, καὶ εὐσεβείας θεῖα διδάγματα.
Ὑμνοῦσα,
τὸν Θεὸν ταῖς ἀπαύστοις δεήσεσι, τὴν καρτερὰν
ἐπεσπάσω παρ' αὐτοῦ Παρθένε ἐπικουρίαν,
καὶ ἐνθέου, παρθενίας τὴν χάριν ἀπείληφας.
Στεφάνῳ,
τῶν χαρίτων Χριστὸς ἐστεφάνωσεν, ὡς καθαρὰν
σὲ Παρθένον, καὶ χοροῦ παρθένων καθηγουμένην,
καὶ θαλάμοις, οὐρανίοις θεόφρον ἐσκήνωσεν.
Θεοτοκίον
Ἑνώσει,
τὰ τὸ πρὶν διεστῶτα συνέδραμε· δυὸ γὰρ
φύσεις ἀλλήλαις, ἡνωμένας ἔτεκες ἀπορρήτως,
Θεὸν Λόγον, ἀληθῶς σαρκωθέντα Πανάμωμε.
Τοῦ Ὁσίου
Εἱρμὸς ὁ αὐτὸς
Ὕψωσας,
πρὸς Θεὸν τῆς καρδίας τὸν ἔρωτα, καὶ ἐταπείνωσας
πάθη, καὶ ὀφρὺν δαιμόνων κατέβαλες, θεοφόρε,
μοναστῶν ἀδιάσειστον ἔρεισμα.
Μαστίξας,
ἐγκρατείας πληγαῖς Πάτερ Ὅσιε, γῆν τῶν
παθῶν ἐλυτρώσω, τῆς αὐτῶν δουλείας πλῆθος
ἀζύγων, καὶ μιγάδων, εὐσεβῶς ἑπομένων
σοι ἔνδοξε.
Ὄλβιος,
ἀρετῶν καὶ θαυμάτων λαμπρότησι, γεγενημένος
μετέβης, πρὸς τὴν ἄνω πόλιν Δίε θεόφρον,
καὶ πρεσβεύεις, λυτρωθῆναι κινδύνων τὴν ποίμνην
σου.
Θεοτοκίον
Νέκρωσον,
τῆς ψυχῆς μου τὰ πάθη πανάμωμε, ἡ τὴν
ζωὴν τῶν ἁπάντων, ἀπορρήτῳ λόγῳ
κυήσασα, καὶ τὸν νοῦν μου, ταρασσόμενον Κόρη
εἰρήνευσον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω
σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία
βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς
σου ῥεύσαντι αἵματι».
Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Ἁγνείᾳ
ψυχῆς, ἐνθέως ὁπλισάμενος, καὶ ἄπαυστον
εὐχήν, ὡς λόγχην χειρισάμενος, κραταιῶς διέκοψας,
τῶν δαιμόνων Δίε τὰς φάλαγγας, θαυματουργὲ Πατὴρ
ἡμῶν, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων
ἡμῶν.
Ὁ Οἶκος
Πῶς
ἐπαινέσω τοὺς σοὺς ἀγῶνας, Ὅσιε Πάτερ,
ὁ τάλας; τῶν δακρύων δὲ πῶς τὸ πέλαγος
ἐξερεύξομαι; σὺ γὰρ τῷ βίῳ ἐνδιαπρέπων, τῶν
Ἀγγέλων κατέλαβες τὴν χορείαν, πάντα σχεδὸν
τὰ πάθη ἐγκρατείᾳ νεκρώσας σοφέ, καὶ
σάρκα δουλαγωγήσας, καθυπέταξας ταύτην τῷ πνεύματι,
εὐχὴν δὲ ἔχων ὡς μάχαιραν, τὸν τοῦ
σκότους προστάτην κατέβαλες, πρεσβεύων ἀπαύστως
ὑπὲρ πάντων ἡμῶν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη
τῆς ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου
Βασιλείου.
Στίχοι
·
Φρονοῦσ'
ἀδελφὰ τοῖς ἀδελφοὶς Μακρῖνα,
·
Τούτοις
ἀδελφὰ συγκατοικεῖς καὶ πόλον.
·
Τῇ
δ' ἐνάτῃ δεκάτῃ Μακρῖναν νόες ἔνθεν
ἄειραν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου τοῦ θαυματουργοῦ.
Στίχοι
·
Γεύῃ
τελευτῆς καὶ σύ, παμμάκαρ Δίε,
·
Ἔνδοξε
κλῆσιν, ἀλλὰ καὶ πρᾶξιν πλέον.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ
ἅγιοι τέσσαρες συνασκηταὶ ἐν εἰρήνῃ τελειοῦνται.
Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς
ἡμῶν Θεοδώρου, τοῦ κατὰ τὴν Λαύραν τοῦ
ἁγίου Σάββα ἀσκήσαντος, καὶ ἔπειτα ἀρχιεπισκόπου
Ἐδέσσης γεγονότος.
Ταῖς αὐτῶν
ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
Τῆς Ὁσίας
ᾨδὴ ζ'
Ὁ διασώσας ἐν
πυρὶ ΤΟ
ΑΚΟΥΤΕ
Μόνον
ποθοῦσα τὸν Χριστόν, καὶ τελειοτάτης ἀγάπης,
ὡς τετρωμένη προφανῶς, ἀνεβόας· Δραμοῦμαι
ὀπίσω σου, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ
τῶν Πατέρων εὐλογητός εἶ.
Ἀπωσαμένη
τῶν παθῶν, τὰς πολυταράχους κινήσεις, τῆς ἀπαθείας
τὸν φαιδρόν, ἐνεδύσω χιτῶνα κραυγάζουσα·
Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων
εὐλογητὸς εἶ.
Καταλαβοῦσα
τὴν ὀφρύν, τὴν θηριωδῶς ἐπηρμένην, τοῦ
ἀρχεκάκου δυσμενοῦς, τὸ βραβεῖον τῆς νίκης
ἀπείληφας, Ἀξιάγαστε ψάλλουσα, ὁ Θεὸς
ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον
Ῥῆξον
πταισμάτων τὰς σειράς, τῇ σῇ μητρικῇ παρρησίᾳ,
τῶν εὐσεβῶς τε καὶ πιστῶς, μελῳδούντων
τῷ τόκῳ σου Πάναγνε·
Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων
εὐλογητὸς εἶ.
Τοῦ Ὁσίου
Ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Μονὴν
Τριάδος, τὴν σὴν καρδίαν ἀπετέλεσας· ὅθεν
μοναστῶν ἀνήγειρας εὐαγές, θεοφόρε φροντιστήριον·Εὐλογημένος
εἶ ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.
Ἀναστομώσας,
σοῦ τὴν πηγὴν τῶν θαυμάτων Πάτερ Ὅσιε,
ὕδωρ σωτηρίας ἔβλυσας, τοῖς πιστῶς ἐκτελοῦσί σου
τὴν κοίμησιν, Δίε θαυμάσιε, τῶν μοναστῶν φωστὴρ
διαυγέστατε.
Κατακοσμήσας,
ταῖς ἀρεταῖς τὸν βίον σου γέγονας, ὅλος
φωταυγής, καὶ στῦλος φωτοειδής, τῶν ψαλλόντων
προηγούμενος· Εὐλογημένος εἶ ἐν τῷ ναῷ,
τῆς δόξης σου Κύριε.
Θεοτοκίον
Ἁγιωτέραν,
τῶν Χερουβὶμ σὲ ἀπειργάσατο κόρη, ὁ Θεὸς
ὁ Ἅγιος ἐμφανῶς, ἁγιάζων τοὺς κραυγάζοντας·
Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε.
Τῆς Ὁσίας
ᾨδὴ η'
Παῖδας εὐαγεῖς ΤΟ ΑΚΟΥΤΕ
Ἱεροπρεπεῖ
σου πολιτείᾳ, καὶ βίῳ κεκαθαρμένῳ διαπρέπουσα,
ἄσυλον ἀνάθημα, κάλλος τε ἀπόθετον, θεοειδὲς
ἀγλάϊσμα, ὤφθης Πανεύφημε, τὸν Κύριον ὑμνεῖτε
βοῶσα, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς
αἰῶνας.
Νέκρωσιν
παθῶν ἐνδεδυμένη, πρὸς θείαν ἀθανασίαν
μεταβέβηκας, ἄριστα διδάξασα, καὶ φιλοσοφώτατα, τὸ
τῆς ψυχῆς ἀθάνατον, καὶ αὐτοκίνητον·
Τὸν Κύριον ὑμνεῖτε βοῶσα, καὶ ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.
Αἴγλῃ
τριλαμποῦς φωτοχυσίας, τὸν νοῦν λαμπομένη καὶ
τὸ πρόσωπον, ὕπνωσας Πανόλβιε, ὕπνον τὸν μακάριον,
μέτ' εὐφροσύνης βλέπουσα τὸν σοὶ ποθούμενον,
καὶ Κύριον ὑμνεῖτε βοῶσα, καὶ ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Σὲ
τὴν κιβωτὸν τὴν παναγίαν, τὴν ἐπισκιαζομένην
θείῳ Πνεύματι, τὴν τὸν προαιώνιον, Λόγον
καὶ ἀΐδιον, δι' εὐσπλαγχνίαν ἄφατον, ἐνανθρωπήσαντα,
τεκοῦσαν Θεομῆτορ, ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν,
εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Ὁσίου
Χεῖρας ἐκπετάσας
Δανιὴλ ΤΟ
ΑΚΟΥΤΕ
Ῥάβδου
σου βλαστήματι Θεὸς τὴν σὴν κατάκαρπον, ψυχὴν
ἐδήλου Σοφέ, καταφυτεύουσαν ἔγκαρπα, λογικὰ
φυτὰ θείᾳ ῥοπῇ, ἐν Παραδείσῳ τῆς
τρυφῆς, τῶν μοναστῶν τήν πληθύν, τῶν βοώντων·
Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὁ
νοῦς σου ταῖς θείαις καλλοναῖς, καταστραπτόμενος,
ὡραῖος πέφυκε, καὶ νῦν τὸ ἔσχατον ἔφθασε, τῶν
καλῶν ὡς καθαρώτατος, θέσει θεούμενος ἀεί,
καὶ μέλπων πάντοτε· Εὐλογεῖτε, πάντα τὰ
ἔργα Κυρίου τὸν Κύριον.
