Τῌ ΚΑ' ΤΟΥ
ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου
Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ,
καὶ τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου.
ΕΙΣ
ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε
ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια τοῦ Ὁμολογητοῦ.
Ἦχος
δ' Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ
ΑΚΟΥΤΕ
Τὸν δι᾿ οἶκτον γενόμενον, ὡς
εὐδόκησεν ἄνθρωπον, ἐν δυσὶ θελήσεσιν ἐνεργείαις
τε, κατανοούμενον Ὅσιε, ἐκήρυξας Μάξιμε, ἀποφράττων
μιαρῶν, τὰ ἀπύλωτα στόματα, μονοθέλητον,
μονενέργητον τοῦτον δοξαζόντων, ἐπηρείᾳ
διαβόλου, τοῦ τὴν κακίαν τεκτήναντος.
Ταῖς νευραῖς τῶν δογμάτων σου, Πύρρον
Πάτερ ἀπέπνιξας, ληρῳδοῦντα Μάξιμε τὸν
κακόφρονα, καὶ διωγμοὺς ἐκαρτέρησας, καὶ θλίψεις
ἀοίδιμε, μαστιζόμενος δεινῶς, καὶ τὴν γλῶτταν
τεμνόμενος, καὶ τὴν πάντοτε, πρὸς Θεὸν αἱρομένην
θείαν χεῖρα, δι’ ἧς γράφων διετέλεις, τὰ ὑψηλότατα
δόγματα.
Ὀξυγράφου ὡς κάλαμος, τεθηγμένη
τῷ Πνεύματι, ἡ ἁγία γέγονε Πάτερ γλῶσσά
σου, καλλιγραφοῦσα ἐν χάριτι, πλαξὶ καρδιῶν ἡμῶν,
τόμον θείων ἀρετῶν, καὶ δογμάτων ἀκρίβειαν,
καὶ τὴν σάρκωσιν, τοῦ ἐν δύω οὐσίαις
τοῖς ἀνθρώποις, καὶ μιᾷ τῇ ὑποστάσει,
ἐμφανισθῆναι θελήσαντος.
Στιχηρὰ Προσόμοια
τοῦ Μάρτυρος
Ἦχος
πλ. δ'
Ὢ
τοῦ παραδόξου θαύματος
ΤΟ
ΑΚΟΥΤΕ
Ὢ τοῦ παραδόξου θαύματος! Περιστερὰ
ὁμιλεῖ, Νεοφύτῳ τῷ Μάρτυρι, ἀνθρωπίνῳ
φθέγματι, ἐκ τῶν ἄνω φοιτήσασα· δι’ ἧς ἀστράπτει,
βίον ἰσάγγελον, ὑφ’ ἧς νεάζων, ἀθλουργεῖ
κράτιστα. Ὢ θείων πράξεων, τοῦ πεντάθλου Μάρτυρος!
οὗ ταῖς εὐχαῖς, σῶσον τὰς ψυχὰς ἡμῶν,
Χριστὲ ὡς εὔσπλαγχνος.
Ὢ τοῦ παραδόξου θαύματος! ἀπὸ
σπαργάνων αὐτοῦ, ὁ ἀρτίφρων Νεόφυτος,
ἐκτελεῖ θαυμάσια, ἐνεργείᾳ τοῦ Πνεύματος·
ἐκ πέτρας ὕδωρ, εὐχαῖς ἀρύεται, νεκρὰν
ἐγείρει, ἧς ὤφθη γέννημα. Ὢ θείων πράξεων,
τοῦ πεντάθλου Μάρτυρος! οὗ ταῖς εὐχαῖς,
σῶσον τὰς ψυχὰς ἡμῶν, Χριστὲ ὡς εὔσπλαγχνος.
Ὢ τοῦ παραδόξου θαύματος! ὑπὲρ
Χριστοῦ ἐναθλῶν, ὁ γενναῖος Νεόφυτος, τοὺς
ἐχθροὺς ἐξίστησιν, ἐξαισίοις ἐν θαύμασι,
τὸ πῦρ κοιμίζει, τούτῳ βαλλόμενος, ἀγρίους
θῆρας, πτήσσοντας δείκνυσιν. Ὢ κράτος ἄμαχον,
ἐν ᾧ τεθαυμάστωται, ὁ Ἀθλητής! ἀλλὰ
ταῖς εὐχαῖς αὐτοῦ, σῶσον ἡμᾶς ὁ
Θεός.
Δόξα...
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν
ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι'
ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν
καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας,
τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν
βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων
πρὸς Κύριον, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς
ἡμῶν.
Καὶ
νῦν... Θεοτοκίον
Ὅλην
ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Κητῴας κοιλίας με, τῆς πονηρᾶς ἁμαρτίας,
ἐξάγαγε Δέσποινα, ἐν γαστρὶ χωρήσασα τὸν
Ἀχώρητον· χαλεποῦ κλύδωνος, πειρασμῶν λύτρωσαι,
καταιγίδος παραπτώσεων, Κόρη ἐξάρπασον, τῶν
ἀνομιῶν μου ξηραίνουσα· τὸ πέλαγος καὶ
παύουσα, τῆς δαιμονικῆς παρατάξεως, τὰς ἐπαναστάσεις,
τῇ θείᾳ συμμαχίᾳ σου Ἁγνή, ὅπως
ἀπαύστως δοξάζω σε, τὴν Ἀειμακάριστον.
Ἢ
Σταυροθεοτοκίον
Τριήμερος
ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Λαὸν τὸν ἀνομώτατον, ἀδίκως
καθηλοῦντά σε, ἐπὶ ξύλου, ἡ Παρθένος
καὶ Ἁγνή, καὶ Μήτηρ σου ὁρῶσα, ὡς
Συμεὼν προέφη, τὰ σπλάγχνα Σῶτερ διετέτρωτο.
Ἀποστίχου,
Στιχηρὰ τῆς Ὀκτωήχου.
Δόξα...
Ἦχος πλ. δ'
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν
καθηγητὴν σε τιμῶμεν Μάξιμε· διὰ σοῦ γὰρ
τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι
ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας,
καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν Ἀγγέλων
συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ δικαίων,
μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν... Θεοτοκίον
Οἱ
Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἐξάρπασόν με Δέσποινα, χειρὸς
τοῦ δράκοντος τοῦ βροτοκτόνου, τοῦ πολεμοῦντός
με ἐν ὑποκρίσει, καταπιεῖν ὁλοτελῶς· σύντριψον
τὰς μύλας τούτου δέομαι, καὶ τὰ μηχανήματα
διάλυσον· ὅπως ῥυσθεὶς τῶν τούτου ὀνύχων,
μεγαλύνω τὴν δυναστείαν σου.
Ἢ
Σταυροθεοτοκίον ὅμοιον
Ἠ δάμαλις ἡ ἄσπιλος, τὸν μόσχον
βλέπουσα ἐπὶ τοῦ ξύλου, προσαρτώμενον ἐθελουσίως,
ὀδυρομένη γοερῶς, Οἴμοι! ἀνεβόα ποθεινότατον,
τέκνον· τὶ σοι δῆμος ἀνταπέδωκεν, ἀχάριστος
Ἑβραίων, θέλων με ἀτεκνῶσαι, ἐκ σοῦ
Παμφίλτατε.
Ἀπολυτίκιον
τοῦ Ὁσίου
Ἦχος
πλ. δ'
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας
Διδάσκαλε καὶ σεμνότητος, τῆς Ἐκκλησίας ὁ
φωστήρ, τῶν Μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα,
Μάξιμε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας,
λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῶ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τοῦ
Μάρτυρος Ἀπολυτίκιον
Ἦχος
δ' Ταχὺ προκατάλαβε ΤΟ
ΑΚΟΥΤΕ
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει
αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας,
ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ
τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε
καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ
ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς
ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη
Στιχολογίαν, κανὼν τῆς Ὀκτωήχου εἷς καὶ
τῶν Ἁγίων δύω.
Ὁ Κανὼν τοῦ
Ὁσίου, οὗ ἡ ἀκροστιχίς, ἄνευ τῶν
Θεοτοκίων.
Ὁ
Παμμέγιστος Μάξιμος δοξάζεται.
Ποίημα
τοῦ Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδὴ
α' Ἦχος
πλ. δ' ΤΟ
ΑΚΟΥΤΕ
«ᾌσωμεν τῷ Κυρίῳ τῷ βυθίσαντι
πᾶσαν τὴν δύναμιν, Φαραὼ ἐν θαλάσσῃ, ἐπινίκιον
ᾠδήν, ὅτι δεδόξασται».
Ὅλην μοι τὴν θεόπνουν, ἐκ τῆς
μελιρρύτου καὶ ἡδείας σου, ἐναπόσταξον γλώττης
θεῖε Μάξιμε, χάριν τοῦ Πνεύματος.
Πῦρ καιόμενον ὤφθης, κατὰ τῶν
αἱρέσεων Μακάριε· ὡς καλάμην γὰρ ταύτας,
κατηνάλωσας ζήλῳ τοῦ Πνεύματος.
Ἄλογον προετέθη, ἐκ δυσσεβεστάτης,
προαιρέσεως μονοθέλητον δόγμα, τοῖς δὲ λόγοις
σου Πάτερ διήλεγκται.
Θεοτοκίον
Ὅλος ἐπιθυμία, ὁ ἐκ τῆς
γαστρός σου Θεονύμφευτε, εὐδοκήσας τεχθῆναι,
γλυκασμὸς τὲ ἐστι καὶ φῶς ἄδυτον.
Κανὼν
τοῦ Μάρτυρος, οὗ ἡ ἀκροστιχίς.
Χριστοῦ
φυτὸν σὲ Μάρτυς εὐφημῶ νέον. Ἰωσήφ.
ᾨδὴ
α' Ἦχος ὁ
αὐτὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,
καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ
Ἰσραηλίτης ἀνεβόα· Τῷ Λυτρωτῇ καὶ
Θεῷ ἡμῶν ᾄσωμεν».
Χριστοῦ σε παμμάκαρ νέον φυτὸν
λειμῶνι βλαστῆσαν, τῶν Μαρτύρων καὶ ἱερούς,
καρποὺς εὐσεβείας ἐξανθῆσαν, ἐπεγνωκότες
ὑμνοῦμεν Νεόφυτε.
Ῥημάτων τῶν θείων ἐκπληρωτής,
δεικνύμενος Μάκαρ, ἀπὸ βρέφους τὴν ἀγαθὴν
μερίδα ἐμφρόνως ἐξελέξω, καὶ ὁδηγὸς
πλανωμένων γεγένησαι.
Σταλάζων Θεόφρον τὸν γλυκασμόν, τῆς
θεογνωσίας, ἐκ χειλέων τῶν ἱερῶν, ψυχὰς
φαρμαχθείσας τῇ κακίᾳ, τοῦ ἀλλοτρίου
σεπτῶς κατεγλύκανας.
Θεοτοκίον
Τεκοῦσα τὸν φύσει Δημιουργόν, ἐθέωσας
ὅλην, τὴν οὐσίαν τῶν γηγενῶν· διὸ
σε κυρίως Θεοτόκον, ὁμολογοῦμεν Παρθένε Θεόνυμφε.
Τοῦ
Ὁσίου
ᾨδὴ
γ' ΤΟ ΑΚΟΥΤΕ
«Σὺ εἶ τὸ Στερέωμα, τῶν
προστρεχόντων σοι Κύριε· σὺ εἶ τὸ φῶς,
τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά
μου».
Μέγιστος ὁ Μάξιμος, τῆς εὐσεβοῦς
Χριστοῦ Πίστεως, παναληθῶς, κήρυξ τε καὶ μάρτυς,
ἀνεδείχθη δι’ αἵματος.
Μάξιμε μακάριε, σὺ δι’ ἀσκήσεως
γέγονας, θεοπρεπές, τῆς φιλοσοφίας, καὶ ἁγνὸν
ἐνδιαίτημα.
Ἔβλυσεν ἡ γλῶσσά σου, ποταμηδὸν
Χριστοῦ δόγματα, πανευσεβῆ, Μάξιμε παμμάκαρ, τῆς
σοφίας ὁ τρόφιμος.
Θεοτοκίον
Ἵνα τρίβον Δέσποτα, πρὸς ἁγιότητα
φέρουσα, δείξῃς ἡμῖν, μήτραν παναγίαν,
παναγίως κατῴκησας.
Τοῦ
Μάρτυρος
Εἱρμὸς ὁ αὐτὸς
Ὅλον ἀνακείμενον, τῷ πανοικτίρμονι
Λόγῳ σε, τὸ καθαρόν, Πνεῦμα διετήρει, ἀπαράτρωτον
Ἔνδοξε.
Ὕμνησαν τὸν Κύριον, πλήθη λαῶν
πιστῶν βλέψαντα, τὴν διὰ σοῦ, Μάρτυς τῆς
τεκούσης, ἐκ νεκρῶν ἀναβίωσιν.
Φῶς ἐναπαστράπτουσα, περιστερὰ
φωνῇ ζώσῃ σε, πρὸς τὰς ὁδούς, τὰς
σωτηριώδεις, προσκαλεῖται Νεόφυτε.
Θεοτοκίον
Ὕμνον χαριστήριον, γένος βροτῶν ἀεὶ
νέμει σοι· Μήτηρ Θεοῦ, τὴν ἀθανασίαν,
διὰ σοῦ κληρωσάμενον.
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ εἶ τὸ στερέωμα, τῶν
προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν
ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά
μου».
Κάθισμα
τοῦ Ὁμολογητοῦ
Ἦχος
πλ. α' Τὸν συνάναρχον Λόγον ΤΟ
ΑΚΟΥΤΕ
Διωγμοὺς ὑπομείνας ὑπὲρ τῆς
Πίστεως, ἀπεδίωξας Πάτερ ἅπασαν αἵρεσιν·
ἐκτμηθεὶς δὲ σὺν χειρὶ τὴν γλῶτταν Μάξιμε,
ὁμολογίας εὐπρεπῆ, ἐκ τῆς χειρὸς τοῦ
Ποιητοῦ, ἐδέξω στέφανον μάκαρ, ὃν νῦν
ἀπαύστως δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Δόξα...
τοῦ Μάρτυρος
Ἦχος
δ'
Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ
ΑΚΟΥΤΕ
Νεοθαλὲς ὤς περ φυτὸν ἐκβλαστήσας,
ἐν τῷ λειμῶνι τῶν Χριστοῦ Ἀθλοφόρων,
καρποὺς ἐνθέου γνώσεως προσήγαγες Χριστῷ·
οἷς περ διατρέφονται, οἱ πιστῶς σε τιμῶντες, ἔνδοξε
Νεόφυτε. Ἀθλητὰ γενναιόφρον, Ἀλλὰ ταῖς
σαῖς δεήσεσιν ἡμᾶς, πάντοτε σῷζε, Θεῷ
παριστάμενος.
Καὶ
νῦν... Θεοτοκίον
Μετὰ Θεὸν ἐπὶ τὴν σὴν
Θεοτόκε, προσπεφευγὼς ὁ ταπεινὸς θείαν σκέπην,
παρακαλῶ δεόμενος· Ἐλέησον Ἁγνή· ὅτι
ὑπερῆράν μου, κεφαλὴν ἁμαρτίαι, καὶ
πτοοῦμαι Δέσποινα, τὰς κολάσεις καὶ φρίττω,
ἱκετηρίαν ποίησον σεμνή, πρὸς τὸν Υἱόν
σου, ἐκ τούτων ῥυσθῆναί με.
Ἢ
Σταυροθεοτοκίον
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς
γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα,
ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ,
Οἴμοι! ποθεινότατε, Ἰησοῦ ἀνεβόα· πῶς
ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ’ Ἀγγέλων,
ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων
σταυροῦσαι; Ὑμνῶ σε Μακρόθυμε.
Τοῦ
Ὁσίου
ᾨδὴ
δ' ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τὴν ἀκοήν
σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ
ἐδόξασα τὸ κράτος σου Κύριε».
Γηγενεῖς σε γεραίρουσι, καὶ τῶν οὐρανίων
τάξεις θαυμάζουσι· τῇ φιλίᾳ τῆς σοφίας
γάρ, ἀνεδείχθης Πάτερ, ὤς περ ἄσαρκος.
Ἰταμὸς μὲν ὁ τύραννος, ἀλλ’ ἡ
καρτερία σου ἀκατάλυτος! ὅθεν σὺ μὲν μεμακάρισαι,
ὁ παμπόνηρος δὲ ἐξωστράκισται.
Συναθλοῦσί σοι Μάξιμε, ἡ τῶν
μαθητῶν δυὰς ἡ πανόλβιος, σοὶ τῶν ἄθλων
κοινωνήσαντες· διὸ καὶ ἐπάθλων ἴσων ἔτυχον.
Τῇ ῥοῇ σου τοῦ αἵματος,
καταρδευομένη ἡ Ἐκκλησία Χριστοῦ, ἐξανθεῖ
πατροπαράδοτον, σοῦ τοῦ θείου σπόρου δόγμα Ὅσιε.
Θεοτοκίον
Λυτρωθέντες τῷ τόκῳ σου, τοῦ
τῆς ἁμαρτίας χρέους Πανάμωμε, χαριστήριον ἐφύμνιον,
ἀναπέμπομέν σοι θεονύμφευτε.
Τοῦ
Μάρτυρος
Εἱρμὸς
ὁ αὐτὸς
Τὸ τοῦ βίου σου ἄμεμπτον, καὶ
τῆς διανοίας τὸ ἀκατάπληκτον, πλήθη πάμπολλα
θεώμενα, τῷ Θεῷ προσῆλθον, Μάρτυς ἔνδοξε.
Ὄρος φθάσας κατῴκησας, θείῳ
ὁδηγούμενος μάκαρ Πνεύματι, ὑπ’ Ἀγγέλου
δὲ τρεφόμενος, τῶν Ἀγγέλων ὤφθης ἰσοστάσιος.
Νόμους θείους δεξάμενος, σὺ τοὺς
γεγραμμένους Ἀξιοθαύμαστε, τούτους σπεύσας ἐκπεπλήρωκας,
ὑπελθὼν τοὺς πόνους τῆς ἀθλήσεως.
Συμπαθῶς διεσκόρπισας, ἔδωκας τοῖς
πένησιν, ὡς προστέταξαι, ἀντικτώμενος Μακάριε,
τὰ εἰς τοὺς αἰῶνας διαμένοντα.
Θεοτοκίον
Ἑκουσίως πτωχεύσαντα, πλούτῳ
ἀγαθότητος τὸν ὑπέρθεον, Θεοτόκε ἀπεκύησας,
τὴν ἡμῶν πτωχείαν κατοικτείραντα.
Τοῦ
Ὁσίου
Ὠδὴ
ε' ΤΟ ΑΚΟΥΤΕ Ἦχος
πλ.Α'
«Ὀρθρίζοντες βοῶμέν σοι Κύριε·
Σῶσον ἡμᾶς, σὺ γὰρ εἶ Θεὸς ἡμῶν,
ἐκτός σου ἄλλον οὐκ οἴδαμεν».
Ὀ γνῶσιν τῶν γηΐνων ἀθροίσας,
καὶ οὐρανίων, ἐνδίκως φιλόσοφος, κατονομάζεται
Μάξιμος.
Σοφίας τῆς ἀμείνω τῷ ἔρωτι,
τοῦ Χριστοῦ σου, μιμητὴς πανάριστος, ὤφθης ἀοίδιμε
Μάξιμε.
Μανίᾳ ὑπερόριος γέγονας, τοῦ
Τυράννου· εὗρες δὲ Μακάριε, τὸν Ἰησοῦν
παραμύθιον.
Θεοτοκίον
Οἱ μὴ σὲ Θεοτόκον γινώσκοντες,
Θεομῆτορ, φῶς οὐ μὴ θεάσωνται, τὸ γεννηθὲν
ἐκ σοῦ παναγνε.
Τοῦ
Μάρτυρος
Ἵνα
τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Μυστηρίων ἀρρήτων, ἔμπλεως γενόμενος
ἀξιοθαύμαστε, πρὸς τοὺς προκειμένους, τῆς ἀθλήσεως
χαίρων ἐχώρησας, ἀνδρικοὺς ἀγῶνας, μὴ
καταπτήξας τὰς βασάνους, μηδὲ θάνατον Μάρτυς
Νεόφυτε.
Ἀπορρήτῳ προνοίᾳ, τοῦ
τὰς σὰς εὐθύνοντος πορείας Ἔνδοξε, ἐπιστάντες
θεῖοι, πρὸς τὸ στάδιον εἷλκόν σε Ἄγγελοι,
ἀπὸ ὄρους ἄλλον, ὥσπερ Μωσῆν δεδοξασμένον,
τῷ προσώπῳ ταῖς θείαις λαμπρότησι.
Ῥῆμα ζῶν ἐν καρδίᾳ, ἔχων
παναοίδιμε Μάρτυς Νεόφυτε, θαρσαλέᾳ γνώμῃ,
τοῖς διώκταις ἐβόας· Αὐτόκλητος, τοῖς
ἐμὲ ζητοῦσι, πάρειμι νῦν τοῦ διελέγξαι,
τῶν ὑμῶν σεβασμάτων ἀσθένειαν.
Θεοτοκίον
Τὸ πρὸ τῶν αἰώνων, Κόρη
παναμώμητε, θεῖον μυστήριον, ἀποκεκρυμμένον, διὰ
σοῦ ἐγνωρίσθη τοῖς πέρασιν, ὁ Υἱὸς
καὶ Λόγος, ὁ τοῦ Θεοῦ, σάρξ χρηματίσας,
καὶ θεώσας Παρθένε τὸν ἄνθρωπον.
Τοῦ
Ὁσίου
ᾨδὴ
ς' ΤΟ ΑΚΟΥΤΕ
«Χιτῶνά μοὶ παράσχου φωτεινόν,
ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πολυέλεε
Χριστὲ ὁ Θεὸς ἡμῶν».
Ἀνένδοτον προσφέροις τῷ Θεῷ,
θεοφόρε δέησιν, ψυχῆς τε καὶ σώματος, τῶν
παθῶν καὶ τῆς φθορᾶς με λυτρώσασθαι.
