Τ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

IANOYAΡIOY

 

Προεόρτια τῶν Φώτων, καὶ ἡ Σύναξις τῶν Ἁγίων Ἑβδομήκοντα Ἀποστόλων, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου.

 

 

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἀποστόλων.

 

Ἦχος δ'

Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ

Κλεόπαν Ἀνδρόνικον, Σιλουανόν τε καὶ Ἄγαβον, Ἀνανίαν καὶ Φίλιππον, Πρóχορoν, Νικάνορα, Ῥοῦφον καὶ Σωσθένην, Λῖνόν τε καὶ Στάχυν, Στέφανον Τίμωνα ρμν, Φλέγοντα Μᾶρκον, Λουκᾶν Σωσίπατρον, Ἰάσονα καὶ Γάϊον καὶ Τυχικόν, καὶ Φιλήμονα, ἱεροῖς μελδήμασιν, οἱ πιστοὶ μακαρίσωμεν.

 

Νάρκισσος καὶ Τρόφιμος, Καῖσαρ Ζηνς καὶ Ἀρίσταρχος, Μᾶρκος Σίλας καὶ Γάϊος, Ἑρμῆς καὶ Ἀσύγκριτος, Ἀπολλς Κηφς τε, Κλήμης καὶ Ἰοῦστος, Κούαρτος Ἔραστος Λουκᾶς, Ὀνησιφόρος Κάρπος καὶ Εὔοδος, Ματθίας καὶ Ἰάκωβος καὶ Οὐρβανὸς Ἀριστόβουλος, Τυχικὸς καὶ Ἀρίσταρχος, ἐπαξίως τιμάσθωσαν.

 

Πούδην Ἡρωδίωνα, καὶ Ἀρτεμν καὶ Φιλόλογον, Ὀλυμπν τε καὶ Ῥόδιον, Ἀπελλῆν Ἀμπλίαν, Πατροβν καὶ Τίτον, Τέρπνὸν καὶ Θαδδαῖον, Ἐπαινετὸν τὸν θαυμαστόν, Ἀχαϊκόν τε, Ἀκύλαν Λούκιον, Βαρνάβαν Φουρτουντόν τε, καὶ Ἀπολλ τὸν ἀοίδιμον, καὶ τὸν Κρήσκην τιμήσωμεν, τοὺς σεπτοὺς θεοκήρυκας.

 

Ἕτερα Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου.

 

Ἦχος β'

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ

 Ὅτε κατετρώθης τὴν ψυχήν, ἔρωτι τῷ θείῳ Παμμάκαρ, τὸν σὸν ἐπάρας σταυρόν, χαίρων ἠκολούθησας τῷ σταυρωθέντι Χριστῷ καὶ νεκρώσας τὸ φρόνημα, σαρκὸς ἐγκρατεί, Πνεύματος ἐνέργειαν ζῶσαν εἰσδέδεξαι, λύειν νοσημάτων χειμῶνα, θέρμη πρεσβειῶν εὐπροσδέκτων· ὅθεν σε συμφώνως μακαρίζομεν.

 

 Ὅτε ἐπιμόνοις προσευχαῖς, καὶ συντονωτάτ νηστεί, τὸ πτικὸν τῆς ψυχῆς, Πάτερ ἀπεκάθηρας, ναὸς γεγένησαι, Τρισηλίου θεότητος, καὶ Ἱερωσύνης, χρῖσμα θεῖον ἅγιον ὑποδεξάμενος, νδον τῶν ἀδύτων εἰσῆλθες, θύων διὰ σ τὸν τυθέντα, διὰ συγκατάβασιν ἀπόρρητον.

 

Πρᾶος, ἀνεξίκακος ὀφθείς, ἐν ἀκεραιότητι γνώμης, Πάτερ Θεόκτιστε, κατεκληρονόμησας, πραέων ὄντως τὴν γῆν, καὶ μεθέξει θεούμενος, τρυφῆς ἀπολαύεις, καὶ ἀγαλλιάσεως, καὶ χαρμονῆς ἀληθοῦς, ἔνθα μνημονεύων μὴ παύσῃ, τῶν ἐορταζόντων ἐκ πόθου, καὶ τὴν σὴν τιμώντων θείαν κοίμησιν.

Δόξα... Καὶ νῦν... Ἦχος γ'

Φαιδρὰ μὲν ἡ παρελθοῦσα Ἑορτή, ἔνδοξος ἡ παροῦσα ἡμέρα· Ἐν ἐκείνῃ τὸν Σωτρα Μάγοι προσεκύνησαν· ἐν ταύτῃ δὲ τὸν Δεσπότην, δοῦλος κλητὸς ἐβάπτισεν. Ἐκεῖ Ποιμένες ἀγραυλοῦντες, εἶδον καὶ ἐθαύμασαν· ὧδε φωνὴ τοῦ Πατρός, τὸν μονογενῆ Υἱὸν ἐκήρυξε.

 

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

 

Ἦχος β'  Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ

Ὀ λύχνος τῷ Φωτί, ἡ αὐγὴ τῷ Ἡλίῳ, ὁ φίλος τῷ Νυμφίῳ, ὁ Πρόδρομος τῷ Λόγῳ, Προφῆτα καθυπούργησον.

 

Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.

 

 Ἦλθεν ὁ φωτισμός, ἡ λύτρωσις ἐφάνη, ἐν Ἰορδάνῃ, δεῦτε, συνέλθωμεν ῥυφθῆναι, καὶ σαι προεόρτια.

 

Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.

 

Πάντα μοι διὰ σοῦ, τὰ καλὰ Θεοτόκε, ὁ Θεὸς ἐν ἀνθρώποις, τὸ φῶς ἐν Ἰορδάνῃ, κἀγὼ ἐν τῷ φωτὶ αὐτοῦ.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'

Ἔρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησ πρὸς αὐτόν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς με; οὐ τολμῶ ὁ χόρτος προσψασαι τῷ πυρί, σὺ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ σου.

 

Ἀπολυτίκιον  Ἦχος γ'

Ἀπόστολοι Ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Καὶ Προεόρτιον  Ἦχος δ'

 Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.

 

Ἐν τοῖς Ἀποδείπνοις ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς.

 

                                       Τῇ μακρᾷ πέμπτῃ μακρὸν ὕμνον ἐξᾴδω.

 

ᾨδὴ α’  Ἦχος πλ. β'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τμηθείσῃ τμᾶται, πόντος ἐρυθρός, κυματοτρόφος δὲ ξηραίνεται βυθός, ὁ αὐτὸς μο ἀόπλοις γεγονὼς βατός, καὶ πανοπλίταις τάφος· ᾠδὴ δὲ θεοτερπὴς ἀναμέλπετο· Ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν».

 

Ἡ πανταιτία, καὶ παρεκτικὴ ζωῆς, ἡ ἄπειρος Σοφία τοῦ Θεοῦ, ᾠκοδόμησε τὸν οἶκον ἑαυτῆς, Ἁγνῆς ἐξ ἀπειράνδρου Μητρός, πρός, Ἰορδάνου δὲ νῦν ῥοὰς ἔρχεται, αἰτοῦσα τὸ Βάπτισμα, βροτῶν εἰς ἀνάπλασιν.

 

Μυσταγωγοῦσα, πάντας συγκαλεῖ, τοὺς ἐξ Ἐθνῶν ἡ τοῦ Θεοῦ Σοφία, πρὸς τὸ φῶς, τοὺς ἐν σκότει πρὶν ἀγνοίας ἀφεγγοῦς, κειμένους εἰς ἐπίγνωσιν ἀληθείας, ἀνάγουσα μυστικς τῷ Βαπτίσματι, καρδίας καθαίροντι, καὶ κτίζοντι Πνεύματι.

 

Ἀκουτισθῶμεν, νῦν προφητικῶν, ἐκπληρουμένων διὰ Πνεύματος φωνῶν· ὁ βαπτίζων γὰρ ἐν Πνεύματι καὶ πυρί, ἐπείγεται Χριστὸς πρὸς Ἰορδάνην. Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε· ὑμῶν γὰρ τὰ πρόσωπα, οὐ καταισχυνθήσονται.

