Τῌ ΙΔ′ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΑΝΟΥΑΡΙΟΥ

 

Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα.

 

Ἦχος β'

Ἰωάννου Μοναχοῦ

Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. (Δίς)

 

Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν ὁρῶσαι Ἀγγέλων στρατιαί, φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός. Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ὧ ηὐδόκησα, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. (Δίς)

 

Τὰ Ἰορδάνια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο, κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς, κράζει καὶ βοᾷ, πηλὸς τῷ πλαστουργῷ· Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ Βαπτισμοῦ. Ὢ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

 

Σῶσαι βουλόμενος, τὸν πλανηθέντα ἄνθρωπον, οὐκ ἀπηξίωσας δούλου μορφὴν ἐνδύσασθαι· ἔπρεπε γὰρ σοὶ τῷ Δεσπότῃ, καὶ Θεῷ, ἀναδέξασθαι τὰ ἡμῶν ὑπὲρ ἡμῶν· σὺ γὰρ βαπτισθεὶς σαρκὶ Λυτρωτά, τῆς ἀφέσεως ἠξίωσας ἡμᾶς, διὸ βοῶμέν σοι· Εὐεργέτα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Δόξα... Καὶ νῦν...

Ὁ αὐτὸς

Βύζαντος

Ὑπέκλινας κάραν τῷ Προδρόμῳ, συνέθλασας κάρας τῶν δρακόντων, ἐπέστης ἐν τοῖς ῥείθροις, ἐφώτισας τὰ σύμπαντα, τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου, τὸ Φῶς ἱλαρόν.

Ἀποστιχα Στιχηρὰ Ἰδιόμελα.

 

Ἦχος πλ. β΄   Ἀνατολίου

Ἐν Ἰορδάνῃ ποταμῷ, ἰδὼν σε Ἰωάννης πρὸς αὐτὸν ἐρχόμενον ἔλεγε, Χριστὲ Θεός· Τὶ πρὸς τὸν δοῦλον παραγέγονας, ῥύπον μὴ ἔχων Κύριε; εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός; ἀλλὰ τοῦτον φέρεις ἐν ἑαυτῷ. Υἱοῦ; ἀλλ᾽ αὐτὸς ὑπάρχεις σαρκωθείς. Πνεύματος Ἁγίου; καὶ τοῦτο οἶδας διδόναι τοῖς πιστοῖς διὰ στόματος. Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.

Ὁ αὐτὸς

Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

 

Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν· πρὸς τὴν σὴν γὰρ δόξαν ἀντοφθαλμῆσαι τὰ Χερουβὶμ οὐ δύνανται, οὐδὲ ἀτενίσαι τὰ Σεραφίμ· ἀλλὰ φόβῳ παριστάμενα, τὰ μὲν βαστάζουσι, τὰ δὲ δοξάζουσι τὴν δύναμίν σου. Μεθ᾽ ὧν οἰκτίρμον, ἀναγγέλλομεν τὴν αἴνεσίν σου λέγοντες· Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.

Ὁ αὐτὸς

Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

 

Σήμερον ὁ οὐρανοῦ καὶ γῆς Ποιητής, παραγίνεται σαρκὶ ἐν Ἰορδάνῃ, Βάπτισμα αἰτῶν ὁ ἀναμάρτητος, ἵνα καθάρῃ τὸν κόσμον ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ βαπτίζεται ὑπὸ δούλου, ὁ Δεσπότης τῶν ἁπάντων, καὶ καθαρισμὸν δι᾽ ὕδατος τῷ γένει τῶν ἀνθρώπων δωρεῖται. Αὐτῷ βοήσωμεν, ὁ ἐπιφανεὶς Θεὸς ἡμῶν, δόξα σοι.

Δόξα... Καὶ νῦν...

Ἦχος πλ. δ΄

Θεοφάνους

Τὸν ἐκ Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον Βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς αὐτόν. Σὺ με ἁγίασον Δέσποτα τῇ θείᾳ Ἐπιφανείᾳ σου.

 

Ἀπολυτίκιον  Ἦχος α΄

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.Ἐκ τρίτου

 Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α᾽ Στιχολογίαν

 

Κάθισμα  Ἦχος γ΄

Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ

Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης· ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σε κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν· Δόξα Θεῷ τῷ ἐν Τριάδι.

