Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΟΥΛΙΟΥ

 

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αἰμιλιανοῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

 

Ἦχος δ'

Ἔδωκας σημείωσιν  ΤΟ ΑΚΟΥΤΕ

Ἐνέδυσας Κύριε, τὸν ἀθλοφόρον σου δύναμιν, τὴν ἐξ ὕψους ἀήττητον, καὶ τοῦτον ἐνίσχυσας, διὰ σὲ βασάνους, ἐξ ἐχθρῶν ἀνόμων, ὑπενεγκεῖν ἀθλητικῶς, καὶ μαρτυρίου στέφανον δέξασθαι, δι' οὗ ἡμῖν συγχώρησιν, ἁμαρτημάτων κατάπεμψον, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Σταυρὸν ὁπλισάμενος, ὁ ἀθλοφόρος σου Κύριε, καὶ σῷ ζήλῳ πυρούμενος, εἰδώλων ἐνέπρησε, τὰ τεμένη πάντα, καὶ τὰς παρατάξεις, τοῦ ἀρχεκάκου καθελών, Αἰμιλιανός ὁ ἔνδοξος, βραβεῖα νίκης Δέσποτα, τὴν βασιλείαν ἀπείληφε, παρὰ σοῦ τὴν οὐράνιον, καὶ πρεσβεύει σωθῆναι ἡμᾶς.

 

Ἀστέρα ὑπέρλαμπρον, τῇ Ἐκκλησίᾳ ἀνέδειξας, Αἰμιλιανὸν τὸν μάρτυρα, ὁπλίτην τε ἄριστον, δᾳδουχοῦντα πᾶσαν, νῦν τὴν οἰκουμένην, θαυματουργίαις μυστικαῖς, καὶ ἀθεΐας σκότος ἐλαύνοντα, ὑφ' οὗ φωταγωγούμενοι, θεοπρεπῶς ἀνυμνοῦμέν σε, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νν... Θεοτοκίον

Τὸν ῥύπον ἀπόσμηξον, τῆς ταλαιπώρου καρδίας μου, Θεοτόκε πανύμνητε, καὶ πάντα τὰ τραύματα, καὶ τὰ ἕλκη ταύτης, τὰ ἐξ ἁμαρτίας, ἐναποκάθαρον ἁγνή, καὶ τοῦ νοός μου στῆσον τὸ ἄστατον, ὅπως τὴν δυναστείαν σου, καὶ τὴν μεγάλην ἀντίληψιν, μεγαλύνω ὁ ἄθλιος, καὶ ἀχρεῖος ἱκέτης σου.

Ἢ Σταυροθεοτοκίον

Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ὡς Δεσπότην κλαίουσα, ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς προελθόντα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα ἀνεκραύγαζε· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν συνήθη Στιχολογίαν. Οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

 

Αἰμιλιανοῦ μάρτυρος μέλπω κλέος. Ἰωσήφ.

 

ᾨδὴ α'  Ἦχος δ'

Ἀνοίξω τὸ στόμα μου  ΤΟ ΑΚΟΥΤΕ

Αἰνέσωμεν σήμερον, τὸν ἐπὶ πάντων Θεὸν ἡμῶν, καὶ τούτου τὸν Μάρτυρα, ἀνευφημήσωμεν, ἐναθλήσαντα, νομίμως καὶ τῆς νίκης, τὸ στέφος ἀράμενον, σθένει τοῦ Πνεύματος.

 

Ἰσχὺν ἐνδυσάμενος, τοῦ τὴν ἡμῶν ἀγαθότητι, ἀσθένειαν ἔνδοξε, Μάρτυς φορέσαντος, ἀπεγύμνωσας, εἰδώλων ἀσθενείας, τὸ μάταιον φρύαγμα, θεομακάριστε.

 

Μονάδα τρισάριθμον, ἑνιζομένην ταυτότητι, ἀοίδιμε φύσεως, χαίρων ἐκήρυξας, καὶ πολύθεον, διέλυσας ἀπάτην, ἀθλήσας στερρότατα, Ἀξιοθαύμαστε.

Θεοτοκίον

Ἰσχύς μου καὶ ὕμνησις, καὶ φωτισμὸς τῆς καρδίας μου, ὑπάρχει πανάμωμε, Χριστὸς ὁ Κύριος, ὃν ἐκύησας, ἐν δύο ταῖς οὐσίαις, μιᾷ ὑποστάσει δέ, κατανοούμενον.