 

ᾨδὴ γ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Κύριος ὢν πάντων, καὶ κτίστης Θεός, τὸ κτιστὸν ὁ ἀπαθής, πτωχεύσας σεαυτῷ νωσας, καὶ τοῖς ρείθροις ἔμελλες ἐλθεῖν, αὐτὸς ὢν τοῖς λαοῖς προσεφώνεις· Ὕδωρ τῆς ζωῆς ἀντλήσατε, καὶ πίστει στερεωθήσεσθε».

 

Ῥύσιον ψυχῶν, καὶ σωμάτων ἅμα, τοῦ Βαπτίσματος τὴν χάριν, Σῶτερ ἔρχῃ χαρίσασθαι· διὰ τοῦτο βραβεύεις νῦν ἡμῖν, καὶ χάριν ἀντὶ χάριτος κράζων· Ὕδωρ τῆς ζωῆς ἀντλήσατε, καὶ πίστει στερεωθήσεσθε.

 

 Ἄφρων ἀνήρ, ὁ μὴ γινώσκων Θεόν· διαφθείρεται καὶ γάρ, ἀτόποις ἐπιτηδευμασιν, ἐλαττοῦται παντὸς ἐξ ἀγαθοῦ, καὶ πάσης ἐκπίπτει σωτηρίας, οπερ τῆς μερίδος ἅπαντες, οἱ Χριστὸν γνόντες ῥυσθείημεν.

 

                                                         ᾨδὴ δ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Προκατιδὼν ὁ Προφήτης, τοῦ μυστηρίου σου τὸ ἀπόρρητον, Χριστὲ προανεφώνησεν· Ἔθου κραταιάν, Βαπτίσματος τὴν χάριν τοῖς πίστει, τοῦτο δεχομένοις ἅπασιν, εἰς λύτρωσιν τῶν ἀμπλακημάτων ἡμῶν».

 

Ἐπὶ τὸ Βάπτισμα σπεύδεις, τὸ τοῖς θνητοῖς πηγάζον τὴν ἄφεσιν, πεφορτισμένοις ἅπασι, πταίσμασι κακοῖς, κακῶς ἐν μοχθηρίᾳ βιοῦσι, τὴν κατὰ ψυχὴν ἀνάπαυσιν αὐτοῖς, ὡς οἰκτίρμων παρέξειν ἐπαγγειλάμενος.

 

Μεταλαβὼν τῆς σαρκός μου, τῆς σῆς θεότητος μεταδίδως μοι· εἰκὼν γὰρ ἀπαράλλακτος, ὢν τοῦ σοῦ Πατρός, χωρεῖς ἐπὶ χειρῶν σου Σῶτερ τὸ πλάσμα, πλὴν τῆς ἁμαρτίας, ἄνθρωπος φανες, τῷ ὁμοίῳ καθαίρων, Λόγε τὸ ὅμοιον.

 

Πόμα καὶ χρῖσμα καὶ Πνεῦμα, τῆς σῆς σφραγῖδος Σῶτερ γνωρίσματα, καὶ μυστικὰ χαρίσματα, καὶ τῶν δωρεῶν τῶν θείων, ἀξιέραστα γέρα· τὸν Μονογενῆ καὶ γὰρ σε ἱλασμόν, ὁ Πατὴρ εἰς τὸν κόσμον ἀπέστειλεν.

 

ᾨδή ε'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τῷ συνδέσμ τῆς δειλίας, συνεχόμενος νῦν ὁ Πρόδρομος, παραιτεῖται τὸ βαπτίζειν, εὐλαβῶς Χριστὸν θεασάμενος, γυμνὸν ἑστῶτα ἐπὶ τοῦ ὕδατος, ὕδατι στεγάζοντα τὰ ὑπερα».

 

Ἡ τὸ ἄσχετον κρατοῦσα, καὶ ὑπερῷον ἐν αἰθέρι ὕδωρ, ἡ ἀβύσσους χαλινοσα, καὶ θαλάσσας ἀναχαιτίζουσα, Θεοῦ Σοφία, μολεῖ πρὸς Ἰορδάνην· Βάπτισμα δὲ δέχεται, χειρὸς ἐκ δούλου.

 

Μορφωθεὶς Ἀδὰμ τὸν πρῶτον, Βαπτισμῷ ἥκει καθραι Χριστός, ὁ νεφέλαις δὲ τὸν πόλον, περιβάλλων καὶ ἀναβαλλόμενος φῶς, γυμνὸς ὁρᾶται, ἐν Ἰορδάνου ῥείθροις·  καὶ χειρὶ κατέχεται, ὁ πάντα φέρων.

 

ᾨδὴ ς'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἄβυσσος ἐσχάτη, ἁμαρτημάτων ἐκύκλωσέ με, καὶ τὸν κλύδωνα μηκέτι φέρων, ὡς ωνς τῷ Δεσπότῃ βο σοι· Ἐκ φθορᾶς με ἀνάγαγε».

 

Κύριόν σε γνόντες, οὐρανοὶ διηγοῦνται τὴν σήν, Σῶτερ δόξαν ἐν τῇ σῇ γεννήσει, νῦν δὲ Πατὴρ σε κηρύττει, Υἱὸν ἀγαπητὸν βαπτιζόμενον.

 

Ῥύπον πᾶς ὁ φέρων, ἀπορρυφθήτω δακρύων κρουνοῖς, καὶ Χριστῷ ἐν τρόμῳ προσερχέσθω, πυρὶ καὶ Πνεύματι θείῳ, καθραι προϊόντι τὴν φύσιν ἡμῶν.

 

ᾨδὴ ζ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

 

Νευστάζων κάραν πρὸς ἔχθραν, μηδεὶς δολίως κινήσειε, τῷ πλησίον κακῶς ἀποδοῦναι, κακὸν ἀντὶ κακοῦ μελετῶν, ἀλλ' ἐν ἀγάπῃ Κύριον, τὸν φανέντα τιμήσωμεν.

 

Ὑμῶν Χριστοῦ ὅσοι φίλοι, μικρὸν προσκακοπαθὴσατε, τούτῳ μορφωθέντι καὶ φανέντι, καθ' ἡμᾶς καὶ τὸ Βάπτισμα, ἐπειγομένῳ δέξασθαι, τῆς εἰκόνος εἰς κάθαρσιν.

 

Μεθ' ὅστις ἐμοῦ κατέλθῃ, καὶ συνταφῇ τῷ Βαπτίσματι, μετ' ἐμοῦ τῆς δόξης ἀπολαύσει, καὶ τῆς ἀναστάσεως, Χριστὸς νῦν ἐπαγγέλλεται· πιστῶς ὑπαντήσωμεν.

 

ᾨδὴ η'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Οἱ δαιτυμόνες τῆς Θεοῦ τροφῆς, τῆς Βηθλεὲμ τῷ λόγῳ κατατρυφήσαντες, σὺν Ἀγγέλοις τε δοξάσαντες, καὶ Ποιμέσι καὶ Μάγοις, τὸν σαρκωθέντα, νῦν πρὸς Ἰορδάνην μυστικς, πορευθῶμεν ὀψόμενοι, μυστήριον τὸ μέγα, ὅπερ ἥκει Χριστὸς ἐκτελέσων, ν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

Νόμου τηροῦντες τὸ κεφάλαιον, καὶ προφητῶν ἀγάπην ἐνστερνισάμενοι, μιμηταὶ Χριστοῦ γενώμεθα, δι' ἀγάπησιν ἄκραν σάρκα λαβόντος, καὶ διὰ Βαπτίσματος ἡμᾶς τῷ Πατρὶ καταλλάξαντος, καὶ διδάξαντος μέλπειν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἐδεξιοῦτο τὸν ἐρχόμενον, τάς ἁμαρτίας πάντων καθᾶραι νάμασιν, ἀλλὰ τοῦτον διεκώλυε, συστελλόμενος φόβῳ· Ἐγὼ γὰρ χρείαν ἔχω βαπτισθῆναι ὑπὸ σοῦ, τῷ Νυμφίῳ ἀντέφησεν, ὁ φίλος ἡ φωνή τε τῷ Λόγῳ, καὶ Ἡλίῳ ὁ λύχνος, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ξενίας Δεσποτικῆς, καὶ ἀθανάτου τραπέζης, ἐν πενιχρῷ σπηλαίῳ πρίν, ἀπολαύσαντες, νῦν πρὸς Ἰορδάνην δράμωμεν, μυστήριον ὀψόμενοι ξένον, τὸ τῆς ἄνω λαμπρότητος πρόξενον».