Ξηραίνεται αἱρέσεων πηγή, βορβορώδης
ἅπασα, ἀοίδιμε Μάξιμε, φραττομένη τῇ ἰσχύϊ
τῆς γλώττης σου.
Ἱλάσθητί μοὶ μόνε Ἀγαθέ,
καὶ πηγὴν τῆς χάριτος, Χριστὲ τῇ καρδίᾳ
μου, ταῖς εὐχαῖς τοῦ σοῦ Ὁσίου ἀνάβλυσον.
Θεοτοκίον
Ἡ μόνη διὰ λόγου ἐν γαστρί,
τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν
παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.
Τοῦ
Μάρτυρος
Τὴν
δέησιν, ἐκχεῶ ΤΟ ΑΚΟΥΤΕ
Ὑψούμενος, ἐπὶ ξύλου Παμμάκαρ,
τῷ σιδὴρῳ τὰς πλευρὰς κατεξάνθης, ἀνηλεῶς,
καὶ πλάνου ἐλέγχεις, τὴν πωρωθεῖσαν καρδίαν
ἐσπάραξας, προστάσσοντος θύειν θεοῖς, καὶ
Θεὸν ἐξαρνεῖσθαι ἀθάνατον.
Στρεβλούμενος, καὶ πεδούμενος Μάρτυς,
συνεπόδισας εἰς τέλος τὴν πλάνην, καὶ τοῦ
ἐχθροῦ, τὰς ἀτάκτους πορείας, ἀπράκτους
ἔδειξας σθένει τοῦ Πνεύματος· καὶ ἔδραμες
πρὸς οὐρανόν, καὶ Χριστῷ στεφηφόρος παρίστασαι.
Ἐθέλχθης, ταῖς καλλοναῖς τοῦ
Δεσπότου, καὶ αὐτῷ προσεκολλήθης κραυγάζων·
Λόγε Θεοῦ διὰ σὲ τὸν τυθέντα, ἐθελουσίως
ἐγὼ σφαγιάζομαι, μιμούμενος περιφανῶς, τὰ
σεπτά σου καὶ θεῖα παθήματα.
Θεοτοκίον
Ὑπέρλαμπρος, ἀνεδείχθης καθέδρα,
Βασιλέως οὐρανίου Παρθένε· ἐν ᾗ σαρκί,
ἀνεπαύσατο θέλων, καὶ τὸν πολὺν ἡμῶν
κόπον ἀφείλετο, καὶ ἵδρυσε τῷ Πατρικῷ,
ὡς ηὐδόκησε θρόνῳ τὸν ἄνθρωπον.
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,
καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι
κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή
μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς·
Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε».
Κοντάκιον Ἦχος πλ. δ'
Τῇ
ὑπερμάχῳ ΤΟ ΑΚΟΥΤΕ
Τὸν τῆς Τριάδος ἐραστὴν καὶ
Μέγαν Μάξιμον, τὸν ἐκδιδάξαντα τρανῶς πίστιν
τὴν ἔνθεον, τοῦ δοξάζειν τὸν Χριστόν, φύσεσιν
ἐν δύω, ἐνεργείαις τε διτταῖς ὡς καὶ
θελήσεσιν, ἐπαξίως οἱ πιστοὶ ἀνευφημήσωμεν,
ἀνακράζοντες· Χαῖρε κήρυξ τῆς Πίστεως.
Ὁ
Οἶκος
Ἀνοιξόν μου τὰ χείλη, ὁ Θεὸς
ὁ Σωτήρ μου, καὶ δὸς μοι θείαν χάριν ἑλκύσαι,
τοῦ ἀξίως ὑμνῆσαι Χριστέ, τὸν κηρύξαντά
σε ἐν δυσὶ φύσεσιν, ἐξόχως ὑπὲρ ἅπαντας·
πρὸς ὃν καὶ ἐκφωνῶ τοιαῦτα,
·
Χαῖρε, φωστὴρ καταυγάζων κόσμον,
χαῖρε, λιμὴν τῶν ἐν ζάλῃ βίου.
·
Χαῖρε, Μοναζόντων λαμπτὴρ διαυγέστατος,
χαῖρε, τῶν Μαρτύρων τὸ κλέος καὶ στήριγμα.
·
Χαῖρε, ὄντως ἐγκαλλώπισμα Ἐκκλησίας
καὶ στολή, χαῖρε, ἔρεισμα τῆς Πίστεως, καὶ
ἀσάλευτος κρηπίς.
·
Χαῖρε, ὅτι καθεῖλες τῶν αἱρέσεων
θράσος, χαῖρε, ὅτι προθύμως πρὸς Χριστὸν μέλη
τέμνῃ.
·
Χαῖρε, χαρὰ τῶν πίστει τιμώντων
σε, χαῖρε, χαρᾶς πληρῶν τοὺς ποθοῦντάς σε.
·
Χαῖρε, πολλοὺς τοῦ Βελίαρ λυτρώσας,
χαῖρε, Πιστοὺς τῷ Θεῷ προσενέγκας.
·
Χαῖρε, Κήρυξ τῆς Πίστεως.
Σ
υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΑ' τοῦ αὐτοῦ
μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Μαξίμου τοῦ Ὁμολογητοῦ.
Στίχοι
·
Ἄχειρ, ἄγλωττος, χεῖρα καὶ γλῶτταν
φύεις
·
Καὶ χερσὶ Θεοῦ, Μάξιμε, ψυχὴν
δίδως.
·
Εἰκάδι πρώτῃ πότμος Μαξίμου
ὄσσ’ ἐκάλυψεν.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου.
Στίχοι
·
Τὸν Νεόφυτον ἐκριζοῖ γῆθεν
δόρυ,
·
Νέου φυτοῦ κάλλιστον οἷὰ
περ θάλος.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνὴμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζωσίμου,
Ἐπισκόπου Συρακούσης, Σικελῶν νήσου.
Στίχοι
·
Μετάστασιν Ζώσιμος εὗρεν ἐκ βίου,
·
ᾯ καὶ πρὸ ταύτης πᾶς μετάστασις
βίος.
Τῇ αὐτῇ ἡμέρᾳ,
ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐγενίου,
Οὐαλλεριανοῦ, Κανδίδου, καὶ Ἀκύλα.
Στίχοι
·
Τὸν Εὐγένιον, καὶ συνάθλους
τρεῖς ἅμα,
·
Δι’ εὐγένειαν ψυχικὴν κτείνει ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ,
ἡ Σύναξις τῆς Ἁγίας Εἰρήνης, ἐν
τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ τῇ οὔσῃ
πρὸς θάλασσαν καὶ Μνήμη τῆς Ἁγίας Μάρτυρος
Ἁγνῆς.
Στίχοι
·
Ὑπὲρ νέον σοι μόσχον, ὡς
Δαυὶδ λέγει
·
Ἤρεσκεν Ἁγνὴ πυρπολουμένη, Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ,
οἱ ἅγιοι τέσσαρες Μάρτυρες, οἱ ἐν Τύρῳ,
ξίφει τελειοῦνται.
Στίχοι
·
Στερρῶν ἀθλητῶν τεσσάρων φωνὴ
μία·
·
Ἡμῖν τὸ θνῄσκειν ἐκ ξίφους
εὐθυμία.
Ταῖς τῶν ἁγίων
σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
Τοῦ
Ὁσίου
ᾨδὴ
ζ' ΤΟ ΑΚΟΥΤΕ
«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες
Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς
Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν
ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός
εὐλογητὸς εἶ».
Μίαν φύσιν Τριάδος, μίαν θέλησιν
ἔφης, μίαν ἐνέργειαν· Θεοῦ δὲ σαρκωθέντος,
δύο φύσεις θελήσεις, ἐνεργείας, ἐκήρυξας·
ὁ τῶν Πατέρων Θεός, βοῶν εὐλογητός εἶ.
Οὐ θελήματα δύω, διαιρούμενα γνώμης
ἐναντιότητι, ποιότητι δὲ μᾶλλον, ἀνεκήρυξας
Πάτερ, φυσικῇ διαφέρόντα· Ὁ τῶν Πατέρων
Θεός, βοῶν εὐλογητὸς εἶ.
Στήλην ὀρθοδοξίας, τοὺς ἐνθέους
σου λόγους, Πάτερ κατέχοντες, τὸν ἕνα τῆς
Τριάδος, ἐν δυσὶ ταῖς οὐσίαις, καὶ
θελήσεσι σέβομεν· Εὐλογητὸς εἶ Χριστέ,
αὐτῷ ἀναβοῶντες.
Δύο Πάτερ εἰδότες, ἐνεργείας
τοῦ οἴκτῳ, σεσαρκωμένου Θεοῦ, διττὰς αὐτεξουσίους,
θελήσεις διδαχθέντες, ὑπὸ σοῦ ἀναμέλπομεν·
Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός
εἶ.
Θεοτοκίον
Παρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης,
εἰς σωτηρίαν ἡμῶν· διό σου τὴν Μητέρα,
εἰδότες Θεοτόκον, εὐχαρίστως κραυγάζομεν·
ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός
εἶ.
Τοῦ
Μάρτυρος
Παῖδες
Ἑβραίων ΤΟ ΑΚΟΥΤΕ
Φοῦρνον ζωόκαυστον ποιήσας, ὁ παράνομος
ἐν τούτῳ κατακλείει, ἐν ἡμέραις τρισίν,
ἐφλέχθης δὲ οὐδόλως, ἀναβοῶν Νεόφυτε·
Ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἤδετο ὕμνος παραδόξως, ἱσταμένου
σου φλογὸς ἐν μέσῳ μάκαρ· ἡ γὰρ
δρόσος Θεοῦ, ἀνέψυχέ σε Μάρτυς, ἀναβοῶντα·
Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Μέγιστον θαῦμα καταπλῆττον, πᾶσαν
ἔννοιαν ἐν σοὶ τὸ πεπραγμένον· τὸ γὰρ
πῦρ οὐδαμῶς, συμφλέξαν σε θεόφρον, διεκχυθὲν
κατέκαυσε, τοῦ πυρὸς τοὺς κληρονόμους.
Θεοτοκίον
Ὤφθης Ἀγγέλων ὑπερτέρα,
βουλῆς Ἄγγελον μεγάλης τετοκυῖα, Θεοτόκε ἁγνή,
ᾧ πάντες μελῳδοῦμεν· Εὐλογητὸς εἶ
Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Τοῦ
Ὁσίου
ᾨδὴ
η' Ἦχος πλ δ'
ΤΟ
ΑΚΟΥΤΕ
«Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ
χάριτί σου γεγονότες, οἱ τῶν ἐντολών
σου, σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων·
Εὐλογεῖτε πάντα, τὰ ἔργα τὸν Κύριον,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Ὁλικῶς ποθήσας, τὸν ὑπερποθήσαντα
γένος ἀνθρώπων, τὸν σταυρὸν σου ἦρας, καὶ
σὺν αὐτῷ Μακάριε συνεσταυρώθης, Εὐλογεῖτε
μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε,
αὐτὸν εἰς τοὺς αἰῶνας.
Ξενωθεὶς ἀπάσης, ἡδονῆς μακάριε
θανατηφόρου, σεαυτὸν εἰργάσω, ὅλον ἀκηλίδωτον
ἔσοπτρον θεῖον· Εὐλογεῖτε μέλπων, τὰ ἔργα
τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτόν εἰς
τοὺς αἰῶνας.
Ἀπηνοῦς τυράννου, δυσσεβῆ ὠμότητα
οὐ κατεπλάγης, ἀλλ' ὡς πύργος ἔστης, ἀκλινὴς
ἀκράδαντος ὀρθοδοξίας· Εὐλογεῖτε κράζων,
τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν
εἰς τοὺς αἰῶνας.
Ζωηφόρον αἴγλην, ἐκ μιᾶς θεότητος
Τρισυποστάτου, δεδεγμένος ὤφθης, τοῖς ἐν σκότει
ἥλιος πεπλανημένοις· Εὐλογεῖτε μέλπων, τὰ
ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν
εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Τοῦ Ἀδὰμ Παρθένε, τοῦ
παραπεσόντος μὲν ὤφθης θυγάτηρ· τοῦ Θεοῦ
δὲ μήτηρ, τοῦ ἀνακαινίσαντός μου τὴν
οὐσίαν· ὃν ὑμνοῦμεν πάντα τὰ ἔργα
ὡς Κύριον, καὶ ὑπερυψοῦμεν, αὐτὸν εἰς
τοὺς αἰῶνας.
Τοῦ
Μάρτυρος
Ἑπταπλασίως
καμινον ΤΟ ΑΚΟΥΤΕ
Νέῳ Παμμάκαρ σώματι, καὶ τελείῳ
φρονήματι, τὴν τοῦ ἀρχεκάκου, πονηρίαν ὤλεσας,
φυτὸν ὡραιότατον, ἀναβλαστῆσαν ἐν ταῖς
αὐλαῖς, τοῦ ἐξ Ἰεσσαί, ἀναβλαστήσαντος
ῥίζης· πρὸς ὃν βοᾷς ἀπαύστως·
Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας.
Ἐν τῷ σταδίῳ θῆρές
σε, Ἀθλοφόρε ᾐδέσθησαν, ὥσπερ Δανιήλ, τὸν
ἱερὸν τὸ πρότερον· Χριστοῦ γὰρ σε ἔγνωσαν,
τῶν παθημάτων Μάρτυρα, ὃν ὁμολογῶν, τὰς
ἀνηκέστους βασάνους, ὑπέμεινας κραυγάζων·
Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁ ἐγνωκώς σε πρότερον, ἐν τῷ
ὄρει Νεόφυτε, λέων παμμεγέθης, ἐν σταδίῳ
ὄντι σοι, ἀχθεὶς ἐπαφίεται, εἰς τὴν
τιμωρίαν Ἀθλητά· καὶ ἀναγνωρίσας,
προσεκύνει σοι φόβῳ, αἰδοῖ συγκεκραμένος,
καὶ πηγὰς κατανύξει, δακρύων εὐαισθήτως,
προχέων Θεομάκαρ.
Θεοτοκίον
Νέον Παιδίον τέτοκας, τὸν πρὸ
πάσης τῆς κτίσεως, φύντα ἐκ Πατρός, ἀνερμηνεύτως
Πάναγνε· αὐτὸν οὖν ἱκέτευε, παλαιωθέντα
πταίσμασι, νῦν ἀνακαινίσαι, καὶ βοῶντά
με σῶσαι· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς
ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς
τοὺς αἰῶνας.
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων
ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε·
δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών·
τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ
παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε,
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Τοῦ
Ὁσίου
ᾨδὴ
θ' ΤΟ ΑΚΟΥΤΕ
«Τὸν προδηλωθέντα ἐν ὄρει τῷ
Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον
τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν
πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν».
Ἔτι σου ὡς Ἄβελ, τὸ αἷμα καὶ
εἰς αἰῶνας, τὰ θεόπνευστα δόγματα, φωνῇ
διαπρυσίῳ, τῇ Χριστοῦ Ἐκκλησίᾳ κηρύττει,
Μάξιμε παμμάκαρ καὶ παμμέγιστε.
Τέτμηται ἡ χεὶρ μέν, γράφει
δὲ θείῳ δακτύλῳ, ὡς καλάμῳ καὶ
μέλανι, τῇ τετμημένῇ γλώττῃ, καὶ τῷ
σῷ αἵματι τῶ τιμίῳ, Πίστιν ἐν καρδίαις
τὴν Ὀρθόδοξον.
ᾌδεται ἐν κόσμῳ, ἡ ἔνθεος
παρρησία, καὶ τὸ πῦρ τὸ ἐγκάρδιον, τῆς
ἐνθέου ἀγάπης, δι’ ἣν Ὅσιε τὴν τοῦ
αἵματος χύσιν, Μάξιμε ὑπέστης προθυμότατα.
Ἵστασαι πρὸ θείου βήματος μετὰ
Μαρτύρων, οἷς τοῦ ζήλου τῆς πίστεως, ἐκοινώνησας
Πάτερ, καὶ ἡμᾶς οἰκειῶν τῷ Δεσπότῃ,
καὶ σοῦ μιμητὰς ἀπεργαζόμενος.
Θεοτοκίον
Σὺ εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν
καὶ τεῖχος· σὺ εἶ ἡ ἀντίληψις, τῶν
εἰς σὲ προστρεχόντων· σὲ καὶ νῦν εἰς
πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν
ἡμῶν.