 

ᾨδὴ γ'

Τοὺς σοὺς ὑμνολόγους  ΤΟ ΑΚΟΥΤΕ

Λύχνος τοῖς ποσί σου ἐγενήθη, καὶ φῶς σοῦ ταῖς τρίβοις ἀληθῶς, ὁ νόμος τοῦ Θεοῦ ἡμῶν, δι' οὗ καθυπεσκέλισας, παρανομούντων βήματα, μαρτυρικῶς κλεϊζόμενος.

 

Ἰθύνας νοός σου τὰς πορείας πρὸς θείου θελήματος Σοφέ, λιμένα γαληνότατον, πολυθεΐας θάλασσαν, κυματουμένην πνεύματι, τῆς πονηρίας διέφυγες.

 

Αἰμιλιανοῦ τοὺς θείους ἄθλους, τὴν πίστιν καὶ μέχρι τελευτῆς, ἀνδρείαν κατεπλάγησαν, Δυνάμεις αἱ οὐράνιαι, ὅπως σαρκὶ τὸν ἄσαρκον, ταπεινωθεὶς καταβέβληκε.

Θεοτοκίον

Νόμους τοὺς τῆς φύσεως λαθοῦσα, ἐν τῷ ὑπὲρ φύσιν τοκετῷ, Παρθένος μετὰ γέννησιν, Παρθενομῆτορ ἔμεινας· τὸν πλαστουργὸν γὰρ ἄχραντε, ἁπάσης κτίσεως τέτοκας.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον».

 

Κάθισμα  Ἦχος γ'

Θείας πίστεως  ΤΟ ΑΚΟΥΤΕ

Πυρπολούμενος, τῷ θείῳ ζήλῳ, πῦρ ὁμόδουλον, οὐκ ἐπτοήθης, ἀλλ ὑπελθὼν ἀπτοήτῳ θελήματι, τὴν ἀναφθεῖσαν πυρὰν ὡλοκαύτωσαι, καὶ τῷ Δεσπότῃ, ὡς θῦμα προσήνεξαι, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον

Θείας φύσεως, οὐκ ἐχωρίσθη, σάρξ γενόμενος, ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Παρθένον φυλάξας σε, ὡς πρὸ τοῦ τόκου Μητέρα πανάμωμον, μόνος Κύριος, αὐτὸν ἐκτενῶς ἱκέτευε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Ἢ Σταυροθεοτοκίον

Ἡ ἀμίαντος, ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδινως ἐκλάμψαντα, μητροπρεπῶς, θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι! Τέκνον μου, πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.

 

ᾨδὴ δ'

Ὁ καθήμενος ἐν δόξῃ  ΤΟ ΑΚΟΥΤΕ

Ὁ Θεοῦ σε θεῖος ἔρως, παραδόξως ἀνέφλεξε· ὅθεν τῶν μαστίγων, τὸ πικρὸν καὶ πυρὰν ἐκαρτέρησας, καὶ τοὺς θεοὺς τῶν ἀθέων ἐνεπύρισας, καὶ ψυχάς, Παμμάκαρ, τῶν πιστῶν κατεδρόσισας.

 

Ὑπερεῖδες τὰ παρόντα, διὰ μόνα τὰ μένοντα, καὶ τῷ θείω πόθῳ, ὅλην τὴν ψυχήν σου προσέδησας· τῆς ἀσεβείας τὸ κράτος ὅθεν ἔλυσας, ἀθλοφόρε Αἰμιλιανὲ ἀξιάγαστε.

 

Μίαν φύσιν μίαν δόξαν, τρισηλίου θεότητος, εὐσεβῶς δοξάζων, Αἰμιλιανὲ πρὸς τὸ στάδιον, ὡς στρατιώτης γενναῖος εἰσελήλυθας, καὶ τὸν δράκοντα, τὸν ἰσχυρόν κατηδάφισας.

Θεοτοκίον

Ἁγιάσματός σε τόπον, τοῦ ἡμᾶς ἁγιάσαντος, Παναγία Κόρη, μόνην εὑρεθεῖσαν δοξάζομεν, δι' οὗ οἱ γῆν κατοικοῦντες οὐρανώθημεν, καὶ ζωῆς ἀληθινῆς ἠξιώθημεν.