 

Ἄπιτε τῆς Βηθλεέμ, οἱ τρυφηταὶ τῶν θαυμάτων, πρὸς χώραν Ἰορδάνου, κκεῖ ὀψόμενοι, ἔργα μυστικῶς τελούμενα, Βαπτίσματί τε τὸν Χριστὸν προσελθόντα·  τὸν Ἀδὰμ ἀναπλάσαι, καὶ γὰρ σεσάρκωται.

 

Δημιουργὸς γεννηθείς, ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, ἐτέχθη ἐπ' ἐσχάτων, ἀτρέπτως σαρκωθείς, Κόρης ἐξ ἁγνῆς θεόπαιδος, διπλοῦς Θεὸς καὶ ἄνθρωπος θέλων, τὸν Ἀδὰμ ἀναπλάσαι διὰ Βαπτίσματος.

 

 Ὡς ἄνθρωπος ἐπέστης, οὐσί ο φαντασί, ὡς ες ἐν μέσῳ πάντων, ζητῶν τὸ Βάπτισμα, ὁ μόνος φύσει ἀνεύθυνος· ἐνθάψαι γὰρ εὐθύνας ἦλθες, τῶν ἀνθρώπων, ἐν ὕδασι βαπτιζόμενος.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν

 

Κάθισμα  Ἦχος δ'

Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Ἰδοὺ παραγίνεται, πρὸς Ἰορδάνην Χριστός, φωνεῖ τῷ Προδρόμῳ τε· Δεῦρο μὲ βάπτισον, τὸν πᾶσαν καθαίροντα, κόσμου τὴν ἁμαρτίαν, ποταμίοις ἐν ῥείθροις, ἔκτεινόν σου τὴν χεῖρα, κορυφήν μου πρὸς θείαν· χειρὸς γὰρ τὸ παράπτωμα, ἦλθον ἰάσασθαι.

Δόξα... Καὶ νῦν... ὁ αὐτὸς

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ

Τὸν Βασιλέα τοῦ παντὸς καὶ Δεσπότην ἐπὶ τὸ Βάπτισμα πιστοὶ καθορῶντες, θεοπρεπς ἐρχόμενον ὑμνήσωμεν αὐτόν, τρίβους καρδιῶν ἡμῶν, εὐτρεπίσωμεν πόθῳ, σπίλους ἀποπλύνοντες, τῶν δεινῶν ἐγκλημάτων· Ἰδοὺ γὰρ σσαι γένος τῶν βροτῶν, ἐν Ἰορδάνου ῥοαῖς παραγίνεται.

 

Μετὰ τὴν β' Στιχολογίαν

 

Κάθισμα  Ἦχος πλ. δ'

Ἀνέστης ἐκ νεκρὼν ΤΟ ΑΚΟΥΤΕ

Ὁ μέγας Βαπτιστής, τοῦ Κυρίου ἀγάλλου· ἐπέστη γὰρ Χριστός, ὑπὸ σοῦ βαπτισθῆναι, τρέμεις ὡς ὑπηρέτης· ὁ γὰρ Δεσπότης κεφαλὴν κλίνει σοι· ἅψαι τῆς θείας κάρας, τοῦ ἁπτομένου χειρὶ τὰ σύμπαντα, καὶ εὐδοκί σῴζοντος Θεοῦ, τὸ γένος τῶν ἀνθρώπων.

 

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

 

Οἱ Κανόνες. ὁ Προεόρτιος εἰς ς' τῶν Ἁγίων Ἀποστόλων εἰς δ' καὶ τοῦ Ὁσίου εἰς δ'. Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς.

 

Κατὰ Ἀλφάβητον. Ἰωσήφ.

 

ᾨδὴ α’  Ἦχος πλ. β'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θε ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».

 

Ἀγαλλιάσθω ἡ κτίσις, αἱ πατριαί, τῶν Ἐθνῶν ᾀδέτωσαν. Ἰησοῦς ὁ Βασιλεύς, πάσης γῆς προέρχεται ῥοαῖς, Ἰορδάνου τὴν ἡμῶν, ποισαι κάθαρσιν.

 

Βασιλικὴν ἁλουργίδα παρθενικῶν, ἐξ αἱμάτων Κύριε, ἐνδυσάμενος σαρκί, ποταμοῦ πρὸς ῥεύματα γυμνός, ἐπιβαίνεις τὴν ἡμῶν, ἐνδύων γύμνωσιν.

 

Γόνος Πατρὸς προανάρχου σὺ πεφυκώς, πρὸς τὸν Γόνον εὔσπλαγχνε, Ζαχαρίου εὐτελῶς, παραγίνῃ βάπτισμα αἰτῶν, ὅπως χάριτι υἱοὺς Θεοῦ ποιήσῃς ἡμᾶς.

 

Κανὼν τῶν Ἀποστόλων, οὗ ἡ Ἀκροστιχίς.

 

Χριστοῦ Μαθητὰς δευτέρους ἐπαινέσω. Ἰωσήφ.

 

ᾨδή α'  Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ

«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».

 

Χριστῷ μαθητεύσαντες, τῷ δι' ἡμᾶς ὕλῃ σώματος, φανέντι Πανεύφημοι, κατεφωτίσατε, κόσμον ἅπαντα, ἀκτῖσιν εὐσεβείας, τὸ σκότος μειώσαντες τῆς ἀθεότητος.

 

Ῥεόντων ἀφέμενοι, τὸ πεφυρμένον καὶ ἄστατον, Χριστῷ ἡκολούθησαν, Κρήσκης καὶ Πρόχορος, καί, Ἀνδρόνικος, Θαδδαῖος καὶ Νικάνωρ, φωστῆρες γενόμενοι, θεοειδέστατοι.

 

Ἰσχὺν τοῦ ἀλάστορος, κατεπαλαίσατε ἔνδοξοι, ἰσχύϊ τοῦ Πνεύματος, τοὺς τῇ μανίᾳ τε, ἀθεότητος, τελείως παρεθέντας, ἰσχύος ἐπλήσατε, καὶ θείας γνώσεως.

 

Σαρκὸς ὁμοιώματι, ἐπιφανέντα τὸν Κύριον, Ἀμπλίας ἐκήρυξε, Στάχυς καὶ Φίλιππος, ὡς Ἀπόστολοι, ὡς θεῖοι Ἱεράρχαι, ὡς ὄντες διάκονοι, τῶν ὑπὲρ ἔννοιαν.

Θεοτοκίον

Τὸ θεῖον παλάτιον, τοῦ Βασιλέως τιμήσωμεν, ἐν κατεσκήνωσε, καθὼς ἠθέλησε, τὴν ἀπείρανδρον, καὶ μόνην Θεοτόκον, δι' ἧς ἐθεώθημεν, ὑμνολογήσωμεν.

 

Κανὼν τοῦ Ὁσίου. Ποίημα Θεοφάνους

 

ᾨδὴ α’  Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ

«Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν Φαραωνίτιδα πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».

 

Τῆς τρυφῆς χειμάρρους ὁ Χριστός, νάμασι προέρχεται, δουλοπρεπῶς τοῦ Ἰορδάνου λούσασθαι, τὰ ὄρη σκιρτήσατε, ἀγαλλίασιν, οἱ βουνοὶ περιζώσασθε, οἱ ῥερυπωμένοι, κάθαρσιν πρὸς θείαν εὐτρεπίσθητε.

 

Ἡ φωσφόρος μνήμη σου ἡμῖν, σήμερον ἐξέλαμψεν, ἡλιακὰς μαρμαρυγὰς Θεόκτιστε, τῶν κατορθωμάτων σου, τῶν παθῶν ἡμῶν, ἐλαυνούσας κατήφειαν, ν ἐπιτελοῦντες, πίστει σε καὶ πόθῳ μακαρίζομεν.

 

Πτερωθεὶς τῷ πόθῳ Χριστοῦ, γέγονας μετάρσιος, τῆς κοσμικῆς ἀπαναστὰς συγχύσεως· ὅθεν προσεχώρησας, πρὸς ἀσκήσεως τὰ ἐπίπονα σκάμματα, καὶ δι' ἐγκρατείας, Ἄγγελος καθάπερ ἐπεβίωσας.