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

Μετὰ τὴν β᾽ Στιχολογίαν

 

Κάθισμα  Ἦχος δ ᾽

Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ

Ἰορδάνη ποταμέ, τὶ ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί· καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρῖξαι καὶ δῦναι; οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν· ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε· καὶ συνεστάλη θάλασσα καὶ πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὸν Πολυέλεον

 

Κάθισμα  Ἦχος δ΄

Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ πλάνης, τῶν ἀνθρώπων τὸ γένος. διὸ σε ἱκετεύομεν· Σῶσον τὸν κόσμον σου.

 

 Ν′

ᾨδὴ α᾽  Ἦχος β᾽  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.».

 

Ἀδὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.

 

Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος· ὅτι δεδόξασται.

 

Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.

 

 Ἕτερος Κανὼν Ἰαμβικός, τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, οὗ ἡ Ἀκροστιχὶς διὰ Στίχων

 Ἡρωελεγείων.

 

Σήμερον ἀχράντοιο βαλών, Θεοφεγγέϊ πυρσῷ,

Πνεύματος, ἐνθάπτει νάμασιν, ἀμπλακίην,

Φλέξας παμμεδέοντος ἐΰς Πάϊς· Ἠπιόων δέ, Ὑμνηταῖς μελέων τῶν δε δίδωσι χάριν.

 

ᾨδὴ α᾽  Ἦχος β᾽  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Στείβει θαλάσσης, κυματούμενον σάλον,

 Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.

Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,

 Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,

Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.»

 

 Ὄρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,

Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου

Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,

Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,

Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.

 

Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,

Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ ,

Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,

 Ὄπα κρατίστην· Οὗτος ἠγαπημένος,

 Ἶσος τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν.

 

ᾨδὴ γ᾽  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χρηστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν· Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.»

 

Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία· δι᾽ ὕδατος καὶ Πνεύματος· υἱοὶ γὰρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.

 

Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος· Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.

 

Ἰαμβικὸς  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὅσοι παλαιῶν, ἐκλελύμεθα βρόχων,

Βορῶν λεόντων, συντεθλασμένων μύλας,

Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,

Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,

  τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.»

 

Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει,

Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,

Ἐπισκοπεῖται , σαρκικῇ παρουσίᾳ·

 Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,

Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.

 

 Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,

Γαστρὸς τυράννου, συγκεχωσμένην ὂροις.

Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,

Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.

 Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.

 

Ἡ Ὑπακοὴ  Ἦχος πλ. α΄

 Ὅτε τῇ Ἐπιφανείᾳ σου ἐφώτισας τὰ σύμπαντα, τότε ἡ ἁλμυρὰ τῆς ἀπιστίας θάλασσα ἔφυγε, καὶ ὁ Ἰορδάνης κάτω ῥέων ἐστράφη, πρὸς οὐρανὸν ἀνυψῶν ἡμᾶς, ἀλλὰ τῷ ὕψει τῶν θείων ἐντολῶν σου, συντήρησον Χριστὲ ὁ Θεός, πρεσβείαις τῆς Θεοτόκου, καὶ ἐλέησον ἡμᾶς.

 

ᾨδὴ δ᾽  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε· Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις».

 

Ῥυπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε Ὕδασιν Ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω· καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

 

Ὑπέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχὼν σοι· ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τάς ὄψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

 

Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κατήγορόν μοι ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

 

Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,

μνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,

Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,

Σάρκωσιν ἐμφαίνουσαν ἀρρήτου Λόγου,

  τῶν δυναστῶν τὰ κράτη συνετρίβη».

 

Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος,

Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,

 Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,

Υἷας συνελκύσαι τε τῇ σῇ Βαπτίσει,

Μάκαρ φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.

 

Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον,

Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,

Οὗτος προών μου, δεύτερος τῷ

σαρκίῳ, Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει,

 Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.

 

Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων,

Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων.

Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος,

Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,

Τοῦτον καθειργνύς, ἐκσαῴζει τὴν κτίσιν.

 

ᾨδή ε΄  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου· καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται».

 

Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι· Τὶς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε· παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.

 

Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὡς εἰς ἁπάντων, καρδίας ἐμβατεύει· καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.

 

Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,

Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,

Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,

Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,

Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη».

 

Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων,

Σειραῖς ἀφύκτοις, ὂν διαρθροῖ δακτύλοις,

 Ἵστησιν ἀμφ᾽ ὤμοισιν ἐξάρας ἄνω,

Νῦν ἐν πολυρρύτοισι δίναις ἐκπλύνων,

Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας.