 

ᾨδὴ ε'

Ἐξέστη τὰ σύμπαντα  ΤΟ ΑΚΟΥΤΕ

Ῥανίσι κατέσβεσας, τῶν ἱερῶν αἱμάτων σου, Αἰμιλιανὲ πῦρ ἀθεΐας· ὅθεν θαυμάτων πηγὴν ἀνέβλυσας, λίμνας ἀναστέλλουσαν παθῶν, νόσους κατακλύζουσαν, καὶ βυθίζουσαν δαίμονας.

 

Ταθέντα σε τύπτεσθαι, ὁ δυσσεβὴς προσέταττεν· ὅθεν σπαραττόμενος τὴν σάρκα, καὶ ταῖς αἰκίαις τραυματιζόμενος, τοῦ τραυματισθέντος ἐν Σταυρῷ, πάθος ἐξεικόνισας, Ἀθλητὰ τὸ μακάριον.

 

Ὑπάρχων ἀνάπλεως, τῶν δωρεῶν τοῦ Πνεύματος, νόσους ἀνιάτους θεραπεύεις, ἀρρωστημάτων παύεις τὸν καύσωνα, πνεύματα διώκεις πονηρά, πᾶσι τοῖς ἐν θλίψεσι, βοηθεῖς Ἀξιάγαστε.

Θεοτοκίον

Ῥομφαίᾳ τρωθέντα με, τῆς ἁμαρτίας ἴασαι, τῷ δραστικωτάτῳ σου φαρμάκῳ, ἡ τὸν Σωτῆρα Χριστὸν κυήσασα, λόγχῃ τὸν τρωθέντα δι' ἐμέ, Ἄχραντε καὶ τρώσαντα, τήν καρδίαν τοῦ ὄφεως.

 

ᾨδὴ ς'

Ἦλθον εἰς τὰ βάθη  ΤΟ ΑΚΟΥΤΕ

Ὄλβιος καὶ πλήρης θείας δόξης, τῷ μαρτυρίῳ Μάκαρ, ἐχρημάτισας καὶ μετ' Ἀγγέλων, τοὺς οὐρανούς, κατοικεῖς δεόμενος, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Σώματος θνητοῦ σὺ οὐκ ἐφείσω· ἀθανασίαν ὅθεν, διαμένουσαν κατεκληρώσω, θανατωθείς, διὰ πόθον Ἔνδοξε, τοῦ τὰ πάθη θανατώσαντος.

 

Μύρον ἀναβλύζει οἷα ῥεῖθρον, ἡ τῶν λειψάνων θήκη, σοῦ πανόλβιε γενναῖε Μάρτυς, καὶ καταργεῖ, τὰ δυσώδη πάντοτε, τῶν ἀνθρώπων ἀρρωστήματα.

Θεοτοκίον

Εὔα μὲν ἐτρύγησε τοῦ ξύλου, καρπὸν θανατηφόρον, σὺ δὲ Πάναγνε ζωῆς τὸ ξύλον, καρπογονεῖς, οὗ ἡ γεῦσις ἅπαντας, τοὺς θανόντας ἀνεζώωσεν.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ βυθοῦ ἀνάγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος».

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Αἰμιλιανοῦ.

Στίχοι

·       Αἰμιλιανὸς εἰς πυρὰν βεβλημένος,

·       Χριστῷ παραστάς, τέρπεται σὺν Ἀγγέλοις.

·       Ὀγδοάτῃ δεκάτῃ φλογὶ Αἰμιλιανὸς ἐβλήθη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου, Θεῆς καὶ Οὐαλεντίνης.

 

Μνήμη τοῦ ἁγίου μάρτυρος Ὑακίνθου τοῦ ἐν Ἀμάστριδι.

 

Ὁ ἅγιος μάρτυς Μάρκελλος ἐν κραβάτῳ πυρακτωθέντι ἁπλωθεὶς τελειοῦται.

 

Οἱ ἅγιοι μάρτυρες Δάσιος καὶ Μάρων ξίφει τελειοῦνται.

 

Ὁ ὅσιος Παμβὼ ἐν εἰρήνῃ τελειοῦται.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.