Θεοτοκίον

Τὴν Ἁγνὴν ἀγνεύοντι νο, δεῦτε μακαρίσωμεν, τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησε, Θεὸς ἐκλεξάμενος, ν κατῴκησεν, ὡς σκηνὴν ἁγιάσματος, ὡς τιμιωτέραν, πάντων τῶν κτισμάτων ἀνυμνήσωμεν.

 

ᾨδὴ γ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Οὐκ ἔστιν Ἅγιος ὡς σὺ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

 

Δεσπόζων πάντων ὡς Θεός, δούλου φέρεις εἰκόνα, καὶ πρὸς δοῦλον οἰκτίρμον, παραγίν σαρκικς, Βαπτίσματι θεουργ, τῆς δουλείας, τοῦ ἐχθροῦ ἐξαίρων ἡμᾶς.

 

Ἐπέστης ῥείθρῳ διατί; ποίαν κάθαρσιν θέλων, ποῖον ῥύπον ἐκπλύνειν, ὑπεράγαθε ζητῶν; ὑμνῶ σου τὴν ὑπὲρ νοῦν, διὰ σπλάγχνα Λόγε συγκατάβασιν.

 

Ζητῶν τὸ πρόβατον Χριστέ, ὅπερ ἄγριος λύκος, κατεσπάραξε δόλῳ, Ἰορδάνου ταῖς ῥοαῖς, ἐφίστασαι ἐκβον, τῷ Προδρόμῳ· Δεῦρο σύ με βάπτισον.

 

Τῶν Ἀποστόλων

 

Τοὺς σος ὑμνολόγους ΤΟ ΑΚΟΥΤΕ

Οἷα ποταμοὺς ὑμᾶς ὁ Λόγος, εἰς πᾶσαν ἐξέπεμψε τὴν γῆν, πληροῦντες ταύτην Πάνσοφοι, ἀρδείαις θείου Πνεύματος, καὶ τὸν φλογμὸν ἐξαίροντες, τῆς ἀθεΐας ἐν χάριτι.

 

Ὑμνήσωμεν Τίμωνα τὸν θεῖον, τὸν Σίλαν τε καὶ Σιλουανόν, καὶ πίστει ἐπαινέσωμεν, Ἐπαινετὸν τὸν ἔνδοξον, καὶ Οὐρβανὸν καὶ Ἄγαβον, τοὺς ἀληθῶς χριστοκήρυκας.

 

Μακάριοι ἤδη γεγονότες, ὡς ὄντως μακάριον Θεόν, διδάσκαλον πλουτήσαντες, τοὺς πρὶν ἀθλίους Πάνσοφοι, μετόχους ἀπεδείξατε, ἐνθέου μακαριότητος.

Θεοτοκίον

Ἁγνὴ πρὸ τοῦ τόκου καὶ ἐν τόκῳ, καὶ μετὰ τὸν τόκον ἀληθῶς, Παρθενομῆτορ πέφηνας· Θεὸν γὰρ ἀπεκύησας, ν Ἀποστόλων σύλλογος, περιφανῶς ἀνεκήρυξεν.

 

Τοῦ Ὁσίου

 

Ἐν πέτρᾳ με τῆς πίστεως ΤΟ ΑΚΟΥΤΕ

Ἀβύσσους τῷ προστάγματι ὁ ποιήσας, ὁ ὕδατι στεγάζων τὰ ὑπερα, ἐν ὕδασι προέρχεται βαπτισθῆναι, ψυχὴ γρηγόρησον, παθῶν καθάρθητι, ἀρετῶν προσφέρουσα τὰ βλαστήματα.

 

Ἡδύπνοον ὡς ῥόδον τῇ γεωργίᾳ, τοῦ Πνεύματος ἀσκήσεως ἐν λειμῶνι, ἐξήνθησας Θεόκτιστε εὐωδίας, πληρῶν τοὺς ψάλλοντας, Θε ἑκάστοτε· Ὡς οκ στιν ἅγιος, πλὴν σου Κύριε.

 

Ἐλαία ὡς κατάκαρπος ἐν τῷ οἴκῳ, Κυρίου ἀνεβλάστησας τῷ ἐλαίῳ, τῶν πόνων σου Θεόκτιστε ἱλαρύνων, ἡμῶν τὰ πρόσωπα, ψαλλόντων, Ὅσιε· Ὡς οκ στιν ἅγιος, πλὴν σου Κύριε.

Θεοτοκίον

Πολλοὶ οἱ πολεμοῦντες με ἀπὸ ὕψους, ἐν ὀδύνῃ ἐξέλιπεν ἡ ζωή μου, κατέδυσα εἰς χάος πλημμελημάτων, σῶσον μὲ Δέσποινα, μὴ ὑπερίδῃς με, προστασίαν ἄμαχον· σ γὰρ κέκτημαι.

Ὁ Εἱρμὸς

«Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οκ στιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οκ στι δίκαιος πλὴν σου Κύριε»

 

Κάθισμα τῶν Ἀποστόλων

Ἦχος γ'  Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ

Στῦλοι ἄσειστοι τῆς Ἐκκλησίας, ἑδραιώματα τῆς εὐσεβείας, γεγενημένοι Μαθηταὶ τοῦ Θεοῦ ἡμῶν, διατηρήσατε ταύτην ἀλώβητον, ἀποσοβοῦντες τοῦ πλάνου τὰ σκάνδαλα, καὶ αἰτούμενοι, Χριστὸν τὸν Θεὸν ἑκάστοτε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... τοῦ Ὁσίου  Ἦχος α’

Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ

Ποιμάνας θεαρέστως τοῦ Κυρίου τὸ ποίμνιον, τῇ σύριγγι τοῦ λόγου, θεοφόρε Θεόκτιστε, εἰς χλόην ἀπαθείας καὶ ζωῆς, προσήγαγες σῳζόμενον Θεῷ, καὶ πρὸς τοῦτον ἐκδημήσας, μισθὸν τῶν πόνων εἴληφας ἐπάξιον. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σε στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Καὶ νῦν... Προεόρτιον, ὅμοιον

Τοῦ Ἰησοῦ γεννηθέντος, ἐκ Παρθένου Μαρίας, καὶ ἐν Ἰορδάνῃ βαπτισθέντος ὑπὸ τοῦ Ἰωάννου, τὸ Πνεῦμα κατῆλθεν ἐπ' αὐτόν, ὁρώμενον ἐν εἴδει Περιστερᾶς· διὰ τοῦτο ὁ Προφήτης, σὺν τοῖς Ἀγγέλοις ἔλεγε κραυγάζων· Δόξα τῇ παρουσίᾳ σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

 

ᾨδὴ δ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ορτάζουσα».

 

 Ἡνίκα εἶδέ σε, τὸ ῥεῖθρον Κύριε, Ἰορδάνου ἐστράφη, ἡ δὲ πολλοῖς, πάθεσι κατάρρυπος, φύσις ἡμῶν πρὸς οὐρανούς, ἀνεστράφη προσκυνοῦσά σε.

 

Θαμβεῖται ἥλιος, ὁρῶν σε Ἥλιε, σαρκικῶς γυμνωθέντα καὶ μυστικῶς, πᾶσαν καταυγάζοντα, τὴν γυμνωθεῖσαν σκοτεινῇ, παραβάσει φύσιν Δέσποτα.

 

Ἰδοὺ ἡ κάθαρσις, ἰδοὺ ἡ λύτρωσις, ἡ ἀνάπλασις πάντων, ὁ φωτισμός, ἦλθεν εἰς τὰ ἴδια, οἰκειωθῶμεν οὖν αὐτῷ, διὰ βίου καθαρότητος.

 

Τῶν Ἀποστόλων

 

Τὴν ἀνεξιχνίαστον ΤΟ ΑΚΟΥΤΕ

Θάλασσαν ἐτάραξαν τὴν τῶν Ἐθνῶν, ταύτην ἐπιβάντες οἱ πάνσοφοι, καθάπερ ἵπποι, τοῦ Σωτῆρος Μαθηταί, καὶ τοὺς πιστοὺς διέσωσαν, ὕδατι Ἁγίῳ καὶ Πνεύματι.