 

Μετ᾽ εὐσεβείας προσδράμωμεν εὐτόνως,

Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,

Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,

Ἄντλημα προσφέροντα δίψης ἐνθέου,

Κόσμου προσηνῶς ἐξακεύμενον νόσον.

 

ᾨδὴ ς᾽  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος».

 

Γεννηθεὶς ἀρρεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός· οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον (διδάσκει ὁ Πρόδρομος), γηγενεῖς ἐκ πλάνης λυτρούμενος.

 

Ἐν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν· ἐν Πνεύματι δὲ καινοποιεῖ, δι᾽ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς Θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.

 

Ἰαμβικὸς  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,

 Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.

Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων,

Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,

Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.

 

Ἐκ ποντίου λέοντος ὁ τριέσπερος,

Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,

Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,

Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,

Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ᾽ ἐσχάτων.

 

Ἀνειμένων Πόλοιο παμφαὼν πτυχῶν,

Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,

Μένον τε Πνεῦμα τῷ παναχράντῳ

Λόγῳ, Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ,

Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.

 

Κοντάκιον  Ἦχος δ'   ΤΟ ΑΚΟΥΤΕ

Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε·  Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

Ὁ Οἶκος

Τῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν, τῇ τοῦ Ζαβουλὼν χώρᾳ, καὶ τοῦ Νεφθαλεὶμ γαίᾳ, ὡς εἶπεν ὁ Προφήτης, φῶς μέγα ἔλαμψε Χριστός, τοῖς ἐσκοτισμένοις φαεινὴ ὤφθη αὐγή, ἐκ Βηθλεὲμ ἀστράπτουσα· μᾶλλον δὲ ἐκ Μαρίας ὁ Κύριος πάσῃ τῇ οἰκουμένῃ ἀνατέλλει τάς ἀκτῖνας, ὁ Ἥλιος τῆς Δικαιοσύνης. Διὸ οἱ ἐξ Ἀδὰμ γυμνοί, δεῦτε πάντες ὑποδύωμεν αὐτόν, ἵνα θαλφθῶμεν· σκέπη γὰρ γυμνῶν, καὶ αἴγλη ἐσκοτισμένων, ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

 

 

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀββάδων, τῶν ἐν Σινᾷ ὄρει ἀναιρεθέντων.

Στίχοι

·       Σπάθαι τὸ πράξαν ὧδε τοὺς πολλοὺς φόνους,

·       Τὸ δ' αὖ πεπονθός, ἄνδρες ἀρετῆς φίλοι.

·       Ἀββάδας ἀμφὶ τετάρτῃ καὶ δεκάτῃ κτάνε χαλκός.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τριάκοντα τριῶν Πατέρων, τῶν ἐν τῇ Ῥαϊθὼ ἀναιρεθέντων.

Στίχοι

·       Ὡς πρὶν Ῥαχὴλ τὰ τέκνα, νῦν τοὺς Ἀββάδας,

·       Κλαίει Ῥαϊθώ, συγκεκομμένους σπάθαις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδούλου, υἱοῦ Νείλου τοῦ σοφοῦ.

Στίχοι

·       Ὁ Θεόδουλος ἀρεταῖς ὤφθη μέγας,

·       Μιμούμενος μάλιστα πατρὸς τὸν βίον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Στεφάνου, τοῦ κτίσαντος τὴν Μονὴν τοῦ Χηνολάκκου.

Στίχοι

·       Τῷ Χηνολάκκου τὴν Μονὴν δειμαμένῳ.

·       Θείῳ Στεφάνῳ, λάκκος ὠρύχθη τάφου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Μάρτυς Ἁγνή, ἐν σκοτεινῇ φρουρᾷ βληθεῖσα, τελειοῦται.

Στίχοι

·       Ἁγνὴν ἄναγνοι θέντες εἰς οἶκον σκότους,

·       Πάμφωτον αὐτῇ προύξένησαν οἰκίαν.

 

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός,ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».