Τοῦ
Μάρτυρος
Ἔφριξε
πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ
Ἵστασο οἷὰ περ ἀμνός, πρὸς
σφαγὴν ἐθελουσίως προκείμενος, τοῖς ἀναιροῦσί
σε, πικροῖς διώκταις μάρτυς Νεόφυτε· καὶ
κεντηθείς σου τὴν πλευρὰν λόγχῃ τὸ μακάριον,
τέλος ἀπήλειφας· Ἀθλοφόρε τοῦ Χριστοῦ
γενναιότατε.
Ὡς θῦμα ὡς περικαλές, ἱερεῖον
ὡς σεπτὸν καλλιέρημα, ὥσπερ ἀνάθημα, ναοῦ
ἁγίου ὡς καθαρὰ προσφορά, ὥσπερ στρουθίον
ἐκλεκτόν, ὡς μόσχος πολύτιμος, ὡς, νέον
μάκαρ φυτόν, Παραδείσου, τῷ Θεῷ προσενήνεξαι.
Σύμμορφος γέγονας παθῶν, τοῦ παθόντος
δι’ ἡμᾶς ἀγαθότητι, καὶ τῇ ἰσότητι,
τῆς λόγχης Μάρτυς ὄντως δεδόξασαι, καὶ νῦν
οἰκεῖς τοὺς οὐρανούς, νίκης διαδήματι,
καλλωπιζόμενος, καὶ χαρᾶς ἀδιαδόχου πληρούμενος.
Ἡ μνήμη ἡ πλησιφαής, καὶ
πανένδοξος τῆς σῆς ἐναθλήσεως, Μάρτυς ἀνέτειλεν,
ἡλίου πλέον περιαυγάζουσα, τὰς διανοίας τῶν
πιστῶν, ἐν ᾗ δυσωποῦμέν σε, σκότους παντοίων
παθῶν, καὶ κινδύνων χαλεπῶν ἡμᾶς λύτρωσαι.
Θεοτοκίον
Φέρουσα οἷά περ λαβίς, τὸν
οὐράνιον Θεόνυμφε ἄνθρακα, τὰ φρυγανώδη
μου, καρδίας πάθη καὶ νῦν κατάφλεξον· καὶ
τῆς γεέννης τοῦ πυρός, λύτρωσαί με, δέομαι,
ἵνα δοξάζω σε, τὴν ἐλπίδα τῶν πιστῶν
Παναμώμητε.
Ὁ
Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον
Θεοῦ συγκατάβασιν! ὅπως ὁ Ὕψιστος, ἑκὼν
κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ
γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον,
Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».
Ἐξαποστειλάριον
τοῦ Ὁσίου
Τοῖς
Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Θεολογῶν ἐκήρυξας μίαν φύσιν
Τριάδος, καὶ μίαν Πάτερ θέλησιν, καὶ ἐνέργειαν
μίαν· Θεοῦ δὲ τοῦ σαρκωθέντος, δύω φύσεις
θελήσεις, καὶ ἐνεργείας Μάξιμε, πάνσοφε
θεοφάντορ, ὁμολογῶν, θεομάχον αἵρεσιν καταστρέφεις·
ὑφ' ὧν τὴν χεῖρα γλῶσσάν τε, ἐκτμηθεὶς
Μάρτυς ὤφθης.
Τοῦ
Μάρτυρος, ὅμοιον
Ἐπιφανεὶς Νεόφυτε, ἤγειρας παραδόξως,
νεκρὰν τὴν σὲ κυήσασαν, θαῦμα μέγιστον δείξας,
Χριστοῦ θεράπων ὡς μέγας· ᾧ καὶ νῦν
στεφηφόρος, θεόφρον παριστάμενος, μὴ ἐλλίπῃς
πρεσβεύων, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, ἅγιε
καὶ τελούντων, τὴν φωτοφόρον μνήμην σου, Ἀθλοφόρε
καὶ Μάρτυς.
Θεοτοκίον ὅμοιον
Τὸ ξένον καὶ ἀπόρρητον, τοῦ
ἀχράντου σου τόκου, θεοπρεπὲς μυστήριον, καταπλήττει
Ἀγγέλους, καὶ τῶν βροτῶν τὰς χορείας,
Μητροπάρθενε Κόρη· καὶ γὰρ Θεὸς ἐν μήτρᾳ
σου, σαρκωθεὶς ἀσυγχύτως, ἄνευ σπορᾶς, ὤφθης
ὁ ἀπρόσιτος προσιτὸς μοι, ἑνώσας με θεότητι,
τῇ αὐτοῦ παραδόξως.
Εἰς τὸν Στίχον,
Στιχηρὰ τῆς Ὀκτωήχου.
Δόξα...
Ἦχος πλ. β'
Φιλοσοφίᾳ κοσμήσας τὸν βίον
σου, θεοσοφίᾳ σαυτὸν κατελάμπρυνας, ὅθεν ἐν
ἀμφοτέροις εὐδοκιμῶν, τῇ καλῇ ὁμολογίᾳ
ἐπεσφράγισας ἀμφότερα, τρισόλβιε Μάξιμε.
Παρρησίαν οὖν ἔχων πρὸς Χριστὸν τὸν Θεόν,
ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν... Θεοτοκίον
Οὐδεὶς προστρέχων ἐπὶ σοί,
κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, Ἁγνὴ
Παρθένε Θεοτόκε· ἀλλ’ αἰτεῖται τὴν χάριν,
καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον
τῆς αἰτήσεως.
Ἢ
Σταυροθεοτοκίον
Τριήμερος
ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ἡ Πάναγνος ὡς εἶδέ σε ἐπὶ
Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα
μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν
μου Τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;
Ἡ λοιπὴ Ἀκολουθία
τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.