 

 Ἤστραψαν ὡς ἥλιος ἐπὶ τῆς γῆς, Πούδης Ἀπελλῆς καὶ Φιλόλογος, καὶ Ἡρωδίων, Ῥοῦφός τε καὶ Πατροβς, καὶ τοὺς πιστοὺς ἐφώτισαν, σκότους ἀγνωσίας ῥυσάμενοι.

 

Τείνας ἐξαπέστειλε βέλη ὑμᾶς, ὡς ἠκονημένα ὁ εὔσπλαγχνος, βέλη συνθλντα, τοῦ ἐχθροῦ καὶ τοὺς δεινῶς, τραυματισθέντας Ἔνδοξοι, χάριτι Θεοῦ θεραπεύοντας.

 

Αἴνεσιν προσάξωμεν τῷ Λυτρωτῇ, ἀνυμνολογοῦντες Ῥοδίωνα, τὸν θεηγόρον, καὶ Ἑρμῆν τὸν εὐκλεῆ, καὶ τὸν σοφὸν Ἀσύγκριτον, Λῖνόν τε τὸν θεῖον καὶ Γάϊον.

Θεοτοκίον

Σ μακαριώτατος πάλαι χορός, τῶν προφητευόντων ἐν Πνεύματι, θεηγορίαις, ἱεραῖς θεοπρεπῶς, κατονομάζει Πάναγνε, Πύλην τε καὶ Ὄρος κατάσκιον.

 

Τοῦ Ὁσίου

 

Ἐλήλυθας, ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ

Ἐστάλαξαν, γλυκασμὸν οἱ τῶν πόνων ἱδρῶτές σου, πικρίαν ἐξαίροντες, τὴν τῶν Δαιμόνων Ἀοίδιμε, νόσων φυγαδεύοντες, τάς ἁλμυρὰς διεκχύσεις ἀξιάγαστε.

 

Θεουμένος, ἀνενδότοις καθάρσεσιν Ὅσιε, φωστὴρ ἐχρημάτισας, τῶν Μοναστῶν φαεινότατος, τύπος ἀκριβέστατος, καὶ ποδηγέτης, καὶ πύργος ἀδιάσειστος.

 

Διέρρηξας, τῶν παθῶν τάς θαλάσσας Θεόκτιστε, τῇ ῥάβδῳ τῆς Πίστεως, καὶ Φαραὼ τὸν ἀόρατον, Πάτερ κατεπόντισας, ἐπαγγελίας πρὸς χθόνα φθάσας Ὅσιε.

Θεοτοκίον

Κεκράξομαι, ἐν νυκτὶ καὶ ἡμέρᾳ Πανάμωμε, πρὸς σ καὶ σωθήσομαι, καὶ ἡδονῶν ὑπερβήσομαι, τεῖχος καὶ ῥυσθήσομαι, πειρατηρίων, Δαιμόνων, μεσιτεί σου.

 

ᾨδή ε'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τάς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».

 

Καρποφορήσωμεν τῷ Χριστῷ, βίον καθαρόν· ἔρχεται γάρ, ἀποκαθαίρων τος ὕδασι, τῶν ἁμαρτημάτων τὸν ῥύπον χάριτι, ὁ μόνος εὐεργέτης καὶ ἀναμάρτητος.

 

Λαὸς ἐν σκότει τῶν δυσχερῶν, πάλαι ὁ καθήμενος τὸ φῶς, ἐπιφανὲν σοι τὸ ἄδυτον, βλέψον, καὶ ταῖς θείαις αὐγαῖς φωτίσθητι, καὶ τοῦ ἐπιφανέντος τὴν χάριν ὕμνησον.

 

Μέγα μυστήριον ἐκτελῶν, μέγιστον πρὸς Πρόδρομον τὸν σόν, μεγαλόδωρε Κύριε, ἔρχῃ σμικρυνθεῖσαν τὴν ἀνθρωπότητα, ἀρρήτως μεγαλύνων διὰ Βαπτίσματος.

 

Τῶν Ἀποστόλων

 

Ἐξέστη τὰ σύμπαντα ΤΟ ΑΚΟΥΤΕ

Δεσμεῖν τε πανεύφημοι, καὶ λύειν ὡς Ἀπόστολοι, λαβόντες ὑμεῖς τὴν ἐξουσίαν, τοὺς δεδεμένους κακοπιστίας δεσμῷ, ἐλύσατε· ὅθεν τὴν ὑμῶν, μνήμην ἑορτάζομεν, πιστῶς περιχορεύοντες.

 

Ἐνθέοις, Ἀρίσταρχος, τιμάσθω μελῳδήμασι, Τέρτιος, Ἰάσων καὶ Σωσθένης, Καῖσαρ καὶ Μᾶρκος, Λουκᾶς Σωσίπατρος, Κούαρτος καὶ θεῖος Ἀπελλῆς, Κλήμης Ἐπαφρόδιτος, καὶ ὁ πάνσοφος Ἔραστος.

 

 Ὑμᾶς ὡς τοὺς Δώδεκα, ἀπέστειλεν ὁ Κύριος, πᾶσαν ἐκριζοντας ἀθεΐαν, πᾶσιν ἀνθρώποις καταφυτεύοντας, γνῶσιν θεϊκὴν περιφανς, ἔνδοξοι Ἀπόστολοι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον

Τὰ ὄμματα φώτισον, Παρθένε τῆς καρδίας μου, λάμψον μοι ἀκτῖνα μετανοίας, σκότους μὲ ῥῦσαὶ διαιωνίζοντος, Πύλη τοῦ φωτὸς Χριστιανῶν, πάντων τὸ προσφύγιον, τῶν πιστῶς ἀνυμνούντων σε.

 

Τοῦ Ὁσίου

 

Ὁ φωτισμὸς τῶν ἐν σκότει ΤΟ ΑΚΟΥΤΕ

Τῶν προσευχῶν, τῷ ἀρότρῳ ἀνανεώσας, γῆν τῆς καρδίας, ταύτῃ κατεβάλου τοῦ λόγου σπόρον, Πάτερ θέοφρον, καὶ πολύχουν ἐδρέψω, εὐκαρπίαν τῶν εὐφημούντων σε, πάντων εὐσεβῶν, τάς ψυχὰς διατρέφουσαν.

 

Ἄγρυπνον νοῦν, ἀενάως προσφέρων, Πάτερ θέοφρον, πάθη κατεκοίμισας ψυχοφθόρα, ὄρθρον πρὸς θεῖον, ἐπειγόμενος φθάσαι, πρὸς ἀδύτου φωτὸς λαμπρότητα, τῶν εὐφραινομένων, ἐν ἡ κατοίκησις.

 

 Ὡς θεαυγής, καὶ φωσφόρος καὶ πλήρης τῶν χαρισμάτων, Πνεύματος τοῦ θείου ὑπάρχων Πάτερ, τῆς ἀκακίας τὸ ἀνόθευτον ἦθος, ὑποφαίνων πᾶσιν, ἐδείκνυες, Ἄγγελος καθάπερ, βιῶν μετὰ σώματος.

Θεοτοκίον

Ἀνατολῆς, τῆς ἐξ ὕψους φανείσης, ἐδείχθης Πύλη, θρόνος ἐπηρμένος τοῦ Βασιλέως, οὐρανομήκης, καὶ μετάρσιος Κλῖμαξ, ἐπέβη Χριστὸς Πανάχραντε, καὶ τοῖς ἀπωσμένοις, βροτοῖς προσωμίλησεν.

 

ᾨδὴ ς'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βο σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

 

Ναμάτων ὡς ἔμπλεως, μυστικῶν ὡς ποταμός, εἰρήνης μόνε Κύριε, πρὸς ποταμὸν ἐφίστασαι ἐκ μικρᾶς, σταγόνος αἰτούμενος, βαπτισθῆναι ὁ μόνος ἀναμάρτητος.

 

Ξενίζεται ἄνωθεν, τῶν Ἀγγέλων ὁ χορός, κατανοῶν γυμνούμενον, τὸν ταῖς νεφέλαις σκέποντα οὐρανόν, καὶ κράζει· Τὶς ατη σου, πολλὴ πρὸς ἀνθρώπους συγκατάβασις;

 

Ὁ πλήρης κεκένωται· ὁ ἀόρατος ἰδού, σωματωθεὶς ἐπέφανεν, Ἰορδάνη εὐφράνθητι ποταμέ, τὰ ῥεῖθρά σου πλήρωσον, ὅπως λούσς τὴν πάντων ἀναγέννησιν.

Τῶν Ἀποστόλων

                                                                Τήν θείαν ταύτην ΤΟ ΑΚΟΥΤΕ

 

Εἰς πάντα κόσμον ἐρράνατε, τὸ ὕδωρ τῆς ζωῆς τὸ σωτήριον, νεφέλαι ἔμψυχοι, ἀναδειχθέντες Ἀπόστολοι, καὶ τῶν πιστῶν καρδίας κατεδροσίσατε.

 

Ῥημάτων θείων ἡ δύναμις, ὑμῶν τὴν τῶν ῥητόρων ἐνίκησε, πολλὴν δεινότητα, καὶ τοὺς ἀσόφους ἐσόφισε, μωραινομένους γνώσει τῆς πλάνης Πάνσοφοι.

 

Ὁ θεῖος Πούδης καὶ Τρόφιμος, Φιλήμων ὁ κλεινὸς καὶ Ἀρίσταρχος, Ὀνησιφόρος τε, καὶ Τυχικὸς ὁ πανάριστος, ὡς Μαθηταὶ τοῦ Λόγου μεγαλυνέσθωσαν.

Θεοτοκίον

μν σε μόνη Πανύμνητε, δοξάζω σε ἀεὶ θεοδόξαστε, καὶ μακαρίζω σε, ν γενεαὶ μακαρίζουσι, τῶν γενεῶν Παρθένε θεομακάριστε.

 

Τοῦ Ὁσίου

 

Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ

Πονηρίας ὑπέταξας πνεύματα, Πνεύματος Ἁγίου δειχθεὶς ἐνδιαίτημα, τοῦ τὴν ἰσχύν σοι πνεύσαντος, θεοφόρε παμμάκαρ Θεόκτιστε.

 

Λογικ βακτηρί σου Ὅσιε, πόᾳ τῆς ἀσκήσεως Πάτερ ἐξέθρεψας, τὸ λογικὸν σου ποίμνιον, καὶ πρὸς μάνδραν οὐράνιον ἴθυνας.

Θεοτοκίον

Οὐρανὸν ὁ τανύσας βουλήματι, ἄλλον ἐπὶ γῆς οὐρανὸν σε ἀνέδειξε, Θεογεννῆτορ Ἄχραντε, καὶ ἐκ σοῦ τοῖς ἐν σκότει ἐπέφανεν.

Ὁ Εἱρμὸς

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

 

Κοντάκιον τῶν Ἀποστόλων

Ἦχος β'  Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ

Χριστοῦ Μαθητῶν, χορὸν τῶν Ἑβδομήκοντα, ἐνθέως πιστοί, ὑμνήσωμεν σήμερον, καὶ πανηγυρίσωμεν· δι' αὐτῶν γὰρ πάντες ἐμάθομεν, Τριάδα σέβειν ἀμέριστον· ὑπάρχουσι γὰρ λύχνοι θείας Πίστεως.

Ὁ Οἶκος

Τῶν Ἑβδομήκοντα Ἀποστόλων τὴν χορείαν, συμφώνως οἱ πιστοί, ἱεραῖς εὐφημήσωμεν μελῳδίαις, Στέφανον, Πρόχορόν τε καὶ Σίλαν καὶ Νικάνορα. Τίμωνα καὶ Ἀμπλίαν καὶ Παρμενν, Ἀπελλῆν τε Ἰάκωβον, Φίλιππον, Ἀρίσταρχον, καὶ Ματθίαν, Ἡρωδίωνα, Κρήσκην καὶ Φλέγοντα Βαρνάβαν, Λῖνον καὶ Ὀλυμπν, Λουκᾶν καὶ Ἀσύγκριτον, καὶ τοὺς λοιπούς· ὑπάρχουσι γὰρ λύχνοι θείας Πίστεως.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Ἡ Σύναξις τῶν ἁγίων καὶ ἐνδόξων Ἑβδομήκοντα Ἀποστόλων.

Στίχοι

Τοὺς Ἑβδομήκοντ εὐκλεεῖς Ἀποστόλους,

Καὶ δ᾽ ὁμο σύμπαντας εὐφημεῖν θέμις.

Ἀμφὶ τετάρτην ἄνδρας ἀγακλεέας κυδαίνω.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ὅσιος Θεόκτιστος, ὁ Ἡγούμενος τοῦ ἐν τῷ Κουκούμῳ τῆς Σικελίας, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Ἐν γῇ χλοαυγεῖ τῆς Ἐδὲμ Θεοκτίστῳ,

Μοῖραν δίδως, ἄκτιστε τοῦ Θεοῦ Λόγε.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Οἱ ἅγιοι ἓξ Μάρτυρες ἐν εἰρήνῃ τελειοῦνται.

Στίχοι

Ψυχαὶ διαυγεῖς ἓξ ἀποπτᾶσαι βίου,

Ἑξαπτέρυξι συμπαρίστανται Νόοις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζωσίμου Μοναχοῦ καὶ Ἀθανασίου Κομενταρησίου.

Στίχοι

Ἀθανάσιος συνθανὼν τῷ Ζωσίμῳ,

᾽Ἒνδον πέτρας ἥδιστα καὶ συζν ἔχει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Ἀπολλιναρίας τῆς Συγκλητικής.

Στίχοι

Αἴρουσιν ἐκ γῆς τὴν Ἀπολλιναρίαν.

Καὶ γὰρ κατοικεῖν οὐρανοὺς ν ἀξία.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

ᾨδὴ ζ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

 

Πῶς σε ῥεῖθρα ὑποδέξονται ποτάμια, τρυφῆς ὄντα χειμάρρουν Χριστέ; πῶς ὁ Πρόδρομος, ἐκτενεῖ τὴν χεῖρα ἐπὶ σέ, χειρὶ πλαστουργήσαντα αὐτόν, καὶ ἐκ χειρὸς τοῦ πονηροῦ, ἐξαγαγόντα ἡμᾶς;

 

Ῥεῖθρον Κύριε ὑπάρχων ἀγαθότητος, πρὸς ῥεῖθρα Ἰορδάνια, πῶς ἐφίστασαι, ἀφθαρσίας νάματα ζητῶν; ποτίσαι τοὺς γεύσει πονηρ, καθυπαχθέντας τῇ φθορᾷ, φθόνῳ τοῦ ὄφεως.

 

Σταλαξάτωσαν τὰ ὄρη ἀγαλλίασιν, καὶ οἱ βουνοὶ σκιρτάτωσαν, εὐφραινόμενοι, ποταμοὶ κροτείτωσαν χειρί, ἐπέφανεν κει ὁ Χριστός, ἐν ποταμῷ τὰ τῶν βροτῶν, ἐνθάψαι πταίσματα.

 

Τῶν Ἀποστόλων

 

Οὐκ ἐλάτρευσαν τῇ κτίσει ΤΟ ΑΚΟΥΤΕ

Σαγηνεύσαντες τῷ λόγῳ ἀνειλκύσατε, τῆς ἀθεΐας βυθοῦ, Ἔθνη πολύσπορα, σημείοις καὶ τέρασιν ἐπιστηρίξαντες, τὰ φρονήματα, τούτων σοφοὶ Ἀπόστολοι, ὁδηγοὶ πεπλανημένων.

 

Ἐμβιβάσαντες πρὸς ὅρμον γαληνότατον, τοὺς θαλαττεύοντας, τῇ ἅλμῃ τῶν δυσχερῶν, σωτῆρες ἐδείχθητε· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Πάντες Εὔοδον καὶ Καρπὸν μακαρίσωμεν, καὶ Τυχικὸν καὶ Κηφᾶν, Ἰοῦστον καὶ Ἀρτεμν, Ζηνν τε τὸν ἔνδοξον, ὡς τοῦ Χριστοῦ Μαθητάς, ἀναμέλποντες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Ἀστραπόμορφοι τῷ Πνεύματι γενόμενοι, Χριστοῦ Ἀπόστολοι, τοὺς κρατουμένους νυκτί, ἀγνοίας ἐρρύσασθε, καὶ πρὸς τὸ φῶς τῆς ζωῆς, δηγήσατε, ἀναβοντας πάντοτε· Ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Ἱλαστήριον Πανάμωμε γεγένησαι, ἁμαρτανόντων ἀεί, τεκοσα ὑπερφυς, τοῦ κόσμου τὸν αἴροντα, τὴν ἁμαρτίαν Χριστόν· κραυγάζομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Τοῦ Ὁσίου

 

Ἀντίθεον πρόσταγμα ΤΟ ΑΚΟΥΤΕ

Δακρύων προσχύσεσιν ἐναποσβέσας, παθῶν ὑπεκκαύματα, Θεόκτιστε μακάριε, θαυμάτων ἀνέβλυσας, ῥεῖθρα ἀείζωα, οἷς περ ἀποπλύνονται, ψυχῶν τε καὶ σωμάτων, νόσοι ἀοίδιμε.

 

Δαυῒδ τὴν πραότητα Πάτερ ζηλώσας, ἐκτήσω τὸ ἄμεμπτον, Ἰὼβ καὶ τὴν ἀπάθειαν, Ἰακὼβ τὸ ἄπλαστον, καὶ πίστιν τοῦ Ἀβραάμ, Πέτρου τὴν θερμότητα, μεθ' ὧν κατασκηνώσας, ἡμῶν μνημόνευε.

Θεοτοκίον

Ζωὴν ἐνυπόστατον ἡμῖν τεκοσα, θανάτῳ τὸν θάνατον, Παρθένε καταργήσασαν, δεινῶν ἐπικλύσεσι, θανατωθέντα μέ, ζώωσον πρεσβείαις σου Ἁγνή, εὐλογημένη καὶ ὑπερένδοξε.

 

ᾨδὴ η'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

 

Τὰ ποτάμια ῥεῖθρα μηλωτ ἔτεμεν, Ἐλισαῖος τὴν χάριν, τὴν τοῦ Βαπτίσματος, προσκιαγραφν, ν Χριστὸς ἀπειργάσατο, τούτοις ἐπιβαίνων, ὁ μόνος εὐεργέτης.

 

Ὑπεσήμανε πάλαι Προφήτης ἔνδοξος, τοῦ Βαπτίσματος χάριν, ἁλσὶ τὰ ὕδατα, ἄγονα τὰ πρίν, ἐκτελέσας πολύγονα, τοῦ ἐπιφανέντος, Θεοῦ ἡμῶν δυνάμει.

 

Φάραγξ πᾶσα τῶν θείων δώρων πλησθήσεται, καὶ βουνὸς ἐνάντιος ταπεινωθήσεται, καὶ τὰ σκολιὰ εἰς εὐθέα τραπήσεται, τῇ τοῦ σαρκωθέντος, Θεοῦ ἐπιφανεί.

 

Τῶν Ἀποστόλων

 

Παῖδας εὐαγεῖς ΤΟ ΑΚΟΥΤΕ

Νεώσαντες φρένας χερσωθείσας, ἀρότρῳ τοῦ λόγου παναοίδιμοι, ταύταις τὰ σωτήρια, σπέρματα ἐσπείρατε, καὶ εὐσεβείας ἄσταχυν ἑκατοστεύοντα, ἐδρέψασθε τῶν ἀνασωθέντων, τὴν πληθὺν Κυρίου, Ἀπόστολοι πανσόφως.

 

Ἐπαίνοις Ἰάκωβον ἐνθέοις, Κλεόπαν Βαρνάβαν τε καὶ Στέφανον, Νάρκισσον τὸν πάνσοφον, Μᾶρκον Ἀριστόβουλον, καὶ Ἀπελλῆν τιμήσωμεν, ὡς Ἀποστόλους Χριστοῦ· Τὸν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Σταυρὸν ἀντὶ θώρακος φοροῦντες, πρὸς πάσας ἀνδρείως ἐχωρήσατε, φάλαγγας τοῦ δράκοντος, πάνσοφοι Ἀπόστολοι, καὶ ταύτας διολέσαντες, ος ἠχμαλώτευσεν, ἀνθρώπους συνελάβεσθε πίστει, καὶ τῷ ζωοδότῃ, προσήξατε Δεσπότῃ.

Θεοτοκίον

 Ὦ θαῦμα ἐπέκεινα θαυμάτων! πῶς τίκτεις καὶ μένεις παρθενεύουσα; πάναγνε Θεόνυμφε· Λόγον γὰρ ἐγέννησας, τὸν τῷ Πατρὶ συνάναρχον, πάντες ψάλλομεν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Τοῦ Ὁσίου

 

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ

Ἐν ἀκακίᾳ τὴν ζωήν, διανύσας ἀληθῶς θέοφρον Πάτερ, τοῦ ἐχθροῦ τὴν κακίαν, τελειοτάτ νο, καθελες· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Θεόκτιστε κραυγάζων.

 

Νῦν ἡ ἀξίνη τῶν ψυχῶν, ἀπειλεῖ τὴν ἐκτομήν, ψυχή μου σπεῦσον, καὶ παθν τάς ἀκάνθας, ἀποτεμοῦσα καρπούς, ὡρίμους Κυρίῳ προσάγαγε, ταῖς τοῦ θεοφόρου, εὐχαῖς διασωθεῖσα.

Θεοτοκίον

Ἀπὸ πασῶν σε γενεῶν, ἐξελέξατο Χριστὸς εἰς κατοικίαν, ἑαυτῷ Θεοτόκε, ἀνακαινίζων ἡμᾶς, φθαρέντας ἑνώσει τῇ κρείττονι· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

ᾨδὴ θ'  Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν ο τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μεγαλύνομεν».

 

Χερσὶν ὁ πλάσας Χριστὲ τὸν ἄνθρωπον, ἐν τῇ χειρὶ Προδρόμου ὑποκύπτεις ὡς ἄνθρωπος, ταπεινούμενος ὅπως ὑψώσς με, πάλαι ταπεινωθέντα, καὶ ἀπολλύμενον, δόξα τῇ ἐνδόξῳ, καὶ φρικτ οἰκονομί σου.

 

Ψυχῶν ἡ κάθαρσις εὐτρεπίζεται, ὁ φωτισμός, ἡ λύσις τῶν δεινῶν ἐπεδήμησεν, Ἰορδάνη ποταμὲ εὐφράνθητι, χόρευσον πᾶσα ἡ κτίσις, γῆ τε καὶ θάλασσα, κρότησον δοξάζουσα Χριστόν, τὸν ὑπεραγαθόν.

 

 Ὡς ν ἁπάντων καλῶν τὸ πλήρωμα, ἔρχῃ βοῶν τῷ πλήρει, ἁγιότητος δούλῳ σου, ἐκπλαγέντι τὴν σὴν συγκατάβασιν· Ἔγγισον βάπτισόν με· θέλω πληρσαι γάρ, φύσιν τῶν βροτῶν ἁγιασμοῦ, καὶ καθαρότητος.

 

Τῶν Ἀποστόλων

 

Ἅπας γηγενὴς ΤΟ ΑΚΟΥΤΕ

 Ἴασαι ἡμῶν, Χριστὲ τὰ παθήματα, τῶν Ἀποστόλων εὐχαῖς, τῶν ἀγαπησάντων σε, καὶ κηρυξάντων ἐν πᾶσιν ἔθνεσι, Θεὸν μο καὶ Κύριον, Δημιουργὸν τοῦ παντός, καὶ εἰδώλων, πᾶσαν ἀμαυρότητα, διωξάντων φωτὶ τοῦ κηρύγματος.

 

 Ὥσπερ ἀστραπαί, τῷ κόσμῳ ἐξέλαμψαν, Λουκᾶς μο καὶ Ἑρμῆς, Μᾶρκος Ἀνανίας τε, καὶ σὺν Ματθί ὁ ἱερὸς Ὀλυμπᾶς, καὶ τῶν πιστῶν τὸ πλήρωμα, σαφῶς ἐφώτισαν· οὓς ἐν πίστει, σήμερον τιμήσωμεν, ἱεροῖς καὶ σεπτοῖς μελῳδήμασι.

 

Στῶμεν εὐσεβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ μακαρίσωμεν, τοὺς Ἱεροκήρυκας, καὶ Διδασκάλους καὶ ἀγγελόφρονας, καὶ πλουτιστὰς σωτῆράς τε, καὶ ἀντιλήπτορας, καὶ προστάτας, πάντων χρηματίζοντας, τῶν τιμώντων αὐτῶν τὰ μνημόσυνα.

 

 Ἤστραψαν φωτί, ἀΰλῳ τοῦ Πνεύματος, Ἀκύλας Ἀχαϊκός, Κάρπος τε ὁ ἔνδοξος, καὶ Φουρτουντος σὺν τοῖς ἑξήκοντα, καὶ ἓξ Χριστοῦ θεράπουσι, καὶ ἱεροὶς Μαθηταῖς, καὶ καρδίας, πάντων καταυγάζουσι, τῇ φωσφόρῳ αὐτῶν μνήμῃ σήμερον.

Θεοτοκίον

Φέγγος ἀστραπῆς, τοῦ τόκου σου ἔλαμψε, καὶ κατεφαίδρυνε, πᾶσαν τὴν ὑφήλιον, καὶ τὸν προστάτην τοῦ σκότους ὤλεσε, Θεογεννῆτορ πάναγνε, Ἀγγέλων καύχημα, καὶ ἀνθρώπων, πάντων τὸ διάσωσμα, τῶν ἀπαύστοις φωναῖς εὐφημούντων σε.

 

Τοῦ Ὁσίου

 

Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ

Θεοῦ κτίσις πέφυκας, Θεόκτιστε ἀνόθευτος, μὴ νοθεύσας ψυχῆς σου τὸ κάλλος Ὅσιε, τῶν ἁμαρτημάτων κηλῖσιν, ἀλλὰ σαυτόν, ὅλον ὠρασας, καλῶν ἐπιδόσεσι· διὰ τοῦτο σε γεραίρομεν.

 

Ἀρεταῖς κοσμούμενος, ἀγάπ λαμπρυνόμενος, τῶν καλῶν ταῖς ἰδέαις καταστραπτόμενος, πρὸς τοὺς σος μετέβης Πατέρας, Πάτερ σοφέ, ἐν πίονι γήρ, σῖτος ὥριμος, θησαυροῖς θείοις τηρούμενος.

 

Ἡ ποίμνη σου σήμερον, χορεύει ορτάζουσα, φωτοφόρον τὴν μνήμην τῆς σῆς κοιμήσεως, ἣν ἐπευλογεῖν οὐρανόθεν, καὶ μεταστάς, μὴ λίπῃς τρισμάκαρ, Θε παριστάμενος, σὺν Ἀγγέλοις Παμμακάριστε.

Θεοτοκίον

Ζωὴν ἡ κυήσασα, βροτῶν εἰς ἀπολύτρωσιν, νεκρωθεσαν Παρθένε τοῖς παραπτώμασι, ζώωσον Ἁγνὴ τὴν ψυχήν μου, ὡς συμπαθής, ὡς μόνη προστάτις, τῶν καταφευγόντων σου, ἐν τῇ σκέπῃ Παναμώμητε.

Ὁ Εἱρμὸς

«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· Διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

 

ξαποστειλάριον

Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ

Καταλιπόντες κόσμον, οἱ Ἑβδομήκοντα Λόγε, σοὶ μαθητεύονται πόθῳ, τῷ Λόγῳ καὶ Διδασκάλῳ, τῆς ἀγνωσίας τὸν κόσμον, ἀποκαθαίροντες πίστει.

Προεόρτιον, ὅμοιον

Ὁ ἐκ Πατρὸς ἀχρόνως, πρὸ τῶν αἰώνων γεννηθείς, Υἱὸς καὶ σάρκα φορέσας, ὑπερφυῶς ἐκ Γυναικός, προέρχεται βαπτισθῆναι, εἰς ἀναγέννησιν κόσμου.

 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

 

Ἦχος πλ. β'  Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ

 Ὅν περ ἡ φωνή, τοῦ βοῶντος προετύπου, ἦλθεν ὁ Χριστός, ἐν τοῖς ῥείθροις Ἰορδάνου, καὶ τῷ Προδρόμῳ ἔφη· Δεῦρο πλῦνόν με ὕδασι, βάπτισόν με νῦν συγκαταβάντα· τὸν γὰρ Ἀδὰμ ἐκπλῦναι ἦλθον, τοῦ πρὶν πτώματος· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

 

 Ὕψος οὐρανοῦ, οὐδαμῶς ἐξιχνιάσω, ἄστρων ἀριθμόν, οὐδὲ γῆν ἀναμετρήσω, καὶ πῶς τῆς κορυφῆς σου, τῷ Δεσπότῃ ὁ Πρόδρομος, ἅψομαι χειρί; πῶς δὲ βαπτίσω, τὸν φέροντα δρακὶ τὴν κτίσιν, διὸ κράζω σοι· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

 

Σύνθρονος Πατρί, καὶ τῷ Πνεύματι ὑπάρχων, ταῖς ἀγγελικαῖς, στρατιαῖς δορυφοροῦμαι, ἀλλὰ σμικρῷ σπηλαίῳ ἐξενίσθην τικτόμενος, ἐν τῇ Βηθλεὲμ δι' εὐσπλαγχνίαν· διὸ καὶ νῦν τὴν δεξιὰν σου, ἐμοὶ δάνεισον, ἵνα καὶ πλύνω ἐν ἐμοί, τοῦ κόσμου τὰ πταίσματα.

 

 Ἒκλυσας ποτέ, ἁμαρτίας ἐπὶ Νῶε, λόγῳ διασχών, καταρράκτας οὐρανίους, καὶ πῶς σε Ἰορδάνης, κατιδὼν ὑποστήσεται; ἤδη γὰρ τὸ ῥεῖθρον ἀναστρέφει, ἐπέγνω σε ἡ κτίσις πᾶσα, κἀγὼ κράζω σοι· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι

Δόξα... ὅμοιον

Ἵνα πληρωθῇ, τοῦ Πατρὸς ἡ εὐδοκία, ἦλθον ἐπὶ γῆς, ἐνδυσάμενος πτωχείαν. Ὁ οὐρανός μοι θρόνος ἡ δὲ γῆ ὑποπόδιον, σοὶ δὲ τὸν αὐχένα ὑποκλίνω· ἐν τούτῳ γὰρ παρεγενόμην, ἐμὲ βάπτισον, καὶ ἐν ἐμοὶ τὰ τῶν βροτῶν, καθαίροντα πταίσματα.

Καὶ νῦν... ὅμοιον

Σύ τὸν Ἰσραήλ, διὰ στύλου καὶ νεφέλης, πρὶν φωταγωγῶν, καὶ δροσίζων ἐν ἐρήμῳ, σὺ ὁ δεσπόζων πάντων, ὁ τῇ φύσει ἀνέκφραστος, δούλου τὴν μορφὴν πῶς ἐνεδύσω; οὐ ψαύσω σου πυρὸς ὁ χόρτος, αὐτὸς με βάπτισον· ἐγὼ γὰρ χρῄζω ὑπὸ σοῦ, καθάρσιον δέξασθαι.

 

Ἀπόστιχα, Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ

 Ὤφθη τὸ πατρικόν, ἀπαύγασμα τῆς δόξης, ἐν Ἰορδάνου ῥείθροις, Βαπτίσματι καθαῖρον, τὸν ῥύπον τῶν ψυχῶν ἡμῶν.

 

Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.

 

Δέχου δουλοπρεπῶς, Προφῆτα Ἰωάννη, τὸν Λυτρωτὴν τοῦ κόσμου, καὶ βάπτισον τὸν Κτίστην, βροτῶν εἰς ἀναγέννησιν.

 

Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.

 

 Ἦλθεν ὁ φωτισμός, ἡ λύτρωσις ἐφάνη, ἐν Ἰορδάνῃ, δεῦτε, συνέλθωμεν ῥυφθῆναι, καὶ ᾆσαι προεόρτια.

Δόξα... Καὶ νῦν... ὅμοιον

Σήμερον ὁ Χριστός, σωτήριον ἀνθρώποις, λυτήριον δωρεῖται, ψυχῶν καθαίρων ῥύπον, πυρὶ τῷ τοῦ Βαπτίσματος.

 

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.