 

 Ὥσπερ οὐρανῷ, σὺν τρόμῳ καὶ θαύματι παρίσταντο, ἐν Ἰορδάνῃ αἱ Δυνάμεις τῶν Ἀγγέλων σκοπούμεναι, τοσαύτην Θεοῦ τὴν συγκατάβασιν, ὅπως ὁ κρατῶν τὴν ὑπέρῳον τῶν ὑδάτων ὑπόστασιν, ἐν τοῖς ὕδασι, σωματοφόρος ἕστηκεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 

Νεφέλη ποτέ, καὶ θάλασσα θείου προεικόνιζε, Βαπτίσματος τὸ θαῦμα, ἐν οἷς ὁ πρὶν βαπτίζεται, διεξοδικῶς τῷ Νομοθέτῃ λαός, θάλασσα δὲ ἦν τύπος ὕδατος, καὶ νεφέλη τοῦ Πνεύματος, οἷς τελούμενοι· Εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 

Ἅπαντες πιστοί, ἐν ᾧ τὴν τελείωσιν ἐλάβομεν, θεολογοῦντες ἀσιγήτως, σὺν Ἀγγέλοις δοξάσωμεν, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον· τοῦτο γὰρ Τριὰς ὑποστάσεσιν ὁμοούσιος, εἷς δὲ Θεός, ᾧ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Ἰαμβικὸς  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τάς κάρας,

 Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,

Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,

Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,

 Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος».

 

Σὲ ζωγραφοῦσαν τὴν Ἀσσύριον φλόγα,

Ἐκστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην.

 Ὕδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον,

Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον,

Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον.

 

Ἀπορραγέντος τοῦ Ἰορδάνου πάλαι,

Ἰσθμῷ περᾶται λαός, Ἰσραηλίτης,

Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν,

Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων,

Πρὸς τὴν ἄρρευστον καὶ ἀμείνονα τρίβον.

 

 Ἴδμεν τὸ πρῶτον τὴν πανώλεθρον κλύσιν,

Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν,

 Ὦ τρισμέγιστα χρηματίζων καὶ ξένα.

Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν,

Δι᾽ εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν.

 

ᾨδὴ η'   Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας».

 

Ἀπόθου φόβον ἅπαντα, ὁ Λυτρωτὴς τῷ Προδρόμῳ ἔφησεν· ἐμοὶ δὲ πειθάρχει, ὡς Χριστῷ μοι πρόσελθε· τοῦτο γὰρ φύσει πέφυκα· ἐμῷ προστάγματι εἶξον, καὶ βάπτισόν με συγκαταβάντα, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

 

Ῥημάτων ὡς ἀκήκοεν, ὁ Βαπτιστὴς τοῦ Δεσπότου, σύντρομος παλάμην ἐκτείνει, χειραπτήσας ὅμως δέ, τὴν κορυφὴν τοῦ Πλάστου αὐτοῦ, τῷ βαπτισθέντι ἐβόα· Ἁγίασόν με· σὺ γὰρ Θεός μου, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

 

Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὔτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ· ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἰαμβικὸς  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται.

Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.

Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.

Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,

Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία.

 

Τριττοὶ θεουδεῖς ἐμπύρως δροσούμενοι,

Αἰγλῆντα τριτταῖς παμφαῶς ἁγιστείαις,

Σαφῶς ἐδήλουν τὴν ὑπέρτατον φύσιν,

Μίξει βροτείᾳ πυρπολοῦσαν ἐν δρόσῳ,

Εὐκτῶς ἅπασαν τὴν ὀλέθριον πλάνην.

 

Λευχειμονείτω πᾶσα γήϊνος φύσις,

Ἐκπτώσεως νῦν οὐρανῶν ἐπηρμένη·

 ᾯ γὰρ τὰ πάντα συντετήρηται Λόγῳ

Νάουσι ῥείθροις ἐκπλυθεῖσα πταισμάτων,

Τῶν πρὶν πέφευγε παμφαῶς λελουμένη.

 

ᾨδὴ θ'

ΜΕΓΑΛΥΝΑΡΙΑ

Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ

Ἦχος β'

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων. (Δὶς)

Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἰορδάνῃ, ἐλθόντα βαπτισθῆναι.

Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Προδρόμου, τὸ βάπτισμα λαβόντα.

Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς πατρῴας, φωνῆς μαρτυρηθέντα.

Μεγάλυνον ψυχή μου, τὸν ἕνα τῆς Τριάδος, κλίναντα τὸν αὐχένα, καὶ βάπτισμα λαβόντα.

Προφῆτα, δεῦρο πρὸς με, ἔκτεινον τὴν χεῖρα, καὶ βάπτισόν με τάχος.