 

ᾨδὴ ζ'

Οὐκ ἐλάτρευσαν  ΤΟ ΑΚΟΥΤΕ

Λαμπρυνόμενος, τῇ χάριτι Μακάριε, τοῦ θείου Πνεύματος, τὴν τῆς καμίνου πυράν, ὑπῆλθες καὶ ἔψαλλες, Μάρτυς θεόπνευστε· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Πυρακτούμενος, τῷ ἔρωτι Μακάριε, τοῦ ἐραστοῦ σου Χριστοῦ, τὸ πῦρ οὐκ ἔπτηξας, ἐν ᾧ δροσιζόμενος, πνεύματι ἔψαλλες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Ὡραιότητι, τῶν ἄθλων ἐξωμοίωσαι τοῖς ἀσωμάτοις Σοφέ, ὡραιοτάτῳ Χριστῷ, μεθ' ὧν παριστάμενος, μέλπεις γηθόμενος· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

Θεοτοκίον

Κυριώνυμε, Θεόνυμφε τὸ Χαῖρέ σοι, πίστει κραυγάζομεν· καὶ γὰρ ἐκύησας, χαρὰν ἀνεκλάλητον, Χριστὸν τὸν Κύριον, ᾧ κραυγάζομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ εὐλογητός εἶ.

 

ᾨδὴ η'

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ  ΤΟ ΑΚΟΥΤΕ

Λύσας τὰ σεβάσματα τῆς πλάνης, δεσμοῖς ἀντὶ σοῦ τὸν κατεχόμενον, Πάνσοφε ἀπέλυσας, καὶ πρὸς τὸ μαρτύριον, αὐτοθελῶς ἐχώρησας, βοῶν πανεύφημε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Εὑρέθην ἰδοὺ τοῖς μὴ ζητοῦσι, μὴ ἐπερωτῶσιν ἐπεφάνην δέ, ἔκραζες ἀοίδιμε, σύνετε παράνομοι· ὡς γὰρ ἀρνίον ἄκακον, τυθῆναι ἔσπευσας· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ὁ μέγας ἡμᾶς πρὸς εὐωχίαν, Αἰμιλιανὸς συνεκαλέσατο, προθεὶς ὡς ἐδέσματα, τὰ αὐτοῦ παλαίσματα, πνευματικῶς τρυφήσωμεν, πιστοὶ καὶ μέλψωμεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Σταγόνα μοι ὄμβρισον ἐλέους, πηγὴν τοῦ ἐλέους ἡ κυήσασα, καὶ τῆς ἁμαρτίας μου, ξήρανον ὀμβρήματα, καὶ τῆς ψυχῆς μου πράϋνον, ἄγρια κύματα, Παρθένε Θεοτόκε Μαρία, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'

Εὔα μὲν τῷ τῆς παρακοῆς  ΤΟ ΑΚΟΥΤΕ

Ἰδεῖν ἐφιέμενος, Θεοῦ τὴν ἄρρητον, εὐφροσύνην καὶ τερπνότητα, πάντων τερπνῶν τῶν ἐν τῷ βίῳ, ἡδέως κατεφρόνησας Ἔνδοξε, καὶ χαίρων τὸ μαρτύριον ἤνυσας· ὅθεν σε πόθῳ μακαρίζομεν.

 

Ὡς θῦμα ὀπτώμενος πυρὶ πανεύφημε, τοῦ τυθέντος ὥσπερ πρόβατον, θείᾳ τραπέζῃ προσηνέχθης, ὀσμῇ πνευματικῇ συντηρούμενος, καί, δόξης ἀληθοῦς ἀξιούμενος· ὅθεν σε πάντες μακαρίζομεν.

 

Σήμερον ἡ μνήμη σου ἡμῖν ἐξέλαμψεν, Ἀθλοφόρε ὑπὲρ ἥλιον, πᾶσαν εὐφραίνουσα καρδίαν, πιστῶν τὰς διανοίας φωτίζουσα, καὶ σκότος νοσημάτων διώκουσα, ἣν ἐπαξίως μακαρίζομεν.

 

Ἡ τῶν πρωτοτόκων ἐκλεκτὴ ὁμήγυρις, συμπολίτην σε ἐκτήσατο, μάρτυρες πάντες σὺν αὐτοῖς σε, χορεύοντα ὁρῶντες ἀγάλλονται, μεθ' ὧν τῶν μεμνημένων σου μέμνησο, Μεγαλομάρτυς μεγαλώνυμε.

Θεοτοκίον

Φωτὶ με καταύγασον τῷ σῷ Πανύμνητε, τὸν ἐν σκότει πορευόμενον, δίδου μοι χεῖρα βοηθείας, τὰ νέφη τῆς ψυχῆς μου ἀπέλασον, παθῶν μου τὸ κλυδώνιον κόπασον, ἀπεγνωσμένων καταφύγιον.

Ὁ Εἱρμὸς  ΤΟ ΑΚΟΥΤΕ

«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.