Ἵνα
σε φωναῖς χαρμονικῶς, πανηγυρίζοντες, Δίε γεραίρωμεν,
σῶσον τὴν ποίμνην σου πάντοτε, τὴν σὴν μνήμην
ἑορτάζουσαν, καὶ καθοδήγει πρὸς Θεοῦ, εἰσόδους
ψάλλουσαν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου
τὸν Κύριον.
Θεοτοκίον
Ὤφθης
πλατυτέρα οὐρανῶν, Θεὸν χωρήσασα, Μαρία πάναγνε,
ὃν καθικέτευε Δέσποινα, τῶν παθῶν τῶν συνεχόντων
με, καὶ τῆς μελλούσης φοβερᾶς δίκης με ῥύσασθαι,
τὸν βοῶντα· Πάντα τὰ ἔργα ὑμνεῖτε
τὸν Κύριον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας
ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ
ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν
περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες
κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα
Κυρίου τὸν Κύριον».
Τῆς Ὁσίας
ᾨδὴ θ'
Εὔα μὲν τῷ τῆς παρακοῆς ΤΟ ΑΚΟΥΤΕ
Τὸ
ἔλεος ὄντως τοῦ Θεοῦ τὸ πλούσιον, μιμουμένη
διετέλεσας, τρέφουσα πάντας τοὺς πενίᾳ, καταπεπονημένους
πανεύφημε· ἐντεῦθεν ὁ ἐλεήμων ἐδόξασε,
σὲ τὴν φανεῖσαν ἐλεήμονα.
Ἐνώπιον
ἔστης τοῦ Θεοῦ Πανένδοξε· φωτοφόρον φῶς
γὰρ γέγονας, βίῳ καὶ λόγῳ κοσμουμένη,
καὶ τοῖς παντοδαποῖς προτερήμασι, καὶ γένους
τὴν εὐδοξίαν λαμπρύνουσα, ταῖς ὑπερτάταις
ἀναβάσεσι.
Φανότατον
ᾤκησας παστόν, καὶ θάλαμον, ὦ Μακρῖνα ἐπουράνιον·
ἔνθα παρθένε γενομένη, σὺν τοῖς Ἀρχιερεῦσι
συγγόνοις σου, δυσώπει παρρησίᾳ τὸν Κύριον πάντας,
σωθῆναι τους ὑμνοῦντάς σε.
Θεοτοκίον
Ὡραῖος
ἐν κάλλει ὁ καρπὸς καὶ ἔκλαμπρος, παρὰ
πάντας τῆς κοιλίας σου· σὺ γὰρ Παρθένε
Θεοτόκε, Θεὸν σεσαρκωμένον ἐγέννησας, φανέντα
εἰς τὸ σῶσαι τὸν ἄνθρωπον· ὅθεν σε πάντες
μεγαλύνομεν.
Τοῦ Ὁσίου
Λίθος ἀχειρότμητος
ὄρους ΤΟ
ΑΚΟΥΤΕ
Σὲ
τῶν ἀρετῶν εὐμορφίᾳ, Πάτερ ὡς Ἄγγελον
φανέντα, καὶ πρὸς οὐρανοὺς ἀναπτάντα,
κεχρυσωμένας ἔχοντα πτέρυγας, περιχαρῶς γεραίρομεν,
καὶ εὐσεβῶς ἐγκωμιάζομεν.
Ἥλιος
πολύφωτος ὥσπερ, ἐκ τῆς Ἑῴας ἀνατείλας,
Δίε πανταχοῦ τὰς ἀκτῖνας, τῶν ἀρετῶν
τε καὶ τῶν θαυμάτων σου, περιφανῶς ἐξήπλωσας,
φωταγωγῶν κόσμου τὰ πέρατα.
Φέγγος
πρὸς ἀνέσπερον Πάτερ, φωτοειδὴς γεγενημένος,
τῇ τῶν ἀρετῶν φωταυγίᾳ, μετέβης χαίρων
καὶ κατεσκήνωσας, ὅπου Ὁσίων πνεύματα, ὑπὲρ
τῆς ποίμνης σου δεόμενος.
Θεοτοκίον
Φεῖσαί
μου Χριστὲ ὅταν ἔλθῃς, κρῖναι τὸν κόσμον
μετὰ δόξης, ἔχων δυσωποῦσάν σε Λόγε, τὴν
Θεοτόκον τὴν ἀειπάρθενον, τὰ τῶν Ἀγγέλων
τάγματα, καὶ τῶν Ὁσίων τὴν ὁμήγυριν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος
ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε,
ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς
διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ
Θεοτόκε μεγαλύνομεν».
Καὶ ἡ λοιπή,
Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ
Ἀπόλυσις.