Προφῆτα, ἄφες ἄρτι, καὶ βάπτισόν με θέλων· πληρῶσαι καὶ γὰρ ἦλθον, πᾶσαν δικαιοσύνην.

 

Ἕτερα εἰς τὸν Ἰαμβικὸν Κανόνα

 

Σήμερον ὁ Δεσπότης, κλίνει τὸν αὐχένα, χειρὶ τῇ τοῦ Προδρόμου.

Σήμερον Ἰωάννης, βαπτίζει τὸν Δεσπότην, ἐν ῥείθροις, Ἰορδάνου.

Σήμερον ὁ Δεσπότης, νάμασιν ἐνθάπτει, βροτῶν τὴν ἁμαρτίαν.

Σήμερον ὁ Δεσπότης, ἄνωθεν μαρτυρεῖται, Υἱὸς ἠγαπημένος.

Σήμερον ὁ Δεσπότης, ἦλθεν ἁγιάσαι, τὴν φύσιν τῶν ὑδάτων.

Σήμερον ὁ Δεσπότης, τὸ βάπτισμα λαμβάνει, ὑπὸ χειρὸς Προδρόμου.

Δόξα...

Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.

Καὶ νῦν...

Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.»

 

Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις· Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε· οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει· καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.

 

Ὁ Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει· τάς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου· οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε· ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.

 

Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι· ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται· ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.

 

Ἰαμβικὸς  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!

Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη·

Δι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,

Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,

Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»

 

 Ἴδμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα,

Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα.

 Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος,

Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην,

Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα.

 

Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν,

Ἄναξ ἄναρχε, Πνεύματος κοινωνία,

Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους,

Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην,

Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον.

 

                                                              Ἐξαποστειλάριον

Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ

Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

Ἐκ τρίτου

 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς᾽ καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα.

 

Ἦχος α'  Γερμανοῦ Πατριάρχου

Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν. (Δὶς)

Ὁ αὐτὸς

Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.

Ὁ αὐτὸς

Σὺ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ Κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.

Ὁ αὐτὸς

Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται. Βαπτίζεται Χριστὸς μεθ᾽ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος· ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται· ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον· διὰ λουτροῦ σωτηρία, δι᾽ ὕδατος τὸ Πνεῦμα· διὰ καταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται· θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι.

Ὁ αὐτὸς

Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια· καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν· καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός, πρὸς ὃν βοήσωμεν· Ὁ ἐπιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Δόξα... Ἦχος πλ. β'  Ἀνατολίου

Νάματα Ἰορδάνια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον· καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Ἦχος β' Ἀνατολίου

Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.

 

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις

 

Εἰς τὴν Λειτουργίαν ψάλλομεν, ἀντὶ τῶν Τυπικῶν, τὰ Ἀντίφωνα.

 

Ἀντίφωνον Α᾽

Ἦχος β'

Στίχ. α'. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.

 

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 

Στίχ. β'. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, ἐκ λαοῦ βαρβάρου.

 

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

 

Στίχ. γ'. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

 

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

 

Στίχ. δ'. Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

 

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δόξα... Καὶ νῦν...

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

 

Ἀντίφωνον Β᾽

Ἦχος β'

Στίχ. α'. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.

 

Σῶσον ἡμὰς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

 

Στιχ. β'. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.

 

Σῶσον ἡμς Υἱὲ Θεοῦ...

 

Στίχ. γ'. Περιέσχον μοι ὠδῖνες θανάτου, κίνδυνοι ᾄδου εὓροσὰν με.

 

Σῶσον ἡμς Υἱὲ Θεοῦ...

 

Στίχ. δ'. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.

 

Σῶσον ἡμς Υἱὲ Θεοῦ...

Δόξα... Καὶ νῦν...

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ...

 

Ἀντίφωνον Γ᾽

Ἦχος α'

Στίχ. α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Ἦχος α'

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

 

Στίχ. β'. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

 

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε...

 

Στίχ. γ'. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

 

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε...

 

Στίχ. δ'. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

 

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε...

 

Ε ἰ σ ο δ ι κ ὸ ν

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμὰς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Ἦχος α'

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Δόξα... Καὶ νῦν...

Κοντάκιον  Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ

Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

 

Ἀντὶ δὲ τοῦ Τρισαγίου

Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.

 

Κοινωνικὸν

Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα.